Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Πρὸς τὸν λοίδορον ῥίψαντα χάρτην Πρὸς τὴν φλυαρίαν ὁ λόγος, μᾶλλον δὲ πρὸς σὲ τὸν ἀφανῶς ἡμᾶς τοξεύσαντα ἀπὸ σκοπιᾶς ἡ βολή. σὺ μὲν γὰρ οἷα δειλὸς στρατιώτης καὶ ἄναλκις τὴν Ἄιδος, ὅ φασιν, ὑποδὺς κυνέην τὸ βέλος ἀφῆκας, οὔτε φαρμάξας οὔτε μὴν ὡς ὁ Πάνδαρος ἐπιγράψας ἡμῖν τὸν ταρσὸν τοῦ ποδός, ἀλλὰ σκιαμαχήσας ἄντικρυς καὶ οὐδ' ὅσον ὁ Ἰξίων πρὸς τὸ τῆς Ἥρας ἐληλυθὼς εἴδωλον. οὐ γὰρ ἀλληγορεῖν νῦν τὸν μῦθον προῄρημαι. εἶτα οὐκ ᾔσθησαι ὅτι σὲ καὶ ὁ πολιτικὸς εὐθὺς ἀπελαύνει νόμος; μᾶλλον δέ. εἰ μὲν φωράσει, κολάζει· εἰ δ' οὖν ὥσπερ οἱ Ἀθηναῖοι τοὺς βλάπτοντας ἀναιροῦσι τὸν νόμον, οὕτω δὴ καὶ τὰς σὰς γραφὰς ἐμπιπρᾷ. καὶ τό γε μεῖζον ὅτι καὶ ὁ τοῖς σοῖς μυστηρίοις προσεσχηκὼς οὐχ ὡς ἀπὸ τῶν Ἐλευσινίων ἄπεισι λαμπρός τε καὶ γεγηθώς, ἀλλ' ἀπομόργνυται τοῦ μιάσματος. καὶ ἀποκλείει τούτῳ θύραν παρρησίας ὁ νόμος, ὥσπερ Μωαβίταις καὶ Ἀμμανίταις ὁ παλαιὸς εἰς θεὸν ἀσεβήσασι. τοσοῦτον τῆς νοσερᾶς ἐπεσπάσω ἀτμίδος καὶ τοσαύτης ἀνεπλήσθης τῆς λώβης καὶ τῆς τοῦ σώματος ὕβρεως, ὡς καὶ τοῖς ἐγγίσασιν εὐθὺς τοῦ λοιμώδους μεταδι δόναι νοσήματος. καὶ τοὺς μὲν ἄλλους ὁ νόμος πυρὸς ἀπείργει καὶ ὕδατος, ἤν τι τῶν ἐπιρρήτων φωράσῃ ποιήσαντας, σὺ δὲ ἑαυτὸν καὶ φωτὸς ἀπεστέρησας κολάσας τοῦ ἐνθυμήματος. καὶ ὁ μὲν ὄφις προσ ερπύσας εἶτα δακὼν αὖθις ὑπείσεισι τὴν χειάν, σὺ δὲ οὐδὲ τοσοῦτον τοῦ φωλεοῦ προελήλυθας οὐδ' ὄπισθεν βαλὼν ἀπελήλυθας, ἀλλ' ὑπὸ σκότῳ που κατὰ τῆς σκιᾶς ἡμῶν ψηφισάμενος, οὐδὲ ἀνέγνως ὥσπερ οἱ παλαιοὶ ῥήτορες τὴν συγγραφὴν ἐπὶ βήματος, ἀλλ' ἕτερον τρόπον τὴν τοῦ μύθου Ἔριν μεμίμησαι. ἐκείνη μὲν γὰρ χρυσοῦν ἀφῆκε μῆλον ἀμφίβολον ταῖς καλαῖς ἐπὶ τὸ συσσίτιον τῶν θεῶν, σὺ δὲ ἐναγὲς βιβλίον καὶ λοίδορον, οὐδὲ τοῦ συσσιτίου ἴσως ἀπελαθείς, ἀλλὰ καὶ αὐτὸς συνδειπνήσας τοῖς κρείττοσιν. ἀλλ' ἡ μὲν ἀπόσιτος ἐκείνη θεὰ οὐκ ἀφανὴς ἦν τὴν τῆς ἔριδος ἀνάψασα πρόφασιν, ἀλλ' αὐτὸ δὴ τοῦτο πρὸ τῶν ἄλλων προῄρητο γενναῖόν τι ποιοῦσα καὶ τὴν τῆς φύσεως παραδεικνύουσα δύναμιν· σὺ δ' ὥσπερ δίκας σαυτὸν ἀπαιτήσας τοῦ ἐγχειρήματος τῆς τῶν πολλῶν ἀνήρπασας γνώσεως. Ἡδέως δ' ἄν σου πυθοίμην πότερον βασκαίνων ἡμῖν τὸν λόγον πεποίησαι ἢ τῆς πολιτείας κηδόμενος ἡμᾶς ἀναιρεῖς ἐντεῦθεν ὡς νοσήματα πόλεως. εἰ μὲν γὰρ τὸ πρῶτον ὁμολογεῖς, αὐτόθεν ἐλήλεγξαι καὶ οὐ δεῖ λόγων πολ λῶν πρὸς σέ· εἰ δὲ τῷ λοιπῷ σεμνύνῃ, τί δὴ τὴν μὲν σεμνοτέραν αἱρῇ τῶν πράξεων, οὐ ποιεῖς δὲ τὸν καθήκοντα τρόπον, οὐδὲ ζηλοῖς τοὺς ἀρχαίους ἐκείνους ῥήτορας, τὸν Περικλέα, τὸν Κίμωνα, τὸν Δημοσθένην καὶ τοὺς ἄλλους ὅσοι τὰς Ἑλληνικὰς πράξεις ἀνῄρηνται, καὶ γράφεις μὲν παρανόμων ἡμᾶς, εἰσάγεις δὲ εἰς τὸ βῆμα ἐνδείξει ἢ προβολῇ χρώμενος; καὶ ὁ δεινότατος γὰρ ἐκεῖνος Ἄνυτος Σωκράτην ἀσεβείας γραψάμενος τοῖς τῆς δημοκρατίας ἐχρήσατο ἔθεσιν, εἰσαγωγῇ, φάσει, καὶ ἔρρευσεν ἐφ' ἑκατέ ροις τὸ τῆς πολιτείας ὕδωρ καὶ λαμπρῶς ἑκάτεροι ὁ μὲν κατηγόρησεν, ὁ δὲ ἀπολελόγηται· σὺ δὲ οὐ τυραννίδων καθαίρειν τὰς πόλεις βουλόμενος, ἀλλὰ τοὺς τὰς τυραννίδας ἀναιροῦντας μισῶν κατ' ἐκείνων πρῶτον πεποίησαι τὴν γραφήν, ἵνα τὴν ἀκρόπολιν χειρωσάμενος εὔκαιρον ἔχῃς κατὰ τῶν λοιπῶν ἀφετήριον. εἶτα δή σοι καὶ τοσαύτη προσπέπτωκε φρενοβλάβεια, καὶ οὕτω σοι ὁ πρὸς τοῦτο ἐλάσας δαίμων τὰς γνώμας ἠλλοίωσεν, ὅτι μὴ καθ' ἕνα τοὺς ἀρίστους, ἀλλ' ὁμοῦ συλλαβὼν ὥσπερ τις Ζεὺς ἕτερος ἀνασπάσειν τῆς γῆς ἐπεχείρησας τῆς χρυσῆς ἐξάψας σειρᾶς ὥσπερ ἐξεπίτηδες ἀντίθετον σαυτὸν δείξας τοῖς κρείττοσιν ἀστράπτων καὶ βροντῶν ἀπὸ γῆς. καὶ οἱ μὲν τὰς τυραννίδας αἱρούμενοι οὔτε μεγάλῳ παρανομήματι κινοῦσι τὴν πολιτείαν εὐθύς, ἀλλὰ προσχρῶνται καὶ τοῖς κρείττοσι γένεσι· σὺ δὲ διασεῖσαι τὴν πόλιν ἑλόμενος ὥσπερ οἱ ἄτεχνοι τῶν ῥητόρων οὐχ ὁμαλὴν πεποίησαι τοῦ προοιμίου τὴν εἰσβολήν, ἵνα κατὰ βραχὺ τὸν λόγον αὐξήσῃς, οὐδέ τινας μὲν τῶν ἀρίστων τῷ λόγῳ διέσυρας, τοὺς δὲ ἀφῆκας, ἵνα μή σοι ὑπονοηθείη τὸ σύγγραμμα, οὐδ' ὡς ὁ Δαρεῖος ἤλασας καὶ δι' ἀμφοτέρων, οὐδ' ὅσον ἐν νυκτομαχίᾳ τοῖς ἐχθροῖς τοὺς φίλους ἴσως κατέσφαξας, ἀλλ' ὥσπερ οἱ ἀριθμητικοὶ τὸ ταὐτὸν ἀπὸ τοῦ θατέρου διακρίνειν αἱρούμενοι ἀμιγεῖς τὰς διακρίσεις ποιοῦνται, οὕτω δὴ καὶ σὺ οὐδένα τῶν τῆς ἐναντίας ἡμῖν παρέμιξας ἕξεως, ἀλλ' ἐξελὼν τῶν ἄλλων κατὰ πάντων ἡμᾶς ἐστεφάνωσας. οὕτω γοῦν καὶ ὁ Σωφρονίσκου πλέον ἔσχεν Ἀντισθένους καὶ Ἐπιγένους καὶ Κέβητος μόνος τὴν γραφὴν ὑποστὰς καὶ τοῦ φαρμάκου πιών. εἶτα δὴ ὥσπερ ἐπὶ ζυγοῦ ἐπὶ τῆς κρείττονος ἡμᾶς πλάστιγγος θεὶς σαυτὸν ἐπὶ τῆς ἑτέρας ἀφῆκας. Ἐρήσομαι δέ σε καὶ αὖθις· πότερον ἐπαινεῖς σαυτὸν τὸ δρᾶμα πεποιηκὼς καὶ σεμνύνῃ τῷ πράγματι ἢ καὶ μετὰ τῶν ἐχθίστων τάττῃ τῆς πόλεως; εἰ μὲν οὖν τὸ πρῶτον, ἐπίδειξαι σαυτὸν τοῖς ὑπὲρ ὧν πεπολίτευσαι, τύχε τῆς ἀναρρήσεως, παρὰ τοῦ δήμου κηρύχθητι· εἰ δὲ πᾶσιν ἔχθιστος εἶ, τοῦτό σοι πρὸ τῶν ἄλλων καλῶς μεμηχάνηται τὸ μηδενὶ τῶν ἁπάντων ἐγνῶσθαι ὥσπερ ἡ ἐμμύθιος ψάμμος. εἰ δὲ μηδὲ τοῦτο ἴσως καθαρῶς ἐπορίσω, ἀλλά τις σὲ Λυγγεὺς ὑψόθεν ἑώρακε, δύο γοῦν σοι τὰ πρῶτα ἡμάρτηται, αὐτό τε τὸ τῆς διαβολῆς εἶδος καὶ ὁ τρόπος τοῦ πονηρεύματος· ἐκεῖνό τε γὰρ ἠσέβηταί σοι καὶ τοῦτο οὐ διηκρίβωται. ἀλλὰ μῶμον ἑτέροις προσεπάγειν ἐπιχειρήσας σαυτῷ βασκανίαν προσετρίψω καὶ ἀτεχνίαν ἡμῖν τε φθονήσας καὶ μηδὲ σαυτῷ τὴν ὁδὸν ἐξομαλίσας τῆς ἐπὶ τὸ χεῖρον κινήσεως. ἀλλὰ τὴν μὲν χεῖρα μεταποιεῖν ἔγνωκας, οὐδὲν δὲ ἧττον καὶ τὴν τῆς γλώττης μεταβάλλειν περιβολήν, ἐφευρεῖν δὲ τὸ δέον, ἵν' οὕτως εἴπω, τοῦ κακουργήματος παντάπασιν ἀνόητος εἶ. ἀλλά σοι τὸ σοφὸν βούλευμα εἰς τὸ ἄτεχνον περιέστηκε καὶ κατὰ τῶν κρειττόνων τὴν γλῶτταν ἀφεὶς καὶ μηδένα τῶν τῆς ἑτέρας καταμίξας ἡμῖν ἕξεως ὑπὲρ ἡμῶν τὸν λόγον πεποίησαι. ὅθεν καὶ τοὺς λοιπούς, ὅσοι καθ' ἡμᾶς βεβιώκασιν, ἀμφιβόλους ἀφῆκας. καὶ οὐχ ἡμεῖς ἐξαιρεθῆναί σου τῆς γλώττης ζητοῦμεν ἢ ἐκεῖνοι παρεμβεβλῆσθαι τῇ κωμῳδίᾳ. ἐπεὶ καὶ Σωκράτης ἡδέως ταῖς Ἀριστοφάνους Νεφέλαις ἐνέτυχε καὶ οὐκ ἠγανάκτησε τῷ καλῷ ἐκείνῳ διασυρόμενος δράματι, ἀλλ' ἐσεμνύνετο ὅτι Ἀριστοφάνης αὐτοῦ κατηγορεῖ ἄνθρωπος πρὸς φιλοσοφίαν ἀντίθετος. ἀλλ' ἐκεῖ μὲν δρᾶμα λαμπρὸν καὶ περιττὴ ἡ σκηνὴ καὶ ὁ Ἀριστοφάνους λόγος ἐπαγωγὸς καὶ ἡ μίμησις εὔπλαστος καὶ πολὺς ὁ χορὸς καὶ ἡ τοῦ πράγματος ἡδονὴ ἐφελκομένη τὸν γέλωτα καὶ ὁ φιλόσοφος μόνος. ἐνταῦθα δὲ τοὐναντίον ἐπὶ τοῦ σοῦ πλάσματος· σὺ μὲν γὰρ ὁ δραματουργὸς εἷς, οὐδ' ὅσον ἐν μιμήσεσιν ἐμφανίσας τὸ πρόσωπον καὶ οὔτε σοι χορὸς οὔτε πρόλογος, οὐκ ἐπεισόδιον, οὐδὲ λόγος ὁ τοῦ ἐπαγωγοῦ μόνον ἐστερημένος, ἀλλὰ καὶ ἀηδὴς ταῖς μεταποιήσεσιν. ἡ δὲ τοῦ δράματος ὑπόθεσις τὰ ἐξῃρημένα γένη τῆς πόλεως καὶ ὁ τῆς πολιτείας κόσμος αἵ τε διτταὶ τῶν λόγων ἀρχαὶ καὶ ὅσα ἐγγὺς τῶν ἀρχῶν. καὶ τοῖς μὲν ἄλλοις ὅσοι βασκαίνειν προῄρηνται, τῷ μὲν ἐπὶ τοὺς ἠσκηκότας τὴν εὐστομίαν ὁ φθόνος ὑφέρπει, τῷ δὲ ἐπὶ τοὺς εὐδαιμονούντας τῷ πολιτεύεσθαι· καὶ ἄλλῳ ἐπ' ἄλλο τι τῶν ἀγαθῶν ἡ ψυχὴ ἀνοιδεῖ. τὸ δὲ σὸν ἦθος μίγμα τῶν ἁπασῶν ἐστι κακιῶν καὶ οὐδέν ἐστι τῶν ἁπάντων, ᾧ μὴ βασκαίνειν προῄρησαι, τῷ μὲν τῆς ταινίας, τῷ δὲ τῆς κιδάρεως, ἐμοὶ τοῦ λόγου, ἑτέρῳ τῆς εὐροούσης τύχης. τοιαύτη σοι ἡ ψυχὴ παρὰ τὴν προαίρεσιν γέγονε. Καὶ ἵνα τοὺς ἄλλους ἀφῶ καθ' ὧν δὴ τὴν γλῶτταν ἀφῆκας, ὑπὲρ ἐμοῦ σοι, ὅσον ἔξεστι, τῷ λόγῳ ἀπολογήσομαι, οὐχ ὡς ἀντερεῖν βουλόμενος ἀλλ' ἐπιδείξασθαι ὅτι δυοῖν θάτερον ἢ παντάπασιν ἡμᾶς ἠγνόηκας ἢ τῶν ἄλλων πλέον ἐβάσκηνας. εἰ μὲν οὖν οὐδεμία τίς ἐστι χάρις ἐν ἤθεσιν, ἀλλὰ τὸ σκαιὸν οἶδεν ἡ φύσις μόνον καὶ δύστροπον, μηδ' αὖθις ἀφέξῃ τῆς καθ' ἡμῶν λοιδορίας. εἰ δὲ ἄνωθεν ἡ φύσις τάς τε ὥρας τοῖς εἴδεσι καὶ τὰς εὐαρμοστίας τοῖς σώμασι καὶ τὰς κράσεις τοῖς μέλεσι καὶ τὰς χάριτας τοῖς ἤθεσιν ἐπενόησε, μᾶλλον δὲ οὐ πᾶσι καθ' ἕνα πάντα ἀλλ' οἷς ἂν δωρῆται θαυμάζεται, τί μοι τὸ ἀστεῖον διασύρεις τῆς φύσεως; εἰ μὲν γὰρ εὐτραπελίαν διέγνωκας, εἴ με ἀκαίρως τεθέασαι στωμυλλόμενον, εἰ ἄλλο τι τοιοῦτον με καθεώρακας, πολλῷ χρῶ καὶ πάλιν τῷ λοιδορήματι εἰ δέ τί μοι ἄνθος ἡ φύσις ἐβλάστησε, τὸ μὲν ἐπὶ γλώττης, τὸ δ' ἐπὶ τῶν ἠθῶν, αὐτόματον οἷον καὶ ἄτεχνον, καὶ οὔτε λέγων καθέστηκα φορτικὸς οὔτε διαμαρτάνω μιμούμενος, ἀλλ' ὥσπερ ἔνια τῶν ἀγαλμάτων αὐτό χυτον ἢ σφυρήλατον τὸν γέλωτα ἴσχει οὐδὲν πρὸς τοῦτο μηχανησαμένης τῆς τέχνης, οὕτω δὴ κἀμὲ ἡ πρώτη πλάσις εὔχαρι τὸ ἦθος ἐποίησε, τί μοι διασύρεις τὸ καλὸν τουτὶ βλάστημα καὶ ὃ πολλοὶ ζηλοῦν μὲν ἐθέλουσιν, ἀποτυγχάνουσι δὲ σύμπαντες; ἔστι γὰρ ἐμοὶ τοῦτο ὥσπερ τὸ εὔπνουν τοῖς ῥόδοις. εἰ τοίνυν τὸ τραχὺ τοῦ ἤθους διαβέβληται τοῖς σοφοῖς, τί μὴ τὸ εὐάρμοστον ἐπαινεῖς; ἀλλ' ἐντεῦθεν κατατρέχεις ἡμῶν, ὥσπερ εἴ τις τῶν ἀτόλμων στρατιωτῶν προπηδήσαντα τῆς φάλαγγος ἕτερον συστρατιώτην ἰδὼν καὶ τῇ τόλμῃ χρησάμενον. εἰ μὲν γὰρ ὥσπερ ἐξεπίτηδες τὸ σεμνὸν ἀφεὶς ἐπὶ τὴν ἑτέραν ἕξιν μεταπεποίημαι, μὴ μόνον βάλλε τοῖς λόγοις, ἀλλ' εἰ βούλει καὶ βέλεσιν· εἰ δ' ὥσπερ οἱ τῷ οἴνῳ τὸ ὕδωρ καταμιγνύοντες τὴν μεθύουσαν ἐκείνου δύναμιν ἀφαιροῦνται διὰ τῆς κράσεως, μαινόμενον, ὥς πού τις ἔφησε, θεὸν ἑτέρῳ σωφρονοῦντι κολάζοντες, οὕτω δὴ καὶ αὐτὸς τοῖς αὐστηροῖς καὶ ἐμβριθέσιν ἤθεσι χάριτάς τινας ἐγκαταμιγνύω, ὥστε μήτε τοῖς ἀκροαταῖς δοκεῖν φορτικὸς μήτε πλημμελὴς τοῖς συνοῦσι, τί μὴ θαυμάζεις ἀλλὰ κακίζεις τὸ κρᾶμα, εἴτε γνώμης ἐστὶ σπούδασμα εἴτε φύσεως εὕρημα; ἐγὼ δὲ οἶδα ὅτι μοι τοῦτο μᾶλλον οἱ πλείους ἢ τὴν γλῶτταν ἐζήλωσαν καὶ προὐχώρησεν οὐκ ὀλίγοις ὁ ζῆλος ἐπὶ τὴν μίμησιν. καὶ εἴ τις ἴδοιτο τούτους χαριεντιζομένους ἐν ταῖς μιμήσεσιν, εὐθὺς εἰς ἐμὲ ἀναφέρει τὴν ὁμοιότητα. ἀλλὰ σὺ τὴν ἐν τῷ μύθῳ ἐξεικόνισας ἀλώπεκα. πεποίηκε γὰρ ταύτην ὁ Αἴσωπος ἐπὶ ἐκκρεμεῖς ὑψοῦ ᾄττουσαν βότρυας· ἐπεὶ δὲ πολλάκις ὑπεραλλομένη τῆς γῆς οὐκ ἐφίκετο τῆς ὀπώρας, ὡς ὀμφακίας ἐλοιδόρησε καὶ ἀπέσχετο. Ὁ Κάτων ἐκεῖνος τὰ μὲν ἄλλα δικαίως εἶχε τῆς φύσεως, δυσξύμβολος δὲ ἦν τὸ ἦθος καὶ διὰ τοῦτο τῇ πολιτείᾳ δυσάρμοστος· τούτου γοῦν ὁ Χαιρωνεὺς ὑπεραπολογούμενος Πλούταρχος οὐ παντάπασι σκαιὸν ἀποδείκνυσι τὸν ἄνδρα καὶ ἄγριον, ἀλλὰ καί τινας αὐτῷ ἐπιμαρτυρεῖ χάριτας καὶ οὐκ αἰσχύνεται τὴν ἐν τοῖς λόγοις γλυκύτητα ἀνδρὶ φιλοσόφῳ προσμαρτυρῶν. Πλάτων δὲ Δίωνι πολλάκις ἐπιμέμφεται τὸ σκυθρωπὸν καὶ ἀμειδὲς τῆς ψυχῆς· αὐτὸς δὲ ὁ φιλόσοφος οὐ χαρίεις; ὃν δὲ ὑποδύεται Σωκράτην οὐ τοιοῦτος; ὅς γε δὴ καὶ μαιεύειν τοὺς νέους χαριεντίζεται καὶ τοιαύτην εἶναι αὐτῷ καὶ τὴν μητέρα τίθεται τὴν βλοσυρὰν Φαιναρέτην. Ἀλλ' ἀφῶμεν τοὺς Ἕλληνας. οἱ δὲ τοῦ καθ' ἡμᾶς λόγου προστάντες ξύμπαντες τὸ τοῦ ἤθους χρῶμα τοῖς λόγοις ἐπιδεικνύουσιν· ὅλως γὰρ οὐχ ἁρμονία περιόδων, οὐ μεταβολὴ εὔκαιρος, οὐ λέξις εὐάρμοστος, οὐκ ἄλλο τι τῶν κρειττόνων ἄνευ τῆς εὐκαίρου τοῦ ἤθους προέρχεται πλάσεως. ἐντεῦθεν γοῦν ἐμοὶ τά τε ἄλλα καὶ τὸ πρὸς τὰ μαθήματα περιγέγονεν εὐφυές· τορεύεται γάρ μοι ἐφ' ἑκάστῳ τούτων ἡ ψυχή, ὥσπερ τις κηρὸς εὔπλαστος καὶ εὐάγωγος, καὶ ὁμοῦ τε πρόσειμι ταῖς ἐπιστήμαις καὶ ἐναποτυποῦμαι τὰ τούτων εἴδη καὶ ἡ τοῦ εἴδους προδραμοῦσα χάρις ἐμμελῆ τε καὶ εὐπερίστροφον τὴν τῆς πλάσεως τορείαν εἰργάσατο. Εἰ δέ σοι μάγος ἐγὼ ἥγημαί τε καὶ κατωνόμασμαι, ὅτι δὴ χειροῦμαι καὶ ἰδιώτας καὶ αὐτοκράτορας καὶ πάντες μοι πρὸς τὸν λόγον κεχήνασιν, ἐντεῦθεν ἴσθι μοι τὰς πηγὰς τῶν ἐπῳδῶν· οὐ γὰρ κινῶ τὰ ἀκίνητα, οὐδὲ περὶ δυνάμεις βοτανῶν καὶ λίθων ἐπτόημαι, οὐδὲ συλλέγω πόας, οὐδὲ ὕλας συντίθημι, ἀλλὰ ταῖς φυσικαῖς πρὸς τοῦτο δυνάμεσι κατακέχρημαι, καὶ ὥσπερ οἱ ἐρωτικοὶ αὐτόθεν ἀπὸ τῶν εὐπλάστων σωμάτων ἐξήρτηνται, οὕτω δὴ κἀμοὶ τῆς γλώττης οἱ πλείους ἐκκρέμανται. καὶ ἵνα σοι τὸ πῦρ ἐπαυξήσω τῆς βασκανίας, οὐ τὴν ἀλυσιτελῆ φιλοσοφίαν προειλόμην ἐγώ, οὐδὲ μέχρι συλλογισμῶν προβαίνω καὶ ἀναλύσεων, οὐδὲ τὰς νοητὰς ἰδέας μόνας τῷ νῷ θεωρῶ, ἀλλὰ πρὸς πᾶσαν ἰδέαν περιτέτραμμαι τὴν ψυχὴν καὶ οἶδα ὅσα τε θεῖα καὶ ὅσα ἀνθρώπινα πολιτειῶν τε κόσμους ἐπίσταμαι καὶ τάξεων τρόπους καὶ μεταποιήσεις εὐκαίρους καὶ τἆλλα ὅσα τὰς πόλεις εἴωθε συνιστᾶν. κἂν γνώμην εἰσενεγκεῖν δέοι, τὴν ἀρίστην εἰσηγησαίμην· κἂν δημηγορῆσαι, εὐστρόφῳ χρησαίμην τῇ γλώττῃ καὶ ἀπολαμπρύναιμι τὴν φωνήν· κἂν ψηφίσασθαι, ψηφιοῦμαι κατὰ τοὺς νόμους· κἂν σχεδιάσαι λόγον, οὐκ ἄν με προβαίη ὁ γραμματεύς· κἂν ἐσκεμμένως εἰπεῖν, οὐδεὶς ἄν μοι μέμψοιτο οὔτε τοῦ προβουλεύματος οὔτε τοῦ σκέμματος. εἶτα δὴ ὥσπερ γῇ πολλῇ καὶ βαθείᾳ καὶ ὕδασι καταρδομένῃ πλείοσιν οὐδεμία μοι φαρμακώδης ἐπανατέλλει βοτάνη, ἀλλὰ πᾶσά μοι βλάστησις ἡδεῖα καὶ τρόφιμος· οὐ γὰρ καταχρῶμαι τῇ δυνάμει τῆς φύσεως, οὐδὲ δεινοὺς καὶ ἐντέχνους ποιοῦμαι τοὺς λόγους, οὐδὲ κατὰ τῶν πλειόνων δημηγορῶ, οὐδὲ ψεύδομαι πίστιν, οὐδ' ἔχει τις εἰπεῖν ἐμοὶ πολίτευμα πονηρὸν καὶ κακόηθες. ἐντεῦθεν τοίνυν ἐγὼ τοὺς πολλοὺς θηρῶμαι καὶ περιμάχητός εἰμι τοῖς κρατοῦσι. καὶ οὐδείς με τῶν ἁπάντων ἀπώσατο, ἀλλ' ὑπερβάλ λουσι τοὺς πρώτους ἐν ταῖς πρὸς ἐμὲ φιλοτιμίαις οἱ δεύτεροι. Εἰ δὲ φιλοσοφεῖν ἑλόμενος οὔπω τῆς πολιτείας ἀφέστηκα, καὶ τοῦτό μοι τῶν πάντων ἐπιφέρεις ἔγκλημα. πρῶτα μὲν ἁπλοῦν σοι πρὸς τοῦτο ποιοῦμαι τὸν λόγον, ὅτι βουλοίμην ἂν ἀνημέροις θηρσὶ συνοικεῖν ἢ πολιτείαις προσεῖναι καὶ πράγμασιν· ἀλλ' οὔπω τὰς λαβὰς τῶν κρατούντων ἐκπέφευγα. εἶτα σὺ μὲν οἴει τὴν φιλοσοφίαν δύναμιν εἶναι λόγων καὶ σχολὴν ἀλυσιτελῆ εἰδῶν τε θεωρίαν καὶ φύσεως κατανόησιν· τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ' ὅπερ τὰ εἴδη ταῖς ὕλαις καὶ τοῖς σώμασιν αἱ ψυχαὶ καὶ αἱ ἁρμονίαι τοῖς μέλεσι, τοῦτο καὶ φιλοσοφία τοῖς πράγμασι πέφυκε, καὶ οὐδὲν ἂν τῶν ὄντων κοσμηθείη ὅ τι μὴ παρ' ἐκείνης. τοῦτο δὲ τῶν ψυχῶν τὸ γένος ἐπὶ τῇ τῶν πραγμάτων τάξει πλάττει θεὸς καὶ ἐκπέμπει πρὸς γῆν, οὐχ ἵνα γνῶσι μόνον τὴν ἀπλανῆ, οὐδ' ἵνα περὶ τῶν ἐν τῷ κύκλῳ φιλο σοφήσωσιν εὐθειῶν καὶ τὸ συνημμένον εἰδῶσι καὶ τὴν πρόσληψιν μάθωσιν, ἀλλ' ὥστε καὶ πολιτείας τάξαι καὶ νόμους εἰσενεγκεῖν καὶ ἐμποιῆσαι κόσμον τοῖς πράγμασι καὶ τὰ μὲν διελεῖν, τὰ δὲ συνάψαι, βασιλείαν εἰσενεγκεῖν, καθελεῖν τυραννίδα καὶ τἄλλα ποιῆσαι δι' ὧν ἡ δευτέρα ὕλη κοσμεῖταί τε καὶ τάττεται. ταύτην κἀγὼ τὴν φιλοσοφίαν ἐζήλωκα· κἂν μὲν πρὸς τὴν ἑτέραν ἐξετάσῃς, μετὰ Σωκράτους ἀριθμήσεις καὶ Πλάτωνος (προὔστην γὰρ πάσης ἐπιστήμης καὶ πᾶσαν ἰδέαν λόγων ἠκρίβωκα), κἂν δὲ πρὸς τὴν ἑτέραν με παραθεωρήσῃς μερίδα, μετὰ Περικλέους τάξεις καὶ Κίμωνος. πρὸς γὰρ ἀμφοτέρους τοὺς βίους διῄρημαι καὶ θεὸς μὲν οὕτω μοι τὴν φύσιν ἡρμόσατο, ἐγὼ δ' ἐπεβαλόμην τὴν ἄσκησιν καὶ τῇ γνώμῃ ἀπεχρησάμην πρὸς τὰ βελτίονα. Ὁρᾷς γοῦν μοι τουτονὶ τὸν λόγον; οἶδα γὰρ ὡς ἐντεύξῃ καὶ ἐρυθριάσεις. οὐχὶ φαύλη ζωὴ συνεπορίσατό μοι καὶ συνηρανίσατο, ἀλλ' εὖ ἠσκημένος βίος καὶ ἡ περὶ τὰ κρείττω σπουδὴ καὶ φιλοπονία ἐπιμελής. ἀστρονομίαν δὲ καὶ τὴν περὶ τὰς γενέσεις τέχνην καὶ τὰ συμβαίνοντα οἶδα μὲν ὑπὲρ τοὺς πολλούς, καὶ οὐδένα τόπον τῶν περὶ τὴν σφαῖραν ἠγνόηκα, οὔτε τῶν κινουμένων οὔτε τῶν ποιούντων ἢ σημαινόντων. ἀλλὰ καὶ τὸν τοῦ οἴκου δεσπότην ἐπίσταμαι ὅστις ἐστὶ καὶ τὴν ἐκεῖθεν διδομένην δύναμιν καὶ τοὺς σχηματισμοὺς καὶ τὰς ἐκεῖθεν πρὸς ἡμᾶς ἀπορροίας, τὰ μὲν ὡς τὸ μάθημα ἐπιστάμενος, τὰ δὲ ὡς πρῶτος φιλόσοφος. εἰς δέον δὲ καὶ τούτῳ ἀπεχρησάμην, ὥστε τὰς φύσεις μόνον εἰδέναι καὶ τοὺς τρόπους τῶν γινομένων καὶ μηδέν τι πλέον περιεργάζεσθαι· χρόνους δὲ τῶν πάντων οὐδενὶ ἐμαντευσάμην ζωῆς, οὐδέ τινας τῶν αὐτοκρατόρων ἐπὶ τούτῳ ἠπάτηκα, οὐδ' ἐντεῦθέν μοι τὰ τῶν διαθέσεων θήρατρα, ἀλλὰ καὶ παρρησιασάμενος πολλάκις καὶ φορτικὸς πρὸς τὸ παρὸν δόξας, εἶθ' οὕτως ὕστερον τιμῶν ἠξιώθην καὶ ἀναρρήσεων. εἰ μὲν οὖν τοιοῦτος καὶ αὐτὸς ὤν, οἷος ἐγώ, ἔπειτα καταπεφρόνησαι καὶ διέρριψαι, χρῶ θαρρούντως τῇ βασκανίᾳ καὶ πλάττε λόγους καθ' ἡμῶν, ὧν τὸν λόγον ἐζηλωκὼς τῆς ὁμοίας τύχης ἀπέτυχες· εἰ δέ τις φλύαρος καὶ ἀγύρτης τυγχάνεις ὢν μηδένα τῶν ἀγαθῶν ἀνδρῶν μιμησάμενος καὶ διὰ ταῦτα οὔτε δημοποίητος γέγονας οὔτε αὐθιγενὴς ὢν τῆς ὁμοίας μετέσχες παρρησίας, σαυτόν, ἀλλὰ μὴ τοὺς πολλοὺς ἡμᾶς, αἰτιῶ, μηδὲ κύκα πάντα καὶ τάραττε τοιούτου μὲν αὐτοκράτορος καθαπτόμενος, οἷον οὐδέπω ὁ μακρὸς ἤνεγκε χρόνος καὶ ὃς εὐθύς τε βεβασίλευκε καὶ ταῖς τῆς δικαιοσύνης ἀπαστράπτει περιβολαῖς, τοιοῦτόν τε ἀρχιερέα ἔργον τῆς σῆς κωμῳδίας ποιούμενος, ὃς δὴ μόνος οὐκ ἀναβέβηκεν εἰς τοῦτο τὸ μετέωρον ἀξίωμα, ἀλλὰ μόνος προσβέβηκε καὶ τὴν ἱερωσύνην δυοῖν μέσην βίοιν ἀπολαβὼν τῷ τε προηγησαμένῳ καὶ τῷ μετ' ἐκείνην ἑκατέρωθεν θαυμασίως ἐσέμνυνε. σὺ δὲ οὐδὲ θατέρου τῶν γενῶν ἐφείσω ἐφ' ἑκάστῳ φιλοτιμηθεὶς φανῆναι κακός. Ἀλλ' ἐπειδή μοι τὴν τῆς προρρήσεως τέχνην ἐπέσκωψας, ἐπὶ σὲ μόνον καὶ πρῶτον τῇ δυνάμει προσχρήσομαι τοῦ μαθήματος, ἵνα γνῷς ὅτι κἀπὶ τοῖς ἄλλοις τὴν αὐτὴν ἔχων ἰσχὺν οὐ πάνυ τοι προσεποιησάμην τὴν ἐπιστήμην· πρῶτα μὲν οὖν ὑφ' ἑτέρῳ δραματουργῷ εἰσήχθης εἰς τὴν σκηνὴν καὶ διηκόνησας ἐκείνῳ τὴν γλῶτταν κάλαμος, ὅ φησι τὸ λόγιον, γραμματέως γενόμενος· ἔπειτα τὴν ἐκείνου καθ' ἡμῶν πικρίαν ἐξέχεες ἢ μᾶλλον ἐκεῖνος διά σου ταύτην ἀπήμεσε. καὶ σὺ μὲν ὑπ' ἐκείνῳ τελεῖς καὶ τυγχάνεις ὢν τῶν ἔξω τοῦ βήματος· ἐκεῖνος δὲ σοβαρὰν ἕλκει τὴν ὀφρὺν καὶ τοῖς βασιλείοις ἐγκαλινδεῖται καὶ τῶν πρώτων μεταποιεῖται τιμῶν. μῶν ᾐνιξάμην; ἢ καθάπερ ὁ Φινεὲς δι' ἀμφοτέρων τὸν σειρομάστην διήλασα; ἐξέφρασα δ' ἂν ὑμῖν καὶ τὰς τῶν σωμάτων μορφάς, ἀλλ' ἐπ οπτεύσω κάλλιον τοὺς ἀστέρας, ἵν' ἀκριβέστερον ὑμῖν ἐκεῖθεν γνῶ τὰ ἐπίσημα.