Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Τοῦ ὑπάτου τῶν φιλοσόφων κυροῦ Μιχαὴλ τοῦ Ψελλοῦ παράφρασις διὰ στίχων ἰαμβικῶν εἰς τὸν κανόνα τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Μαϊουμᾶ ἐπισκόπου, ὃν ἐκεῖνος συντέθεικε ψάλλεσθαι τῇ ἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ ᾠδὴ αʹ, Τμηθείσῃ τμᾶται πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται Πόντος μέλας πρὶν τέμνεται τετμημένῃ ξηραίνεται δὲ κυματοτρόφον βάθος. βυθὸς δ' ὁμοῦ τάφος τε καὶ καινὴ βάσις, Αἰγυπτίοις τάφος μέν, Ἑβραίοις βάσις. ᾠδὴ δὲ τοῖς σωθεῖσιν ἐμμελεστάτη ἐκ τῶν νοητῶν ἐκροτεῖτο κρουμάτων· ἔνδοξος ὄντως ὁ πλάσας ἡμᾶς λόγος, καὶ θαυματουργῶν νῦν δεδόξασται πλέον. ἡ πανταιτία καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος σοφία τοῦ θεοῦ Ὁ τοῦ πατρὸς δύσφραστος ἐν γνώσει λόγος, ἡ τῶν ἀπείρων κτισμάτων πανταιτία, ἡ πᾶσιν ἐμπνέουσα πνεύματος χύσιν, ἔμψυχον οἶκον ἐξ ἀπειράνδρου κόρης λόγοις ἑαυτοῦ δημιουργεῖ πανσόφοις· ναὸν δὲ τὸ πρόσλημμα ποιήσας ξένως ἔνδοξός ἐστι καὶ δεδόξασται πλέον. μυσταγωγοῦσα φίλους ἑαυτῆς τὴν ψυχοτρόφον ἑτοιμάζει Ἡ γνῶσις αὐτὴ τῶν ἀπορρήτων λόγων, ὁ τῶν πατρῴων ἄγγελος βουλευμάτων, ὡς οἷα μύστας μυσταγωγῶν τοὺς φίλους τὸ σῶμα μὲν τράπεζαν ὡς ψυχοτρόφον, τὸ δ' αἷμα κιρνᾷ νέκταρ ἡδῦνον φρένας. ἀλλὰ πρόσελθε καὶ βόησον ἐμφρόνως· ὁ Χριστὸς ἡμῶν, ἡ λύτρωσις, ἡ χάρις, ἔνδοξος ὢν πρὶν νῦν δεδόξασται πλέον. ἀκουστισθῶμεν πάντες οἱ πιστοὶ συγκαλουμένησ Λόγου βοῶντος, γνώσεως κεκρυμμένης ἅπαντας ἡμᾶς συγκαλούσης ἐνθέως ἀνοιγέτω πᾶς ὦτα τοῖς λαλουμένοις· παγκόσμιον κήρυγμα τῇ καινῇ κτίσει. ὁ Χριστὸς αὐτός, ἡ νοητὴ θυσία, γεύσασθε, φησί, τῶν ἐμῶν νῦν θυμάτων καὶ γνόντες εὐλογεῖτε τὸν τεθυμένον· ἔνδοξος ὢν πρὶν νῦν δεδόξασται πλέον. ᾠδὴ γʹ, Κύριος ὢν πάντων καὶ κτίστης θεός, τὸ κτιστὸν ὁ ἀπαθὴς πτωχεύσασ Ἄκτιστος ὤν, κτίστης δὲ πάσης οὐσίας, τὸ κτιστὸν ἐπτώχευσας ὕστερον, λόγε, τὸν δουλικὸν χοῦν προσλαβὼν ὁ δεσπότης. τὸ πάσχα δ' αὐτὸς τυγχάνων ἀποστόλοις, οἷς καὶ θανεῖν ἔμελλες ὡς εὐεργέτης, καινὴ προήχθης οἷα θύτης θυσία, φαγεῖν κελεύων σῶμά σου ψυχοτρόφον στερράν τε ποιῶν τὴν ἐκείνων καρδίαν. ῥύσιον παντὸς τοῦ βροτείου γένους τὸ οἰκεῖον, ἀγαθέ Κρατῆρα πλήσας γνωστικῆς εὐθυμίας τὴν σὴν γλυκεῖαν αἱματόρρυτον πόσιν, ἁμαρτίας κάθαρσιν, ἀγνοίας λύσιν, τῶν σῶν μαθητῶν ἐγχέεις ταῖς καρδίαις, ἑαυτὸν αὐτὸς ἱερουργῶν τοῖς φίλοις ὡς οἷα θύτης, ἀλλ' ὁμοῦ καὶ θυσία, φαγεῖν κελεύων σῶμα σὸν ψυχοτρόφον στερράν τε ποιῶν τὴν ἐκείνων καρδίαν. ἄφρων ἀνήρ, ὃς ἐν ὑμῖν προδότης, τοῖς οἰκείοις μαθηταῖσ Γνώστης ὑπάρχων τοῦ κεκρυμμένου δόλου τοῖς σοῖς προεῖπας ἐμφανῶς ἀποστόλοις· ἄφρων τις ὑμῶν καὶ φονουργὸς τυγχάνων οὐ γνώσεται τὸ πάσχα τοῦ σωτηρίου, ἀλλ' ἐμφαγών με μέχρι τῶν ὁρωμένων οὐ μὴ συνήσει τὴν νοητὴν θυσίαν· ὅμως ὑμεῖς μενεῖτε τοῖς ἐμοῖς λόγοις στερράν τέ μοι λήψεσθε πίστιν τοῦ λόγου. ᾠδὴ δʹ, Προκατιδὼν ὁ προφήτης τοῦ μυστηρίου σου τὸ ἀπόρρητον Τὴν σὴν κένωσιν ὁ προφήτης προβλέπων σαρκώσεώς τε τοὺς ἀπορρήτους λόγους προφητικοῖς εἴρηκεν ἐνθέως λόγοις· ἔθου κραταιὰν ἀγάπησιν ἰσχύος καὶ πατρικὴν νόησιν, οἰκτίρμον πάτερ, τὸν σὸν κραταιὸν υἱὸν ἠγαπημένον ἱλασμὸν ἡμῖν τοῖς ἀπωσμένοις πάλαι καὶ πταισμάτων δοὺς λύτρον ἡμαρτηκόσιν. ἐπὶ τὸ πάθος τὸ πᾶσι τοῖς ἐξ Ἀδὰμ πηγάσαν ἀπάθειαν Ἰὼν ὁ Χριστὸς εἰς ἑκούσιον πάθος τὸ πηγάσαν ἅπασι τὴν καινὴν χάριν τοῖς σοῖς μαθηταῖς εἶπας, ἀλλ' ἀποκρύφως, συνεστιαθῆναί σε βούλεσθαι λίαν τὸ πάσχα τὸ ζῶν οἷα καινοῖς συμπόταις, ὡς οἷα μάρτυς μάρτυσι, θύταις θύτης· εἰς τοῦτο καὶ γὰρ ἐξεπέμφθην πατρόθεν, ὑμῖν ἐμαυτὸν θυσιάσαι τοῖς φίλοις. μεταλαμβάνων κρατῆρος τοῖς μαθηταῖς προεῖπας, ἀθάνατε Ὡς ἑστιάτωρ τοῖς φίλοις καὶ συμπόταις σπῶν τοῦ κρατῆρος τοῦτο νῦν τέλος λέγεις κοινῆς τραπέζης καὶ προσύλων βρωμάτων· ἤδη γὰρ ἔσχεν ἡ παρουσία τέλος. ἀφέξομαι δὲ καὶ νομίμου θυσίας, αὐτὸς δὲ καινὴ θυσία ψυχοτρόφος γενήσομαι σύμπαντι τῷ βροτῶν γένει· ἧκον γὰρ ἐξίλασμα τούτοις πατρόθεν. πόμα καινὸν ὑπὲρ λόγον ἐγώ φημι ἐν τῇ βασιλείᾳ μου Μυστηρίων ἄρρητα τοῖς φίλοις βάθη ὁ κηδεμὼν εἴρηκας ἀρρήτοις λόγοις, κοινῆς μὲν αὐτοῖς οὐ μετασχεῖν ἑστίας, καινὸν δὲ τούτοις συμπιεῖν λόγου πόμα, κοινωνὸς αὐτοῖς τῶν ἀπορρήτων μένων καὶ συνθέωσιν τὴν βασιλείαν λέγων, σὺ μὲν προὼν ἄρρητος ἀρχὴ καὶ λόγος, θεοῖς δὲ τούτοις ἐν μεθέξει συμμένων. ᾠδὴ εʹ, Τῷ συνδέσμῳ τῆς ἀγάπης συνδεόμενοι οἱ ἀπόστολοι Δεσμοῖς ἀγάπης οἱ μαθηταὶ τοῦ λόγου δεσμούμενοι κάλλιστα τῷ κοινῷ πόθῳ συνημμένοι τε τῷ θεῷ καὶ δεσπότῃ κοινῶς ἀπερρύπτοντο σὺν τρόμῳ πόδας, εὐαγγελικῶν δογμάτων ταχυδρόμους καὶ πίστεως ἔχοντες ὡραίας βάσεις, εὐάγγελοι κήρυκες ὄντες τοῦ λόγου. ἡ τὸ ἄσχετον κρατοῦσα καὶ ὑπέρροον ἐν αἰθέρι ὕδωρ Χεὶρ ἡ κρατοῦσα τῶν ὅλων τὴν οὐσίαν πηγάς τε τὰς ἄνωθι τὰς ὑπερρόους καὶ τὰς κάτωθι τῶν ἀβύσσων συστάσεις καὶ τῆς θαλάσσης τὰς ῥοώδεις ἐκχύσεις μέρος τι τούτων τῷ πλυνῷ παρεγχέει, πόδας ἀποπλύνει δὲ δούλων δεσπότης. μαθηταῖς ὑποδεικνύων ταπεινώσεως ὁ δεσπότης τύπον Τύπον μαθηταῖς δεικνύων ὁ δεσπότης ταπεινότητος πνεύματός τε μετρίου ὁ πάντα δεσμῶν ζώννυται τῷ λεντίῳ· ᾧ πάντα κάμπτει κάμπτεται νῦν τὸν πόδα, πλύνει τε χερσὶ τῶν μαθητῶν τοὺς πόδας αἷς ἡ πνοὴ σύμπασα τῶν ποιημάτων. ᾠδὴ ϛʹ, Ἄβυσσος ἐσχάτη ἁμαρτημάτων ἐκύκλωσέ με Ἄβυσσος ἐσχάτη με κυκλοῖ πταισμάτων, καὶ τὸν κλύδωνα μὴ φέρων τῶν ῥευμάτων ὡς πρὶν Ἰωνᾶς νῦν βοῶ σοι τῷ λόγῳ· ῥῦσαι φθορᾶς με καὶ ζάλης καὶ πνευμάτων. κύριον φωνεῖτε, ὦ μαθηταί, καὶ διδάσκαλόν με Στοιχεῖν μαθητὴς οἶδε τῷ διδασκάλῳ. τοῖς οὖν μαθηταῖς ὡς διδάσκαλος λέγω· μιμεῖσθε πάντες τὸν τύπον τῶν πρακτέων, ὦν αὐτὸς ἦρξα πρακτικαῖς συμβουλίαις. ῥύπον τις μὴ ἔχων ἀπορρυφθῆναι οὐ δεῖται πόδασ Ἐκτὸς μολυσμῶν οὐ καθαίρεται πόδας ὑμεῖς διαυγεῖς ὡς μαθηταὶ καὶ φίλοι, ἀλλ' εἷς ἀφ' ὑμῶν τὴν ῥοπὴν τῆς καρδίας εἰς θηριώδεις ἐκφέρει φονουργίας. ᾠδὴ ζʹ. Οἱ παῖδες ἐν Βαβυλῶνι καμίνου φλόγα οὐκ ἔπτηξαν Τὴν Περσικὴν κάμινον ἑπταπλασίως καυθεῖσαν οὐκ ἔπτηξαν οἱ νεανίαι· ἡγούμενοι δὲ τὴν πυρὰν ὥσπερ δρόσον ἔψαλλον ἡδύφωνον ᾆσμα τῷ λόγῳ, ὡς εὐλογητὸς τῶν ὅλων ὁ δεσπότης. νευστάζων κάραν Ἰούδας κακὰ προβλέπων ἐκίνησεν Ἔσεισε νεύων τὴν φονοσκόπον κάραν πλέκων Ἰούδας τὸν φόνον τοῦ δεσπότου, ζητῶν ἐφευρεῖν προσφυῶς εὐκαιρίαν Χριστὸν προδοῦναι τὸν κριτὴν κατακρίτοις, ὅς ἐστι πάντων καὶ θεὸς καὶ δεσπότης. μεθ' ὅστις ἐμοῦ τὴν χεῖρα τρυβλίῳ βάψει θρασύτητι Σημεῖον εἶπας τοῖς ἐρωτῶσι φίλοις τῆς τοῦ μαθητοῦ μηχανουργίας, λόγε, τὴν χεῖρα τοῦ βάψαντος ἐν τῷ τρυβλίῳ· ᾧ μὴ προσελθεῖν τοῦ βίου ταῖς εἰσόδοις κρεῖττον τέθεικας λαμπροτήτων μυρίων. τοῦτον δ' ἐδήλους ὅσπερ ἦν φονοδρόμος πάντων ὁ πλάστης καὶ θεὸς τῶν πατέρων. ᾠδὴ ηʹ, Νόμων πατρῴων οἱ μακαριστοὶ ἐν Βαβυλῶνι νέοι Νόμων πατρῴων Ἰσραηλῖται νέοι ἐν Περσικῇ γῇ φύλακες δεδειγμένοι κατέπτυσαν μὲν τοῦ τυραννοῦντος λόγων, στερροὶ δὲ τυγχάνοντες ὄντως τὴν φύσιν τὸ παμφάγον πῦρ ἐκπεφεύγασι μόνοι, ἐπάξιον δὲ τῷ κρατοῦντι δεσπότῃ ἔμελπον ὕμνον κρούμασι ψυχοκρότοις· τῷ δημιουργῷ πᾶσα μελπέτω κτίσις. οἱ δαιτυμόνες οἱ μακαριστοὶ ἐν τῇ Σιὼν τῷ λόγῳ Τῷ μυσταγωγῷ τῶν ἀληθῶν δογμάτων προσκαρτεροῦντες οἱ μαθηταὶ τῷ λόγῳ ὡς οἷα μύσται τῶν ἀπορρήτων λόγων ἐν τῇ Σιὼν εἵποντο συγκεκλημένοι, ἄρνες καθώσπερ τῷ νοητῷ ποιμένι. συνεστιαθέντες δὲ τὸν θεῖον λόγον θεῷ προσῆγον ἐμμελῆ συμφωνίαν· σύμπασα τὸν κτίσαντα μελπέτω κτίσις. νόμου φιλίας ὁ δυσώνυμος Ἰσκαριώτης γνώμῃ Θεσμῶν ἀληθοῦς καὶ φίλης κοινωνίας ἑκὼν Ἰούδας δυσμενὴς λελησμένος οὓς χερσὶν ἐξένιψε δεσπότης πόδας τούτοις κατ' αὐτοῦ πρὸς φονουργίαν τρέχει· τὸ σὸν δὲ σῶμα μυστικῶς κατεσθίων σοὶ πτέρναν ἦρεν ὕβρεως τῷ δεσπότῃ, μὴ γνοὺς μελῳδεῖν· εὐλογείτω τὸν λόγον ἡ τῷ λόγῳ παγεῖσα τῶν ὄντων κτίσις. ἐδεξιοῦτο τὸ λυτήριον τῆς ἁμαρτίας σῶμα ὁ ἀσυνείδητοσ Ἐδεξιοῦτο σῶμά σου ψυχοτρόφον ἁμαρτιῶν κάθαρσιν ἀγνώμων λάτρις· ἐδεξιοῦτο καὶ πόμα ζωηφόρον, τῶν αἱμάτων σου τοὺς καθαρσίους λύθρους. ἀλλ' ἦν ἀναιδὴς καὶ πιπράσκων καὶ πίνων καὶ τοῖς πονηροῖς μὴ προσοχθίζων τρόποις, οὐδ' αὖ συνῆκεν ἐκβοᾶν· τὸν δεσπότην ἡ τῶν βροτῶν σύμπασα μελπέτω κτίσις. ᾠδὴ θʹ, Ξενίας δεσποτικῆς καὶ ἀθανάτου τραπέζησ Τοῦ κήρυκος βοῶντος ὡς ὁ δεσπότης εἰς ὑπερῴους χαμόθεν ἤρθη τόπους κοινῇ πρὸς αὐτὸν συνδραμόντες εὐτόνως ἄνω κάτωθεν ἐν τρόποις ὑπερτάτοις θείας τραπέζης συμμετάσχωμεν, φίλοι. ἄπιτε, τοῖς μαθηταῖς ὁ λόγος ἔφη, τὸ πάσχα Τὸ πάσχα, φησὶ τοῖς μαθηταῖς ὁ πλάσας, θύειν τὸ θεῖον εἰς ὑπέρτατον τόπον, ᾧ νοῦς ἔνεστι τοῖς ἐμοῖς μύσταις ξένως, ἑτοιμάσατε γνωστικαῖς θεωρίαις, ἐξ ἀζύμου μὲν τῆς ἀληθείας λόγου, στερρᾷ δὲ πήξει τῇ βάσει τῶν δογμάτων. δημιουργὸν ὁ πατὴρ πρὸ τῶν αἰώνων σοφίαν γεννᾷ, ἀρχήν Λόγον με πλάστην τῶν ἀπείρων κτισμάτων γεννᾷ πατὴρ πρίν, πλὴν πρὸ αἰώνων ὅλων, ἀρχὴν ὁδῶν ἄναρχον ἀγνώστων λόγον. γεννᾷ μὲν οὕτως, εἶτα καὶ κτίζει πάλιν εἰς ἔργα ταῦτα τῶν γε νῦν τελουμένων. λόγος γὰρ ὢν ἄκτιστος ἄρρητος μόνος φωνὰς λέγω πως οὗ προσείλημμαι γένους. ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ, οὕτω θεὸς τῷ τρόπῳ Ὥσπερ βροτὸς πέφυκα καὶ θεὸς πέλω, οὕτω θεὸς πέφυκα καὶ βροτὸς μένω· ὑπόστασις γάρ εἰμι σύνθετος μία. ἀλλ' ὥσπερ ὢν ἄνθρωπος ὁ πλάστης λόγος φύσει τὸ πᾶν πέφυκα μηδὲν φαντάσας, οὕτω θεὸς πέφυκε τὸ πρόσλημμά μου. οὗτος γάρ ἐστιν ἀντιδόσεως τρόπος· εἴληφεν ὡς δέδωκεν, εἶτ' ἀντιστρόφως δέδωκεν ὡς εἴληφεν. ἰσότης φίλη· ἐκεῖνο τοῦτο, τοῦτ' ἐκεῖνο τῇ φύσει, ἄμφω τὸ κοινόν, ἓν δ' ὁμοῦ τε καὶ δύο. εἷς εἰμι τοίνυν, τὰς φύσεις μὴ συγχέας, ἐξ ὧν, ἐν οἷς πέφυκα, τὸ κρεῖττον δ', ἅπερ. τὸ μὲν γὰρ ἐξ ὧν ταῦτα συγχεῖ πολλάκις, ὥσπερ τὸ σῶμα τὰς συνελθούσας φύσεις (οὐ πῦρ γάρ ἐστιν, οὐκ ἀήρ, οὐδ' ἄλλό τι)· τὸ δ' αὖ ἐν οἷς τρίτον τι τούτων τυγχάνει· ὃ δ' οὖν ἅπερ πέφυκε, ταῦτα τυγχάνει. ἅπερ κἀγὼ πέφυκα φύσεως λόγοις, θεὸς βροτὸς τέλειος, εἷς ἄμφω μόνος.