Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1.1
Τοῦ Ψελλοῦ εἰς τὸν τάφον τοῦ Κομνηνοῦ τοῦ βασιλέως Πλήρης ὁ τύμβος καὶ χαρᾶς καὶ δακρύων· ὁ γὰρ τὸ πρὶν μέγιστος ἐν στρατηγέταις, ἔπειτα παμβόητος ἐν στεφηφόροις, Ἰσαάκιος, τὸ κράτος τῶν Αὐσόνων, ἀφεὶς τὸ λαμπρὸν τῆς βασιλείας κράτος καὶ τῷ θεῷ δοὺς τὸ στέφος προαιρέσει, τὸ σεπτὸν ἠλλάξατο καὶ θεῖον ῥάκος· ὃν δ' οὐκ ἐχώρει γῆς ἀπείρου τὸ πλάτος, φεῦ, ὁ βραχὺς ἔκρυψεν ὡς ὁρᾷς λίθος. τὸ φῶς δ' ὁ Χριστὸς φῶς ἀνέσπερον νέμει σκηνῆς τε θείας ἀξιοῖ μονοτρόπως μητρὸς δεήσεις καὶ φίλου δεδεγμένος. προλ21 Τοῦ Σαββαΐτου πρὸς τὸν Ψελλόν Ὄλυμπον οὐκ ἤνεγκας, οὐδὲ κἂν χρόνον· οὐ γὰρ παρῆσαν αἱ θεαί σου, Ζεῦ πάτερ.