Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
Στίχοι εἰς τὸ «ζύμη ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία» Γυνή, ζύμη, βέλτιστε, καὶ σάτα τρία ἔχουσιν ἐξήγησιν ἐξῃρημένην ἀλληγοροῦσαν τοὺς προκειμένους λόγους γυνὴ μέν ἐστι προσφυῶς ἐκκλησία· ζύμη δὲ θεῖος καὶ θεόγραφος λόγος· ἄλευρον ἡ φέρουσα τοῦτον καρδία· ψυχῆς δὲ τριμέρεια τὰ τρία σάτα, θυμός, λόγος πόθος τε, κρειττόνων ἔρως, ἐν οἷς ὁ θεῖος συμφυραθείς πως λόγος ὅλην συνεζύμωσε τὴν ψυχῆς φύσιν. Τὸ γοῦν σάτον πέφυκε χοίνικες δύο, Ἑβραϊκὸν σήμαντρον, οἰκεῖον μέτρον.