Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Τοῦ σοφωτάτου Ψελλοῦ στίχοι ὅμοιοι περὶ τοῦ ἰαμβικοῦ μέτρου Τὸ μέτρον οὕτω τῶν ἰάμβων μοι μέτρει· καὶ τοὺς πόδας μὲν ἡ μέλισσα δεικνύτω, τῶν συλλαβῶν δὲ τὴν ἀρίθμησιν κύκλον τὸν ζωδιακὸν εἰσορῶν μάνθανέ μοι. μέλλων δὲ μετρεῖν καὶ στίχους πλέκειν, φίλος, ἅπασαν ἐν νῷ τοῦ σκοποῦ τὴν εἰκόνα προσλαμβάνων ἄριστα καὶ στίχους πλέκε. Πρῶτον μὲν οὖν καὶ τρίτον ἢ πέμπτον πόδα ἴαμβος ἢ σπονδεῖος εὐτρεπιζέτω, τὸν δεύτερον δὲ καὶ τέταρτον ἀξίως ἴαμβον ἁπλοῦν εἰσφέρων ἀπαρτίσεις, ἕκτος δ' ἰάμβου τέρπεται κόσμον φέρων καὶ πυρριχίῳ τὴν κάραν ὑψοῦ φέρει. Ἔστωσαν οὖν σοι πυρρίχιος μὲν «λ! όγ! ος», σπονδεῖος «῎! Ατλ! ας» ἐκ μακρῶν χρόνων δύο, «Λ! άχ! ης» δ' ἴαμβος καὶ «λ! έβ! ης» αὖ καὶ «Θ! έ! ων». Ἰδοὺ τὸ πᾶν εἴληφας ἐν βραχεῖ μέτρῳ.