Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 16 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1.1
Ἐμοί, κραταιὲ φωσφόρε στεφηφόρε, μέλημα καὶ σπούδασμα καὶ βίος λόγοι, ἐξ ὧν φανῆναι καὶ προκόψειν ἐλπίσας πάντων κατεφρόνησα καὶ ζῆν εἱλόμην τέως ταπεινὸν καὶ κεκρυμμένον βίον, πόνοις ὁμιλῶν καὶ σοφῶν βίβλοις μόνον. πλὴν οὖν ἰδεῖν σου τὸ κράτος προσηυχόμην εἰς τὴν ἑαυτοῦ δεδραμηκὸς ἀξίαν, τοῦ προσπεσόντος ἐν μέσῳ δεινοῦ νέφους καὶ πειραθέντος σὰς σβέσαι λαμπηδόνας αὖθις ῥαγέντος καὶ ῥυέντος εἰς χάος. οὐκοῦν θεωρῶ τῆς ἐμῆς εὐχῆς τέλος· τῇ γὰρ προνοίᾳ τοῦ θεοῦ καὶ δεσπότου ἔχεις ἀνεμπόδιστον ἀκραιφνὲς κράτος. δέδεξο λοιπὸν οἰκέτου δῶρον λόγον· σὺ δ' ἀντιδοίης τὴν κατ' ἀξίαν δόσιν τοῖς σοῖς με πάντως συμβαλὼν νοταρίοις.

Intertext edge

Open linked passage

Note