Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1.1
Τοῦ Ψελλοῦ εἰς τὴν θεοτόκον θηλάζουσαν Τὴν παρθένον βλέπων με καὶ βρεφοτρόφον νόει, θεατά, τὸ σθένος τοῦ δεσπότου. 34α Τοῦ Ψελλοῦ εἰς κώθωνα γυναικὸς ἀργυροῦν Κώθων διαυγής, ἀλλὰ χεὶρ πολλῷ πλέον. Κώθωνα τόνδε χεὶρ νεαρὰ βαστάσοι, ἄν τις δὲ λεπρὰ μηδὲ κἂν προσεγγίσοι. Καὶ μὴ πιεῖν θέλοντα κώθων ἑλκύει. Κώθων πιεῖν πείθει με καὶ δίψης πλέον. Πίνειν με πείθει καὶ πρὸ δίψης ἡ θέα. 3552τ Τοῦ σοφωτάτου καὶ ὑπερτίμου Ψελλοῦ πρὸς τὸν βασιλέα Μιχαὴλ τὸν Δούκαν αἰνίγματα Ἔστι τι ζῷον λογικόν, δέσποτα στεφηφόρε, ὁρῶν, οὐκ ἔχον ὀφθαλμούς, ἐκτὸς ποδῶν βαδίζον, ἐστερημένον κεφαλῆς, ἀκέραιον τὰς φρένας, πνεύμονος ἄτερ καὶ λοβῶν, καρδίας καὶ κοιλίας, ἐστερημένον τοῦ παντός, τινὸς οὐ λελειμμένον. τί τοῦτο; φράσον, ἔξειπε, λέξον, δήλωσον, γράψον, ὡς συνετός, ὡς νουνεχής, ὡς ὑπερφέρων πάντων.