Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Τοῦ Ψελλοῦ στίχοι περὶ σεληνιασμοῦ Σεληνιασμὸς φυσικόν τι τυγχάνει πάθημα βλάπτον τὴν φύσιν τῶν σωμάτων· οὐχ ὡς λέγουσι δαίμονος κακουργίᾳ, οὐδ' ἡ σελήνη τὴν κάκωσιν εἰσφέρει. αὔξουσα δ' αὕτη καὶ πάλιν μειουμένη τὸν ἀέρα πέφυκε ποικίλως τρέπειν· ὅσοι δ' ἔχουσι τοὺς χυμοὺς τοὺς ἐμφύτους ἐν ταῖς τροφαῖς πάσχοντας εὐστρόφῳ φύσει, πάσχουσιν οὗτοι τῆς σελήνης τὴν φύσιν καὶ τὴν πάθην λέγουσι φυσικοὶ λόγοι σεληνιασμόν, οἷα δὴ τῆς φωσφόρου σαφῶς τρεπούσης εὐπαθῶς τὸν ἀέρα. ὃν εἰσπνέοντες τῶν ῥινῶν τῇ συρμάδι, ὅσοι μὲν εὖ ἔχουσι τοῦ συγκειμένου οὐκ ἐμπαθῶς φέρουσι τοῦτον ἐν ζάλῃ· ὅσοι δ' ἑτοιμότρεπτον ἴσχουσι φύσιν, τούτοις ἑτοιμότρωτός ἐστιν ἡ πάθη.