Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
Στίχοι Ἰακώβου τινὸς μοναχοῦ ἀπὸ τῆς μονῆς τοῦ Συγκέλλου κατὰ τοῦ Ψελλοῦ Ὦ δέσποτα Ζεῦ καὶ πάτερ καὶ βακλέα, ὀβριμοβουγάιε καὶ βαρυβρέμων, Ὄλυμπον οὐκ ἤνεγκας κἂν βραχὺν χρόνον· οὐ γὰρ παρῆσαν αἱ θεαί σου, Ζεῦ πάτερ.
22.1.2
Ταῦτα ἀκούσας ὁ Ψελλὸς ἐποίησε κανόνα κατὰ τοῦ αὐτοῦ Ἰακώβου οὗ ἡ ἀκροστιχὶς «Μέθυσον Ἰάκωβον εὐρύθμως ᾄδω, Κώνστας» ᾠδὴ αʹ, ἦχος πλ. δʹ. Ἁρματηλάτην Μέθη καὶ πότος καὶ χορός, Ἰάκωβε,/ ἡ σὴ πανήγυρις, καὶ συμποτῶν κρότοι/ καὶ τρυφαὶ καὶ χάριτες, ὀρχήματα καὶ κύμβαλα/ καὶ βοτρύων ἐκθλίψεις καὶ ῥάγες ληνοβατούμεναι/ καὶ κοιλίαι πίθων πληρούμεναι. Ἐπιποθήσας τὰς τρυφάς, Ἰάκωβε,/ πάσας ἐμίσησας ἀσκητικὰς πράξεις,/ πρῶτον τὴν ἐγκράτειαν, τὴν χαμευνίαν ἔπειτα/ καὶ τὴν σκληραγωγίαν καὶ τὴν εὐχὴν καὶ τὰ δάκρυα/ καὶ τὴν πρὸς θεόν, πάτερ, ἔπαρσιν. Θαυμάτων πέρα ὁ καλὸς Ἰάκωβος,/ ὁ τῆς Συγκέλλου μονῆς· ὡς γὰρ ληνὸς ἄλλη/ δέχεται τοὺς βότρυας, καὶ σφίγγων ἐν τῷ λάρυγγι/ ἀποθλίβει τὸν οἶνον ὥσπερ εἰς πίθον τὸν στόμαχον,/ καὶ μεταγγιζόντων οὐ δέεται. Ὑποχωρεῖ σοι καὶ διψάς, Ἰάκωβε,/ ζῷον ἀκόρεστον, καὶ πυρετὸς φλέγων/ πόσει μὴ σβεννύμενος καὶ ἐμπρησμὸς ἀφόρητος/ καὶ κατάξηρον πέδον· ὥσπερ γὰρ ᾅδης ἢ θάλασσα/ πίνων οὐκ ἐπλήσθης τὸν στόμαχον. ᾠδὴ βʹ. Οὐρανίας ἁψῖδοσ Σταθηρὸς τὴν καρδίαν/ καὶ τὴν ψυχὴν πάντολμος καὶ ἀκαταπτόητος ὤφθης/ ῥοφῶν τὸν ἄκρατον· ὅθεν οὐκ ἔπτηξας/ οὐδὲ ληνοὺς κενουμένους οὐδὲ πίθους ῥέοντας/ ἐν τῇ κοιλίᾳ σου. Ὁ πληρώσας ἀβύσσους/ δημιουργὸς κύριος καὶ τὴν τῆς θαλάσσης κοιλίαν/ μεστώσας ὕδατος σὴν οὐκ ἐπλήρωσε,/ πάτερ, πλατεῖαν γαστέρα· ὡς σωλὴν γὰρ ἅπαντα/ κενοῖς δεχόμενος· Νόμος ἔστι σοι, πάτερ,/ κανονικῶς κείμενος πάντα σου τοῦ βίου τὸν χρόνον/ πίνειν ὡς ἄσαρκος· ὅθεν οἱ ὄρθροι σε/ καὶ μέσαι νύκτες πολλάκις ἔχουσι μεθύοντα/ καὶ γαστριζόμενον. Ἰωνᾶς μείζων, πάτερ,/ νῦν ἐφ' ἡμῖν γέγονας, μένων τῆς ζωῆς σου τὸν χρόνον/ ἐν τῇ τοῦ πίθου γαστρί, καὶ ψάλλων ἄπαυστα/ οὐ τὸ «Ἀνάγαγε», πάτερ, ἀλλὰ τὸ «Κατάγαγε/ εἰς φθορὰν οἴνου με». ᾠδὴ γʹ. Σύ μοι ἰσχύς, κύριε Ἀναπεσὼν/ ὕπτιος ἐπὶ τῆς κλίνης σου καὶ γυμνώσας/ στῆθος καὶ τὸν τράχηλον καὶ τὸν μηρὸν ἄχρι τῆς αἰδοῦς πίνεις ἀνενδότως,/ ἴσως καὶ πέρδεις, Ἰάκωβε, ἐξόδοις τὰς εἰσόδους/ ἐκμετρῶν παραχρῆμα καὶ σκορπίζων κακῶς ἃ συνήγαγες. Κανονικῶς/ πίνεις ὁ μέγας Ἰάκωβος, οἶνον τάξας/ μέλανα καὶ ἄκρατον καὶ μετρητὰς ἀκράτου ποτοῦ κατὰ τὰς αἰσθήσεις/ τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος· τὰς δέκα γὰρ βαπτίζεις/ ἐν ἑνὶ νυχθημέρῳ μηδεμίαν καθαίρων ὁ πάντιμος. Ὤφθης ἐν γῇ/ ἄμπελος, πάτερ, πολύκαρπος, οἶνον στάζων/ πάντοθεν παχύτατον, ἐκ τοῦ λαιμοῦ, ἐκ τῶν ὀφθαλμῶν, ἐκ τῆς κάτω θύρας,/ ἀπὸ παντός σου τοῦ σώματος· ἱδρῶτας γὰρ ἐκχέεις,/ ἀλλὰ μέθην βαρεῖαν ὡς ἀσκὸς διαρρεύσας, Ἰάκωβε. Βέλει τρωθεὶς/ σὺ τὴν καρδίαν ὡς ἔλαφος ἀνενδότως/ τρέχεις ἐλαυνόμενος πάσας πιεῖν οἴνου τὰς πηγάς, ὅλους ἐκροφῆσαι/ ληνοὺς καὶ πίθους, ἀκόρεστε, καὶ στῆσαί σου τὴν δίψαν/ οὐδὲ Νεῖλος ἰσχύει οὐδὲ θάλασσα, πάτερ Ἰάκωβε. ᾠδὴ δʹ. Ἵνα τί με ἀπώσω Οὐ φυτεύσας ἀμπέλους, πάτερ, ἐν τῷ βίῳ σου πολλὰς ἐτρύγησας, οὐδὲ θλίψας βότρυν τοῖς ποσί σου ληνοὺς ὅλους πέπωκας, οὐδὲ ὕδωρ βάλλων/ ἐν τῇ φιάλῃ σου τῆς μέθης ἐκροφᾶς θαυμασίως τὸν ἄκρατον. Νυσταγμὸν σοῖς βλεφάροις οὐδὲ τῇ γαστρί σου ἀνάπαυσιν δέδωκας· πίνεις γὰρ τὰς νύκτας ὡς ἀσώματος, πάτερ Ἰάκωβε, χαίρων τῇ καρδίᾳ/ τῇ ἐργασίᾳ τῆς μέθης καὶ γελῶν ἀκρατῶς εἰς τὸν ἄκρατον. Ἐκ κοιλίας κραυγή σου ἤκουσται, Ἰάκωβε, ἐν τῇ τοῦ πίθου γαστρί, καὶ ὑπήκουσέ σου ὁ τὸν οἶνον ἐκχέων σοι, πάντιμε· πληρωθεὶς γὰρ μέθης/ βορβορυγμούς, ὀξυρεγμίας ὠρυγάς τε ἐκπέμπεις καὶ πνεύματα. Ὑπέταξας τὴν σάρκα, ἐχαλιναγώγησας εἰς τὰ συμπόσια, καὶ ὡς δούλῃ πίθους ἐπεφόρτισας ἀκράτου γέμοντας, καὶ πρὸς πᾶσαν μέθην/ καὶ ἀκρασίαν ἀναγκάζεις, καὶ ὑπείκει σοι, πάτερ Ἰάκωβε. ᾠδὴ εʹ. Ἱλάσθητί μοι Ῥοφήματί σου ἑνὶ/ ἐκένωσας δέκα κύλικας, τῷ πνεύματι δὲ προσθείς,/ ἀσκὸν εἰκοσάμετρον· λείπεται, Ἰάκωβε,/ τὸ στόμα πλατύνας ἐκροφῆσαι καὶ τὴν θάλασσαν. Ὑπείκουσι σταλαγμοῖς/ καὶ σίδηροι καὶ ἀδάμαντες, ῥανίσι δὲ συνεχεῖ/ αἱ πέτραι κοιλαίνονται· τὸν σὸν δὲ ἀκόρεστον/ στόμαχον οἱ πίθοι ἐκκενούμενοι οὐκ ἤμβλυναν. Θυμὸν ὀργῶντα δεινῶς/ σβεννύεις, πάτερ Ἰάκωβε· πληρώσας γὰρ εὐφυῶς/ ἀκράτου τὴν κύλικα τῷ ψυχρῷ φλεγμαίνουσαν/ τὴν ὀργὴν κοιμίζεις καὶ νικᾷς τὰ πάθη, πάνσοφε. Μὴ ἔλθῃς εἰς τὰς ἐμὰς/ ἀμπέλους, πάτερ Ἰάκωβε, μὴ κείρῃς βότρυν ἐμόν, μὴ ληνοβατήσαις μοι· ὡς γὰρ σπόγγος ἄνικμος/ ἀνιμᾷς τὸν οἶνον πᾶσι μέρεσι τοῦ σώματος. ᾠδὴ ςϛʹ. Παῖδες Ἑβραίων Ὤφθης κανὼν καὶ τύπος, πάτερ, τοῖς μεθύουσι,/ μὴ συγκιρνῶν τὸν οἶνον μηδ' ἀμβλύνων αὐτοῦ/ δι' ὕδατος τὸν τόνον, ἀλλ' ὡς ἐρρύη χρώμενος,/ τῶν βοτρύων ἐκθλιβέντων. Στέψον τὴν κάραν σου ταῖς δάφναις, ἐπενδύθητι/ καὶ δέρματα δορκάδων, καὶ τοὺς θύρσους κινῶν/ τῷ Διονύσῳ κράζε· «εὖ ὕις ἄτ [ις], βρόμιε,/ βοτρυοῦχε, ληνοβάτα.» Ἅπτουσαν κάμινον τῆς μέθης κατεπάτησας/ ὡς ἄλλος Ἀζαρίας, καὶ ἀγγέλου χωρὶς/ οὐδ' ὅλως κατεφλέχθης, σβέσας τὴν φλόγα, πάντιμε,/ ἀκράτῳ πολυποσίᾳ. Δάκρυσι πλύνεις σου τὴν κλίνην καὶ βαπτίσματι/ βαπτίζῃ καθ' ἡμέραν· ἡ γαστήρ σου καὶ γὰρ/ τὸν οἶνον μὴ χωροῦσα δι' ὀχετῶν τοῦ σώματος/ ἀποβλύζει τοῦτον, πάτερ. ᾠδὴ ζʹ. Ἑπταπλασίως κάμινον Ὥριμος βότρυς πέφυκεν/ ἡ σὴ ὄψις, Ἰάκωβε, οἴνους διαφόρους πανταχόθεν βλύζουσα, τὸν Χῖον τοῖς ὄμμασι/ τοῖς γνάθοις τε τὸν Πράμνειον καὶ τὸν ἀνθοσμίαν ὀχετοῖς τῶν ὀφρύων, τοῖς χείλεσι τὸν Κεῖον/ καὶ τῷ στόματι, πάτερ, ἡδύοσμον ὀσφρήσει/ καὶ μέλανα τῇ χρόᾳ. Κλινοπετὴς καὶ πάννυχος/ ἐκτελεῖς τὸν κανόνα σου, χαίρων τῇ ἀσκήσει τῆς σαρκός, Ἰάκωβε· ἀσκοὺς γὰρ προθέμενος/ φιάλας τε καὶ κύπελλα, πίνεις ὅλην νύκτα καὶ καυχώμενος λέγεις· οὐκ ἔμιξα τῷ οἴνῳ/ ὥσπερ κάπηλος ὕδωρ, οὐ ψῦχον οὐδὲ ζέον,/ ἀκράτου τούτου σπῶμαι. Ὡς οἰκονόμος πάνσοφος/ νουνεχής τε καὶ φρόνιμος ἀποθησαυρίζεις μετοπώρῳ πάντοτε κεράμια γέμοντα/ οἴνου καλοῦ, Ἰάκωβε, καὶ κατακλιθεὶς ἐπὶ τῆς κλίνης εὐθέως ἀφροντίδι καρδίᾳ/ ἀμερίμνῳ τε βίῳ τὸν χρόνον ὅλον πίνεις·/ ὢ ξένων θαυμασίων. Νέον ἀσκὸν εὐμήχανον/ ἀπειργάσω τὸ σῶμά σου, τάξας εἰσδοχὰς καὶ ἐκβολάς, Ἰάκωβε· καὶ γὰρ εἰσδεχόμενος/ πρηγορεῶνι πέμπεις εὐθύς, καὶ ἐμπιπλαμένη ἡ γαστήρ σου οὐκ ἔστιν· ὡς θάλασσα γάρ, πάτερ,/ ποταμοὺς δεχομένη ἰσόμετρος τυγχάνει/ διὰ μηχανουργίαν. ᾠδὴ ηʹ. Ἐξέστη ἐπὶ τούτῳ Στηρίξας σου τοὺς πόδας/ ἐν τῷ ληνῷ ἐν τοῖς βότρυσιν ἔχεις τὰς χεῖράς σου καὶ τοῖς ἀσκοῖς πέμπεις σου τὸ βλέμμα, πάτερ σοφέ· ἐρείσας δὲ τὸ στόμα σου/ ἐν βαθεῖ κυπέλλῳ πίνεις ὡς βοῦς, οὐδ' ὅλως ἀναπνέων,/ οὐδ' ὅλως ἐπασθμαίνων, ἀλλ' ἀνελκύων ὥσπερ ἄμπωτις. Τὰς τάξεις τῶν ἀγγέλων/ ἐν οὐρανῷ, ἐπὶ γῆς δὲ ἐκπλήττεις ἀνθρώπων ψυχάς, ὅτι τὰ σὰ χείλη ἐναρμόττων ἐν τοῖς ἀσκοῖς ἀπορροφᾷς τὸν ἄκρατον/ βλέπων ὥσπερ ταῦρος τοῖς ὀφθαλμοῖς, καὶ πίνων ἀνενδότως/ ἄχρις ἰλύος, πάτερ, μὴ συγκοπτόμενος τῷ πνεύματι. Ἀσκήσεως κανόνας/ οὐκ ἀναγνοὺς ἀσκητὴς ἀνεφάνης αὐτόματος ἀσκῶν, σοφέ, ἄσκησιν τὴν ὄντως ἀσκητικήν· ἀσκητικῶς γὰρ ἤσκησας/ πίνων ἐν ἀσκήσει πολλοὺς ἀσκούς· ἀσκήσας δὲ ἐν βίῳ/ ἀσκήσεως τοὺς ἄθλους, ἀσκοὺς ἐν βίῳ πάντας εἴληφας. Στεφανοὺς ἐξ ἀμπέλων/ σῇ κορυφῇ ἐπιθήσωμεν, πάτερ Ἰάκωβε, καὶ τοῖς ὠσὶ βότρυας κρεμάσωμεν εὐφυῶς, ἀσκοὺς δὲ τοῦ τραχήλου σου/ κύκλῳ ἐξαρτήσωμεν οἰνηρούς, καὶ κράξωμεν εὐτόνως,/ «ὁ πίνων ἀνενδότως οὕτως πομπεύει καταγέλαστα.» 23 Μηνὶ Νοεμβρίῳ κηʹ Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Συμεὼν λογοθέτου τοῦ Μεταφραστοῦ Στιχηρὰ εἰς τὸ Κύριε ἐκέκραξα ἦχος πλ. βʹ, πρὸς τὸ Ὅλην ἀποθέμενοι Γέρας τὸ λαμπρότατον/ σοῦ καὶ περίβλεπτον ὅψος μεγαλοπρεπέστερον/ ταῖς μεγαλουργίαις σου/ ἀπετέλεσας, καὶ τὴν ἐνεγκοῦσάν σε/ βασιλίδα πόλιν καὶ ἐν τούτῳ βασιλεύουσαν πασῶν τῶν πόλεων/ καὶ ὑπερκειμένην ἀπέδειξας καθ' ὥραν ἐξανθήσασαν/ σὲ τὸν ἀληθῶς περιώνυμον βίῳ τε καὶ λόγῳ/ καὶ πάσαις ταῖς καλλίσταις ἀρεταῖς, τὸ θαυμαστὸν ταύτης γέννημα/ καὶ λαμπρὸν στεφάνωμα. Ὢ τῶν θαυμασίων σου,/ θαυμασιώτατε πάτερ, οἷς σε ἐθαυμάστωσεν/ ὁ ποιῶν θαυμάσια/ μόνος κύριος· ὡς γὰρ ζῶν ἄψαυστον/ σαρκικῶν μίξεων διετήρεις τὸ σαρκίον σου, οὕτως ἐφύλαξας/ τάφῳ τυμβευθὲν ἀπροσπέλαστον τὸ σῶμά σου τὸ ἅγιον/ τῆς ἐπιμιξίας τοῦ ὕστερον τούτῳ συντεθέντος/ ἑτέρου σωματίου ἀπρεπῶς· καὶ μαρτυρεῖ τοῦ ἐκβλύζοντος/ μύρου σου ἡ ἔκλειψις. Σοῦ τοῖς θείοις χείλεσι/ χάρις πολλὴ ἐξεχύθη καὶ σοφίας ἔμψυχον/ τῆς ἀκτίστου γέγονας/ οἰκητήριον· ὡς πυρὸς γλώσσῃ δὲ/ στομωθείς, ὅσιε, ἐν τοῖς λόγοις ὑπερηύγασας, τῶν ἀποστόλων τε/ καὶ τῶν ἀθλοφόρων τὰ σκάμματα καὶ βίον τὸν ἰσάγγελον/ ἀσκητῶν ἑκάστου διέγραψας. καὶ νῦν συνοικήτωρ/ γενόμενος αὐτοῖς ἐν οὐρανῷ τριάδος φῶς τὸ ἀνέσπερον/ βλέπεις ἀγαλλόμενος. Δόξα Ἰδιόμελον, ἦχος πλ. βʹ Ὅσιε πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, διὸ ἐν οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου. τῶν δαιμόνων ἔλυσας τὰς φάλαγγας, τῶν ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. παρρησίαν ἔχων ἐν τῇ μνήμῃ σου εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν. Ἀπολυτίκιον ἦχος πλ. δʹ Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος τῆς οἰκουμένης ὁ φωστήρ, τῶν λογογράφων θεόπνευστον ἐγκαλλώπισμα λύρα τοῦ πνεύματος, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, Συμεὼν πατὴρ ἡμῶν. πρέσβευε Χριστῷ τῷ θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ κανών, ποίημα τοῦ αὐτοῦ Ψελλοῦ, φέρων τὴν ἀκροστιχίδα τήνδε· Μέλπω σε τὸν γράψαντα τὰς μεταφράσεις ᾠδὴ αʹ, πλ. βʹ, Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ Μέλος μοι εὔρυθμον δίδου,/ λόγε θεοῦ, εὐφημεῖν ὁρμήσαντι/ τὸν θεράποντα τὸν σόν, Συμεῶνα τὸν Μεταφραστήν, τὸν κυρίως λογοθέτην ἀξιάγαστον. Ἐξ ὑψωμάτων τῶν θείων καὶ ἐπὶ σὲ πνεῦμα τὸ πανάγιον/ κατελήλυθε, σοφέ, καὶ καρδίαν εὗρε καθαράν, καὶ ἐν σοὶ ἀληθῶς ἐπανεπαύσατο. Λύχνος ὁ νόμος κυρίου/ σοῦ τοῖς ποσὶν ἀπὸ βρέφους γέγονε,/ μελετῶντος ἐν αὐτῷ εὐσεβῶς ἡμέρας καὶ νυκτός, τῆς ἡμέρας ὡς υἱοῦ, καὶ φῶς τοῖς τρίβοις σου. Πόκον σε πάλαι προεῖδεν/ ὁ Γεδεών, ἐφ' ὃν καταβέβηκεν/ ὁ θεὸς ὡς ὑετὸς καὶ τὴν γῆν πεπλήρωκεν αὐτοῦ, μητροπάρθενε ἁγνή, τῆς ἐπιγνώσεως. ᾠδὴ γʹ, Οὐκ ἔστιν ἅγιος ὡς σύ Ὡς πλήρης πνεύματος θεοῦ πληρωτὴς ἀνεδείχθης/ τῶν αὐτοῦ προσταγμάτων· τὸ γὰρ παρὰ τοῦ Χριστοῦ/ ἐμπιστευθέν σοι καλῶς ἐξειργάσω/ τάλαντον, μακάριε. Σοφίας θείας ἐραστὴς ἁπαλῶν ἐξ ὀνύχων/ γεγονώς, θεορρῆμον, περιεπλάκης αὐτὴν/ καὶ τῶν χαρίτων αὐτῆς τῷ στεφάνῳ,/ μάκαρ, ἐστεφάνωσαι. Ἐνδιαπρέψας ἐν ἀρχαῖς ταῖς τῆς κάτω συγκλήτου/ ὡς ἀνὴρ βουληφόρος, τὸ πολίτευμα τὸ σὸν/ ἐκτήσω ἐν οὐρανοῖς καὶ τὴν ἄνω/ σύγκλητον ἐκόσμησας. Τὸν ὑπὲρ φύσιν τοκετὸν τῆς πανάγνου παρθένου/ ὁ σοφὸς λογοθέτης ἀκατάληπτον εἰδὼς/ ἀγγέλοις τε καὶ βροτοῖς ἐκδιδάσκει/ πίστει μόνῃ σέβεσθαι. ᾠδὴ δʹ, Χριστός μου δύναμισ Ὁ πάντων κύριος καὶ πάντων αἴτιος τῶν καλῶν ἐξ ἁπάντων σὲ τὸν σοφόν, μάκαρ, ἐξελέξατο τῶν θεραπόντων τῶν αὐτοῦ/ ἐπαινέτην ἀξιάγαστον. Νοὸς ὀξύτητι καὶ καθαρότητι καὶ λαμπρότητι βίου τὸ νοερόν σε φῶς καθωράισε καὶ ταῖς τῶν λόγων καλλοναῖς/ ὁ θεός σε ἐχαρίτωσεν. Γραφαῖς ἐσχόλαζες ταῖς θείαις, ὅσιε, καὶ ἁγίων τοὺς βίους ἰχνηλατῶν τούτων τὰ παθήματα καὶ τοὺς ἀγῶνας ἐξυμνεῖς/ ταῖς σοφαῖς σου μεταφράσεσιν. Ῥητόρων στόματα, σαλπίγγων ᾄδοντα εὐηχέστερα μέλη, ἀνευφημεῖν ἐπαξίως, ἄχραντε, ἀδυνατοῦσι τοῦ θεοῦ/ σὲ τὸ ὄρος τὸ κατάσκιον. ᾠδὴ εʹ, Τῷ θείῳ φέγγει σου, ἀγαθέ Ἀνατολῆς ἥλιε, Χριστέ, τῆς δικαιοσύνης τῶν ψυχῶν, ὁ φωτισμὸς τῶν ὑμνούντων σε, τοῦ Μεταφραστοῦ σου ταῖς παρακλήσεσι τὸν ζόφον τῆς ψυχῆς μου/ λῦσον ὡς εὔσπλαγχνος. Ψυχωφελεῖς καὶ ἐπιτερπεῖς καὶ σωτηριώδεις τοῖς πιστοῖς λόγους, θεόφρον, συντέθεικας, ζῆλον πρὸς ἀνδρείαν, ἀρετῆς μίμησιν, τῶν εὖ βεβιωκότων/ τὰ ὑπομνήματα. Ναὸς καὶ θρόνος καὶ κιβωτὸς τοῦ παμβασιλέως καὶ θεοῦ σὺ εἶ, πανύμνητε δέσποινα, μόνη θεστόκε, τὸ ἱλαστήριον ἡμῶν τῶν προσφευγόντων/ ὑπὸ τὴν σκέπην σου. ᾠδὴ ϛʹ, Τοῦ βίου τὴν θάλασσαν Τὸ πρῶτόν σου σύγγραμμα ἐκ προνοίας θεϊκῆς/ καὶ ὁμιλίας γέγονε τοῦ ἱεροῦ πρεσβύτου καὶ μοναστοῦ, Συμεὼν θεσπέσιε, ὃν ἐν Πάρῳ τῇ νήσῳ τεθεώρηκας. Ἀξίως ἐξύμνησας τῆς Λεσβίας τὰ λαμπρὰ/ καὶ θεῖα ἀγωνίσματα Θεοκτίστης τῆς ὄντως ἀγγελικόν, μικροῦ καὶ ἀσώματον, τελεσάσης πανσόφως τὸ πολίτευμα. Τὰ ἄδηλα, κύριε, καὶ τὰ κρύφια τῷ σῷ/ θεράποντι ἐδήλωσας τῆς σῆς σοφίας ἄβυσσον οἰκτιρμῶν, δεικνὺς τὰ ἐλέη σου καὶ δοξάζων τοὺς πίστει σε δοξάζοντας. Ἀνάγαγε, κύριε, ἐκ βυθοῦ με τῶν κακῶν/ πρεσβείαις τῆς τεκούσης σε καὶ τοῦ ὁσίου, δέσποτα, Συμεών, τοῦ σε θεραπεύσαντος διὰ βίου καὶ λόγου, πολυέλεε. Κοντάκιον ἦχος βʹ, Τὰ ἄνω ζητῶν Ἀμέμπτως ἐν γῇ,/ σοφέ, πολιτευσάμενος τῶν ἐν οὐρανοῖς/ ἁγίων τὰς λαμπρότητας κατιδεῖν ἠξίωσαι/ καὶ πανσόφως τούτους ἐξύμνησας. σὺν αὐτοῖς Χριστῷ τῷ θεῷ μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν. Ὁ οἶκοσ Μελῳδικῶς πιστοὶ συνελθόντες εὐφημήσωμεν πάντες ἐπαξίοις ᾠδαῖς τὸν μέγαν θεοῦ θεράποντα Συμεῶνα, τὸν ἅγιον λογοθέτην,/ ὃν ἡ Χριστοῦ ἐκκλησία φωστῆρα πεπλούτηκεν ἐπὶ γῆς τοῖς διδασκάλοις πατράσιν ἐκλάμψαντα· σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ φωτός τε ἀιδίου πληρούμενος συγχαίρει πρεσβεύων ὑπὲρ πάντων ἡμῶν. ᾠδὴ ζʹ, Δροσοβόλον μὲν τὴν κάμινον Στηλιτεύονται καὶ δαίμονες καὶ τύραννοι, μάρτυρας καὶ ὁσίους Χριστοῦ οἱ κολάσαντες ταῖς σοφαῖς σου, μάκαρ, συγγραφαῖς. πιστῶν μελῳδεῖ δὲ ἡ πληθύς· Εὐλογητὸς εἶ, ὁ θεὸς/ ὁ τῶν πατέρων ἡμῶν. Μεταφράσεις ὠνομάσθησαν οἱ λόγοι σου, τρισμάκαρ, καθηδύνοντες νοῦν ἡμέτερον ὑπὲρ μέλι καὶ τὸν γλυκασμὸν τοῖς χείλεσι στάζοντες βοᾶν· Εὐλογητὸς εἶ, ὁ θεὸς/ ὁ τῶν πατέρων ἡμῶν. Ἐπαινέσει γενεὰ κατὰ τὸν ψάλλοντα καὶ γενεὰ τοὺς λόγους τοὺς σοὺς ὡς ἐξᾴδοντας τὰ θαυμάσια τὰ τοῦ θεοῦ καὶ μέλπειν προτρέποντας ἡμᾶς· Εὐλογητὸς εἶ, ὁ θεὸς/ ὁ τῶν πατέρων ἡμῶν. Τὴν καλὴν ἐν γυναιξί σε καὶ πανάμωμον μητέρα τοῦ θεοῦ οἱ πιστοὶ ἱκετεύομεν ἐνεστώσης ῥύσασθαι ἡμᾶς κακίας τοῦ ψάλλειν ἐμμελῶς· Εὐλογημένη ἡ θεὸν/ σαρκὶ κυήσασα. ᾠδὴ ηʹ. Ἐκ φλογὸς τοῖς ὁσίοισ Ἁπασῶν ἡ λαχοῦσα/ ἄρχειν τῶν πόλεων σὲ προήνεγκε θεῖον/ καρπόν, μακάριε, τρέφοντα αὐτὴν/ μυστικῶς καὶ ποτίζοντα νέκταρ ἀμβροσίας/ ψυχῶν εἰς σωτηρίαν. Φυτουργὸν ἐγκρατείας/ καὶ βίου σώφρονος, γεωργὸν εὐσεβείας/ καὶ θείας πίστεως, γνώσεως βυθὸν/ καὶ πηγὴν κατανύξεως πάντες σε τιμῶμεν,/ Συμεὼν λογοθέτα. Ῥητορεύων τὰ θεῖα/ θέλγεις τὸ πλήρωμα τῆς σεπτῆς ἐκκλησίας,/ θεομακάριστε, καὶ διανιστᾷς/ ἀρετῆς πρὸς τὴν μίμησιν τῶν ἐν εὐσεβείᾳ/ καλῶς τελειωθέντων. Ἁγιάσματος θείαν/ κιβωτὸν ἔχοντες, θεοτόκε παρθένε,/ σὲ τὴν χωρήσασαν πανυπερφυῶς/ τὸν θεὸν τὸν ἀχώρητον, ἀνυμνολογοῦμεν/ πιστοὶ εἰς τοὺς αἰῶνας. ᾠδὴ
22.2.1
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον Σεμνῶς βιώσας πρὸς τὸν ποθούμενον εἰρηνικῶς, μάκαρ, ἐξεδήμησας κύριον, κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ὁ κλεινὸς Στέφανος τελειοῦται/ ὁ ὁσιόμαρτυς, ᾧ καὶ συνεστέφθης εὐκλεῶς/ καὶ συνδεδόξασαι. Ἐκ γῆς ἀπαίρουσα πρὸς οὐράνια ἡ ἱερὰ ψυχή σου, θεοφόρε, σκηνώματα, ἀγαλλόμενον εἶχε τὸ πρόσωπον, βλέπουσα τοὺς ἁγίους/ αὐτῇ συγχαίροντας καὶ πρὸς ὑπερκόσμιον ζωὴν/ ταύτην προπέμποντας. Ἰδοὺ συνήφθης ἁγίων τάγμασι πατριαρχῶν, μαρτύρων, ἀποστόλων ὁσίων τε προφητῶν καὶ διδασκάλων καὶ ἱεραρχῶν· οἷσπερ καὶ συγχορεύων,/ μακαριώτατε, μέμνησο πρὸς κύριον ἡμῶν/ τῶν εὐφημούντων σε. Σιὼν ἁγία, θεοχαρίτωτε, πόλις θεοῦ καὶ κατωχυρωμένον παλάτιον, τὴν πασῶν βασιλεύουσαν πόλεων ἐν σοὶ ἀνακειμένην/ ταύτην περίσῳζε τοῦ Μεταφραστοῦ ταῖς ἱεραῖς,/ κόρη, δεήσεσιν. Εἰς τοὺς αἴνους ἦχος δʹ, Ὡς γενναῖον ἐν μάρτυσιν Εὐγενοῦς ἀνεβλάστησας/ ῥίζης ῥόδον κατέρυθρον βεβαμμένον χάρισι/ ταῖς τοῦ πνεύματος καὶ τοὺς πιστοὺς εὐωδίασας/ ὀσμαῖς συγγραμμάτων σου, ἀποστόλων, ἀθλητῶν/ καὶ ὁσίων τὰ σκάμματα συνταξάμενος·/ ὧν καὶ σύστοιχος ὤφθης, θεοφάντορ Συμεών,/ τρυφῆς ἐν χλόῃ τῇ ἀειδρόσῳ σκηνούμενος. Γραφικῶς ἐξεχύθη σοι,/ Συμεών, ἐν τοῖς χείλεσι τοῦ ἁγίου πνεύματος/ χάρις ἄρρητος· διὸ τὸν μάτην καυχώμενον/ πλοκαῖς διαλέξεων ἐξελέγξας ταπεινοῖς·/ ὡς καλάμη γὰρ γέγονε κατὰ πρόσωπον/ τοῦ πυρὸς τεφρουμένη καὶ σὲ μᾶλλον/ μεγαλύνων ἀνεδείχθη, φρίξας νοός σου τὴν δύναμιν. Ὡς θεράπων γενόμενος/ τοῦ θεοῦ ἐκ τῶν ἔργων σου, ὡς ἁγίων σύσκηνος/ οὓς ἀνύμνησας, ὡς παρρησίαν κτησάμενος/ ἁγνείᾳ τοῦ βίου σου, θεορρῆμον Συμεών,/ τῶν ὑμνούντων σε μέμνησο, τὸ φιλάγαθον/ τῆς ψυχῆς σου δεικνύων, ἵνα πάντες/ τοῦ θεοῦ φιλανθρωπίᾳ πταισμάτων ἄφεσιν εὕρωμεν. Βίον ἔνθεον κατορθώσας θεωρίᾳ τὴν πρᾶξιν κατεκόσμησας, Συμεὼν παμμακάριστε· τὴν γὰρ σοφίαν φιλήσας ἔρωτι θείῳ ἐκ στόματος τοῦ πνεύματος τὴν χάριν κατεπλούτησας. καὶ ὡς κηρίον μέλιτος τὸν γλυκασμόν σου τῶν λόγων ἀποστάζων ἡμῖν εὐφραίνεις νοήμασι θείοις τὴν ἐκκλησίαν τοῦ Χριστοῦ. διὸ ἐν οὐρανοῖς ἐμφιλοχρωρῶν αὐλιζόμενος ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε τῶν ἐκτελούντων τὴν μνήμην σου. Προκείμενον τοῦ ἀποστόλου· Θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ (πς. 67, 36). Ἐν ἐκκλησίαις (πς. 67, 27). Πρὸς Κορινθίους ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα· Ἀδελφοί, ἑκάστῳ δίδοται... βούλεται (ξορ. 12, 7– 11). Τὸ εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον· Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὑμεῖς ἐστε... τῶν οὐρανῶν (ματτη. 5, 14– 19).