Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1.1
Πρὸς τὸν βασιλέα τὸν Κομνηνὸν κῦρ Ἰσαάκιον περὶ καλανδῶν, νόννων καὶ εἰδῶν Ἡ τῶν καλανδῶν Ἰτάλιος ἡμέρα Ἑλληνικῆς πρόσχημα χαρμονῆς ἔφυ καὶ λαμπρὸν εὐτύχημα σῆς σκηπτρουχίας, Ῥώμης μὲν οὖσα δόγμα τῆς πρεσβυτέρας, εὐάγγελον δ' ἄθυρμα τῆς νεωτέρας. Ἡ δόξα καὶ γὰρ ἡ παλαιὰ Λατίνων τρεῖς οἶδε ταύτας ἡμέρας σκιρτησίμους, εἰδούς, καλάνδας, πρὸς δὲ καὶ νόννας, ἄναξ, καὶ μὴν ἕκαστος ταῖσδε μετρεῖται μόναις, πρώταις καλάνδαις, εἶτα νόνναις, καὶ τρίτον εἰδοῖς μερισταῖς καὶ διηριθμημέναις. Ἀλλ' ἡ μέν ἐστιν ἀκριβῶς ὡρισμένη, ἡ τῶν καλανδῶν, ὡς διηκριβωμένη, πρώτη γάρ ἐστι τῆς σελήνης ἡμέρα, μᾶλλον δὲ μηνός ἐστιν ἀρχικωτάτη· τῶν δ' αὖ γε νόννων ἡ μέν ἐστι πεμπτέα, ἡ δ' ἑβδομαία· τῶν γε μὴν εἰδῶν πάλιν ἡ μέν τις εἶχεν ἡμέρας τρεῖς πρὸς δέκα, ἡ δ' αὖ γε πέντε καὶ τὸ λοιπὸν τοῦ μέρους. Ἑστὼς δ' ὁ κῆρυξ ἐν μεσαιτάτῳ λόφῳ πρώτην καλανδῶν ἡμέραν ἐκεκράγει, πρὸ πέντε νόννων, εἶτα καὶ πρὸ τεσσάρων, καὶ πρὸ τριῶν· ἔπειτα τὴν ἀποφράδα καλῶς σιωπῶν, φημὶ δὴ τὴν δυάδα, πρὸ τῆς μιᾶς ἔφασκεν εὐτονωτέρως· ἔπειτα νόννας καὶ πρὸ εἰδῶν εὐθέως, πρὸ τῶν καλανδῶν εἶτα καὶ μέχρι τέλους. Ἐντεῦθεν ἡ βίσεξστός ἐστιν ἡμέρα, Ἑλληνικῶς δίσεκτος ἠγορευμένη. τῇ δευτέρᾳ γὰρ τοῦ φθίνοντος ἡμέρᾳ (εἰκοστόδυον αὐτὴν ἄλλος εἰπάτω) «πρὸ ἓξ καλανδῶν», τοῦ φθίνοντος ὀγδόην, σαφῶς ἐδήλου πᾶς ὁ κηρύσσων μέγα· εἰ δ' ἦν ὁ μὴν ὁ πρέσβυς ἐννέα φέρων, δὶς τὸ «πρὸ ἓξ» συνεῖρεν ὡς πρὸς τὸν χρόνον, ὅπερ βίσεξστον γλῶσσα Ῥωμαίων λέγει, δίσεκτον ὂν μάλιστα φωνῇ γνωρίμῳ. Νῦν δ' ἀλλὰ χαιρέτωσαν εἰδοὶ καὶ νόνναι, τὰς γὰρ καλάνδας οἶδεν ἡ Κωνσταντίνου, πρὸ τῶν θυρῶν δὲ συρρέουσι μυρίοι σκιρτῶντες ἡδὺ καὶ γελῶντες ἀθρόον, εὐάγγελον σκίρτημα τοῦ παντὸς χρόνου, εὔηχον οἰώνισμα, κήρυγμα ξένον. Ὅθεν κἀγώ σοι τὰς καλάνδας εἰσάγω καὶ μέτρα ποιῶ τοὺς ἐτησίους ὕμνους, εὐάγγελός σοι προσφόρως δεδειγμένος. χαῖρε, στρατηγὲ καὶ βασιλεῦ γῆς ὅλης, μέγιστε, παμβόητε, τοῦ κράτους κράτος· τοὺς σοὺς γὰρ ὑμνήσουσιν εὐήχους ἄθλους οὐ παιδιαῖς χαίροντας ἄνδρες ἀθρόοι, οἱ τοῖς λόγοις δὲ μουσικῶς τετραμμένοι καὶ πάντα ῥυθμίζοντες εὐρύθμοις μέτροις. χαῖρε στρατηγέ (τοῦτο γὰρ πάλιν φράσω) ἀκινδύνου φάλαγγος εὖ τεταγμένης, θέαμα φρικτὸν βαρβάροις τοῖς ἀθέοις. σῶν γὰρ τροπαίων πᾶσαν ἐμπλήσεις χθόνα, καὶ πᾶσα γλῶσσα σοὺς ἀνυμνήσει πόνους μέτροις τε ποικίλλουσα καὶ λόγοις ἅμα.