Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 19 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Στίχοι τοῦ Ψελλοῦ εἰς τὸν Κομνηνὸν λεγόντων τινῶν, ὡς ἐν τῷ Αὐγούστῳ μηνὶ τελευτᾷ. Λευχειμονῶν ἄνασσε νῦν Ῥώμης γένους, Ἰσαάκιε, τοῦ κράτους ὁ φωσφόρος· τὰς γὰρ ζοφώδεις ἐξαπέπτης ἡμέρας, λευκὴν δὲ φωτὸς ἐξαποστίλβεις χάριν. λευχειμονῶν ἄνασσε, τέρπου, λαμπρύνου· τὰς γὰρ κατηφεῖς οὐκ ἔχεις ὑποψίας. ὁ χρησμὸς ἠσθένησε τῶν ψευδηγόρων· ὁ Χριστὸς ἡδραίωσε τὸ σεπτὸν κράτος· ἡ μαντικὴ πέπτωκεν ἰσχὺς καὶ τέχνη· τῶν πλασμάτων ἀπῆλθεν ἡ λεπτουργία· Αὔγουστος οὐδείς, ἀλλ' ὁ δεσπότης μόνος Αὔγουστος ὄντως φεγγολαμπὴς τὴν φύσιν. Παρῆλθεν ἡ νύξ, ἀντεπῆλθεν ἡμέρα· ὁ τοῦ χρόνου κύκλος σε μείζω δεικνύει. ὥσπερ γὰρ αὔξεις, μᾶλλον αὐγάζεις, ἄναξ. λαμπρῶς πανηγύριζε σῷ λαμπρῷ κράτει· ἔλαμψας, ἤρθης, ἧκες εἰς μεσημβρίαν, εἰς ἑσπέραν ἤστραψας, ἦλθες εἰς ἕω. νῦν λάμψις ἄλλη, νῦν νεωτέρα κτίσις· νῦν καινὰ πάντα, νῦν νεόκτιστος βίος· νῦν πορφύρα λάμπουσα, νῦν λευκὸν στέφος· νῦν κύκλος ἄλλος δευτεροπρώτου κράτους. πολλοὺς ἑλίξεις οἷα φωσφόρος δρόμους ἄλλους ἐπ' ἄλλοις, φεγγολαμπεῖς εἰς ἄκρον. Τὸ σὸν κράτος κράτιστον, Ῥωμαίων ἄναξ, ῥάβδος σιδηρᾶ, τεῖχος ὠχυρωμένον, ἔπαλξις ἀκράδαντος, ἀρραγὴς κίων, πυκνὴ φάλαγξ, ἔρεισμα, πύργος ἰσχύος. οὐ προσβολαὶ κλονοῦσιν αὐτοῦ τὴν βάσιν, οὐ πῦρ ἀπειλοῦν οὐδὲ τέμνοντα ξίφη, οὐ βαρβάρων φάλαγγες, οὐ καταιγίδες· ἐν τῷ θεῷ γάρ ἐστιν ἐστηριγμένον, ὃς πρῶτος αὐτὸς καὶ μόνος, στεφηφόρε, ἥδρασε τὴν σὴν ἀσφαλῶς σκηπτουχίαν. Κἂν μή μέ τις γράψαιτο θωπείας λόγων, εἰκὼν ὑπάρχεις τῶν θεοῦ γνωρισμάτων· εὐθύς, ἀληθής, στερρός, ἠκριβωμένος, ἡδύς, προσηνής, εὐσταθής, ἡδρασμένος, ὑψηλός, ἀπρόσιτος ἐν συμβουλίαις, ταπεινός, εὐπρόσιτος εἰς ὁμιλίαν, λαμπτὴρ ἁγνείας, εὐσεβείας φωσφόρος, κοινὸς δικαστής, ἀρρεπὴς ἐν τῇ κρίσει, εὐσυμπάθητος ἐν φιλανθρώπῳ σχέσει, ὀξύς, νοήμων, ἀσφαλὴς βουληφόρος, γενναῖος, ἀκλόνητος ἐν τρικυμίαις. ποῦ θυμὸς ἐν σοί; ποῦ διάρρυτος γέλως; ὀργῆς ἴχνη ποῦ καὶ διαρρέων λόγος; ποῦ κόμπος ἢ φρύαγμα καὶ νοῦς ποικίλος; ποῦ δ' ὀφρύων σύνδεσμος ἢ σκυθρωπότης; οὐδὲν γὰρ ἐν σοὶ τῶν ἀσέμνων τυγχάνει, οὐκ ἦθος εὐκίνητον, οὐ ψευδὴς λόγος, οὐ δεινότητες, οὐ δίγλωσσος καρδία, οὐ στυγνότης πέμπουσα καρδίαις νέφος, οὐ βλέμμα δεινόν, οὐκ ἀπειλῆς ὀξύτης, οὐ πλῆξις, οὐ κάκωσις, οὐ σφοδρὸς πόνος, οὐ τέρψις, οὐ χάριτες, οὐ πολὺς γέλως, οὐ νωθρότης χαυνοῦσα τὴν ψυχὴν ἔσω, οὐ σφοδρότης σφίγγουσα τοὺς ὑπηκόους. Ἔγνω σε γῆ σύμπασα καὶ πᾶσα κτίσις, θάλασσα, νῆσοι, γήλοφοι καὶ κοιλάδες· οἱ βάρβαροι βοῶσι τὰς στρατηγίας, οἱ δυσμενεῖς τρέμουσι τὰς εὐβουλίας, αὐτόχθονες ποθοῦσι Ῥώμης τῆς νέας, οἱ ῥήτορες γράφουσιν ἐξῃρημένον, φιλόσοφοι λέγουσιν ἐκλελεγμένον, στρατηγικοὶ ποθοῦσιν ἠκριβωμένον, ὀξυγράφοι φάσκουσιν ἐπτερωμένον, καὶ πᾶσα θαυμάζει σε τῶν ὄντων φύσις. Ἀλλ' οἱ λόγοι θαρροῦσιν εἰπεῖν τι πλέον καὶ νουθέτησιν εἰσάγειν τῷ σῷ κράτει. μέριζε σαυτὸν ἐν ῥοπαῖς ἐναντίαις, ὕπνοις, πόνοις κόποις τε καὶ θυμηδίαις. οὐκ ἦσθα χαλκοῦς, οὐ σιδηροῦς τὴν φύσιν· μισεῖ δ' ὁ Χριστὸς τὰς ἄγαν προθυμίας. πολλὴ κατέσχε τὸν βίον τρικυμία, πολλὴ καταιγὶς καὶ θύελλα καὶ ζάλη· τὰ μὲν πράυνε τῶν ἀτάκτων κυμάτων, τὰ δ' ἄλλα τέμνε ναυτικαῖς εὐτεχνίαις. οὐ σήμερον γάρ, ἀλλὰ πολλοὺς εἰς χρόνους εἰς τάξιν ἄξεις τὴν κακὴν ἀταξίαν. Σχεδὸν τὸ πᾶν σέσωκας ἐκ καταιγίδος. τι δυσχεραίνεις; τί στενάζεις ἐκ βάθους; ἡ τῶν Σκυθῶν ἔφριξε μακρόθεν φάλαγξ, ὑπεστάλησαν οἱ παρ' Ἴστρῳ σκορπίοι, ὁ Τοῦρκος ἠρέμησεν ἠρεθισμένος, Αἰγύπτιός σοι συμβιβάζεται ψόφῳ, τοὺς μείζονας δράκοντας ἦρας ἐκ μέσου. σπαίρων σε μικρὸς ἐκταράττει σκορπίος τὸν ἀσπίδας ῥήξαντα καὶ δεινοὺς ὄφεις; ὄψει τάχιστα τοῦτον ἠθλιωμένον, πεσόντα καὶ ῥαγέντα καὶ τεθνηκότα. οὐδεὶς δυνάστης, οὐ πολίτης, οὐ ξένος, ἁπανταχοῦ πέφυκεν ἰσοτιμία. τὸ γὰρ πολυτράχηλον ἐτμήθη κράτος καὶ νῦν πάρεστιν ἀκριβὴς μοναρχία, τῶν Αὐσόνων ἄρχουσα καὶ τῶν βαρβάρων. Αὔγουστε, χαῖρε. χαῖρε, τεθρυλλημένε, Αὔγουστε παμβόητε, κλῆσις ἠρμένη. Αὔγουστε, χαῖρε· χαῖρέ μοι καὶ πολλάκις καὶ πολλάκις πρόσελθε καὶ πάλιν τρέχε. πλὴν ἀλλὰ μὴ σύμπλαττε ληρώδεις λόγους, μὴ δυσμέναινε τῷ κρατοῦντι δεσπότῃ. Αὔγουστος ὢν Αὔγουστον ἀσπάζου πλέον καὶ πολλάκις πρόσελθε τῷ στεφηφόρῳ, εὔκρατος, ἡδύς, εὐμενής, ζωηφόρος, ὡς ἄν σε πρῶτον θήσομαι μηνῶν κύκλοις, ἄνακτα πανσέβαστον αὐτοῦ τοῦ χρόνου, Αὔγουστον αὐτόχρημα καὶ στεφηφόρον.

Intertext edge

Open linked passage

Note