Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1.1
Τοῦ Ψελλοῦ εἰς τὸν ἅγιον Γεώργιον. Ὡς στερρός, ὡς ἄτρεστος, ὡς ὑπὲρ φύσιν ἀθλητικοὺς ἤνεγκας εὐψύχως πόνους, Γεώργιε κράτιστε, μαρτύρων κλέος. πυρὸς κατεφρόνησας ἐμπύρῳ ζέσει, ὑγρᾶς κατεκράτησας ὡς πῦρ οὐσίας, κρείττων ἐφάνης καὶ τομῆς καὶ μαστίγων. ὡς θῦμα δεκτὸν τῷ θεοῦ, μάρτυς, λόγῳ τομὴν ὑπέστης καὶ σφαγὴν μαρτυρίου. ταῖς ἀρεταῖς δὲ πανσθενῶς πεφραγμένος τροχοῦ φορὰν ἤνεγκας ἐντόνῳ σθένει καὶ δεσμὰ καὶ κάκωσιν ἄλλην ἐσχάτην. καὶ δὴ προσελθὼν τῷ βραβευτῇ σου λόγῳ στεφηφορῶν ἕστηκας ὡς νικηφόρος.