Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1.1
Στίχοι τοῦ αὐτοῦ Τοῖς ἓν πνέουσι καὶ συνουσιωμένοις, συγκλητικοῖς, ἄρχουσι τῆς ἐκκλησίας, Βάρδαις Προκοπίοις τε, Κιννάμοις πλέον, ὀστιαρίοις ὑπομιμνήσκουσί τε, κλητοῖς ἀκλήτοις, γνωρίμοις ἀνωνύμοις, πρώτοις μεγίστοις, ἐσχάτοις παρεσχάτοις, ἐμοῖς ἀδελφοῖς καὶ φίλοις καὶ συντρόφοις, τὰ πάντα μίγδην τοῖς ὁμοῦ μεμιγμένοις. οὐ γὰρ διαιρεῖν βούλομαι τὰς ἀξίας οὐδὲ φθόνου πρόσκομμα γίνεσθαι θέλω· εἷς εἰμι καὶ κάτοιδα δεσπότην ἕνα καὶ πάντας ὑμᾶς ὡμογνωμονηκότας.