Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ὅτε παρῃτήσατο τὴν τοῦ πρωτοασηκρῆτις ἀξίαν Ἐδόκει τοῖς ἄνω σοφοῖς, οἷς τὸ σοφοῖς εἶναι τῶν ἄλλων προκέκριτο, τὰ μὲν ἐν ταῖς πολιτείαις πράγματα, ταῖς τε μοναρχουμέναις καὶ ὅσαι εἰς δημοκρατίαν καὶ ἀριστοκρατίαν διῄρηνται, περὶ ἐλάττονος εἶναι σπουδῆς, ὅτι δέον τὴν ἐντὸς φύσιν κατακοσμεῖν, αἱ δὲ ἐπιπλάστως τὴν ἐκτὸς καλλωπίζουσιν· ὅθεν τὰ μὲν ἄλλα τούτοις, ὅσα σπουδῆς ὁ πολὺς ἀξιοῖ, ἠτίμαστό τε καὶ ἔρριπτο, φιλοσοφίας δὲ μόνης ἀντείχοντο καὶ πάσης, ὡς ἁπλῶς εἰπεῖν, μουσικῆς (μουσικὴν δέ φημι οὔτε τὴν ἐν αὐλοῖς καὶ ῥυθμοῖς οὔτε τὴν ἐν ἁρμονίαις καὶ λόγοις, ἀλλ' ἣν ἡ περιβολὴ τῆς γλώττης εὖ ἠσκημένη τοῖς λόγοις χορηγεῖ δύναμιν). διῃρημένων γοῦν αὐτοῖς τῶν πάντων ὥσπερ εἰς ὕλην καὶ εἶδος τὰ μὲν ἐν τοῖς πράγμασι μετὰ τῆς ὕλης ἐτίθουν, τὸν δὲ λόγον τῷ εἴδει προσείκαζον· ὅθεν οἱ μὲν ἐπὶ καθαρὸν τὸ εἶδος ἀνῄεσαν ἀφέντες κάτω τὴν ὕλην, οἱ δ' ἐκεῖθεν ἀρξάμενοι καὶ τὰ τῇδε πράγματα κατεκόσμουν τῷ λόγῳ. οὐ γὰρ ἀπογνωστέον τῷ φιλοσόφῳ τῶν ἐν ταῖς πολιτείαις πραγμάτων, ἀλλὰ μετὰ λόγους πρὸς ταῦτα ἰτέον· σῶμα γάρ εἰσιν ἄντικρυς καὶ δέονται τῆς ὡς ἐν εἴδει ψυχῆς, ἵνα τὸν σκεδασμὸν ἀποβάλοιντο. Ταῦτ' ἄρα Πυθαγόρας μὲν καὶ Σωκράτης ἀφωσιοῦντο ταῖς πολιτείαις τὴν γνώμην καὶ ὁ μὲν τοὺς Ἰταλικούς, ὁ δὲ τοὺς Ἀττικοὺς νόμους ἐσέβοντο. Πλάτων δὲ καὶ Ἀριστοτέλης, ὁ μὲν δὴ καὶ πολιτείαν τὴν ἀρίστην τῷ λόγῳ συγκατεσκεύακε καὶ τὰς Ἀθήνας πρὸς ὀλίγον ἀφεὶς εἰς Σικελίαν ἔπλευσε διορθωσόμενος Διονύσιον καὶ μὴ τυχὼν αὖθις ἀπέπλευσεν, οὐ μνησικακή σας κατὰ τοῦ παιδὸς τῷ πατρί· ἔνθα δὴ καὶ Δίωνι προσέμιξεν, ἀνδρὶ γενναίῳ καὶ φιλοσοφίας ἐραστῇ, καὶ φίλους ἄλλους συχνοὺς ἐποιήσατο καὶ τοὺς τοῦ τυράννου θησαυροὺς οὐκ ὀλίγοις τῶν Ἀκαδημαϊκῶν καὶ Στωικῶν φιλοσόφων ἐξήντλησε· τὴν δὲ τυραννίδα μεθαρμόσαι μὴ δυνηθεὶς εἰς ἐπιστασίαν ἔννομον αὖθις ἐπανῆλθεν εἰς Ἀττικήν, ὅλον ἑαυτὸν τοῖς λόγοις ἐμπαρασχών. Ἀριστοτέλης δέ, διὰ τὸν τοῦ Φιλίππου Ἀλέξανδρον τῶν Ἀθηνῶν τὴν Μακεδονίαν ἀνταλλαξάμενος, νόμους τε τῷ βασιλεῖ ὑπέθετο, καθ' οὓς ἐκεῖνον ἐδέησε ζῆν, φιλοσοφίᾳ τε τὸ τῆς ψυχῆς ἦθος διορθωσάμε νος, καὶ μένοντι κατὰ χώραν συνῆν καὶ στρατευομένῳ συναπεδήμησε, νῦν μὲν τὸν Εὐφράτην διαπεραιουμένῳ κατὰ τῶν Πάρθων, νῦν δ' ἐκεῖθεν τῆς Αἰγύπτου ἐλαύνοντι, ἵνα χειρώσηται τὸν Ἰνδόν. καὶ ὁ Μακεδών, ἐφ' ἑκά στης ἡμέρας τροπαίων αὐτῷ ἐγειρομένων, τῷ τῷ Ἀριστοτέλει συνεῖναι μᾶλλον ἢ ἐκείνοις ἐκαλλωπίζετο. κἀκείνοις δὲ συνήδετο ὅτι μετὰ λόγου αὐτῷ προσεγίνετο τὸ νικᾶν· αἱ γὰρ πρὸς τοὺς πολέμους τάξεις καὶ τὰ κατὰ τῶν ἀντιμαχούντων μηχανήματα ἐκ τῶν Ἀριστοτέλους ἐπινοιῶν αὐτῷ συνειλόχατο. οἵ τε οὖν λόχοι αὐτῷ ἐν μέτρῳ καὶ αἱ φάλαγγες νῦν μὲν δίστομοι, νῦν δὲ ἀντίστομοι καὶ αὖθις ἀμφίστομοι τό τε πλῆθος ἄλλοτε μὲν κατὰ τετράγωνον σχῆμα συνείλεκτο καὶ αὖθις δεῆσαν κατὰ πρόμηκες ἢ ἑτερόμηκες· ἀντέστραπτό τε θᾶττον ἢ λόγος ἡ φάλαγξ ᾗπερ ἐβούλετο, ὡς τὸν μὲν οὐραγὸν λοχαγὸν γενέσθαι, τὸν δὲ λοχαγὸν εἰς οὐρὰν ἀπιέναι· τοῦ δὲ λόχου τὸ μὲν ἐζύγει, τὸ δὲ ἐστοίχει, τὸ μὲν πλάτος ἐζύγει, τὸ δὲ βάθος ἐστοίχει. ἐκεῖ μὲν γὰρ πρωτοστάτης παρὰ πρωτο στάτῃ, ἐνταῦθα δὲ πρωτοστάτης παρὰ δευτεροστάτῃ. ἦν δὲ τῶν μὲν ἄλλων κρείττων ὁ λοχαγός, τούτου δὲ ὁ φαλαγγάρχης (ὃν ἡμεῖς τὴν λέξιν μεθαρμοσάμενοι στρατοπεδάρχην κατονομάζομεν), μεθ' ὃν ὁ οὐραγὸς καὶ αὖθις ὁ δευτεροστάτης, μεθ' οὓς ὁ ἡμιλοχίτης (ὃν δή τινες ἐνωμοτίαν κικλήσκουσιν)· εἰ γάρ που ἐδέησε διχοτομῆσαι τὸν λόχον καὶ ἀντιστρέψαι τὴν διχοτομίαν, ὁ ἡμιλοχίτης τὸν τοῦ λοχαγοῦ τόπον ἀνεπλήρου. ἐπεὶ δὲ ἐβούλετο ὁ τοῦ Φιλίππου νῦν μὲν πολλαπλασίους τοὺς λόχους τοῖς πολεμίοις καταφαίνεσθαι, νῦν δὲ πολλοστημορίους, ἵνα δι' ἐκεῖνο μὲν φοβήσας ἀποσοβήσειε, διὰ τοῦτο δὲ ἀπατήσας ἐφελκύσειεν, ἐτριγώνιζεν ἐνταῦθα τὸ στράτευμα, καί, εἰ μὲν εἰς πλῆθος φαίνεσθαι, κατὰ τὴν βάσιν ἐτίθει τοὺς λοχαγούς, εἰ δ' ἐλάττους τῶν ὑπαρχόντων, τὴν κορυφὴν προτιθεὶς τὸ βάθος ὑπέκλεπτεν. ἐντεῦθεν αὐτῷ τὰ μεγάλα ἐκεῖνα προσεγεγόνεισαν κατορθώματα. Ἀριστοτέλης δὲ καὶ τὴν πᾶσαν αὐτοῦ διῄρει δύναμιν εἰς ἱππικήν τε καὶ πεζικήν. καὶ τοῦ πεζοῦ τὸ μὲν ψιλὸν ἐτίθετο λίθοις βάλλον καὶ τοξεύμασι, τῷ δὲ θώρακα καὶ κνημῖδας ἐνήρμοζε, τῷ δὲ κοῦφα ἐδίδου πελτάρια· ὣς δὲ καὶ τοῦ ἱππικοῦ τὸ μὲν ἀγχέμαχον ἦν ξίφεσι μᾶλλον ἢ δόρασιν ἢ ταῖς ἐκείνου σαρίσσαις (ἡ δὲ σάρισσα Μακεδονικὸν ὅπλον ἐκτεταμένον ἔχον τὸν στύρακα καὶ πρόμηκες τὸ σιδήριον), τὸ δὲ ἠκόντιζεν ἢ ἐτόξευε πόρρωθεν· ἐτόξευε δὲ οὐ κατὰ τὸν Ὁμήρου τοξότην προσάγον τῷ μαζῷ τὴν νευράν, ἀλλὰ κατὰ τὸ μέτωπον ἕλκον πρὸς αὐτὸ τὸ δεξιὸν οὖς, οὐδ' ὡς ὁ Τεῦκρος ὑπὸ τὴν τοῦ Αἴαντος ἀσπίδα κρυπτόμενος, ἀλλὰ καὶ διῶκον καὶ φεῦγον καὶ βεβηκός. καὶ τί δ' ἂν τὰ πλείω λέγοιμι ὧν Ἀριστοτέλης μὲν ἐπενόησεν, ἐνεργὰ δὲ δέδειχεν ὁ Ἀλέξανδρος; Ἀλλ' ἡμῖν ὁ λόγος εἰς τὴν οἰκείαν ἀνίτω ἀρχήν, ὅτι τοῖς ἄνω χρόνοις τὰ πράγματα λόγος ἐκόσμει καὶ σπουδάζουσα περὶ ταῦτα, ἢ παρὰ τούτων σπουδαζομένη, φιλοσοφία· ἔδει γάρ που λόγου τοῖς καθέκαστον βίοις. διὰ τοῦτο, ὅποι τύχοι συγκεραννύμενος, τάξιν ἐτίθει καὶ κόσμον ἐποίει, καὶ πάντα μετεῖχε νοῦ τε καὶ χάριτος. νῦν δὲ ἡ τάξις ἀντέστραπται καὶ τὸ μὲν ἄνω κάτω δοκεῖ, τὸ δὲ κάτω ἄνω τοῖς πολλοῖς ὑποπτεύεται. διὰ τοῦτο φιλοσοφίαν μὲν ἄνω που τῶν οὐρανίων νώτων προκαθημένην καὶ πάντα κοσμοῦσαν καὶ περιέπουσαν μετὰ τῶν ἐσχάτων οἱ πολλοὶ τῆς ὕλης ἀπορριπτοῦσιν, αὐτὰ δὲ τῆς ὕλης τὰ παίγνια, οἷς δὴ κακοδαίμονες ὑπόκειν ται ἄνθρωποι, μᾶλλον δὲ ἀνθρώπι' ἄττα πονηρὰ καὶ ἀνόητα, τῷ αἰθέρι ἐπελαφρίζουσι. κἂν μέν τις πρὸς αὐτὰ παραγίνηται ἢ καὶ τυγχάνῃ παραγενό μενος ἢ καὶ τοῦ παντὸς τύχῃ παραγεγονώς, ὄλβιόν τε τὸν ἄνδρα καλοῦσι καὶ τοῦ μακαρίζειν ἀφέμενοι ἐπαινοῦσι (τοῦ γὰρ μακαρισμοῦ ταῖς τύχαις προσαρμοζομένου ὁ ἔπαινος ταῖς ἀρεταῖς συνῳκείωται) περιέπουσί τε τοῦτον καὶ δορυφοροῦσιν ὥσπερ τοὺς πάλαι Ῥωμαίων ὑπάτους δωδεκα πελέκεις καὶ ἑξαπελέκεις σωματοφύλακες· ἢν δέ τις ἐπὶ φιλοσοφίαν ὁρμήσειε, τοῦτον εὐθὺς οἰωνίζονται· κἄν τις πρῶτον ἴδοι παρανατειλάσης ἡμέρας, καθαρσίων εὐθὺς δεῖται καὶ καθαγνίζεται, ὥσπερ οἱ τοὺς ἵππους ζευγνύντες, ἢν τριβωνοφόρον ἄνδρα θεάσωνται. τοῦτο δὲ τί ἐστιν ἄλλο ἢ ναυτιᾶν, μᾶλλον δὲ μελαγχολᾶν ἄντικρυς; ὥσπερ γὰρ ἐκείνοις ἐναλλὰξ ὁρῶνται τὰ χρώματα, οὕτω δὴ καὶ τούτοις ἑτεροίως τὰ πράγματα. καὶ ἢν μέν τις αὐτοῖς τὰ περὶ τῶν ὀχημάτων ἀφηγῆται καὶ τὰ ἐν τοῖς θεάτροις γινόμενα καὶ τίνες μὲν ἐπὶ τοῦ βήματος ἐγράψαντο, τίνες δὲ ἑάλωσαν φεύγοντες, καὶ ὅπως τοῖς μὲν ηὐδρόμει ἡ γλῶττα συκοφαν τοῦσι, τοῖς δὲ ἐπεσχέθη ἐμβριμησαμένου τοῦ δικαστοῦ, καὶ ὡς ὁ στρατη γὸς τούσδε ἢ τούσδε τοὺς πολέμους νενίκηκε καὶ ηὔξηνται μὲν οἱ φόροι τῷ βασιλεῖ, κατὰ ῥοῦν δὲ τούτῳ τὰ πράγματα φέροιτο, ὑπερφυής τε δοκεῖ καὶ μετὰ τῶν ἡμιθέων ἠρίθμηται. εἰ δέ τις ἐπὶ νοῦν ἄγοι καὶ πρὸς τὰ τῆς φιλοσοφίας προβιβάζοι ἄδυτα καὶ δεικνύοι τί μὲν φύσις, τί δὲ ψυχή, τί δὲ νοερὰ ἕξις, τί δὲ οὐσιώδης νοῦς, πῶς τε περὶ τοῦτον ἔχοι ψυχὴ καὶ οὗτος περὶ τὸ ἕν, καταφρονοῦσιν ὡς μαινομένου καὶ θᾶττον ἀποπηδῶσιν ἢ τῶν βελῶν. γεωμετροῦντα δὲ εἴ ποτε θεάσαιντο καὶ μετροῦντα μὲν οὐρανόν, μετροῦντα δὲ ἥλιον, παραβάλλοντα δὲ σελήνην πρὸς γῆν καὶ τὸ μᾶλλον ἢ ἧττον ἐφ' ἑκάστῳ εὑρίσκοντα, ἐνταῦθα δὴ τὸ τοῦ Ἀριστοφάνους κατὰ τοῦ Σωκράτους προσεξευρίσκουσιν, ὡς τὴν ψύλλαν ὁ γεωμέτρης λαβών, εἶτα τῷ κηρῷ ἐμβάψας τὼ πόδε, ἐπειδὴ ψυγέντων περιέφυσαν Περσικαί, ταύτας λαβὼν ἀνεμέτρει τὸν οὐρανόν. τοῦτο γὰρ μόνον τῆς ἀρχαίας παραλλάττουσι κωμῳδίας καὶ οὐκ ἴσασιν ὡς, ἣν μὲν ἐκεῖνοι πολιτεύονται πολιτείαν, τὸν τῆς ψυχῆς ὀφθαλμὸν ἐξορύττει, ἣν δὲ οὗτοι μετίασι φιλοσοφίαν, ἀναπλάττει καὶ ἀναζωπυρεῖ καὶ τῶν ἐν οὐρανῷ φώτων ἀνάπτει. οἱ δὲ τούτων σεμνότεροι (καὶ μέχρι τοσούτου συγκαταβαίνοντες, ὥστε τὰς Ἰταλῶν ξυνθήκας καὶ τὰ παρ' ἐκείνοις νόμιμα ἀξιοῦν πρὸς φιλοσοφίαν συγκρίνειν) ἐκεῖνα μὲν ὅλῳ τῷ πτερῷ ὑπὲρ τὸν αἰθέρα κουφίζουσι, ταύτην δὲ ὥσπερ οἱ μῦθοι τὴν Ἕλλην τῇ θαλάττῃ καταπον τίζουσι· κἀκεῖνα μὲν ὥσπερ αὐτὴν τὴν Ἥραν προσάγουσι τῷ Διί, ταύτην δὲ ὥσπερ εἴδωλον ἀληθείας ἡμῖν διδόασι τοῖς Ἰξίοσιν. ἀλλ' ὁ μὲν πρὸς ἐκείνους λόγος ἀναβεβλήσθω τανῦν, μᾶλλον δὲ μηδέποτ' ἂν πρὸς ἐκείνους ἀντικριθείην αὐτός· ἔστων γάρ, ὅπως ἂν βούλοιντο, σοφοὶ τὰ κρείττονα καὶ πρὸς φιλοσοφίαν ἀπότροφοι. ἐγὼ δὲ μικρὰ περὶ ἐμαυτοῦ οὐ πρὸς τοὺς Τελχῖνας ἐκείνους, ἀλλὰ πρὸς ὑμᾶς διαλέξομαι, ὧν δὴ τὰ πλείω καὶ αὐτοί μοι σύνιστε· «οὐ γὰρ ἄλλοθί που βεβίωκα ἢ παρ' ὑμῖν», φησὶν ὁ Παιανιεύς. Ἔγωγ' οὖν, ὦ φιλοσοφίας τρόφιμοι, δυοῖν ὁδοῖν ἐκ πρώτης ἐμαυτὸν ἐπι στήσας τῆς ἡλικίας, τῇ μὲν ἐπὶ λόγους καὶ φιλοσοφίαν φερούσῃ, τῇ δὲ ἐπὶ πολιτείαν καὶ πράγματα, οὐ τὸ τῶν πολλῶν φιλοσόφων πέπονθα, μᾶλλον δὲ τῶν ἄκρων καὶ ὀλίγων, ὥστε πρὸς μὲν τὴν εὐθὺς ἰέναι, τῆς δὲ παντελῶς ἀποσχέσθαι, ἀλλὰ κατατείνας ἐμαυτὸν ὥσπερ ἐπὶ ζυγοῦ καὶ τὰς ὁδοὺς πρὸς ἀλλήλας ἀντισυγκρίνας προσεθέμην μὲν τῇ καλλίονι, ἀφωσιωσάμην δὲ καὶ τῇ χείρονι. διὰ ταῦτα οὔτε ἐν οἰκίσκῳ καθείρξας ἐμαυτὸν φιλοσο φεῖν μόνον ἐκέλευον, οὔτε παρωσάμενος τὰ βιβλία ταῦτα δὴ τὰ ἐν δικα στηρίοις μόνα ποιεῖν, γράφεσθαί τε καὶ διώκεσθαι καὶ ξυνηγορεῖν τοῖς ἑκάτερα δρῶσιν ἢ πάσχουσιν, ἀλλὰ καὶ ἐν χεροῖν ἔχων ὅσα δὴ ἐς μνήμην τῆς ἑαυτῶν προαιρέσεως ἄνδρες φιλόσοφοι ξυγγεγράφασιν, οὐκ ἠμέλουν τῶν ἐν ταῖς πολιτείαις γινομένων καὶ πολιτεύων δὲ ἐναργῶς ἑωρώμην φιλοσοφῶν· ὅθεν καὶ τοῖς μὲν μόνως πολιτεύουσι καλλίων ἐφαινόμην τὰ πολιτικά, τοῖς δὲ φιλοσοφοῦσιν [***]. Ἐντεῦθεν οὗτοί με ἐμακάριζον καὶ βασιλεῖ γέ τοι τῷ μεγάλῳ ἐντεῦθεν μᾶλλον, ἀλλ' οὐκ ἀπὸ τῆς φιλοσοφίας κρείττων, ὡς ἐδόκει, ἔδοξα. ἐγὼ δέ τι κἀνταῦθα τῶν φιλοσοφουμένων καταμιγνὺς λόγοις καλλίοσι τὰ ἐκείνου ἐκόσμησα δόγματα καὶ τὰ θεσπιζόμενα ῥητορικώτερον ἐξεφώνησα. πολλά γέ τοι τούτῳ καὶ τῶν κοινῶν συνέπραξα καὶ περὶ πολιτείας ὑπεθέμην ἀρίστης καὶ πᾶσιν οἷς ἐμφαίνεται μοναρχία, ὥς γέ μοι δοκεῖ, συνήρμοσα. ἐπεὶ δὲ ἅπαξ ἐμαυτὸν εἰς τὰ πολιτικὰ φέρων ἐνέθηκα, οὐ τὸ τῶν πολλῶν πέπονθα, οὐδ' ἐπελαθόμην τῆς μοίρας τῆς κρείττονος, ἀλλὰ καὶ τὴν ἑτέραν ὁδὸν βαδίσαι κατὰ φιλόσοφον γνώμην ᾤμην δεῖν. καὶ ταὐτὸ τοῖς νέφεσι πέπονθα, μᾶλλον δὲ πεποίηκα ἄντικρυς. ἐκεῖνα γὰρ τέως μὲν πηγνύμενα καὶ συναγόμενα ἀπερίοπτα τοῖς πολλοῖς ἐδόκει τυγχάνειν, ὡς ἐς ὕδωρ ἀποθλιβήσεται, ἐπειδὰν δὲ ὕῃ, τότε συνίασιν ὡς ἐπυκνώθη τε πρὶν καὶ τοῦ ὄμβρου ἐνεπέπληστο· καὶ γὰρ αὐτὸς πρὶν οὔπω τοῖς πολλοῖς ἐδόκουν φιλόσοφος οὐδ' ὅτι πληροῦμαι τοῦ καλλίστου νάματος καὶ συνάγω τὸν νοῦν καὶ αὐτίκα τοῦτον ἀποθλίψω εἰς ὕδωρ. πόρρω γὰρ ἦν τοῦ τῶν θεωμένων με ὀφθαλμοῦ· οἱ μὲν γὰρ ἐπὶ γῆς, ἐγὼ δὲ ἐβεβήκειν ἐπ' οὐρανοῦ. διὰ ταῦτα στεγανὸν καὶ ἀνέφελον τὸν ἐν ἐμοὶ α᾿̣ έρα ὑπώπτευον. ἀλλ' οὕτως ἔχουσι τὸ ἐπιπροσθοῦν ῥήξας νέφος ἀπείροις, ὡς ἴστε, κατέκλυσα νάμασιν, οὐ μονοειδέσιν οὔτε μὴν ἐπὶ τῆς αὐτῆς ποιότητος καὶ ποσότητος. ἀλλ' ἵνα τὸ τροπολογεῖν ἐάσω, φιλοσοφίαν ἐν παραβύστῳ κειμένην αὐτὸς μόνος ἐδημοσίευσα καὶ βραχεῖαν δοκοῦσαν καὶ ξυμμεμετρημένην αὐτὸς ὅση τὴν φύσιν ὑπέδειξα· διελόμενος γὰρ ταύτην εἰς μόρια καὶ μοίρας τὰς πρώτας ὅλον ὑμῖν τὸν Ἀριστοτέλους ἀνεκάλυψα νοῦν, ἰδίᾳ μὲν τὰς περὶ φύσεως θεωρίας ὑποδεικνύς, ἰδίᾳ δὲ τὴν περὶ τὰς πρώτας οὐσίας πραγματείαν, καὶ αὖθις τὴν τῶν μαθημάτων διάσκεψιν, νῦν δὲ καὶ ἀναμὶξ πάντα τιθείς, ἐπεὶ ἐν διαφορᾷ γέ τοι μεγάλῃ τυγχάνοντα δέονται τῆς ἐξ ἀλλήλων οἰκειότητος ὡς ἡ ὑπάτη χορδὴ τῆς νήτης. τῶν δὲ περὶ τὸν οὐρανὸν δρόμων μάτην τοῖς ἄλλοις φαινομένων ἐγὼ τὰς αἰτίας ὑμῖν τούτων παρέστησα συνήρμοσά τε τοὺς λόγους ὑμῖν καὶ συνεγεωμέτρησα καὶ συνηρίθμηκα, πῇ μὲν τὰ ἐπίπεδα, ἄλλοτε δὲ τὰ στερεὰ διαιρῶν καὶ ἀναχωννύς. ἀλλὰ καὶ τῶν ἐν κατόπτροις εἰδώλων συχνὰ ὑμῖν παρυπέδειξα ὀπτικῶς τε ὑμῖν τὰ μεγέθη ἐμέτρησα τὰς ἀρχὰς αὐτῶν ἀπὸ τῶν ὑπερτέρων ἐπιστημῶν εἰληφώς. Τὰ δὲ Ἥρωνος καὶ Ἀρχιμήδους, ἐφ' οἷς αὐτὸς πεποίηκα χαλκεύων ἐτράνωσα ἀπὸ σίφωνός τε καμπύλου τὸ ὕδωρ ᾐώρησα· καὶ τετρημένον ἄγγος ἐπέχον τοῦτο ἐποίησα ἐξ αὐτοῦ τε τοῦ στομίου δύο τῶν ὑγρῶν φύσεων ἀμίκτως ἐξέχεον· καὶ βοῦν ἀθρόον τοῦ νάματος σπῶντα τοῖς πολλοῖς ὑμῖν ἐπ' ὄψεσι τέθεικα, μελαγκορύφῳ φωνὴν ἐνῆκα καὶ χαλκαῖς πτερύγεσιν ἐχαρισάμην αὐτόματον κίνησιν· κάτοπτρόν τέ μοι ἐξείργαστο ἀφ' οὗ δὴ πῦρ αὐτομάτως ἐξαλλόμενον τὸ ἐκ διαστήματος παρατιθέμενον παραδόξως τεφροῖ. καὶ οὐ μεγαλαυχούμενος ταῦτά φημι (πῶς γὰρ ἂν μεγαλαυχήσαιτο ἄνθρωπος ἐφ' οἷς παρὰ πάντων τὸ κατὰ πάντων πρεσβεῖον συγκεχώρηται;), ἀλλὰ τοῖς πολλοῖς ἐνδεῖξαι βουλόμενος ὅτι ἀμφοτέρους τῶν βίων ἑλόμενος ἐν ἑκάστῳ καταλλήλως εὐδοκίμηκα· οὐ γάρ με λανθάνουσιν ἔνιοι ὅτι με τῆς ἐνταῦθα ἐπιστήμης ἀξιοῦντες τῆς ἐν ταῖς πολιτείαις ἀπάγουσιν. κἄμοιγε ἤρκει στρατηγοῦντι ὡς ἄριστα μὴ δυσχεραίνειν ὅτι μὴ καὶ στρωματοδεσμεῖν ἐπίσταμαι. ἀλλ' εὖ γέ τοι̣ ἴστων ὅτι καὶ τῶν ἐν δικαστηρίοις θορύβων κρατῶ καὶ κάλλιον ἂν ἐκείνων καὶ δικάσαιμι καὶ ψηφίσαιμι. Ἀλλ' οὔπω ταῦτα, καὶ ὁ λόγος ἐχέσθω τοῦ σκοποῦ· μάτην γὰρ ἡμᾶς οἰωνίζονται καὶ τοῖς ἀμφὶ Σωκράτην καὶ Πυθαγόραν καταριθμοῦσιν. ἐγὼ γὰρ τοῦ μὲν ἐκείνων οὐκ ἀπολέλειμμαι νοῦ, πρὸς δὲ τὴν Δημοσθενικὴν γλῶτταν ὅλοις ἱστίοις ἀφῆκα, οὔτε ταύτην τὴν γῆν ἀπολιπὼν ἀφ' ἧς ὥρμησα, οὔτ' ἐκείνης ἀπῃωρημένος ἐφ' ἣν πέπλευσμαι, ὥσπερ δὲ ἐν μέσῳ πελάγει ἀμφοτέρας ἐμαυτῷ συνέχων καὶ τῆς ἑτέρας παρὰ τὴν ἑτέραν κρατῶν κάλλιον· ἐγκαταμιγνύω γὰρ Σωκρατικοῖς Δημοσθενικὰ καὶ ὥσπερ ἐφ' ἑνὶ κρατῆρι τῇ ἐμῇ ψυχῇ φιλοσοφίαν καὶ ῥητορικὴν ὁμοῦ συγκεράννυμι. πολλοῖς δὲ τῶν ἀρχαίων καὶ στασίμων ῥητόρων περιτυχὼν οὐ τὸ τῶν πολλῶν πέπονθα, ἵν' ὑπ' αὐτῶν ἀγοίμην ἑλκόμενος ἀπὸ τῆς ῥινός, ἀλλὰ καὶ τῶν περὶ Λογγίνου ἐνίοις προσέθηκα καὶ τὴν Ἀδριανοῦ τέχνην ἐν πολλοῖς διωρθωσάμην· καὶ τὰ Σωπάτρου ᾐτιασάμην σχεδὸν ἅπαντα, τὰ δὲ Ἑρμογένους καὶ αὐτοὶ ἴστε ὅπως ἐπὶ τῇ τῶν αἰτιῶν ἐλλείψει διαγράφομαι. καίτοι γε οὐδέν ἐστιν ὧν εἰρήκει ὁ ἀνὴρ ὃ μὴ παρὰ τῶν ἀρχαίων ῥητόρων προσηράνισται· ὅπερ δὲ καὶ προσέθετο οὐ μέρος ἐστὶν οὐσίας, ἀλλ' ὥσπερ ἵππου Λυδίου παραγναθίδιον. θεωρῶν δὲ τὰς τέχνας οὐκ ἀπέσχον τοῦ μὴ λόγους δημιουργεῖν οὐδὲ πρὸς μίαν ἰδέαν τούτους συνήρμοσα, ἀλλὰ πανηγυρίζων μὲν ὅμοιός εἰμι τοῖς χορεύουσι, μετατιθεὶς δὲ ἐμαυτὸν εἰς τὰ δικανικὰ ἐφίημι τῇ γλώττῃ, συμβουλεύων δὲ συνέσπακα τὰς ὀφρῦς καὶ ὁ λόγος τὸ ἦθος ἀπομιμεῖται. προσῆρα δὲ ἐμαυτὸν καὶ ἱστορίαις καὶ λόγους ἀπὸ διαφόρων ἐνστάσεων γέγραφα καὶ τοὺς ἐν ἑκατέροις ἀρχηγοὺς ἐμιμησάμην ὡς ἄριστα. καὶ ἵνα τὰ μείζω λέγω, τὸ μὲν σῶμα πρὸς τὸ πνεῦμα μετέβαλον, πᾶσαν δὲ σχεδὸν τὴν ἐν σκηναῖς λογοποιίαν εἰς τὴν ἀληθεστάτην μεθερμηνεύσας διάνοιαν, τὰ τῶν Αἰγυπτίων μετὰ τοῦ λόγου τῶν ξυμβόλων ἐξεῦρον ὡς εἰδέναι τί μὲν τὰ ῥύγχη τῶν ἱεράκων δύνανται, τί δὲ τὰ ῥάμφη τῶν ἴβεων, καὶ τὰ Χαλ δαίων προσηρμήνευκα λόγια, τοῦ Πρόκλου δεηθεὶς ἔλαττον. Ὥσπερ οὖν φασί τινες καταμαντευόμενοι ὡς ψυχὴ ἀποπτᾶσα τοῦ σώματος καὶ ἐν τῷ νοητῷ χώρῳ γενομένη καὶ τὰ ἐκεῖ προσθεασαμένη καλὰ οὐκ ἄν ποτε ἕλοιτο παλίσυρτος ἐνσκηνῶσαι τῷ σώματι, ἀλλ' ὁμοῦ τε ἴδοι καὶ εἴσω χωρήσοι τοῦ νοῦ, οὕτω δὴ καὶ αὐτὸς βραχύν γέ τινα χρόνον τοῖς πολιτικοῖς ἐμβιώσας ἤθεσι καὶ τῶν ἐντεῦθεν ἀνιαρῶν ἐμπλησθείς, ἐπειδὴ πρὸς τὸ καθαρὸν τῆς φιλοσοφίας ἐπέβλεψα φῶς καὶ ἀπὸ γῆς εἰς οὐρανὸν μετεσκήνωσα, οὐκ ἂν ἑκὼν εἶναι μεταβαίην ἐκεῖθεν οὐδ' ἂν πολλοί με καταβιάζοιντο, εἰ μή τις ὥσπερ τὴν σελήνην περι μάκτρια καταβιβάσει γραῦς. Πρὸς τοὺς βασκήναντας αὐτῷ τῆς τοῦ ὑπερτίμου τιμῆς Οὔθ' ὑμῖν βασκανίας περιλελείψεται ἀφορμή, οὔτ' ἐμοὶ τιμῆς ὑπόθεσις καὶ αὐξήσεως· ἐμοί τε γὰρ οἱ βασιλεῖς εὖνοι, κἀγὼ δὲ ἐκείνοις ἐν καιροῖς λυσιτελής τε καὶ χρήσιμος, ὑμεῖς τέ μοι δύσνοι ἀεί, κἀγὼ πρὸς ὑμᾶς ἀλυσιτελής, οὐ γὰρ ἔσθ' ὅ τι ποιήσας νοσούσας ὑμῶν ἰάσομαι τὰς ψυχάς. εἴτε γὰρ λόγους δημιουργήσω καλούς, αὐτὸ δὴ τοῦτο βάσκανοι τῶν καλῶν, εἴτε τὸ ἦθος ἐνδείξομαι, ὃ δὴ πρὸς πάντας εἰμὶ εὐμενής τε καὶ ἵλεως, ὅτι τοιοῦτος ἀλλὰ μὴ τοὐναντίον, φθόνου μοι μεστὴν καὶ τὴν ὄψιν καὶ τὴν ψυχὴν δείκνυτε· εἰ δὲ καὶ εὔνοά μοι τὰ παρὰ τῶν βασιλέων γεγένηται, τοῦτο δὴ τὸ κεφάλαιον τῆς κακοηθείας ὑμῖν. ἡδέως δ' ἂν πυθοίμην ὑμῶν πότερον μᾶλλον αἱρήσεσθε, εἰ ἀλλοιωθεὶς αὐτὸς τὴν γνώμην ἄχθος ἀρούρης ἐτώσιον ἔσομαι, ἢ ἔχειν μὲν οὕτως τῆς ἕξεως, ἐλάττους δέ μοι οἱ στέφανοι γίγνοιντο. ἀλλ' εἴτε τοῦτο εἴτ' ἐκεῖνο κολο βωθείη μοι, δυσμενῶς αὖθις θατέρῳ ἕξετε· ἔστι γὰρ ὅτε παρὰ θάτερον τοῖν μεροῖν γίνομαι, οὐ γὰρ πάντοτε τοῖς ἀριστείοις στεφάνοις ἀναδοῦμαι τῶν λόγων, ὑμεῖς δὲ καὶ τότε τῷ φθόνῳ τηκόμενοι διαρρήγνυσθε. Θαυμάζω δὲ ὑμῶν ὅτι πολλάκις ταῦτα πεποιηκότες ἢ πεπονθότες ἐμοί, καὶ μηδὲν πλέον σχόντες τῆς κακοηθείας ἢ ἀβελτηρίας, οὐ πρὸς τὸ μέλλον ἐσωφρονίσθητε, ἀλλ' ὥσπερ ἐμὲ ἀναποδίζειν οἰόμενοι ἢ ἐμποδὼν ἵστασθαι, ἀλλ' οὐ σφᾶς ἑαυτοὺς συμποδίζειν, τοῖς αὐτοῖς ἐπιβάλλετε· οὐκ ἔστι δὲ ὁπότε προσκεκρουκότες ἐμοὶ μὴ πεπόνθατε μᾶλλον ἢ πε ποιήκατε. Κἀγὼ μὲν οὔτε ἀνταγωνίζομαι πρὸς ὑμᾶς οὔτε ἀντιπαλαίειν αἱροῦμαι, ἀλλ' ἢ ἀτρέμας ἵσταμαι ἢ βαδίζω τὴν τεταγμένην, οὐδετέρωσε ἐπινεύων οὔτε τοῖν ποδοῖν οὔτε τοῖν ὀφθαλμοῖν. ὑμεῖς δὲ κατόπιν ἐμοῦ ἐπιόντες κεκράγατε μὲν ὁπόσα πάγγλωσσοι κόρακες, τὸ τοῦ Πινδάρου φάναι, ἐμοὶ δὲ οὐδὲ τὴν ἀκοὴν βραχὺ κατασείετε ὥσπερ τινὲς ἀρουραῖοι μύες ἀετοῦ καθαπτόμενοι· κἀγὼ μὲν ἐπὶ μεῖζον αἴρομαι καὶ πτερύσσομαι, ὑμῖν δὲ αὖθις αἱ μυωξίαι ἡ συνήθης καταφυγή. ἐστὲ δὲ εὐήθεις οὐδὲν ἧττον ἢ κακοήθεις· δέον γὰρ τοῖς ἰσοπάλοις ἀνταγωνίζεσθαι καὶ τοῖς ἴσοις ὅλως ἀνθαμιλλᾶσθαι, ὑμεῖς ὥσπερ κακοὶ κύνες τὸν μὲν λαγωὸν οὐ μεταδιώκετε, εἰθισμένοι τοῦτο, ἀλλὰ καὶ τῶν ἠθάδων καὶ προσεχῶν ἀπογνόντες, ὧν οὐκ ἐφικνεῖσθε τῇ φύσει, κατὰ τούτων ἐνάλλεσθε. Εἰ μὲν γὰρ οὐ κρίσις καὶ ψῆφος οὐδὲ ἀντίδοσις ἔμμετρος αἱ τιμαί, ἀλλὰ πάντα, ὥσπερ αἱ χάλαζαι, καταρριπτεῖται ἄνωθεν εἰκῇ καὶ ὡς ἔτυχεν, εἶτα δὴ ἐμοὶ κατὰ τύχης ἀλογίαν τὰ κρείττω συνεπεπτώκει, εἶχεν ἂν ὑμῖν λόγον ἡ βασκανία. ἐπεὶ δὲ πάντα τοῖς κρατοῦσιν ἠρίθμηται καὶ ἠκρίβωται καί, ὥσπερ τῷ πρώτῳ ἀνθρώπῳ ἐπὶ τοῖς θηρίοις τὰ ὀνόματα τέθειται κατὰ λόγον τῆς φύσεως, οὕτω δὴ καὶ ἐφ' ἡμῖν τὰ ἀξιώματα ῥιπτεῖται κατὰ τὸ μέτρον τῆς ἕξεως, τί μὴ μᾶλλον τὸ εὐδόκιμον τῆς κρίσεως ἀποδέχεσθε, ἀλλὰ τὸ σὺν λόγῳ ὑμεῖς ἀλογίστως κακίζετε; λογίσασθε γάρ· ἦσαν πρὸ τῶν ἀντιδόσεων καὶ πόνοι καὶ κάματοι, τὰ μὲν ἐν λόγοις, τὰ δὲ ἐν πράγμασι. καὶ ἵνα συγκαλύψας ἐρῶ, ἔδει δραμεῖν, ὑμῶν πλέον δεδράμηκα, πυγμὴ προὔκειτο καὶ πυκτικώτερος τῶν ἄλλων ἐγώ, δίσκου βολὴ καὶ ἀνέρριψα ὑμῶν ὑψηλότερον, ἠκόντισα καὶ ἐτόξευσα ὁπόσον οὐδεὶς τῶν πάντων ὑμῶν, τὸν πένταθλον διηγωνισάμην καὶ τὸ παγκράτιον. εἴπω καὶ τὰ λανθάνοντα τοῖς πολλοῖς; προὔστην τῆς φάλαγ γος, ἐξιππασάμην, ἔννομά μοι πάντα καὶ οὐδὲν παρὰ τὸν κανόνα καὶ τὸ εὐθές, ἐχρησάμην καὶ τοῖς οἰκείοις ἐπειδὴ καὶ τούτων καιρός, ἔγραψα ὅ φησιν ὁ Παιανιεὺς καὶ ἐπρέσβευσα, καὶ οὐχὶ ταῦτα μέν, ἐκεῖνα δ' οὔ, ἢ τοῦτο μὲν πλέον, ἧττον δὲ τὸ λοιπόν, ἀλλὰ καὶ ἐδημηγόρησα ὁπόσα εἰκὸς καὶ σεμνότερον τοῦ Πυλίου γέροντος, καὶ προήγγειλα καὶ ἐξήγγειλα οὐδὲν ἔλαττον ἢ εἰ προφήτης ἦν καὶ ἐπὶ τούτῳ τεταγμένος παρὰ θεοῦ. Τῶν δ' ἄλλων οἱ μὲν ταῦτα, οἱ δ' ἐκεῖνα ἠρίστευσαν, καὶ οὐδεὶς ξύμ παντα, εἰ δέ τις, ἀλλ' οὐχ ὡς ἐγώ (καὶ αὐτοὶ φαίητε ἄν), οὐδ' ἐννόμως καὶ μετὰ τῶν ἀμέμπτων θεσμῶν. εἶτα τί; λῦτο δ' ἀγὼν ὅσα γε ἐπὶ τῇ ἱππασίᾳ καὶ ταῖς ἡνιοχήσεσι, συνειστήκει δὲ ἔτι τὸ θέατρον, καὶ ὑψοῦ βραβευτὴς ὁ ἀγωνοθέτης μετρῶν ἑκάστῳ τὰ τοῦ καιροῦ καὶ τῆς ἕξεως· ἐνταῦθα τοὺς μὲν ἄλλους ἀπηριθμήσατο καὶ κατὰ συνέχειαν ἔταξεν, ἐμὲ δὲ ὡς κορυθαίολον καὶ τῶν ἐπικούρων καὶ τῶν Τρώων προέκρινε, καὶ τοῖς ἀριστείοις στεφάνοις μᾶλλον τῶν ἄλλων ἐκόσμησε, καὶ ἀσύγκριτον τὴν πρὸς τοὺς ἄλλους τιμὴν οὐ τῷ ὀνόματι μόνον ἀλλὰ καὶ τῷ πράγματι τέθεικε. Κἀμοὶ μὲν οὐδὲν ἧττον καὶ αὖθις τὸ ἦθος ὁποῖον καὶ πρὸ τοῦ, ὑμῖν δὲ τοιοῦτον μέν, οὐ τοσοῦτον δέ, ἀλλὰ πλέον ἢ πρόσθεν κάκιον. ἕως τίνος οὖν οὐχ ἑαυτῶν γένοισθε οὐδὲ τὴν ἧτταν ἐνέγκοιτε, ἀλλ' ἑαυτοῖς τε καὶ ἀλλήλοις διαφθαρήσεσθε; ἆρ' οὖν εἰ ἐπίγρυπος μὲν ἐγὼ τὴν ῥῖνα, ὑμεῖς δὲ σιμοὶ ξύμπαντες, οὐκ ἦν δὲ ὅ τι ἂν πεποιηκότες ἢ πεπραχότες ἐκοινωνήσατέ μοι τοῦ σχήματος, οὐκ ἂν ἡσυχάζειν εἵλεσθε τὴν δημιουργὸν ἴσως φύσιν ἐπαιτιώμενοι; οὕτω τοιγαροῦν τῆς ἐμῆς ἥττους τυγχάνοντες φύσεως, Σπάρταν λαχόντες ταύτην κοσμεῖτε, μᾶλλον δὲ μὴ ἥττους ἐμοῦ τοῖς ὅλοις ὁμολογοῦντες εἶναι ἐπὶ τῇ ἀνισότητι παραβιάζεσθε τὴν ἰσότητα. εἰ μὲν γὰρ οὕτως ἔχοιτε, τοιούτων ἀεὶ λόγων ἀκούσεσθε, εἰ δ' ἑαυτῶν συνίετε κἀμοὶ τῶν κρειττόνων ἐθελονταὶ παραχωρήσετε, δυοῖν θάτερον, ἢ ἐμαυτῷ συμμετεωρίσω ὑμᾶς, ἤ, τό γε μετριώτερον, ἑαυτὸν συγκαταβιβάσω ὑμῖν.