Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 13 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
Τοῦ αὐτοῦ στίχοι ὅτι ἀναλογεῖ ὁ νοῦς μὲν τῷ ἡλίῳ, ἡ ψυχὴ τῇ σελήνῃ καὶ ἡ σὰρξ τῇ γῇ· ἐξ ὧν δή, νοός, ψυχῆς καὶ σαρκός, συνιστάμενος ὁ ἄνθρωπος σῴζει τύπον τοῦ σύμπαντος. Τῶν πρωτοτύπων οὐρανοῦ κινημάτων καὶ τῶν ἐν αὐτῷ προσφυῶν παθημάτων εὕροις παρ' ἡμῖν εἰκόνας κεκρυμμένας. Ὁ νοῦς γὰρ ἡμῖν οἷα λαμπρὸς φωσφόρος τὸν ἥλιόν πως εἰκονίζει πανσόφως, τῆς δ' αὖ σελήνης ἐστὶν ἡ ψυχὴ τύπος. ὁ μὲν γάρ, ὡς κάλλιστος, ὡς φωστὴρ μέγας, ὅλος διαυγής ἐστιν, ἀστραπηβόλος, ψυχὴ δέ, προσπεσοῦσα σώματος φύσει, ἐξ ἡμισείας ὥσπερ αὐγάζει μόνον· τὸ μὲν γὰρ εἰς νοῦν προσφυῶς ἀνηγμένον φωτὸς μετέσχεν ὥσπερ ἐκ πρώτου φάους, τὸ δ' αὖ γε πρὸς αἴσθησιν ἐμπεσὸν κάτω καὶ φωτὸς ἠμοίρησε καὶ σκότους γέμει. ὁ μὲν γὰρ ἀκρότησι τῶν ἄνω λόγων βρύει διαυγεῖ γνωστικῶς λαμπηδόνι· ἡ δέ, πρὸς αὐτῇ τῇ σκιᾷ καθημένη, ἐκεῖθεν ἠμαύρωσεν αὐτῆς τὴν φύσιν, καί πως σκοτώδης, ἀχλύος πεπλησμένη, ὑποδραμοῦσα τὸν νοητὸν φωσφόρον συνέσχεν αὐτοῦ τὰς διαυγεῖς λαμπάδας. Κἀκεῖ μέν ἐστι γῆ, σελήνη, φωσφόρος, ψυχὴ δὲ καὶ σὰρξ ὧδε καὶ νοῦς προσφόρως· ἓν οὖν πρὸς ἕν πως ἀντίθες, πλὴν εὐλόγως, πρὸς ἥλιον νοῦν, σῶμα πρὸς γῆν εὐθέτως, τὴν ψυχικὴν δὲ πρὸς σελήνην οὐσίαν. ὁ μὲν γὰρ αὐτόχρημα φωτὸς οὐσία, τὸ σῶμα λαμπρότητος ἐστερημένον, ψυχὴ δὲ τυγχάνουσα μέση τῶν δύο τὸ μὲν τέτευχε φωτὸς ὡς νοῦ πλησίον, τὸ δ' οὐ τέτευχεν ἐγγὺς οὖσα σωμάτων.

Intertext edge

Open linked passage

Note