Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Τοῦ Ψελλοῦ πρὸς τὸν Σαββαΐτην Πρὸς τὸν σατάν σε, τὴν ἔχιδναν τοῦ βίου, τὴν τῶν κακῶν θάλασσαν ἢ τὴν πλημμύραν, τὴν τοῦ φθόρου δίαιταν ἢ τὴν ἑστίαν, τὸν Σαββαΐτην καὶ πλέον Σαββατίτην, σάββατά τε στέρξαντα καὶ νουμηνίας καὶ τὸν παλαιὸν καὶ πεπαυμένον νόμον, χάριν δ' ἀπωθήσαντα τὴν νεωτέραν, ὁ τῶν ἰάμβων ἐσχεδίασται λόγος· ὃς σύνθετος πέφυκας ἐξ ἐναντίων, ἄκρας ἀνοίας, ἐσχάτης πονηρίας· ὃς μηδὲν εἰδώς, μήτε τάξιν πραγμάτων, μὴ δόγμα θεῖον, μὴ βίων διαιρέσεις, μὴ κοσμικὴν πρόνοιαν ἢ ψυχῶν λόγους, μὴ βασιλείας τὴν μεγίστην ἀξίαν, τὸ θεῖον ὕψος, τοῦ θεοῦ τὴν εἰκόνα, μὴ πατριαρχῶν τοὺς ὑπερτάτους θρόνους, ἄνθρωπος ὢν ἄπληστος εἰς ἁμαρτίαν, ἀδδηφάγος βοῦς, αὐτόχρημα κοιλία, ἔπειτα λυττᾷς οἷα λυσσώδης κύων, ἐλεγκτικὴν ἄνοιαν ἐκχέων μάτην, καὶ δογματίζεις καὶ τυποῖς καινοὺς βίους, κυκᾷς δὲ πάντα καὶ ταράττεις ἀφρόνως, συγχεῖς δὲ τάξεις καὶ τρόπους τεταγμένους· οὐδὲ πρόσωπον εὐσεβείας εἰσφέρων οὐδ' εὐλαβείας σχῆμα καὶ σεμνοῦ τρόπου, ἀλλ' ὡς ἀναιδὴς καὶ κατάπτυστος κύων κινεῖς ἀναιδῶς τοὺς φονοδρόμους πόδας, χέεις δὲ γλῶτταν ἔμπλεων βλασφημίας· καὶ τῶν πενήτων προστάτης δεδειγμένος γυμνοῖς ἐκείνους ἄχρι καὶ χιτωνίου· ὡς ζῆλον αὐχῶν οἷα καινὸς Ἠλίας οὐ τοὺς ἀναιδεῖς ἐμπιπρᾷς θυηπόλους, ἀλλ' εἴ τις ἔνθους, εἴ τις εὐσχήμων ὅλος, τούτου καθάπτῃ πυρπολῶν τὴν καρδίαν. Πλὴν ἀλλ' ἐρωτῶ, καὶ δίδου θᾶττον λόγον. τίς ὢν ἐλέγχεις καὶ κατάρχεις κρειττόνων; νέος Σαμουήλ; ἀλλὰ μὴν Ἡσαΐας; ἀλλ' οὐ δοτὸς σὺ τῷ θεῷ πρὸ τοῦ τόκου οὐδὲ προσευχῆς καὶ προγνώσεως τόκος, οὐ στεῖρα μήτηρ ὠδίνησε καλλίπαις, τὸ πρὶν ἄτεκνος, ἀλλὰ πεντηκοντάπαις. ἀλλ' Ἠλίας; Δαυίδ τις; ἀλλ' Ἰωσίας; ὃς οὐρανοῦ μὲν οὐ κατήνεγκας φλόγα, πυρσοὺς δὲ πέμπεις θυμικοὺς ἐκ καρδίας. βροντῆς γόνος σύ; Παῦλος ἀστράπτων λόγοις; ὃς οὐκ ἀνέπτης οὐδὲ πῆχυν τοῦ βίου, ἀλλ' εἰς ἰλὺν πέφυκας ἐμβεβὼς μέσην πεφυρμένος μάζῃ τε καὶ τοῖς πιτύροις· ἀλλ' οὐρανὸν μὲν οὐδὲ πόρρωθεν βλέπεις, κόρας τυφλώττων σώματος καὶ καρδίας. ἆρ' οὖν ἀνῆλθες εἰς τὸ Σίναιον, πάτερ; εἰσῆλθες ἔνδον τοῦ νοουμένου γνόφου; ἔγνως τὰ φρικτὰ τῶν ἄνω μυστηρίων; ὃς ἀστικοῖς μὲν φωλεοῖς ἐπιτρέχεις, ζυγοστατεῖς δὲ τοὺς λογισμοὺς χρυσίῳ καὶ πρὸς τὸ λῆμμα τὴν ῥοπὴν μετακλίνεις καὶ λεῖμμα ποιεῖς πρὸς τὸ κίβδηλον πλέον. πότ' οὖν ἐδέξω τὰς θεογράφους πλάκας, τὴν δέλτον αὐτὴν τῶν ἀπορρήτων λόγων; τίς δημαγωγὸν τοῦ λαοῦ τέθεικέ σε; τίς δὲ στρατηγὸν τάξεων δέδωκέ σε; τίς δογματιστὴν εἰς ἔθνη πέπομφέ σε, τίς ἀκριβαστὴν ἔνθεον τῶν κρειττόνων, τίς δ' εἰς ἔλεγχον ἀκρίτων στεφηφόρων; τίς Ἀχαὰβ νῦν, τίς δὲ νῦν Ἰεζάβελ, Ναβουθὲ τίς πέφυκεν ἠδικημένος; οὐ Δαυὶδ ἄρχει τῆς νέας κληρουχίας; οὐκ ἄλλος ὄντως εὐσεβὴς Ἰωσίας; ᾧ πορφυρὶς μὲν ἀκριβὴς ἡ πραότης, οὗ στέμμα νοῦς ἄυλος ἐξῃρημένος, ὃν λαμπρύνουσι μαργαρῖται δακρύων, ὃς ἀμπελώνων οὐκ ἐρῶν ἀλλοτρίων τῆς ἀμπέλου πέφυκε τῆς θείας βότρυς, ὃς ἱερεῖς ἔστερξεν, οὐ τῆς αἰσχύνης, αἰδοῦς δὲ καὶ χάριτος ἐμπεπλησμένους, ὃς οὐρανοῦ δέδωκε τὰς κλεῖς εἰκότως τῷ γνόντι Χριστὸν πρακτικαῖς θεωρίαις, ὃς καὶ πέτρα πέφυκε τῆς ἐκκλησίας, βροντᾷ δὲ λαμπρῶς τὸν κεκρυμμένον λόγον καὶ Παῦλός ἐστιν οὐρανὸν φθάσας τρίτον καὶ σεπτὸς ὄντως πρόδρομος τοῦ κυρίου θύτης τε χρηστός. καὶ πεφράχθω σοι στόμα βλάσφημα ληροῦν ἐκ φρενῶν πεφυρμένων. Ὦ πάντα τολμῶν, πάντα πράττων ἐκτόπως, ὦ πάντα πληρῶν ἀκριβῶς ἀκοσμίας, ὦ κοπρίας γέμουσα γλῶσσα μυρίας, ὦ βορβόρου πλήθουσα χοιρώδης φύσις, δυσωδίας γέμουσα δεινὴ καρδία, ὦ λῆρε καὶ φλύαρε, βάσκανε πλέον, ὦ γαστρὸς ἧττον, συρφετοῦ πεπλησμένε, πάντολμε καὶ κίναιδε, ῥέκτα κρυφίων, βδέλυγμα σαρκὸς ἡδονῶν κεκρυμμένων, κρίθινε ῥῆτορ καὶ πλέον Πηλοπλάτων, ἀγυρτολέσχα καὶ κριτὰ τῶν κρειττόνων, ἴνδαλμα κωφὸν πρὸς τὸν ἦχον τοῦ λόγου, εἴδωλον ἔμπνουν, δειματοῦν τὸν πλησίον, ἑρμαφρόδιτε καὶ πλέον θηλυδρία· ὦ μίγμα δυσκέραστον, ὦ κρᾶσις ξένη, σπάδων κατ' αὐτὸ καὶ δασὺς πωγωνίας· ὦ δεινὸν οἰώνισμα μέχρι καὶ θέας, ἀποτρόπαιον καὶ δυσάντητον τέρας, Τιθωνὲ μακρόζωε, πάγκακε Κρόνε, ζώθαπτε, νεκρόζωε, δύσπιστος πλάσις, Θερσῖτ' ἀκριτόμυθε, χωλόπους ὅλε, κακόν τι Τερμέρειον ἠκανθωμένον, θέαμα Κερβέρειον ἠγριωμένον, εἶδός τι Θερσίτειον ἠθλιωμένον· ὦ νεκροπομπὲ καὶ πλέον βροτοκτόνε, Χαρύβδεως πρόσωπον, εἶδος Γοργόνης, ὦ βλέμμα τοῦ Χάρωνος, ὄμμα Ταρτάρου, Τιτανικὸν θέαμα, Τυφὼν πυρφόρε, δεινῷ κεραυνῷ Ζηνὸς ἠνθρακωμένε· ὦ νυκτὸς ὄψις καὶ ζοφώδης οὐσία· ὦ βροῦχε σαρκῶν καὶ ψυχῶν ἐρυσίβη, κάμπη λογισμῶν, ἀκρὶς ἐνθυμημάτων, κηφὴν ἀεργὲ καὶ βαρυβρέμων ὄνε· ὦ βορβόρου θύλακε, πήρα σαπρίας, ὦ μισοθύτα, μισογείτων, μισάναξ, φίλυλε, φιλόσαρκε καὶ φιλοτρύφων· ὦ καπνὲ καὶ θύελλα καὶ βαθὺ σκότος, ὦ νεκρὲ τὸν νοῦν, ζῶν δὲ τὴν ὕλην μόνην, ἔμψυχε τύμβε, νεκρόχρωτε τὴν θέαν, ἄψυχε πάντα πλὴν τρυφῆς καὶ κοιλίας· ὦ καὶ νεκρῶν βδέλυγμα, καὶ ζώντων πλέον, δράκον δαφοινὲ ῥηγνύων βλασφημίας, οἴκων φθορεῦ, σύντριμμα καινὸν τοῦ βίου, δύσοδμε κύων, τὴν πονηρίαν ὄφι· ὦ κτῆνος ἀργόν, γῆς δυσαχθὲς φορτίον· ὦ γλῶσσα μὲν πρόχειρε πρὸς βλασφημίαν καὶ χεὶρ ἕτοιμε πρός γε δωροληψίας καὶ ποὺς ἕτοιμε πρὸς φονοδρόμους βλάβας· ὦ κοιλία σφύζουσα πρὸς λαιμαργίαν, ὦ νοῦς ἄνους, ἔννους δὲ πρὸς πονηρίαν· ὦ Μῶμε παμμώμητε, μωκίας γέμων, ἀναιδὲς ὄμμα, παμπόνηρε καρδία, πεπλασμένον φρόνημα, ποικίλη φύσις· ὦ δεινὸν ἦθος, πικρίας πεπλησμένον, ἀλλοπρόσαλλε, διπρόσωπε, ποικίλε, ἀρρητοποιὲ κρυφίων ἐγκλημάτων καὶ μηχανουργὲ πράξεων μισουμένων· ὦ τῶν σιωπῆς ἀξίων πρωτοσπόρε καὶ τῶν ἀύλων πράξεων ἀναιρέτα, γλώσσαλγε καὶ ψίθυρε καὶ ψυχοκτόνε, δίγνωμε καὶ δίμορφε καὶ βροτοφθόρε· ὦ πλάσμα διπλοῦν φύσεων ἐναντίων, ἄνω μὲν ἄρρην καὶ κάτω θηλυδρία, εὐνοῦχε τὸν σίδηρον, ἄρρην τὸν τρόπον, ἄτμητε τὸν νοῦν, ἡμίτμητε τὴν φύσιν· ὦ χεῖλος ἀκρόβυστε καὶ τὴν καρδίαν, τῇ νεκρότητι τῶν τριχῶν τεθαμμένε καὶ τῇ ψιλώσει τῶν καλῶν βεβυσμένε καὶ τῷ ταραγμῷ τοῦ λόγου πεφυρμένε καὶ τοῖς ὀδοῦσι τοῦ φθόνου βεβρωμένε καὶ τῇ νεκρώσει τῶν μελῶν σεσημμένε καὶ ταῖς ἀκίσι τῶν κακῶν τετρωμένε καὶ τοῖς ἐνύλοις εἴδεσι μεμιγμένε, ταῖς ἡδοναῖς δὲ τῶν παθῶν βεβλημένε τῇ διπλόῃ τε τῶν φρενῶν κεκομμένε καὶ τῷ προδήλῳ τῶν κακῶν δεδειγμένε· ὦ γνώσεως ἄμοιρε τῆς τῶν κρειττόνων, μαθημάτων ἄδεκτε τῶν σοφωτέρων, φύσις δὲ πλήρης πνευματουμένων γνάθων γλωττοκρότων τε τεχνῖτα λεξειδίων· ὦ καινὲ ῥῆτορ, γῆθεν ἐκφὺς ἀθρόον, τὰς εὑρέσεις ἄτεχνε καὶ τὰς ἰδέας, τὰς δὲ στάσεις ἔντεχνε τὰς ἀμφιρρόπους καὶ δεινὲ τὴν ἔννοιαν ἢ καὶ τὴν φράσιν· ὦ πρὸς καταδρομὴν μὲν ἢ κοινὸν τόπον θερμουργὲ καὶ πρόχειρε, καχλάζων ὅλος, τοὺς δὲ τρόπους ἄτεχνε τῶν ἐγκωμίων· ὦ γλῶσσα τὴν σφάττουσαν εἰδυῖα φράσιν, δήμων ἀνάπτα, λαομουλτοσυστάτα· ὦ δάκτυλοι πλήττοντες οἷάπερ βέλη καὶ βραχίων δόρατος εἰσβάλλων πλέον καὶ καλαμὶς τέμνουσα πολλῶν καρδίας μέλαν τε τὴν μέλαιναν ἐγγράφον δίκην· ὦ φαρμακὶς δράκαινα, πικρὸν θηρίον, μύραινα δεινὴ καὶ τρυγὼν θαλασσία, ταύρειον αἷμα, πηγνύον, διολλύον, ἰοῦ γέμων θὴρ καὶ δόλου καὶ πικρίας· ὦ κανθαρίς, βδέλλιον ἢ χαμαιλέον, ὦ γραῦς Ἐρινύς, συμφορῶν παραιτία, ὦ νυκτιτυμβάς, φαρμακὶς κεκρυμμένη, οἴκους καπνοῦ πληροῦσα καὶ δυσθυμίας, κακοῦργε καὶ πανοῦργε, δεινὲ τὰς φρένας· ὦ τοῦ σατὰν γέννημα, δαιμόνων φύσις, Τελχίν, Τυφών, Πρίαπε, Σατύρου θέα, Τιτάν, Προμηθεῦ καὶ Κορύβα μητρίσας, Ἰαπετοῦ πρώτιστε καὶ Κρόνου πλέον. Ὦ μυσταγωγὲ Δελφικῶν δεσπισμάτων, ἀρρητοποιὲ Πυθικῶν μυστηρίων· ὦ μάντι δεινῶν, ὦ προφῆτα χειρόνων, ὦ Φοῖβ' Ἄπολλον, ψυχικῶς ἀπολλύων, χρηστηριάζων, ἀλλὰ λοξὰ τῷ βίῳ· ποῦ σοι τρίπους νῦν τῶν προδήλων πλασμάτων, ποῦ χαλκὸς ἠχῶν, ποῦ δὲ Δωδώνης ψόφοι; παρῆλθεν ἡ θύελλα, φροῦδον πᾶν νέφος· χρησμῳδὲ λοξὲ θεσφάτων ἀθεσφάτων, ἡ μάντις ἠσθένησεν αἴφνης σοι δάφνη, ὕδωρ τὸ φωνοῦν ἐψύγη παρ' ἐλπίδα· λεκανόμαντι, πάντα σοι διερρύη· καταφρονῶ σου τῶν ἀθέσμων ὀργίων, τῆς μαντικῆς σου φιάλης καταπτύω· γελῶ σε, κριθόμαντι καὶ σχοινοστρόφε, Ἐρινύος πρόσωπον ἡπατοκτόνου, τὰ νυκτερινὰ φροῦδα μαντεύματά σου· Ἄπολλον, ἐξόλωλας, ἠλέγχθης ὅλος, στέναζε τὴν σὴν συρραγεῖσαν καλύβην· ἔλαμψεν αἰθὴρ ἡλιοβρύτου φάους, ψευδεῖς ὄνειροι, χαίρετ', οὐδὲν ἦτ' ἄρα, Ἄνειμι δ' αὖθις εἰς ἐρωτήσεις, πάτερ, καί μοι πρὸ ταρσῶν στῆθι καὶ σαφῶς λέγε· τίς καὶ πόθεν σε τὸν κατεστυγημένον διδάσκαλον πέπομφε κοινὸν τῷ βίῳ; ἐκ τῆς Σιών τις; ἀλλ' ὅθεν Μωσῆς πάλαι; μῶν οὖν κατεῖδες τὴν βάτον πεφλεγμένην ἄφλεκτα μηνύουσαν ἄρρητον λόγον; ἔγνως τὰ φρικτὰ τῆς ἀπορρήτου θέας, ὡς παρθένος μὲν ἡ βάτος νοουμένη, τὸ πῦρ δ' ὁ Χριστός, τὴν κύουσαν μὴ φλέγων; τίς δ' οὖν ὁ πέμψας ἄγγελον μυστηρίων; δέδοικα, μὴ δαίμων τις ἀνθρωποκτόνος. ἆρ' οὖν ὑπεῖξας ὡς βραδύγλωσσος φύσει ἢ προδραμὼν ἥρπασας οὐ λειτουργίαν, ξένην δὲ παντάπασιν ἀρρητουργίαν; ἐχέγγυον δ' εἴληφας ἢ παρρησίας ἢ τῶν ἐλέγχων ἢ σοφῆς στρατηγίας; τὴν ῥάβδον εἰς ὄφιν τεταμένην, ὕδωρ καθῃμάτωσας, ἤγειρας σκνίπας, τὴν ἡμέραν ἤμειψας εἰς βαθὺν ζόφον; τίς οὖν σε καὶ δέξαιτο καινὸν Μωσέα, ὃς τῶν Μιθαίκων καὶ Σαράμβων τυγχάνεις, δικῶν ταράκτης, συκοφαντῶν προστάτης, συνηγορῶν ἔμμισθα πολλοῦ χρυσίου; Ἔστω δέ, καὶ πέφυκας ἠκριβωμένος τὴν πρακτικὴν ἅπασαν ἢ θεωρίαν, τὸν βαθμὸν ἔγνως τῶν ἀύλων κλιμάκων, ἀνῆλθες ἄχρι τῆς ὑπερτάτης πύλης, τῶν σωμάτων ἔγνωκας αὐτοὺς τοὺς λόγους ἀσωμάτων τε τὰς ὑπερτέρους φύσεις, τό γ' ἕν τε κεκράτηκας ἐν τῇ τριάδι, ἔγνως τὸν ὄντα, τὴν ὑπὲρ νοῦν οὐσίαν. ἀλλ' οὐκ ἐδέξω δημαγωγίαν, πάτερ, οὐδ' εἰς ἔλεγχον δυσσεβούντων ἐστάλης. Σπάρταν λέλογχας, τήνδε καὶ κόσμει μόνην· οὔπω γὰρ εἶ ποὺς οὐδὲ δακτύλου μέρος. μὴ τὴν κεφαλὴν ἡ βάσις ζυγοστάτει· ἕστηκα καὶ πέπτωκα τὠμῷ κυρίῳ, σαυτὸν παρεξέταζε, σαυτὸν ἀκρίβου. ἀγυρτικὴν ἔζησας ἰδέαν βίου, οἰκοτριβῶν, ἄνθρωπος ἠμελημένος, φθορεὺς λογισμῶν ἁπλότητι συγκράτων. ὁ χθὲς κάπηλος σήμερον θεηγόρος; ὁ πρὸ τρίτης βοῦς ἄγγελος νῦν ἀθρόον; ὁ σήμερον πρόχειρος εἰς ἁμαρτίαν πῶς σήμερον πρόχειρος εἰς σωτηρίαν; ὁ νῦν ἀσελγὴς πῶς ἀσελγείας κρίνεις; ἰατρέ, φαρμάκευε τὸν σαυτοῦ βίον· ὕπουλα τἄνδον, ψωριᾷ τὸ σαρκίον, τὸ τραῦμα δῆλον, τηλεφανὴς ἡ λέπρα· κενώσεως δεῖ καὶ συχνῶν καθαρσίων, δεσμῶν βιαίων, τριμμάτων, ἀλειμμάτων. μελαγχολᾷς, ἄνθρωπε, δεινῶς τὰς φρένας. τί συκοφαντεῖς τοὺς ἀνεγκλήτους μάτην λόγους τε πλάττεις καὶ διαπλέκεις δόλους; ἑλλεβόριζε τὴν σεαυτοῦ κακίαν, εἴ πως κενώσεις τοῦ χυμοῦ τὴν οὐσίαν· φρενιτιᾷς γὰρ καὶ νοσεῖς παρρησίαν, εἰπεῖν δὲ μᾶλλον ἀκριβῆ λοιδορίαν. τί μου τὸ κάρφος πρὸς δοκὸν σῶν ὀμμάτων; πρόσχημά σοι πέφυκεν ἡ παρρησία, πρόσχημα καὶ κάλυμμα τῶν πεπραγμένων καὶ κρυπτὸν ἐμπόρευμα καὶ στρατηγία. ἀλλ' οὖν ἐγνώσθης, ἀκριβῶς ἐφωράθης. πόρρω κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα τοὐμοῦ σαρκίου. πάντων καθάπτου, τῶν μακράν, τῶν πλησίον, πτωχῶν πενήτων, πλουσίων εὐδαιμόνων, κριτῶν, στρατηγῶν, ἱεραρχῶν κυρίου, σεπτῶν ἀνάκτων, εὐσεβῶν θυηπόλων, ψυχῶν διαυγῶν, ἀγγέλων, ἀρχαγγέλων. καὶ τοῦ λόγου κάτειπε· καὶ τί σοι λόγος; ἤνεγκα καὶ δάκνοντα πολλάκις κύνα, ἐκαρτέρησα καὶ κτύπους θαλαττίους. λήρει, φλυάρει, παίγνιον τῶν παιγνίων, Μορμώ, Μιμὼ Βριμώ τε καὶ Γιλλὼ πλέον, θεοστυγὲς μίασμα, παμμιγὲς τέρας, σταυρῷ σε πλήττω καὶ καταπλήττω πλέον, πόρρωθεν εἴργω τῆς πρὸς ἡμᾶς εἰσόδου. ἔρρ' εἰς κόρακας, εἰς ἀνηλίους ζόφους, ἀποφθάρητι, στῆθι πόρρω μοι τάχος. φεῦγ' ἐξ ἐμῆς, πάντολμε, μακρὰν καρδίας· ἐπιζυγῶ σοι τὰς ἀκηράτους πύλας. ἀρχιερεὺς ἔσωθεν, εἰκὼν τοῦ λόγου, ὃν δαιμονῶν πέφρικας ὑβρίζων μάτην, σεπτή τε τάξις ἱεραρχῶν κυρίου, ἑξαπτερύγων εἰκονιζόντων τύπους. ἐπυρπολήθης, εἰ προσέλθῃς πλησίον· κατηνθρακώθης, εἰ προσεγγίσῃς ὅλως. μὴ τρῖβε τὸν τρίβωνα καὶ μίαινέ μοι· ῥῖψον, κύον, τάχιστα τὴν ἐπωμίδα. τί κοινόν, εἰπέ, τῷ λύκῳ καὶ κωδίῳ; ἐκτὸς τὸ χρῶμα, ζωγραφούντων ἡ πλάσις. πρόσχημά σοι πένητες, οὓς κατεσθίεις· θὴρ ἔνδοθεν, θὴρ ἀκριβῶς ἐφωράθης. Ἀλλ' ἡ γραφή, φεῦ, τῶν ἰάμβων πρὸς τίνα; ὕβρις δὲ ποία σῇ κατάλληλος φύσει καὶ σκῶμμα ποῖον σῷ κατάλληλον βίῳ; γλώσσης ἐμῆς μίασμα· πλὴν τί καὶ δράσω; καὶ συμφορὰν τίθημι τὴν κωμῳδίαν, εἰ τὸν σὸν αὐτὸς ἐξετάζω νῦν βίον; ὃς ἐν λόγοις γοῦν φείδομαι καὶ δαιμόνων, τὸν Σαββαΐτην οἷα χείρω δαιμόνων τοῖς ἐμμέτροις τέθεικα παίγνιον λόγοις, τὸν ταρσὸν αὐτῷ τοῦ ποδὸς παραξέσας. καί που σὺ καυχήσαιο σαυτὸν σεμνύνων, ὡς τοῖς ἰάμβοις τοῖς ἐμοῖς τεθεὶς γέλως· καὶ Θερσίτης γάρ, εἴπερ ἔζη τῷ βίῳ, οὐκ ἂν ἀπηξίωσε τὴν Καλλιόπην σκώπτουσαν αὐτὸν ἐμμελῶς τοῖς ἐμμέτροις, ἀλλ' ἡδέως ἔστερξε τὴν κωμῳδίαν. προλ