Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
{Λόγος τοῦ ὑπερτίμου ὃς ἐπικέκληται σελέντιος Ἐπὶ τὰς τοῦ ἡλίου καὶ πάλιν ἀνατολὰς ὁδῷ βαδίζοντες κατηντήσαμεν, τὰς τηλαυγεῖς τῆς νηστείας ἡμέρας φημί. ὥσπερ γὰρ ἀπὸ δύσεων τῶν ἡδυπαθειῶν τῇ περιόδῳ τοῦ χρόνου κινούμενοι καθ' ἑκάστην ἔτους περιφορὰν ἐπὶ τὰς ἡλιακὰς ταύτας ἀκτῖνας περιφερόμεθα, ἀφ' ὧν κατα λάμπεται μὲν ἡμῶν ἡ ψυχή, ὁ δὲ τῶν παθημάτων ζόφος σκεδάννυται καὶ ὁ νοῦς ταῖς φαεσφόροις καταστραπτόμενος τῶν ἀρετῶν ἐμβολαῖς πρὸς τὸν τῆς δικαιοσύνης ἐπιστρέφεται ἥλιον· καὶ αὐτὸ δὲ τὸ σῶμα καθαιρόμενόν τε καὶ λεπτυνόμενον ἐλαφρότατον ὄχημα τῇ ψυχῇ πρὸς τὴν εἰς οὐρανοὺς ἄνοδον γίνεται. ἀνεῳγόσι τοίνυν τοῖς ὀφθαλμοῖς τὸ τῆς νηστείας ὑποδεξώ μεθα φῶς, ἵνα τὴν θείαν ἰδόντες καὶ παθόντες λαμπρότητα φωτοειδεῖς καὶ αὐτοὶ τοῖς ὁρῶσι φαινοίμεθα. Ἀλλὰ πῶς ἐπαινέσομαι τῶν ἡμερῶν τούτων τὴν δύναμιν; πῶς δὲ κατ' ἀξίαν θαυμάσομαι; ξυμπάσης γὰρ ἀρετῆς ὅση τε πρακτικὴ καὶ ὅση θεωρητικὴ πέφυκεν ἀρχὴ καὶ τέλος αὕτη καθέστηκεν· ἐπέχει τοῦ σώματος τὰς ὁρμάς, ἐμφαίνει τοῦ πνεύματος τὰς αὐγάς, σβεννύει τὸ πῦρ, ἀνάπτει τὸ φῶς, κατέχει τὸν χοῦν, ἀνάγει τὸν νοῦν, τὴν σάρκα δουλαγωγεῖ, τὴν διάνοιαν ἐλευθεροῖ, δεσμεῖ τὸ σῶμα, πτεροῖ τὸ πνεῦ μα, ἐπιθυμίαν ἔκτοπον ἀναιρεῖ, διάνοιαν ἀλόγιστον ἀθετεῖ, ἀθυμίαν κενοῖ, εὐφροσύνης πληροῖ, ὅρους ταῖς αἰσθήσεσι τίθησιν, ὀφθαλμὸν σω φρονίζει, γλῶτταν ῥυθμίζει, ἀρωμάτων ἀποφοραῖς οὐ θηλύνει τὴν ὄσφρησιν, μελισμάτων κατατομαῖς οὐκ ἐκλύει τὴν ἀκοήν, σωμάτων ἐπαφαῖς οὐκ ἀπα τᾷ τὴν ἁφήν, χρημάτων κατανομαῖς οὐ διαιρεῖ τὴν ψυχήν, πραγμάτων ἐπι φοραῖς οὐ βαπτίζει τὸν νοῦν. εἴπω τὰ μείζω καὶ τὰ τελεώτερα; ἁρπάζει κόσ μου, προσάγει θεῷ, ἐλευθεροῖ τῶν αἰσθήσεων, πρὸς οὐρανὸν ἀνάγει τὸν νοῦν μετὰ τῶν ἀγγέλων ἱστᾷ, πρὸς τὴν προτέραν ζωὴν ἀποκαθιστᾷ, μᾶλλον δὲ τὴν ὑψηλοτέραν καὶ κρείττονα· νηστεία σώματος νέκρωσις, πνεύματος ζώωσις, ἠθῶν κόσμησις, ψυχῆς κάθαρσις, διανοίας ἔπαρσις, νοῦ πτέρωσις· νηστεία τελείωσις ἀρετῶν, πλήρωσις ὀρεκτῶν, μετάδοσις ἐφετῶν· νηστεία τῆς ὕλης ἀπαγωγή, πρὸς τὸ θεῖον μεταγωγή, τῶν ἀγαθῶν ἐπαγωγή· νηστεία φύσεως κόσμος, πράξεως νόμος, γνώσεως ὅρος· νηστεία– ἀλλὰ τί ἂν εἴποιμι; πῶς δὲ καὶ φράσω ὁπόσον καὶ βούλομαι; ὠδίνει μὲν γὰρ ἡ ψυχὴ ἄρρητά τινα νοήματα καὶ ἀπόρρητα, ἡ δὲ γλῶσσα πρὸς τὴν ἔκφρασιν τούτων ἐπαπορεῖ. αὕτη πατρίδα μὲν αὐχεῖ τὸν παράδεισον, νομοθέτην δὲ τὸν θεόν· καὶ κύει μὲν ταύτην ἡ καθαρωτάτη ψυχή, ἀποτίκτεται δὲ ταῖς ὠδῖσι τοῦ πνεύματος· καὶ πρᾶξις μὲν ταύτης ἡ κάθαρσις, ἀποτέλεσμα δὲ ἡ πρὸς θεὸν ἐπιστροφὴ τῆς ψυχῆς. τελεία δὲ οὖσα καὶ γόνιμος τὰς ἀρετὰς πάσας ἀπογεννᾷ· ἀπὸ γὰρ ταύτης ἡ σωφροσύνη καὶ τὸ ἐγκρατὲς πρὸς τὰς ἡδονὰς καὶ ἀήττητον, ἡ κοσμιότης τοῦ ἤθους, ἡ κάθαρσις τῆς ψυχῆς, ἡ πτεροφυΐα τοῦ νοῦ καὶ πρὸς τὸν θεὸν ὕψωσις. Βούλει καὶ γονὰς ἑτέρας ἰδεῖν καὶ ἄλλα γεννήματα; ὅρα μοι τὸν Νῶε, τὸν Μωυσῆ, τὸν Ἐλισσαῖον, ξύμπαντας τοὺς προφήτας, τοὺς ἀποστόλους, τοὺς αὐτόπτας τοῦ λόγου καὶ κήρυκας· τούτων γὰρ ὁ μὲν τάσδε τὰς ἀρετάς, ὁ δὲ τάσδε ἤσκησάν τε καὶ ἐπετήδευσαν, νηστείᾳ δὲ πάντες τὸ σῶμα λεπτύναντες καὶ τὴν ψυχὴν τῶν τῆς φύσεως δεσμῶν ἀπολύσαντες οἱ μὲν καὶ μετὰ τῶν σωμάτων εἰς οὐρανοὺς ἐπτερώθησαν, οἱ δὲ τὸν νοῦν τῆς ὕλης μετεωρήσαντες τὸ τῆς τριάδος εἰσεδέξαντο φῶς. βούλεταί τι καὶ πλέον ὁ λόγος εἰπεῖν καὶ νεανικώτερον φθέγξασθαι. ἐνήστευσε καὶ ὁ κύριος ὁ κρείττων τοῦ νηστεύειν καὶ τοῦ καθαίρεσθαι, ὁ τῆς τελειώσεως ὅρος, ὁ τῆς καθάρσεως νόμος· ἀλλ' ὅμως ἐνήστευσε, τύπους ἡμῖν καὶ κανόνας ὑποδεικνὺς τῆς ὁμοίας καθάρσεως. Ἀλλ' ὢ πῶς ἂν ἐμαυτὸν ἀποκλαύσωμαι; πῶς δὲ φείσομαι τοῦ προ πάτορος αἰδοῖ τῆς πλάσεως καὶ τοῦ ἐμφυσήματος καὶ τῆς πρὸς θεὸν εὐθὺς οἰκειώσεως; πῶς δὲ μετρήσω τὸν λόγον τῷ ἀρχηγῷ τῆς γενέσεως καὶ γένωμαι δικαστὴς δικαιότατος; τίς ἡ τοῦ φυτοῦ ἐκείνου ὥρα καὶ χάρις, προπάτορ Ἀδάμ; τίς ὁ σφοδρὸς ἔρως τῆς διπλῆς γνώσεως; πῶς τῶν ἄλλων ἀφέμενος τῆς πικρᾶς ἐκείνης εὐθὺς ἀπεγεύσω γλυκύτητος; τίς ἡ παρὰ τῆς γυναικὸς ἀπάτη καὶ ἡ ἔφεσις τῆς θεότητος καὶ ἡ πρὸς τὸν ὄφιν πίστις καὶ συγκατάνευσις; ἀλλὰ σοῦ μὲν ἂν εὐλόγως φεισαίμην κλαπέντος ἰσοθεΐας ἐλπίδι καὶ παραλογισθέντος ὑπὸ τοῦ ὄφεως, τῷ δὲ ἀποστάτῃ σοι καὶ ἀρχεκάκῳ δράκοντι ἐπαρῶμαι δικαιοτάτην ἀράν. ὄλοιο, τῆς κακίας σπορεῦ, καὶ τὴν δυσμενῆ θλάττοιο κεφαλήν· καὶ εἴη μέν σοι ζόφος ἡ ἔπαυλις, οἰκητήριον δ' ὁ τοῦ ᾅδου κευθμών. καί σου ἐπιβαίην καὶ συμπατήσαιμι δι' ὃν τῆς ἐν τῷ παραδείσῳ ἀπολισθήσας διαγωγῆς εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος ἐκπέπτωκα καὶ ἀντὶ τῆς ἀπαθεστάτης ζωῆς τὰς μυρίας κῆρας τῶν παθημάτων εἰσεδεξάμην. ὁρᾶτε γὰρ τουτὶ τὸ σῶμα ἡμῶν τὸ παχὺ καὶ ἀντίτυπον, τὸν ἐπιπροσθοῦντα ζόφον τῆς ψυχῆς ταῖς μαρμαρυγαῖς, ὕστερον προσυφανθὲν ταῖς ἡμετέραις ψυχαῖς καὶ προσαρτηθὲν τῇ φύσει, βαρὺ καὶ βρῖθον ἐφόλκιον, ἀφ' οὗ τοῦ ξύλου τῆς κακίας γευσάμενοι τοῦ ξύλου τῆς ζωῆς ἀπεκλείσθημεν· ἀπ' ἀρχῆς δὲ λεπτὸν ἦν καὶ ἀέριον καὶ προσφυὲς ἡμῖν ὄργανον καὶ τῆς ψυχῆς ἔνοπτρον τηλαυγέστερον. Ἀλλ' ὅπερ ἐπάχυνεν ἡ λιχνεία λεπτύνει νῦν ἡ νηστεία· καὶ πάλιν τοῦ νοῦ τὸ πτερὸν πρὸς τὴν πτῆσιν ἐλευθεροῦται. δεσμῶτίς ἐστιν ἡ ἡμετέρα ψυχὴ ὥσπερ τινὶ δεσμωτηρίῳ καθειργμένη τῷ σώματι· περικλείουσι δὲ ταύτην καὶ κλοιοὶ σιδηροῖ, οἱ τῶν παθημάτων δεσμοί. ἢν μὲν οὖν παχύνῃς τὸ σῶμα τῷ πλήθει τῶν ἐδεσμάτων, ἄφυκτον εἰργάσω τὸ δεσμωτήριον καὶ τούς τε ἥλους συνέσφιγξας καὶ τὴν ψυχὴν ἐταπείνωσας· ἂν δὲ τῇ νηστείᾳ λεπτύνῃς, δίδως ἐλευθερίαν τῷ νῷ, ὁ δὲ ἀπολυθεὶς τῶν δεσμῶν ἐλευθέρῳ πτερῷ ἀναφέρεται πρὸς θεὸν καὶ τῆς θείας ἐν μετοχῇ γίνεται ἀπολαύσεως. Νηστεύσωμεν οὖν, ἵνα τρυφήσωμεν· κενώσωμεν τὸ σῶμα, ἵνα τὸ πνεῦμα πληρώσωμεν. ἔστι καὶ ἄλλη τρυφὴ καὶ πανδαισία πνευματικὴ καὶ τράπεζα πλήρης ἀπορρήτων ὡραίων καὶ φιάλη χρυσῆ ἐν ᾗ ὁ τοῦ νέκταρος ἀπορρὼξ καὶ αἱ τῶν χαρίτων πηγαί. ταύτης ἀπόλαυσον εἰς κόρον τῆς ἑστιάσεως, εἰ μέν τις εἶ τῶν εὐώνων καὶ χαμαὶ ἐρχομένων, τὰς πρακτικὰς καὶ περὶ γῆν ἑρπούσας† καταναλίσκων† τῶν ἀρετῶν, εἰ δὲ τῶν ὑψηλῶν τε καὶ μετεώρων, τὰς μετεωροπορούσας θηρώμενος. εἰ δὲ τούτων μόνων ἐρᾷς ἀφ' ὧν ἡ κάτω πεπλήρωται τράπεζα, ἐγώ σοι κἀν τούτοις τὴν δέουσαν μετάληψιν ὑποθήσομαι. κορέσθητι τοῦ ταώ, τὸ ἐν ταῖς πτέρυξιν αὐτοῦ κάλλος ἰδὼν καὶ θαυμάσας τὸν πλάσαντα· κατατρύφησον καὶ τοῦ φοίνικος, ὅπως μονώτατον ζῷόν ἐστι καὶ τῷ Μηδικῷ ὄρνιθι παραπλήσιον· ἡδὺ καὶ πέρδιξ φιλοσοφούμενος καὶ πτὼξ φυσιολογούμενος καὶ κύκνος ἁρμονίαις μουσικαῖς γνωριζόμενος. ἀλλ' (ὅπως πεφεισμένως σοι τὰ γένη προσάγω τῶν ζῴων) ὅλον μοι θαύμαζε τὸ πτηνόν, ξύμπαν τὸ νηκτόν, τὸ βαδίζον, τὸ ἕρπον, τὸ πρόσγειον, τὸ μετέωρον. ὁρᾷς τὸν σύμπαντα κόσμον, τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα; σὸν ἑστιατόριον πέφυκεν· ὅσα δὲ ἐν αὐτῷ καὶ πτεροῦται καὶ ἕρπει καὶ νήχεται εἰς ἑστίασίν σοι παρὰ τοῦ μεγάλου ἡτοίμασται ἑστιάτορος. ὁρᾷς τὸν οὐρανὸν ὡς μέγας, ὡς ἀεικίνητος τὴν περιφοράν, ὡς τὴν φύσιν θαυμάσιος; καὶ τὸν ἥλιον ὡς πηγὴ τοῦ τῇδε φωτός, ὡς ἠρέμα κεράννυται τῷ ἀέρι καὶ προσ ηνῶς ἐμπίπτει τοῖς ὄμμασι; καὶ τὴν σελήνην καὶ τὸν λοιπὸν τῶν ἀστέρων χορόν; εἰς τρυφήν σοι καὶ ταῦτα παρὰ θεοῦ καὶ ἀπόλαυσιν πρόκειται, ἵν' ὁμοῦ τε τέρποιο τοῖς ἀπείροις τούτων κάλλεσι καὶ μεγέθεσι καὶ τοὺς λόγους αὐτῶν κατανοῶν γνωρίζῃς τὸν κτίσαντα. Ἀλλ' ὢ τῆς μεγάλης φιλοτιμίας τοῦ ἑστιάτορος. μετὰ γὰρ τὴν παγ κόσμιον ταύτην ἑστίασιν καὶ τρυφὴν καὶ ἑαυτόν σοι προτέθεικεν εἰς ἀπόλαυσιν· ἔσφαξε γὰρ τὰ ἑαυτοῦ θύματα καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτοῦ οἶνον καὶ μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι πρὸς τὴν καινὴν ταύτην μετάληψιν ἡμᾶς συγκαλεῖ. ἡμεῖς δὲ σμικρολόγοι φαινόμεθα δαιτυμόνες πρὸς τοιοῦτον ἄφθονον καὶ πλούσιον ἑστιάτορα τοῖσδε ἢ τοῖσδε τῶν ζῴων προσκείμενοι καὶ τὴν μὲν ψυχὴν λιμώττειν ἐῶντες, πάντα δὲ τῇ ἀκολακεύτῳ γαστρὶ χαριζόμενοι. Ἀλλὰ μὴ οὕτως ὑμεῖς, τὰ ἐμὰ τέκνα, κορέννυσθε. ἐγὼ γὰρ ὑμᾶς διὰ τοῦ κράτους γνωστικαῖς ὠδῖσιν ἐγεννησάμην καὶ διαφόροις αὐξήσεσιν ἐτελείωσα. οὐ γὰρ ἄγονον τὴν βασιλείαν ἐπεδειξάμην, ἀλλὰ πάντας ὑμᾶς καὶ ὠδίνησα καὶ ἀπέτεκον· καὶ ἣν παρὰ τοῦ θεοῦ πηγὴν εἴληφα εἰς ὀχετοὺς κατεμέρισα, ἀφ' ὧν δὴ πάντες πεπώκατε, ὁ μὲν μᾶλλον, ὁ δὲ ἧττον κατὰ τὴν ἀναλογίαν τῆς τάξεως· καὶ συνεβίβασα τὸ σῶμα τῆς πολιτείας μείζοσι μέρεσι καὶ ἐλάττοσιν, ἕκαστον δὲ ἑκάστῳ συνέδησα καὶ ταῖς παρ' ἀλλήλων χρείαις εἰς μίαν ἅπαντας ἁρμονίαν σύμφωνον συνεκέ ρασα· ἀρχὴ δὲ τοῖς πᾶσιν αὐτὸς παρὰ θεοῦ γεγονώς, οἷά τις ὑπερκειμένη τοῦ σωμάτος κεφαλή, ὑμᾶς μὲν ἐμοῦ ἐξαρτῶ, ἐμαυτὸν δὲ τοῦ θεοῦ· καὶ μία σειρὰ καὶ τάξις τοῖς διεστῶσι καθίσταμαι. ὥσπερ γὰρ αὐτὸς τοῖς ἐμοῖς ὑμῖν συνάπτομαι μέλεσιν, οὕτω δὴ καὶ θεὸς (εἰ μὴ μέγα φάναι) ἐμοὶ συνῆπται τὴν ἥν μοι δέδωκεν ἰθύνων ἀρχήν· πρὸς γὰρ ἐκεῖνον ἐπέστραμμαι κἀκεῖνός μοι τοῦ κράτους τὰς ἡνίας μεταχειρίζεται· τἆλλα μὲν γὰρ ἐγὼ γεώδης καὶ ὑλικὸς καὶ πρὸς γῆν νενευκὼς καὶ μηδὲν τοῦ φόρτου τῆς ὕλης ἀποσεισάμενος, ἐπιγνώμων δὲ τοῦ ποιήσαντός με καὶ βασιλεύσαντος. ὅθεν ἐπὶ πάσης καὶ πράξεως καὶ κινήσεως ἐκ θεοῦ τε ἄρχομαι καὶ εἰς θεὸν ἀναπαύομαι. «αἱ χεῖρές μου», φησὶν ὁ θεῖος Δαυίδ, «ἐποίησαν ὄργανον καὶ οἱ δάκτυλοί μοι ἥρμοσαν ψαλτήριον.» ἐμοὶ δὲ οὐδὲν τοιοῦτον πε ποίηται· οὐ γάρ εἰμι τηλικοῦτος τὴν ἀρετὴν ὥστε καὶ συναρμόζειν καὶ μουσουργεῖν καὶ τὰς θείας ᾠδὰς μελῳδεῖν. ἀλλ' ὁ θεὸς πάντα μοι γίνεται τῆς ἐμῆς φύσεως ἀναπληρῶν τὸ ἐλάττωμα. ἐκεῖνός μοι καὶ τὸ κράτος ἰθύνει καὶ τὴν ἀρχὴν βεβαιοῖ καὶ τοῖς πράγμασι τὸ ἀστασίαστον συντηρεῖ· ἐκεῖνος καὶ ἀμφοτέροις τοῖς μέρεσι τοὺς ὅρους ἐπηύξησε καὶ τὰ μὲν μαχιμώτατα τῶν ἐθνῶν πεποίηκεν ἔνσπονδα, τὴν δὲ μοναρχίαν ἡμῖν ἐπαληθεύουσαν ἔδειξε. καὶ τό γε θαυμασιώτατον· οὐκ ἀναιρεῖ μόνον ἡμῖν τὸ πολέμιον, ἀλλ' ἐξημεροῖ καὶ τὸ βάρβαρον· τὸ γὰρ χθές που καὶ πρῴην καθ' ἡμῶν ἐντεῖνον τὰ τόξα, τὸ ὑπὲρ τὸν Ἴστρον ἔθνος φημί, νῦν ὑπὲρ ἡμῶν τὸ βέλος ἀφίησι καὶ ἣν ἔκειρε γῆν νῦν ἀσμενέστατα γεωργεῖ καὶ οἷς ἀντεπαρετάττετο νῦν προστέθειται· καὶ γέγονε σύμμαχον τὸ ἀντίμαχον καὶ προκινδυνεύειν ἐθέλει καὶ ἵστασθαι τῆς φάλαγγος κατὰ μέτωπον. Ταῦτα ὁ τῶν θαυμάτων θεός (εἰς ταὐτὸ γάρ μοι καὶ πάλιν ὁ λόγος ἐπαναφέρεται), ὁ συμπολεμῶν ἡμῖν καὶ προπολεμῶν, ὁ σκεδαννὺς τὸ νέφος καὶ δεικνύων τὸν ἥλιον, ὁ τὴν νύκτα μειῶν καὶ τῆς ἡμέρας ἐπάγων τὸ φῶς. ἐγὼ γάρ (ἵνα τι καὶ τῶν ἀπορρήτων ὑμῖν τέως ἀνακαλύψω), ὅτε με πρὸς τὴν μεγάλην ταύτην ἐκάλει ἀρχήν, τὰ τοῦ Μωσέως ἐφθεγγόμην ῥήματα καὶ ἀναβαλλομένῳ ἐῴκειν καὶ ἀποκνοῦντι τὸ τοῦ πράγματος μέγεθος. ἐπεὶ δέ μοι συμπράττειν ἅπαντα ἐπηγγείλατο, «ἰδοὺ ἐγώ», ἔφησα· «κύριε, τί προστάττεις τῷ σῷ οἰκέτῃ;» καὶ οὕτω τήν τε προστασίαν ὑπεδεξάμην καὶ τὸ κράτος ἐθάρρησα. ἐντεῦθεν ὑπὲρ ἡμῶν τὰ μεγάλα θαυμάσια γίνεται. καὶ Φαραὼ μὲν σημείοις ἀπείροις ἐτάζεται, Αἴγυπτος δὲ σκότῳ κολάζεται καὶ ὁ νέος ὑμεῖς Ἰσραὴλ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώθητε· ἐντεῦθεν καὶ θάλασσα τέμνεται καὶ Φαραωνιτικαὶ δυνάμεις βυθίζονται καὶ Ἀμαλὴκ καταπολεμεῖται καὶ πέτρα πηγάζει νάματα καὶ πικρὸν ὕδωρ γλυκαίνεται καὶ ἄρτος οὐράνιος ὕεται καὶ δυνάμεις ὑποχωροῦσιν ἀντίπαλοι καὶ παράδοξα τελεῖται μυστήρια. ἔχω τι καὶ πλέον τῶν διὰ Μωσέως θαυμάτων εἰπεῖν (ἀλλά μοι μὴ νεμεσῴης ὁ δημαγωγὸς τοῦ παλαιοῦ Ἰσραήλ, πρὸς σὲ γάρ μοι ὁ λόγος εἰρήσεται). ποῦ σοι διπλοῦν ἔαρ ἐν τοῖς σοῖς ἐποίησας ἔτεσι καὶ χειμῶνος τὴν τοῦ ἀέρος ἐπέσχες ἀχλὺν καὶ τὴν σκοτόμαιναν τοῦ περιέχοντος ἔλυσας; παρ' ἡμῖν δὲ μέσου τοιούτου καιροῦ ὁ ἥλιος διαυγέστερος, εὐπνούστερος ὁ ἀήρ, τὰ ἄνθη πυκάζει τὴν γῆν, ἡ αὖλαξ τὸν στάχυν ὑπαναδίδωσι, τὰ φύλλα τῶν ῥόδων ἀνέῳκται καὶ τῷ ζεφύρῳ τρυφῶσι τὰ πέταλα· δοκοῦσί μοι καὶ τέττιγες ᾄδειν ἁπαλῇ τῇ φωνῇ καὶ χελιδόνες πηγνύειν τὴν καλιάν· ἡ δὲ θάλασσα ὥσπερ ἐπιλαθομένη τῆς φύσεως καὶ τὸν καιρὸν ἀγνοήσασα ἠρέμα λειοκυμονεῖ ταῖς ἀκταῖς καὶ τὴν γείτονα χέρσον προσηνῶς κατασπάζεται. Ἀλλ' ἐπειδὴ τῶν κατὰ Μωσέα θαυμάτων ἐμνήσθην, καὶ τοῦτο καταλ λήλως τῷ λόγῳ προσθήσω νέος Μωσῆς τῷ ἐμῷ χρηματίζων λαῷ· ὀφθήσεσθαι θεὸς ἡμῖν ἐπαγγέλλεται, οὐκ ἐπ' ὄρους ὑψηλοῦ καὶ ἀβάτου οὐδὲ μετὰ νεφέλης καὶ λαίλαπος ἀλλ' ἐν προσηνεστάτῳ καὶ καθαρωτάτῳ φωτί· ἐγγίσωμεν οὖν ἑαυτοὺς καὶ νηστείαν οὐ τριήμερον, ἀλλὰ τεσσαρα κονθήμερον ἕλωμεν. εἰ δὲ ταῖς τεσσαράκοντα καὶ ὀκτὼ προστέθεινται, μὴ θαυμάσητε. αἱ μὲν γὰρ τεσσαράκοντα τῆς τοῦ σώματος τελειώσεώς εἰσι σύμβολον· ἐκ τεσσάρων γὰρ στοιχείων εἰς ἓν συγκείμενον τῷ τελείῳ πολλαπλασιάζεται ἀριθμῷ καὶ γίνεται τέλειον τὴν πνευματικὴν ἡλικίαν καὶ ταῖς προσφόροις ἀκμάζει δυνάμεσιν. αἱ δὲ ὀκτὼ τὸν μέλλοντα ἡμῖν δηλοῦσιν αἰῶνα· ὃς δὴ καὶ ὄγδοός ἐστι καὶ τὴν φύσιν ἑστὼς καὶ αἰώνιος· δεῖ γὰρ ἡμᾶς ἀπὸ τῆς ἑβδοματικῆς ταύτης κακώσεως καὶ κινήσεως εἰς τὴν ὀγδόην καταλῆξαι κατάστασιν τὴν ἑστῶσαν καὶ ἀκατάλυτον. καθάρω μεν οὖν καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, ἵνα θεὸν θεασώμεθα, ὡς ἀνθρώπῳ ἰδεῖν δυνατόν. καὶ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἐπαναδράμωμεν (οὐ τὴν κάτω φημὶ Ἱερουσαλὴμ ἀλλ' ἣν πατοῦσι πόδες πραέων, ἐν ᾗ αἱ τοῦ μέλιτος πηγαὶ βλυστάνουσι καὶ τοῦ γάλακτος)· τοῦτο δῶρον θεοῦ καὶ κρεῖττον εὐχῆς. καὶ τύχοιμεν τῆς ἐπαγγελίας ἣν ὤμοσε κύριος ὁ θεὸς τῷ προπάτορι ἡμῶν Ἀβραὰμ καὶ γεννήτορι τῶν ἐθνῶν δοῦναι τῷ σπέρματι αὐτοῦ, ἅπερ ἐσμὲν ἡμεῖς ὁ περιούσιος ἐκείνου λαὸς καὶ ἐπίλεκτος. αἴθε δυναίμην αὐτὸς ὑμᾶς ἐκεῖσε εἰσαγαγεῖν, αἴθε, τέκνα ἀγαπητὰ καὶ τῆς θείας ἐπαγγελίας συγκληρονόμα· εἰ δὲ μή, ἀλλ' αὐτὸς ἡμᾶς εἰσαγάγοι ὁ κύριος, ὁ μέγας Ἰησοῦς καὶ τῆς μεγάλης βουλῆς τῆς τοῦ πατρὸς ἄγγελος, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 5 Ἐπαναγνωστικὸν ὡς ἀπὸ τοῦ αὐτοκράτορος τοῦ Δούκα κῦρ Κωνσταντίνου Ἀρρήτῳ οἰκονομίᾳ καὶ ἀφάτῳ φιλανθρωπίᾳ ὁ βασιλεὺς τῶν αἰώνων καὶ κύριος ἐπὶ τὴν ὑψηλὴν τῶν Ῥωμαίων καὶ κραταιὰν βασιλείαν. ὁ δὲ τρόπος τῆς ἀναγωγῆς ὡς θαυμάσιος· ἐμοῦ γὰρ μηδὲν περὶ τούτου πραγματευσαμένου ποτὲ μηδ' εἰς νοῦν βαλλομένου τι ἀρχικὸν κράτος, ἀλλὰ τῇ θείᾳ προνοίᾳ πάντως ἀνατιθέντος, ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν θεὸς καὶ κηδόμενος τῆς τῶν Ῥωμαίων ἀκρι βέστατα τάξεώς τε καὶ καταστάσεως ἀταράχως καὶ ἀκυμάντως ὥσπερ ἐκεῖνος οἶδεν οἰκονομῶν τῷ βασιλείῳ με κατεκόσμησε στέμματι τῶν ἄλλων προκρίνας καὶ ὑπὲρ πάντων προτιμήσας καὶ ἐκλεξάμενος. Ὁ γὰρ κράτιστος καὶ μέγιστος βασιλεὺς τῶν Ῥωμαίων κῦρ Ἰσαάκιος, νοσήματι ἀθρόον κατασχεθεὶς κίνδυνον ἀπειλοῦντι καὶ προφανῆ ὄλεθρον, ὡς τοῦτο ἔγνω, κρίσει βελτίονι καὶ τῷ ὄντι βασιλικωτάτῃ τὰ περὶ αὐτὸν ἐπέτρεψε, καὶ τοῦ σκέμματος ἀρχηγὸν πεποιηκὼς τὸν θεὸν διεσκοπεῖτο τίνι τῶν πάντων ἐγχειρίσει τὸ κράτος. καὶ πάντας τῷ λογισμῷ ἐξεληλυθὼς στρατιώτας τε καὶ πολίτας συγκλητικούς τε καὶ ἄρχοντας καὶ ὅσοι περιφανὲς ὄνομα ἐν στρατηγίᾳ ἐκτήσαντο, ἐμοὶ τὰ πρωτεῖα τῶν πάντων δέδωκε καὶ ῥοπαῖς ὅλαις βουλεύματος ἐπὶ τὴν ἐμὴν κρίσιν καὶ πρόκρισιν νένευκε καὶ προτετίμηκεν οὐ τῶν ἔξω μόνον, ἀλλὰ καὶ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ τῶν λοιπῶν αὐτοῦ συγγενῶν καὶ φιλτάτων. Καὶ οὐχ ὁ μὲν θειότατος οὕτως βασιλεύς, ὁ δὲ κουροπαλάτης κῦρ Θεόδωρος ὁ τούτου ἀνεψιὸς καὶ ὁ τὰ πάντα θαυμάσιος καὶ εὐγενέστατος Δοκειανὸς ἐδυσχέραναν τὴν ἐμὴν προτίμησιν καὶ πρὸς ὀλίγον ἐστύγνασαν· μᾶλλον μὲν οὖν καὶ ἀπεδέξαντο πλέον τῶν ἄλλων καὶ οἰκείαν τιμὴν τὸ ἐμὸν κράτος ἡγήσαντο καὶ εὐφημιῶν ὑπὲρ τούτου τὸν μέγαν βασιλέα ἠξίωσαν. ὃς δή, ἐπειδὴ τὴν περὶ ἐμὲ γνώμην εἶδεν ἐπαινεθεῖσαν παρ' αὐτῶν καὶ ἀποδεχθεῖσαν, μετακαλεσάμενος παρ' ἐλπίδα πρῶτον μὲν πυκνὰ περιλαβών κατεφίλησεν οἷα γνησιώτατον παῖδα [οἰκεῖ] ον, εἶτα τὴν βασιλείαν αὐτὴν ἐγχειρίζει ἐμοί, προσαναθεὶς καὶ τὴν τῶν οἰκείων φροντίδα. [ἐμὲ δὲ οὐ τοσ] οῦτον εὔφρανε τὸ κράτος καὶ τὸ λαμπρὸν τῆς βασιλείας διάδημα, ὅσον [***] ἤλγυνεν [αὐτὸ με] τὰ βραχὺ ἐκδαπανω μένης αὐτῷ ὑπὸ τοῦ νοσήματος τῆς δυνάμεως. Ἐπ̣ [εὶ] τοίνυν αὐτὸς.... [***] είαν παρέχων πάντων εὐθὺς ὑποσταλέν των, μᾶλλον δὲ ἀποδεξαμένων τὴν τοῦ κράτους μετάθεσιν καὶ τὴν ἐπιλογὴν ἐπινευσάντων τοῦ βασιλεύοντος, ἐκεῖνος ὥσπερ ἐπαναπαυσάμενος τῷ πράγματι καὶ ἀποχρῶντας ἡμᾶς ἡγησάμενος πρὸς τὴν τῶν πραγμάτων διοίκησιν ἀποδύεται μὲν τὴν χλαμύδα, ἀποτίθεται δὲ τὸ διάδημα καὶ κείρει τὴν τρίχα καὶ γίνεται μοναχὸς τῆς τῶν βασιλικῶν περιβλημάτων λαμπρότητος ἀνταλλαξάμενος τὸ τριβώνιον. ἐπεὶ δὲ τὸ θεῖον ἐτελέσθη μυστήριον, καὶ θαῦμα περὶ αὐτὸν γίνεται τῶν πώποτε γενομένων θαυμα σιώτερον· διανίσταται γὰρ βραχύ τι καὶ τὸ πολὺ τῆς νόσου ἀνακουφίζεται καὶ γνωρίζει τὸν πλάστην τοῦ νέου καὶ καταφιλεῖ τὰ ἀμφία καὶ προστίθησι τῷ ἀγαθῷ. εὐθὺς γὰρ καταλιπὼν τὰ ἀνάκτορα εἰς τὸν μέγαν τοῦ Προδρό μου ναόν, τὸν τοῦ Στουδίου φημί, εἰς βασιλικὴν ὁλκάδα ἐμβὰς ἀφικνεῖται ἐμοὶ τὸ συγγενὲς αὐτοῦ πᾶν ἀναθέμενος καὶ ἁπλῶς πάντα τὰ φίλτατα. Ἐβούλετο μὲν οὖν καὶ ἡ δέσποινα εὐθὺς ἐκεῖνον μιμήσασθαι καὶ μεταμφιάσασθαι· ἀλλ' ἐγὼ ἐπεῖχον παρακαλέσας πολλά, εἰ καὶ αὕτη κρείττων ἐστὶ παντὸς ἐγχειρήματος. ὅμως, ἐπειδὴ ἔτι τῷ κόσμῳ περίεστιν, αἰδοῖ τῇ τε πρὸς αὐτὴν καὶ τῇ πρὸς τὸν βασιλέα οὐκ ἀποστεροῦμεν τῆς βασιλικῆς εὐφημίας, ἀλλὰ παρακελευόμεθα παντὶ τῷ ὑπό σε θέματι φανερὰν καταστῆσαι τὴν περὶ ἡμᾶς οἰκονομίαν καὶ πρόνοιαν τοῦ θεοῦ συλλέξαι τε περὶ σεαυτὸν τοὺς εὐγενεστέρους καὶ προκρίτους ἐν τῷ θέματι καὶ οὕτω τὴν εὐφημίαν ποιήσασθαι, «Αἰκατερίνης μεγάλης βασιλίσ σης καὶ αὐτοκρατορίσσης Ῥωμαίων πολλὰ τὰ ἔτη καὶ Κωνσταντίνου μεγάλου βασιλέως καὶ αὐτοκράτορος Ῥωμαίων τοῦ Δούκα πολλὰ τὰ ἔτη». Καὶ τὰ μὲν τῆς εὐφημίας οὕτως. γινωσκέτωσαν δὲ πάντες οἱ τῆς σῆς ἐπαρχίας ὅτι οὐ πρὸς οἰκείαν ἀνάπαυσιν οὔτε μὴν εἰς ἐμὴν ἀπόλαυσιν ἀνεδεξάμην τὸ κράτος τῆς βασιλείας, ἀλλ' εἰς ἀρίστην οἰκονομίαν τοῦ κοινοῦ καὶ ἀκριβῆ διοίκησιν τῶν πραγμάτων. καὶ μηδεὶς οἰέσθω, μήτε τῶν ἀδικούντων μήτε τῶν ἀδικουμένων, ὡς λήσονται τὴν ἐμὴν ἐπιμέλειαν καὶ ἐντελῆ περὶ τὰ πράγματα διάσκεψιν, ἂν φωραθήσωνται· καὶ ὁ μὲν κατακριθήσεται, ὁ δὲ δικαιωθήσεται καὶ πᾶσα ἐκ μέσου ἀναιρεθήσεται κάκωσις· καὶ οὐδεὶς ἔσται ὁ δακρύων, οὐδεὶς ὁ στενάζων καὶ οὐδεὶς ὁ ἐπι στυγνάζων ἐφ' οὗ πέπονθεν. καὶ σὺ μὲν πεπληροφόρησο ὡς, εἰ μὲν καλῶς τὴν ἀρχὴν διέπεις, ἐλεήσῃ παρὰ τῆς βασιλείας ἢ καὶ ἀξιωθήσῃ τῆς μεί ζονος· εἰ δὲ ἐπὶ φθορᾷ καὶ λύπῃ τῶν πραγμάτων διατελεῖς καὶ τῶν ὑπο χειρίων καὶ παρατρέπεις τὸ δίκαιον, οὐ μόνον ἔκπτωτος ταύτης ὀφθήσῃ ἀλλὰ καὶ μείζονας κακώσεις ὑπ [ομ] ε̣ νεῖς. τέως δ' οὖν χαῖρε καὶ ἀγαλλία ἐπὶ τῇ ἐμῇ ἀναγορεύσει ἣν ὁ θεὸς λαμπρὰν καὶ περιφανεστάτην ὡς οὐδέποτε ἄλλην ἀπέδειξεν. 6 Πρὸς τοὺς οἰομένους τὸν φιλόσοφον ἐρᾶν τῆς τῶν πραγμάτων ἀντιλήψεως, ἅμα δὲ καὶ διὰ τοῦτο βασκαίνοντας αὐτῷ Ὥς τι πεποιηκότος ἐμοῦ τοιοῦτον οἷον τὰς τῶν πολλῶν γνώμας κινῆσαι ἔπειτα οἴονταί τινες ἐρᾶν με τῆς τῶν πραγμάτων προστασίας καὶ ἀντιλήψεως. ἐγὼ γὰρ τὴν ἑτέραν ἐτραπόμην μάλιστα, καθ' ἣν ἂν μέν τις ὑπεροψίας γραφὴν γράψαιτο, καὶ οὔτε ἀπαντῶ τὰ πολλὰ τῇ φορᾷ οὔτε συνεπιδίδωμι τοῖς ἕλκουσιν ἐμαυτόν, ἀλλ' ἀντιβαίνω καὶ ἀντερείδω καὶ ὑποκρίνομαί τι καὶ τῶν μὴ προσηκόντων ἐμοί, ὥστε τῆς ἐλευθερίας τυχεῖν. πῶς οὖν τἀναντία μοι προστρίβεσθε, δέον ἐκ τῶν ἐναντίων χαρα κτηρίζειν; καὶ ὁ μὲν τοῦ Πηλέως υἱὸς Ἀχιλλεύς, μηνίσας τῷ Ἀγαμέμνονι καὶ ἐπὶ τοῦ οἰκείου ναυστάθμου κατασκηνώσας, ἐβούλετο τὴν Τροίαν τῶν Ἑλλήνων καταγωνίσασθαι, ἵν' αὖθις τοῦτον ἐπ' ἐκείνους προσλιπαρή σαιεν. ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μὴ τῶν ἀγώνων γενέσθαι, ὡς μηδὲ ἡττᾶσθαί ποτε βούλεσθαι τοὺς ὑποδύντας τὰ πράγματα· καὶ τοῦτο πολλοί μοι καὶ συνίσασι καὶ προσμαρτυρήσουσι. πόθεν οὖν ἐπὶ τὸν μὴ τετρωμένον τὰ πολλὰ τῶν λόγων τοξεύματα; Ὑμεῖς μὲν ἴσως ἐρεῖν οὐ βούλεσθε, αἱ δέ γε σκιαὶ ὑμῶν κἂν συμβοήσω σιν, ὅτι τοσοῦτόν μοι βασκαίνετε ἤ, ἵνα τἀληθέστερον εἴπω, δεδίατε ὅτι καὶ τὰ μὴ ὄντα συμπλάττετε καὶ ὡς παθόντες, ἅπερ παθεῖν οἴεσθε ἐμοῦ ἡττῶντος ὑμᾶς, κεκράγατε· οἴεσθε γάρ. μάντιν δέ με τοῦ πράγματος ποιεῖ τὸ ὑμέτερον κακεντρεχὲς καὶ κακόηθες ὡς, εἰ τῆς φάλαγγος ὑμῶν γένωμαι, εὐθὺς καὶ πρωτοστάτης ὑμῶν ἔσομαι καὶ τοῦ ὅλου στρατοπέδου ἀσύγκριτος ἡγεμών. καὶ ὅτιπερ ὑμῶν ἕκαστος ὁ μὲν τοξεύειν μόνον ἐπίσταται, ὁ δὲ σφενδονᾶν, καὶ ὁ μὲν εὖ τὸ δόρυ μεταχειρίζεσθαι, ὁ δὲ φέρειν ἐλαφρῶς τὴν ἀσπίδα, ἄλλος ἄλλο τι τῶν περὶ τὸν ἀγῶνα εἰδέναι καὶ πράττειν, ἐμοὶ δὲ τὰ πάντων συνείλεκταί τε καὶ ἐπιτετήδευται καὶ οὔτε τὴν γλῶτταν ἀσθενέστερός εἰμι τοῦ Πυλίου γέροντος οὔτε τὴν χεῖρα οὐδενὸς τῶν ἡρώων, ἀλλὰ καὶ λέγοντας ὑμᾶς ὑπερφωνήσω, καὶ διασκέψο μαι μὲν ὑμῶν κάλλιον, γράψω δὲ ἑτοιμότερον, καὶ τό τε μέλλον τοῖς γιγνομένοις προγνώσομαι τό τε πραττόμενον ἢ ἀσφαλέστερον βεβαιώσομαι ἢ ἀντεπιχειρίσας διαλύσομαι, δίκην τε ἀγωνιοῦμαι κάλλιον ὑμῶν καὶ ἐπέτειον ἄρξω ἀρχὴν προεδρεύσω τε καὶ παρεδρεύσω καὶ ἀρχαιρεσιάσω καὶ χρηματίσω ἡμετέροις τε καὶ τοῖς ἐκ τῶν ἐθνῶν πρέσβεσι. διὰ ταῦτά με πεφόβησθε καί, ὃ μὴ βεβούλημαι, οἴεσθέ με προθυμεῖσθαι καὶ βούλεσθαι. καὶ τοῦτο μὲν οὐκ ἂν ἀπαραιτήτως ὑμῖν ὀνειδίσαιμι, ἐκεῖνο δὲ καὶ λίαν ἐπισκήψω, ὅτι μου τῆς γνώμης διημαρτήκατε καὶ ταῦτα αὐτοί μοι πολλάκις τὴν περὶ πάντας ἐπιείκειαν μαρτυρήσαντες. πρὸς οὐδένα γὰρ οὔτε βαρὺς οὔτε ἐπαχθὴς οὔτε γέγονά ποτε οὔτε γενοίμην, ἀλλὰ καὶ πολλάκις ὑπερείδω τὰς ὑμετέρας γλώσσας διαπιπτούσας καὶ τὰς γνώμας ἠρέμα ἐπανορθοῦμαι, ἐν οἷς δυσστόχαστον τὸ νοούμενον καὶ πάντῃ τὴν ἐναντίαν ἔστιν οὗ τραπέντας ἐπὶ τὴν εὐθεῖαν ἐπέστρεψα, οὐ βίᾳ χαλιναγωγήσας καὶ ἀνακρούσας ἀλλ' ἠρέμα μετενεγκών. τί ποτ' οὖν διαθορυβεῖσθε καὶ συνησπίκατε πρὸς οὐ μαχόμενον ἀλλ' ἀπλάστως οἰκεῖν οἰκίαν ἐθέλοντα κατὰ τὸν δίκαιον Ἰακώβ; Ὥσπερ οὖν πολλὰ τῶν ἀπορρήτων ἐν τοῖς λόγοις μεμαθηκὼς ἀποχρῶν ἡγησάμην τὸ τὰς μεθόδους τῶν τοιούτων εἰδέναι· καὶ οὐδέν τι τῶν τῇ τάξει ἀκινήτων ἐκίνησα, οὔτε τινὰς δυνάμεις ἀρρήτους ἐφειλκυσάμην τοῖς πράγμασιν, οὔτε τοὺς πεπηγότας ὅρους ἐπὶ τοῖς γιγνομένοις ἀλλοιῶσαι ἐσπούδακα. οὕτω δὴ καὶ τὰ μέρη τῆς πολιτικῆς ξυμπάσης ἐξακριβώσας δυνάμεως καί τισι τούτων ἐφ' ἑκάστων χρησάμενος τῶν καιρῶν καὶ δείξας ὅτι μηδὲν τῶν καλῶν ἀπροσποίητον τῇ φιλοσοφίᾳ ἐστί, τῆς ἐπιστήμης αὖθις καθαρῶς γέγονα καὶ φιλοσοφῶ μόνος ἐν ἀφιλοσόφοις καιροῖς. ἐπεὶ δέ μοι οὐ ξύμπαν ὑπερπεπήδηται τὸ θέατρον, οὐδέ μοι τοιαῦται προσπεφύκασι πτέρυγες, ὥστε τῆς οἰκουμένης μετενεγκεῖν, ἵνα μὴ λέγω εἰς οὐρανὸν ἀναγαγεῖν, ἀλλ' ἐντός εἰμι τῆς μεγάλης περιοχῆς, διὰ ταῦτα σταδιοδρομεῖν μὲν οὐ βεβούλημαι οὐδὲ βαίνειν ἐφ' ἅρματος, ἐν παραβύστῳ δὲ τοῦ σταδίου καθήμενος ἀφοσιοῦμαι τὴν θέαν. εἰ δέ με ὁ τὴν ἀγωνίαν ποιούμενος βούλοιτό τι ἢ περὶ τῶν ἑλκόντων ἵππων ἐρεῖν ἢ τῆς ξυμπάσης ἡνιοχήσεως, εἰπὼν ἐν βραχεῖ ὅ τι δέοι γίγνεσθαι, εὐθὺς σιωπῶ. ἔδει δέ, ὥσπερ αὐτὸς οὐ βεβούλημαι τὰ κοινὰ πράττειν, οὕτως ὑμᾶς καὶ λίαν βούλεσθαι καὶ μάλιστα τοὺς προῃρημένους τὰ πάντα ἑαυτῶν ἐξαρτᾶν. διατί; ὅτι πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, καὶ πολλαὶ μὲν αἱ φυλαί, ἐκλελοίπασι δὲ οἱ δημαγωγοί. καὶ δέον ζητεῖν εἴ τίς που Μωυσῆς ἢ Σαμουήλ, λείψανα τῆς ἀρχαίας δημαγωγίας, κεκρύφαται, ὑμεῖς δὲ τούτοις μὲν τὰς ὁδοὺς ἀποφράττετε, τὸν δὲ Ταβεὴλ ἐπὶ τὴν ἀρχὴν προκαλεῖσθε ἢ εἴ τις ἀλλόφυλος. Τοῖς μὲν οὖν πράγμασι πάντοτε δεῖ τῆς ἀρίστης ἡγεμονίας, νῦν δὲ καὶ μάλιστα ὅσῳ χείρω παρὰ τὴν τῶν πολλῶν ἄγνοιαν γέγονε. κἀγὼ μὲν καταβήσεσθαι οὐδέποτ' ἂν βουληθείην τοῦ ἀξιώματος (τί γὰρ φιλοσοφίας ὑψηλότερον γένοιτ' ἄν ποτε καὶ τῆς ἐπὶ τοῖς λόγοις ἀρχῆς;), ὑμεῖς δὲ οὐκ οἶδα εἴ ποτε τοῦ πτώματος ἀναστήσεσθε.