Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 53 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
53.1.1
Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν βασιλέα Ὁ θεοπάτωρ βασιλεὺς Δαυὶδ ὁ ψαλμογράφος, νομοθετῶν καὶ προφητῶν καὶ στρατηγῶν τὸ κλέος, τῶν ἄλλων παίδων Ἰεσσαὶ νεώτατος ὑπῆρχε· τὴν ὄψιν μὲν ἀπέριττος, τὴν δὲ ψυχὴν ὡραῖος, τὴν γνώμην ἀνδρικώτατος, τὸ σῶμα ῥωμαλέος, πρᾶος, κοινὸς καὶ ταπεινός, ἀλλ' ἀρχικὸς τὴν πρᾶξιν, ἡδύτατος ἐν ἤθεσιν, ὀξύτατος ἐν λόγοις, ποικίλος τὰ χαρίσματα, τὴν θεωρίαν ἔνθους. οὗτος πολλὰ μὲν ὑποστάς, πολλὰ καὶ κατορθώσας, τραπεὶς δ' ἀπείρους τὰς τροπὰς ἐφ' ἱκανὸν τὸν χρόνον, καὶ νῦν μὲν ἐλαυνόμενος, νῦν δὲ δεινοῖς ἐμπίπτων, νῦν πάσχων καὶ θλιβόμενος, ἄλλοτε φυγαδεύων, ποτὲ μὲν ἔχων ἄνεσιν καὶ ζῶν θυμηρεστέρως, ποτὲ δὲ χειμαζόμενος θλίψεων τρικυμίαις, ἄλλοτε πάλιν τὴν ὁδὸν τὴν θείαν διοδεύων, ποτὲ δὲ καὶ πλανώμενος ἐκ ταύτης, ἅπερ σαφῶς μανθάνομεν ἀπὸ τῆς ἱστορίας, ἅπαντα νῦν τὰ καθ' αὑτὸν ὡς ἔχει κατὰ μέρος ἐν τούτῳ τῷ συγγράμματι διδάσκων ἀνατάττει. Καὶ πρώτη μὲν ὑπόθεσις τῆσδε τῆς πραγματείας ἀφήγησις διδάσκουσα τὰ πάθη τοῦ προφήτου. Δεύτερον δὲ κεφάλαιον τῆς συγγραφῆς εὑρήσεις τὴν θαυμαστὴν ἀφήγησιν τῆς ἀρχαιολογίας. ἐν διαφόροις γὰρ ψαλμοῖς ἱστορικῶς συγγράφει πατριαρχῶν τὴν γένεσιν, τὴν ἀγωγήν, τὴν πρᾶξιν, τὴν ἐν Αἰγύπτῳ μοχθηρὰν δουλείαν τῶν Ἑβραίων τῶν νώτων τὴν ἐπίτριψιν, τὴν ἄρσιν τῶν κοφίνων, πρὸς δὲ καὶ τὴν δεκάπληγον ποινὴν τῶν Αἰγυπτίων· εἶθ' οὕτως καὶ τὴν ἔξοδον τὴν ἀπὸ τῆς Αἰγύπτου, τῆς Ἐρυθρᾶς τὴν χέρσωσιν, τοῦ Φαραὼ τὴν πνῖξιν, ἀναβατῶν καὶ τριστατῶν τὸν ὄλεθρον τὸν ξένον· τὰ τῆς ἐρήμου θαύματα καὶ τὴν μαννοβροχίαν, τὸν ἐκ τῆς πέτρας ποταμὸν καὶ τὴν ὀρτυγομήτραν· τὰ νομικά, τὰ τῆς σκηνῆς, τὰ τῆς ἱερατείας, τοὺς Ἀριθμοὺς καὶ τὴν γραφὴν τοῦ Δευτερονομίου· τὴν στρατηγίαν Ἰησοῦ καὶ τὴν κληροδοσίαν· πρὸς τούτοις δὲ καὶ τοὺς Κριτὰς ἅμα ταῖς Βασιλείαις· καὶ τἆλλα πάντα σὺν αὐτοῖς ὅσα τῆς ἱστορίας. Τρίτον ἐστὶ κεφάλαιον ἡ φυσιολογία, ἐξ ἧς ἐκδιδασκόμεθα τὰ τῆς δημιουργίας, περί τε γῆς καὶ τῶν ἐν γῇ καὶ περὶ γῆν κτισμάτων περί τε τῶν κατ' οὐρανὸν περί τε τῶν στοιχείων. Τέταρτον δὲ κεφάλαιον γνῶθι τὰ τοῦ σωτῆρος, ὅσα περὶ τὴν σάρκωσιν καὶ τὴν οἰκονομίαν, τὴν τῶν θαυμάτων ἔνδειξιν καὶ τὴν διδασκαλίαν, τὴν τοῦ λυσσώδους μαθητοῦ δολίαν προδοσίαν, τὸν χλευασμόν, τὸν ἐμπαιγμόν, τὸν γέλωτα, τὰς ὕβρεις, ὅσα περὶ τὴν σταύρωσιν καὶ τἆλλα τὰ τοῦ πάθους, τὴν βρῶσιν τὴν ἐκ τῆς χολῆς, τὴν πόσιν τὴν ἐξ ὄξους, τὴν ἔγερσιν, τὴν ἄνοδον, τὸν ὕμνον τῶν ἀγγέλων, ὅσα τε προηγόρευσε προδήλως ἐπὶ τούτοις. Πέμπτον τὴν κλῆσιν τῶν ἐθνῶν, τῶν μαθητῶν τὴν δόξαν, τὴν προκοπὴν καὶ σύστασιν τῆς νέας ἐκκλησίας, τὴν τῶν Ἑβραίων κάκωσιν καὶ τὰς αἰχμαλωσίας, τὴν τοῦ δεσπότου φοβερὰν δευτέραν παρουσίαν. Ἕκτον ἐστὶ κεφάλαιον τὸ κατὰ τὴν τριάδα, πατρός, υἱοῦ καὶ πνεύματος σεπτὴ θεολογία. Ἕβδομον ἡ τῶν νοερῶν ἐξήγησις κτισμάτων, ἤγουν νοός τε καὶ ψυχῆς, ἀγγέλων καὶ δαιμόνων. Ὄγδοον οἱ τῆς ἠθικῆς παιδαγωγίας λόγοι, δι' ὧν ποθοῦμεν ἀρετὴν καὶ φεύγομεν κακίαν. Ἔννατον τὰ τῶν λογισμῶν καὶ τὰ τῆς διανοίας, τῆς τῶν δαιμόνων προσβολῆς, τῆς τῶν παθῶν ἐφόδου, καὶ τῆς αὐτῶν ἀποτροπῆς καὶ συντριβῆς καὶ νίκης. Δέκατον δὲ κεφάλαιον τῶν ἐντολῶν ὁ λόγος, ἐν οὐδενὶ λειπόμενος τῶν ἐν εὐαγγελίοις. Δέκα μὲν οὖν κεφάλαια τὰ συνηριθμημένα, οἷσπερ ἡ πᾶσα τῶν ψαλμῶν ἔγκειται πραγματεία· εἰσὶ δὲ πάλιν ἕτερα χωρὶς τῶν δέκα τούτων ἐκ τῶν πραγμάτων φέροντα κλήσεις ἰδικωτέρας. ψαλμὸς δοξολογητικός, ὡς ὢν δοξολογία· ψαλμὸς εὐχαριστήριος, ὡς ὢν εὐχαριστία· ἄλλος ψαλμὸς προσευκτικός, ὡς προσευχὴν ἐμφαίνων· ἄλλος παραμυθητικός, ὅτι παραμυθεῖται· ἕτερος δὲ προτρεπτικός, ὡς προτροπὴν σημαίνων· ἕτερος δ' ἀποτρεπτικός, ἐπείπερ ἀποτρέπει· πρὸς τούτοις δ' ὁ μεθοδικός, ἐπείπερ ἑρμηνεύει, οὐ μόνον γὰρ προτρέπεται τὸ πράττειν ἢ μὴ πράττειν, ἀλλ' ὑποτίθησιν ὁμοῦ τὸν χρόνον καὶ τὸν τρόπον. Ὅλως δ' ἡ βίβλος τῶν ψαλμῶν ἐστι ταμεῖον, παθῶν ἁπάντων φάρμακον, κοινὴ ψυχῶν ὑγεία, συμφόρημα τῶν ἀγαθῶν, ἀνθρώποις σωτηρία. πᾶσαν γὰρ νόσον ψυχικὴν ἐξαίρει καὶ διώκει, τὴν ἀρετὴν συνίστησι, παύει τὴν ἁμαρτίαν, λύπης δροσίζει καύσωνα, μέριμναν ἐξορίζει, θλιβόμενον παρηγορεῖ, θυμούμενον πραΰνει, πρόσφορον ἄκος δίδωσιν ἑκάστῳ τῶν ἀνθρώπων· καὶ τοῦτο δὲ μετά τινος ἐνθέου μελῳδίας, μεθ' ἡδονῆς τε σώφρονος, μετ' εὐφροσύνης θείας, ἵνα τῷ λείῳ καὶ τερπνῷ θελγόμενοι τοῦ μέλους τὸ τῶν ῥημάτων ὄφελος ἕλκωμεν λεληθότως, ὃ τοῖς σοφοῖς τῶν ἰατρῶν ἔθος ποιεῖν πολλάκις. ἡνίκα γὰρ τὰ πόματα κιρνῶσι τοῖς ἀρρώστοις, μέλιτι περιχρίουσι τὰ τῶν κυλίκων ἄκρα, ὅπως ἐκ τῆς γλυκύτητος κλεπτόμενοι τὴν γεῦσιν δέχωνται προσηνέστερον τὴν πόσιν τῶν φαρμάκων. οὕτως οὖν ψάλλοντες ἡμεῖς δοκοῦμεν μέλος ᾄδειν, τὸ δ' ἀληθὲς παιδεύομεν τὰς ἑαυτῶν καρδίας καὶ μνήμην ἀνεξάλειπτον ἔχομεν τῶν λογίων. ἐπεὶ γὰρ πάντες ἄνθρωποι τοῖς μέλεσι κηλοῦνται, κρατεῖ δ' ἐν τούτοις ἡδονὴ ῥευστοῖς τὴν φύσιν οὖσι, τὸ ῥάθυμον δ' ἀπόλλυσι τὴν μνήμην τῶν ῥημάτων, ἕνεκεν τούτου τοῖς ψαλμοῖς τὸ μέλος εἰσηνέχθη, τὸ τῶν φαρμάκων αὐστηρὸν τῶν γραφικῶν καὶ θείων μέλιτος δίκην ἀλλοιοῦν καὶ καταφαρμακεῦον καὶ τῷ γλυκεῖ τὸ χρήσιμον εὐτέχνως παραρτῦον· καὶ γὰρ τὸ χαριέστατον ἡδέως ἐπεισδῦνον πάντως καὶ μονιμώτερον καρδίαις ἐφιζάνει. ὅτι δ' οἰκείως ἔχομεν φύσει πρὸς μελῳδίαν, τοῖς βουλομένοις ῥᾴδιον μαθεῖν ἐκ τῶν πραγμάτων. καὶ γὰρ κλαυθμυριζόμενα πολλὰ τῶν βρεφυλλίων μητέρες κατεκοίμησαν ὑπὸ τῆς μελῳδίας. εἰ βούλει δέ, μετένεγκε πρὸς ἄλογα τὸν λόγον· ἵπποι μὲν γὰρ ἀκούοντες τῆς σάλπιγγος ἠχούσης ὀργῶσι θυμικώτερον πρὸς συμπλοκὴν πολέμου· τὰ θρέμματα δ' ἐφέπεται τῷ μέλει τῶν συρίγγων, καὶ τότε πλέον τέρπεται καὶ γέγηθε καὶ σκαίρει, σὺν τούτοις δὲ πιαίνεται, τὸ θαυμαστὸν καὶ μεῖζον. ὁρῶμεν δ' ἐν ταῖς ἀγοραῖς τὰς χειροήθεις ἄρκτους ὑπὸ κιθάρας κρούματα παιζούσας ὀρθοστάδην. ἐγὼ δ' ὁ ταῦτα γεγραφὼς ἐρῶ σοι καί τι πλέον· εἶδόν ποτε κυνίδιον ἀπὸ τῶν Μελιταίων, παρῆν δὲ καί τις αὐλητὴς ἀπὸ τῶν ἀγοραίων, καλάμῳ μέλος ἐνηχῶν μετὰ κιθαρῳδίας· ὅταν δ' αὐτὸς ἐνέπνευσε τὸ μέλος τῷ καλάμῳ, ἐκεῖνο τὸ κυνίδιον, ἂν ἔτυχεν ἐσθίον, ἐνέκοπτε τὰ τῆς τροφῆς, ἀπέρριπτε τὸ βρῶμα, ἠρέμα τε προσέβαινε τοῦ μουσικοῦ πλησίον, καὶ τοῦτον βλέπον ἀτενῶς ἅμα καὶ περισαῖνον ἐκ λεπτοτάτης ὑλακῆς ὥσπερ ἀντεμελῴδει· ἡνίκα δὲ κατέπαυεν ὁ τραγῳδὸς τὸ μέλος, ἐπὶ τὸ λεῖπον τῆς τροφῆς ὑπέστρεφεν ὁ κύων, ὅταν δὲ πάλιν τὸν αὐλὸν ὑπέπνευσεν ἐκεῖνος, καὶ πάλιν τὸ κυνίδιον τὴν βρῶσιν διωθεῖτο καὶ γαληνῶς προσυλακτοῦν ἀντᾴδειν πως ἐῴκει· ἁπλῶς δ' ὁσάκις ᾔσθετο τὸν αὐλητὴν αὐλοῦντα, τῶν ἄλλων πάντων ἀμελοῦν ἐξήρτητο τοῦ μέλους. ἀλλ' ἐπὶ τὸ προκείμενον ὁ λόγος ἀναγέσθω. τὸ μέλος τοίνυν τῶν ψαλμῶν παύει καὶ τὴν νωθρείαν, δίδωσι καὶ τῷ ψάλλοντι παραψυχὴν τοῦ κόπου. καὶ γὰρ ὁρῶμεν ψάλλοντας πολλοὺς τῶν ὁδοιπόρων, ὅπως τὸν νοῦν συστρέφοντες περὶ τὴν ψαλμῳδίαν τὸν κάματον συντέμνωσι τὸν τῆς ταλαιπωρίας· καὶ γεωργοὶ δὲ σκάπτοντες ἐν μέσῃ μεσημβρίᾳ ἀντίπαλον τοῦ καύσωνος προβάλλονται τὸ μέλος· ὁ δὲ χαλκεὺς σφυροκοπῶν παρ' ὅλην τὴν ἡμέραν τὸν τῶν μελῶν ἐκτιναγμὸν παρηγορεῖ τῷ μέλει. συλληπτικώτερον εἰπεῖν, πάντες οἱ χειροτέχναι τοῖς ᾄσμασι προσχρώμενοι συστέλλουσι τοὺς πόνους. Ἔστι δὲ τοῦ μελίσματος αἰτία τις δευτέρα. ἀπατηλῆς γὰρ ἡδονῆς τοῖς μέλεσι τιτρώσκων ἀπόλλυσι τὸν ἄνθρωπον ὁ δυσμενής, ὁ πλάνος· σοφῶς δ' ἀντιτιτρώσκεται πνευματικαῖς βολίσιν ἑτέρας πάλιν ἡδονῆς, εὐτέχνου, θαυμασίας· ὅπερ ἐστὶ κατόρθωμα στρατηγικῆς σοφίας, ὅταν οἷς τρόποις τὸν ἐχθρὸν ὁρῶμεν πολεμοῦντα, τούτοις κατατροπώμεθα τὰς τούτου πανουργίας. ξύλῳ νεκρώσας τὸν Ἀδὰμ ἀντινεκροῦται ξύλῳ, ἐν ᾧ δεσπότης νεκρωθεὶς ὑπὲρ οἰκείων δούλων τὸν νεκρωτὴν ἐνέκρωσε καὶ νέκρωσιν ἐξεῖλεν· ἐκ πικροτάτης συμβουλῆς ἐσκέλισε γυναῖκα, γυνὴ δ' αὐτὸν κατέβαλε θεὸν σαρκὶ τεκοῦσα, τὸν τῶν ἀνθρώπων λυτρωτήν, τὸν τούτου καθαιρέτην, ἡ μακαρία γυναικῶν, ἡ μήτηρ καὶ παρθένος, ἡ τὴν κατάραν ἄρασα διὰ τῆς εὐλογίας, ἡ τοῖς ἀνθρώποις τὴν χαρὰν τῆς λύπης ἀντιδοῦσα· δῆμον Ἑβραίων ὥπλισε πρὸς φόνον τοῦ σωτῆρος, ἀλλ' εἷς Ἑβραῖος ἤρκεσεν ἀντὶ πολλῶν Ἑβραίων ἀπὸ τοῦ φάρυγγος αὐτοῦ πολλὰς ψυχὰς ἁρπάσαι, Παῦλος ὁ παμφαέστατος φωστὴρ τῆς οἰκουμένης· καὶ τὸν λῃστὴν ἠρέθισεν ἐπὶ τὴν βλασφημίαν, λῃστὴς δὲ πάλιν ἕτερος τὸν λῄσταρχον λῃστρεύει. τί δ' ἂν καὶ τἆλλα λέγοιμι ταύτης τῆς εὐτεχνίας; οὕτως οὖν φαύλης ἡδονῆς τὸν ἄνθρωπον ῥιπτούσης πνευματική τις ἡδονὴ τοῦτον ἐπανεγείρει. Ἔστι καὶ τρίτον αἴτιον ταύτης τῆς μελῳδίας. τῶν γὰρ ᾀσμάτων ὁ ῥυθμὸς ἔστιν ἐκ συμφωνίας, ἡ συμφωνία γίνεται τῆς ὁμονοίας μήτηρ, τῆς δ' ὁμονοίας ὁ δεσμὸς διδάσκει τὴν ἀγάπην· καὶ δείκνυται τὸ μέλισμα πρόξενον τῆς ἀγάπης, εἰς ἓν συνάγον ἄριστα τὰς γλώσσας καὶ τὰς γνώμας καὶ συμβιβάζον εὐφυῶς ὡς ἐν ἁρμολογίᾳ. τί γὰρ ἂν οὕτω δύναιτο τὰς ἔχθρας διαλλάσσειν ὡς ᾆσμα προφερόμενον κοινῶς ὑπὲρ ἀλλήλων; τίς δὲ τοσαύτην ἄνθρωπος ἔσχε μισανθρωπίαν, ὡς φιλεχθρεῖν πρὸς ἀδελφὸν τὸν τούτου συνικέτην, τὸν ὑπὲρ τούτου φέροντα θεῷ τὴν ἱκεσίαν; Τίνες μὲν οὖν εἰσι σκοποὶ τῆς προκειμένης βίβλου, τίνα τὰ ταύτης χρήσιμα καὶ τί τὸ τούτων τέλος, δι' ὅν τε λόγον εὕρηται τὸ μέλος τῶν ᾀσμάτων, ἀρκούντως ἐδιδάξαμεν ἐν τοῖς προειρημένοις. εἰπεῖν δὲ πρόκειται λοιπὸν καὶ τοῖς ἑξῆς τοῦ λόγου, εἰ μόνου τοῦ Δαυίδ ἐστιν ἡ ψαλμοφόρος βίβλος· τί λέγεται ψαλτήριον, ὅθεν δ' ἡ τούτου λέξις, καὶ τί ψαλτόν, καὶ τί ψαλμός, καὶ τίς ἡ ψαλμῳδία· καὶ ποῖον τὸ διάψαλμα· τί τῆς ᾠδῆς ἡ φράσις, καὶ τί τὸ ῥῆμα βούλεται τῶν ὕμνων καὶ τῶν αἴνων· καὶ τίς ἐξομολόγησις, καὶ ποσαχῶς καλεῖται· ποίαν δ' εὐχῆς καὶ προσευχῆς διαφορὰν καλοῦσι· καὶ τί ψαλμὸς ᾠδῆς ἐστιν οὕτω προγεγραμμένος, καὶ τί σημαίνει τοὔμπαλιν ᾠδὴ ψαλμοῦ κειμένη· πόσοι δ' εὑρίσκονται ψαλμοί, καὶ διὰ τί τοσοῦτοι· καὶ τίς ὁ συλλεξάμενος καὶ τάξας ἐν βιβλίῳ· πόσοι τοῦ μέλους ἀρχῳδοί, καὶ διὰ τί τοσοῦτοι· πόσοι χοροὶ συνέψαλλον τὸ μέλος ὑπ' ἐκείνοις· πόσοι συνίστων τὸν χορόν, καὶ διὰ τί τοσοῦτοι· καὶ τίς ἐστι διαφορὰ τοῦδε τοῦ ψαλτηρίου πρὸς τὰς λοιπὰς κατασκευὰς τῶν μουσικῶν ὀργάνων· καὶ τίς ἐστι τῆς τάξεως τῆς τῶν ψαλμῶν ὁ λόγος καὶ τῆς ἐπί τινων ψαλμῶν κειμένης ἀσαφείας· πόσαι δ' εἰσὶ μεταβολαί, καὶ τίνων ἑρμηνέων τῆς γλώσσης τῆς Ἑβραϊκῆς ἐπὶ τὴν Ἑλληνίδα. Λέγουσι τοίνυν τοὺς ψαλμοὺς παρὰ πολλῶν γραφῆναι, μὴ παρὰ μόνου τοῦ Δαυὶδ τοὺς πάντας ἐκτεθῆναι· τὸν λόγον δὲ κρατύνουσιν ἐκ τῶν ἐπιγραμμάτων. ἔχουσι γὰρ ἐπιγραφὰς κλήσεων διαφόρων· ἔν τισι μέν ἐστι ψαλμοῖς Ἀσὰφ προγεγραμμένος, ἔν τισι δ' ἐστὶν Ἰδιθούμ, κεῖται δ' Αἰθὰμ ἐν ἄλλοις, ἔν τισι δ' ἂν εὑρήσειας Αἰμὰν Ἰσραηλίτην, ὄψει δὲ πάλιν ἀλλαχοῦ καὶ τοῦ Κορὲ τοὺς παῖδας, ἄλλοις δ' ἐστὶν ἐγκείμενον ὄνομα Σολομῶντος, εὕρηται δέ που καὶ Μωσῆς, ἄνθρωπος τοῦ κυρίου· πάντας δὲ τούτους τοὺς ψαλμοὺς συναγαγεῖν τὸν Ἔσδραν, ὅταν παρῆλθεν ὁ καιρὸς ὁ τῆς αἰχμαλωσίας. οὕτως οὖν φάσκουσί τινες καὶ τούτους ψαλμογράφους· καὶ φέρουσι καὶ τὸν Λουκᾶν συλλήπτορα τοῦ λόγου, ἐν οἷς πως οὗτος ἱστορῶν τὰς ἀποστόλων πράξεις «βίβλον ψαλμῶν» ὠνόμασε, Δαυὶδ μὴ μνημονεύσας· καὶ τάχα δείκνυσιν αὐτὸς ἐκ τούτου τοῦ λογίου, ὡς οὐκ εἰς μόνον τὸν Δαυὶδ τὴν βίβλον ἀναφέρει. ἔτι καὶ ταύτην τίθενται τρίτην ἀπολογίαν, τὸ καί τινας ἐν τῶν ψαλμῶν ἐπιγραφὰς μὴ φέρειν, ἑτέρους δ' ἔχειν προγραφάς, καὶ ταύτας βραχυτάτας, μὴ κλήσεις δέ τινων δηλοῦν, ἀλλ' ἀνωνύμους εἶναι· ἐν ἄλλοις δ' ἀλληλούια καὶ μόνον προγεγράφθαι. εἰ γὰρ ὑπῆρχον ῥήματα Δαυιτικῶν χειλέων, ἐχρῆν, φασί, καὶ τὸν Δαυὶδ τούτοις ἐπιγεγράφθαι. ἄλλοι δὲ πάλιν λέγουσιν, οἷς καὶ συμφρονητέον, τὴν ὅλην βίβλον τῶν ψαλμῶν εἶναι Δαυὶδ καὶ μόνου, καὶ τούτους ἁπαξάπαντας αὐτὸν ἐκτεθεικέναι, τοὺς ἔχοντας ἐπιγραφὰς καὶ τοὺς ἀνεπιγράφους· καὶ τὰς αἰτίας φράζουσιν ὡς ἁρμοδιωτάτας. τὸν γὰρ ἐπιγραφόμενον εἰς πρόσωπον Μωσέως προδήλως ἀποφαίνουσιν οὐκ ὄντα τοῦ Μωσέως· ἦ γὰρ ἂν πρῶτος τῶν ψαλμῶν ἐτέθειτο τῶν ἄλλων, τὴν τάξιν κομισάμενος ἐκ τῆς προγενεσίας ὡς ποίημα πρεσβύτερον καὶ πρώτου συγγραφέως· ἢ πάντως ἂν ἐνέκειτο ταῖς βίβλοις ταῖς ἐκείνου, ἐν αἷσπερ καὶ τὰς τρεῖς ᾠδὰς ἔχομεν γεγραμμένας. ἡ μὲν γὰρ τοῖς ἱστορικοῖς ἔγκειται τῆς Ἐξόδου, ἡ βίβλος δὲ τῶν Ἀριθμῶν διδάσκει τὴν ἑτέραν, ἡ μετ' αὐτὴν δ' ἐντέθειται τῷ Δευτερονομίῳ. ἄρα λοιπὸν Δαυίδ ἐστιν ὁ τοῦ ψαλμοῦ γεννήτωρ, τὸ τοῦ Μωσέως δ' ὄνομα τροπολογῶν μοι νόει· παρ' Αἰγυπτίοις γὰρ τὸ «μῶς» ὕδωρ ἐστὶ σημαῖνον, ὁ δὲ ληφθεὶς ἐξ ὕδατος Μωσῆς αὐτοῖς καλεῖται. ἁρμόζει τοίνυν ὁ ψαλμὸς τοῖς ἀναγεννηθεῖσιν, οἵπερ ἐν τῷ βαπτίσματι τοῦ ῥύπου καθαρθέντες ἄνθρωποι γίνονται θεοῦ Μωσαϊκῶς βιοῦντες. τοὺς δὲ ψαλμοὺς τοῦ Σολομῶν εἰς τὸν Χριστὸν ἀνάξεις, τὸν ἀληθῶς εἰρηνικόν, τὸν χορηγὸν εἰρήνης, τὸν δόντα πρὶν τοῖς μαθηταῖς ὡς κλῆρον τὴν εἰρήνην· Ἑλληνιστὶ γὰρ Σολομῶν εἰρηνικὸς καλεῖται. ἐν τῇ γραφῇ δ' οὐχ εὕρηνται ψαλμοὶ τοῦ Σολομῶντος· οὗτοι γὰρ ἂν ἐτέθειντο τῶν ἄλλων τελευταῖοι, ἢ πάντως ἂν ἐνέκειντο τῷ Τετραβασιλείῳ, εἰ δ' οὖν, ἀλλ' ἐνεφέροντο ταῖς Παραλειπομέναις· ἢ μέρος ἄν τι τῆς γραφῆς ἐμέμνητο καὶ τούτων. φησὶ γὰρ οὕτω τῆς γραφῆς τῆς ἱερᾶς τὸ ῥῆμα· «ᾠδαὶ πεντακισχίλιαι τοῦ Σολομῶντος ἦσαν, παραβολαὶ δ' ἐκτὸς αὐτῶν ἦσαν ἐν τρισχιλίαις»· ψαλμὸς δ' οὐ μεμνημόνευται πώποτε Σολομῶντος. ὁ δ' Ἰδιθοὺμ σὺν τοῖς λοιποῖς τοῖς ἐπιγεγραμμένοις ἐκ τοῦ Δαυὶδ κατέστησαν χοράρχαι πρὸς τὸ ψάλλειν, καὶ νῦν μὲν ἔψαλλον κοινῶς εἰς μίαν συμφωνίαν, νῦν δ' ἀνετίθετο ψαλμὸς ἑκάστῳ χοροψάλτῃ· λαμβάνων δ' οὗτος ἐκ Δαυὶδ ἰδίως ἐμελῴδει τοῖς χορευταῖς τοῖς ὑπ' αὐτὸν τοῦ μέλους προκατάρχων. λαβόντες τοίνυν οἱ ψαλμοὶ τῶν ἀρχῳδῶν τὰς κλήσεις ἔσχον αὐτὰς ἐπιγραφὰς ὡς ὑπ' αὐτῶν ψαλέντες. καὶ δῆλον {ὡς} ἀπὸ τῆς γραφῆς τῶν Παραλειπομένων· «ἐν» γὰρ «χειρὶ» φησὶν «Ἀσὰφ» τὴν ᾠδὴν ταύτην ᾖσαν. ὁμοίως δ' ἀπὸ τοῦ ψαλμοῦ τοῦ τριακοστογδόου· οὐ μόνον γὰρ τὸν Ἰδιθοὺμ ἔχει προγεγραμμένον, ἀλλ' ἐν ταὐτῷ καὶ τὸν Δαυὶδ συνεπιγεγραμμένον· τὸ γὰρ «εἰς τέλος, Ἰδιθοὺμ» ἐν τῷ ψαλμῷ προγράψας «ψαλμὸν Δαυὶδ» ἐπήγαγεν ἑκάτερα συνάψας, ὅπερ σαφῶς παρίστησι τὴν τῆς γραφῆς αἰτίαν· Δαυὶδ γάρ ἐστιν ὁ ψαλμός, τῷ δ' Ἰδιθοὺμ ἐδόθη. καὶ πάλιν ἕτερος ψαλμὸς μικρόν τι μετὰ τοῦτον, ὁ τεσσαρακοστότριτος, συνᾴδει τῷ παρόντι· «τοῖς» γὰρ «υἱοῖς» φησὶ «Κορέ, ψαλμὸς Δαυίδ, εἰς τέλος.» πάντως δ' ἡ λέξις πρόδηλος, ὡς ἐκ Δαυὶδ ἐγράφη, τοῖς δὲ παισὶ τοῖς τοῦ Κορὲ πρὸς ὕμνον ἀνετέθη. πάσας δ' ἁπλῶς τὰς προγραφὰς τῶν ὀνομάτων τούτων ἐν δοτικαῖς εὑρίσκομεν, οὐ γενικαῖς, κειμένας· «τῷ δεῖνι» γάρ φησι «ψαλμός», οὐχὶ «ψαλμὸς τοῦ δεῖνος», δῆλον δ' ὡς ἰδιαίτερον αὐτῷ προσανετέθη. εἴ που δ' εὑρήσεις δοτικὴν ἐπὶ Δαυὶδ κειμένην, μὴ ξενισθῇς, ἀγαπητέ, τὴν δοτικὴν ἀκούων· εὑρήσεις γὰρ καὶ γενικὴν ἐν πλείοσι κειμένην καὶ «τοῦ Δαυὶδ» καὶ «τῷ Δαυὶδ» πολλάκις γεγραμμένα, ἐν ταῖς λοιπαῖς δ' ἐπιγραφαῖς τῶν ἄλλων ὀνομάτων ὄψει κειμένην πανταχοῦ τὴν δοτικὴν καὶ μόνην. τί τοίνυν ἡ παραλλαγὴ τῶν ἄρθρων ὑπεμφαίνει, καὶ νῦν μὲν κεῖται γενικῶς ἡ κλῆσις τοῦ προφήτου, νῦν δ' ἔχει τὴν ἐπιγραφὴν ἐν δοτικαῖς κειμένην; ἢ δῆλον ὡς αὐτός ἐστι γραφεὺς τῶν ἀμφοτέρων, τοῦ γὰρ Δαυὶδ πάντως εἰσὶ καὶ τῷ Δαυὶδ ἐγράφη. ἔστι δ' ἑτέρως προσφυῶς τὸν λόγον ἑρμηνεῦσαι, ὡς ἔνθα μὲν ἱστορικῶς ἀφήγησιν συγγράφει ἢ τῶν οἰκείων συμφορῶν τὸ μέγεθος διδάσκει ἢ λυτρωθεὶς τῷ λυτρωτῇ τὸν ὕμνον ἀναπέμπει, εἴθ' ἕτερα τῶν καθ' αὑτὸν τοιαῦτα καταγγέλλει, οἰκεῖα ταῦτα τοῦ Δαυίδ, καὶ «τοῦ Δαυὶδ» γραπτέον· ἔνθα δ' ἁρμόζει τῷ χριστῷ τινὰ τῶν γεγραμμένων, ἀνήχθη ταῦτα πρὸς Χριστόν, καὶ δοτικῶς λεκτέον. ὁ γὰρ Χριστὸς ἐν ταῖς γραφαῖς Δαυὶδ καλεῖται νέος, καὶ γὰρ ἐκ σπέρματος Δαυὶδ ἐτέχθη κατὰ σάρκα. εἰ βούλει δέ, διδάχθητι καὶ τοῦ Δαυὶδ τὴν λέξιν· χειρὶ γὰρ ἱκανώτατος Ἑλληνιστὶ καλεῖται· τίς δ' ἱκανός ἐστι χειρὶ πλὴν τοῦ παντοδυνάμου, οὗπερ ἡ χεὶρ περικρατεῖ πάντα τῆς γῆς τὸν γῦρον, ὃς μόνος κραταιός ἐστι καὶ μέγας ἐν ἰσχύι; εὑρὼν δ' Ἀγγαίου προγραφήν, πρὸς δὲ καὶ Ζαχαρίου, κειμένην ἔν τισι ψαλμῶν τῶν ὄντων πρὸς τῷ τέλει, ὡς περιττὰς παράδραμε καὶ μάτην γεγραμμένας· καὶ γὰρ εἰ καὶ παρά τισι κεῖνται τῶν ἀντιγράφων, ἀλλ' ἐν τοῖς ἑβδομήκοντα κλῆσις αὐτῶν οὐκ ἔστιν, οὐδὲ παρ' ἄλλοις μετ' αὐτούς, ἀλλ' οὐδὲ παρ' Ἑβραίοις. πλὴν ἐπειδήπερ «ἑορτὴν» λέγουσι τὸν Ἀγγαῖον, τὸ Ζαχαρίου δ' ὄνομα «μνήμη θεοῦ» σημαίνει, πᾶς ἑορτάζων τῷ θεῷ πάντως ἐστὶν Ἀγγαῖος, ὁ μνήμην δ' ἔχων τοῦ θεοῦ καλεῖται Ζαχαρίας· οἷς δὴ προσήκει φθέγγεσθαι τὰ τῶν ψαλμῶν ἐκείνων καὶ τῷ θεῷ τὴν αἴνεσιν προσφέρειν ἁρμοδίαν· στόματι γὰρ ἁμαρτωλῶν τὸ ψάλλειν οὐχ ὡραῖον. Τὰ μὲν οὖν τῶν ἐπιγραφῶν ἀρκούντως ἀπεδόθη, τοῦ λόγου δ' ἐφαψώμεθα τοῦ τῶν ἀνεπιγράφων, καὶ τούτους δὲ Δαυιτικοὺς ἐκ τῆς γραφῆς δεικτέον. πολλὰ γὰρ τῶν Ἑβραϊκῶν ἀρχαίων ἀντιγράφων τὸν πρῶτον καὶ τὸν δεύτερον ἔχουσι συνημμένους, τῶν γὰρ ψαλμῶν ἀρίθμησις οὐκ ἔστι παρ' ἐκείνοις. τοῦ δὲ Δαυὶδ ὁ δεύτερος ἐστὶν ἀναντιρρήτως· καὶ μάρτυράς μοι δέδεξο τοὺς θείους ἀποστόλους, αὐτὰς τὰς ῥήσεις τοῦ ψαλμοῦ σαφῶς διεξιόντας ὡς διὰ στόματος Δαυὶδ ὑπὸ θεοῦ ῥηθείσας· ἡ βίβλος δὲ τῶν Πράξεων ταῦτα ῥητῶς διδάσκει. ἐπείπερ οὖν ὁ δεύτερος Δαυιτικὸς ἐδείχθη, συναποδέδεικται λοιπὸν καὶ τὰ κατὰ τὸν πρῶτον, ὡς ἄμφω τοῦ Δαυίδ εἰσι, καὶ ῥήματα καὶ μέλη. ἔστι δὲ καί τις ἕτερος ἐκ τῶν ἀνεπιγράφων (ἐνενηκοστοτέταρτον εὑρήσεις ὄντα τοῦτον) ἐξ οὗπερ Παῦλος ἔλαβε ῥήσεις τινὰς προσφόρους ὡς ἐξ αὐτοῦ δεξάμενος Δαυὶδ τὴν μαρτυρίαν· τοῦτο δ' ἐκ τῆς ἐπιστολῆς γνώσῃ τῆς πρὸς Ἑβραίους. εἰ τοίνυν τούτους τοὺς ψαλμοὺς ἀνεπιγράφους ὄντας ἀναμφιβόλως ἔγνωμεν Δαυιτικοὺς τυγχάνειν, εὔδηλον ὡς καὶ τοὺς λοιποὺς αὐτός ἐστι συγγράψας. Ταὐτὰ δὲ τούτοις λέγομεν περὶ τῶν ἀνωνύμων, καὶ μάρτυς ἀξιόπιστος ὁ πρῶτος τῶν μαρτύρων· ἐκ γὰρ ἑνός τινος ψαλμοῦ τῶν ἀνωνύμων τούτων, ὅστις ἐστὶν ἑκατοστὸς τριακοστὸς καὶ πρῶτος, ἐχρήσατο μικροῖς τισι προσφόροις ῥησειδίοις, καὶ τὸν Δαυὶδ ἐπήγαγε μάρτυρα τῶν ῥημάτων, δεικνύων πάντως τὸν ψαλμὸν γέννημα τοῦ προφήτου. τούτοις δ' εἰ θέλεις ἐντυχεῖν, ἀνάγνωθι τὰς Πράξεις, ἐν οἷσπερ διαλέγεται πικρῶς τοῖς Ἰουδαίοις κἀκεῖνοι καθοπλίζονται πρὸς τὴν λιθοβολίαν. εἰ τοίνυν τοῦτον τὸν ψαλμὸν Δαυιτικὸν εὑρίσκεις ἐκ τῆς τοῦ πρωτομάρτυρος Στεφάνου μαρτυρίας, λοιπὸν ἐκ τούτου σκόπει μοι καὶ περὶ τῶν προλοίπων καὶ τοῖς ὁμοίοις μάνθανε τοὺς λόγους τῶν ὁμοίων. Ἄλλοι δ' ὑπάρχουσι ψαλμοὶ χωρὶς τῶν εἰρημένων, οἷς ἐστιν «ἀλληλούια» τὰ τῶν ἐπιγραμμάτων· ἀλλὰ καὶ τούτων ὁ Δαυὶδ καθέστηκεν ἐργάτης. ὡς γὰρ ἡ βίβλος ἔφησε τῶν Παραλειπομένων, ὁ πρῶτος τούτων τῶν ψαλμῶν ὑπὸ Δαυὶδ ἐγράφη· περὶ ψαλμοῦ δὲ λέγομεν ἑκατοστοῦ τετάρτου. δοκεῖ τοίνυν αἰτία τις ἐν τοῖς ἀνεπιγράφοις, ὡς οὐκ εἰς ἔθνους δήλωσιν ἑνός τινος καὶ μόνου, ἀλλ' εἰς πλειόνων ὄνομα τὰ τῶν ψαλμῶν ἐγράφη. τῶν δ' ἀνωνύμων αἴτιον τοῦτό φασι τυγχάνειν, ὡς εἴρηνται πρὸς κύριον οἱ λόγοι τῶν τοιούτων. τῆς δ' «ἀλληλούια» γραφῆς τῆς ἐπιγεγραμμένης αἰτίαν τις καὶ λογισμὸν εἰκότως ἀποδώσει ὡς αἴνεσις εὐχάριστος ἐκ τῶν ψαλμῶν δηλοῦται, ἣν τῷ σωτῆρι γεγηθὼς προσῆγεν ὁ προφήτης· τὸ ῥῆμα γὰρ τὴν αἴνεσιν δηλοῖ τὴν τοῦ κυρίου. ταῦτα μὲν οὖν ὡς ἱκανὰ λελέχθω μέχρι τούτων. Λέγεται δὲ ψαλτήριον πάντως ἀπὸ τοῦ ψάλλειν, ὥσπερ εὐκτήριόν φαμεν ἀπὸ τῶν εὐχομένων. τὴν βίβλον δ' οὕτω λέγομεν συγχρώμενοι τῇ λέξει· κυρίως γὰρ ψαλτήριον εἶδός ἐστιν ὀργάνου, ναῦλα δὲ τοῦτο λέγεται φωνῇ τῇ τῶν Ἑβραίων. ψαλτὸς δ' ἐστὶν ὁ κύριος, ᾧ ψάλλομεν τοὺς ὕμνους, ψαλμός ἐστι τὸ ποίημα, τὸ μέλος ψαλμῳδία. κυρίως δὲ ψαλμός ἐστι τὸ σὺν ὀργάνοις ᾆσμα, ᾠδὴ δὲ λόγος ἐμμελὴς ἄνευ τινὸς ὀργάνου· τινὲς δὲ καταχρηστικῶς τὰς λέξεις ἐκφωνοῦντες ὠνόμασαν ἑκάτερα πολλάκις ἀλληνάλλως, ᾠδὴν μὲν λέγοντες ψαλμόν, ψαλμὸν δ' ᾠδὴν καλοῦντες. τῶν ψαλμῶν μέντοι τὰς ᾠδὰς ἀρχαιοτέρας ἴσθι· Μωσῆς γὰρ πρῶτος τῆς ᾠδῆς κατῆρξε τοῖς Ἑβραίοις, ἡνίκα τούτους θάλασσα προέπεμψε φυγάδας, ῥάβδου πληγῇ Μωσαϊκῆς ἀθρόως γεωθεῖσα, ὁ δὲ Δαυὶδ τὰ τῶν ψαλμῶν ἐφεῦρεν ἐν ὑστέρῳ, καὶ τοῦτο τὸ ψαλτήριον, ἄτεχνον ὂν πρὸ τούτου ἀγροικικόν τε καὶ βραχὺ καὶ μόνον τῶν ποιμνίων, αὐτὸς σοφῶς ἡρμόσατο καὶ τετεχνιτευμένως καὶ τούτῳ μετεχρήσατο πρὸς θείαν ὑμνῳδίαν. Τοῦ δέ γε διαψάλματος οὐ μία σημασία. ἢ γὰρ μεταβολήν τινα τοῦ μέλους ἐννοήσεις ἢ τῶν ψαλλόντων ἀλλαγὴν πρὸς ἄλλους χοροψάλτας, ἢ νοημάτων ὡς εἰκὸς μετάθεσιν πρὸς ἄλλα, ἢ τῶν ᾀσμάτων τοῦ ψαλμοῦ διακοπὴν ἀθρόαν ἐλλάμψεως τοῦ πνεύματος αὐτοῖς μεσολαβούσης καὶ τῶν ψαλλόντων ταῖς ψυχαῖς ἐννοίας χορηγούσης. πάντα γὰρ τὰ συμβαίνοντα τοῖς τότε ψαλλομένοις σπουδαίως ἀπεγράφοντο χάριν τῆς ἀκριβείας. Ὕμνος δ' ἐστὶν ἐπίτασις θεοῦ δοξολογίας. τὸν δ' αἶνον ὀνομάζουσι σύντομον ὑμνῳδίαν. νόει δ' ἐξομολόγησιν θερμὴν ὁμολογίαν ἢ τῶν κακῶν ὧν πρὸς θεὸν δεδράκαμεν ἀφρόνως ἢ τῶν καλῶν ὧν ἐκ θεοῦ πεπόνθαμεν ἐν βίῳ· τὸ μὲν γὰρ ἐξαγόρευσις, τοῦτο δ' εὐχαριστία. εὐχὴ δ' ἐστὶν ὑπόσχεσις κυρίῳ γινομένη, ἡ προσευχὴ δὲ δέησις ὑπὲρ πλημμελημάτων. ψαλμὸν δ' ᾠδῆς ἐν προγραφαῖς οὕτω ὑποληπτέον, ὅταν φωνή τις μελιχρὰ δίχα τινὸς ὀργάνου προηγουμένως τάσσηται τῶν μουσικῶν ὀργάνων· ᾠδὴν δ' ἀνάπαλιν ψαλμοῦ νοήσεις ἀκολούθως, ὅτε προτάσσεται φωνῆς ὀργανικόν τι μέλος δευτέραν χώραν ἔχοντος τοῦ διὰ γλώσσης μέλους. ψαλμὸν δὲ πάλιν νόησον ἀλληγορῶν τὸν λόγον, ὅτε τὸ σῶμα τείνοντες ἐν ἔργοις ἐπιπόνοις, καθάπερ τὸ ψαλτήριον τῇ τῶν χορδῶν ἐντάσει, χρηστὴν καὶ παναρμόνιον πρᾶξιν ἀποτελοῦμεν, εἰ καὶ μὴ προσεπέβημεν ἔτι τῇ θεωρίᾳ. ᾠδὴ δ' ἐστίν, ἂν βούλοιο νοεῖν τοιουτοτρόπως, ὅταν χωρὶς τῆς πρακτικῆς ὦμεν ἐν θεωρίᾳ καὶ φέρωμεν τὴν μύησιν τῶν θείων μυστηρίων ἐν ἀρεταῖς τυγχάνοντες ἤδη γεγυμνασμένοι. ᾠδὴν δὲ νόησον ψαλμοῦ κατὰ τοὺς λόγους τούτους, ὅτε βελτίστης πράξεως ἡμῖν ὁδοποιούσης εἰς ὕψος ἀναδράμωμεν ἐνθέου θεωρίας χορηγουμένης ἄνωθεν κατὰ τὸ γεγραμμένον· «σοφίαν ἐπεθύμησας; τὰς ἐντολὰς συντήρει, καὶ χορηγὸς ὁ κύριος ἔσται σοι τῆς σοφίας.» ψαλμὸν δ' ᾠδῆς λεγόμενον ἀντεστραμμένως νόει, ὅτε τινὰ τῶν ἠθικῶν τῶν ἀποκεκρυμμένων σαφηνιζούσης καθαρῶς ἡμῖν τῆς θεωρίας πρὸς τὴν αὐτῶν ἐρχόμεθα προθύμως ἐργασίαν. καὶ τάχα ταύτην προσφυῶς λεκτέον τὴν αἰτίαν τοῦ κεῖσθαι πρώτους τοὺς ψαλμοὺς καὶ τὰς ᾠδὰς δευτέρας· χρὴ γὰρ διὰ τῆς πρακτικῆς ἐλθεῖν εἰς θεωρίαν. ἔνθεν τοι καὶ πολλὰς ᾠδὰς εὑρήσεις πρὸς τῷ τέλει. ὅπου δ' ἐστὶν ἀναβαθμός, ἐκεῖ ψαλμὸς οὐ κεῖται, κἂν ἀνεπίπλοκός τις ᾖ, κἂν τῶν συμπεπλεγμένων· ταύτην δὲ λέγω συμπλοκήν, τὴν μετ' ᾠδῆς κειμένην, εἴτε ψαλμὸς ᾠδῆς ἐστιν εἴτε καὶ τοὐναντίον· ἐν γὰρ ταῖς ἀναβάσεσιν ἡ τάξις τῶν ἁγίων μόνοις ἐναπησχόληται τοῖς κατὰ θεωρίαν. Τὰ μὲν οὖν τῆς ἀναγωγῆς ἤδη καταπαυστέον, τὸν ἀριθμὸν δὲ τῶν ψαλμῶν λοιπὸν ἐξηγητέον. σύγκειται γὰρ συναγωγὴ τριπλῆς πεντηκοντάδος, ὁμοῦ μὲν τοῦ πεντηκοστοῦ τὸ τίμιον διδάσκων, ὅνπερ τιμῶσιν ἐξ ἀρχῆς τὸ γένος τῶν Ἑβραίων ὡς ἔχοντα γεννήτριαν ἑβδόμην ἑβδομάδα, ὁμοῦ δὲ τὸ μυστήριον ἐμφαίνων τῆς τριάδος· ἑκάστῃ δὲ προστίθεται μονὰς πεντηκοντάδι δεῖγμα μιᾶς θεότητος τῆς ἐν τρισὶ προσώποις. Συναγαγεῖν δὲ τοὺς ψαλμοὺς καὶ βίβλῳ συνυφᾶναι οἱ μὲν τὸν Ἔσδραν λέγουσιν, οἱ δὲ τὸν Ἐζεκίαν. Τέσσαρες δ' ἦσαν ἀρχῳδοὶ μετὰ χορῶν τεσσάρων, ἐδήλουν δὲ τὰ κλίματα τὰ τέσσαρα τοῦ κόσμου, δι' ὧν ὁ φθόγγος τῶν ψαλμῶν ἔμελλε προχωρῆσαι. συνίστων δ' ἄνδρες τὸν χορὸν ἑβδομηκονταδύο· τὸν ἀριθμὸν δὲ τῶν γλωσσῶν ἐσήμαινε τὸ πρᾶγμα, αἵτινες διεκρίθησαν ἐν τῇ πυργοποιίᾳ· πάσαις γὰρ γλώσσαις ἔμελλε τὰ τῶν ψαλμῶν ψαλθῆναι. Τοῖς μὲν οὖν ἄλλοις ἅπασι τοῖς τότε μελῳδοῦσιν ἦν ὄργανα διάφορα τὸ μέλος ἐξηχοῦντα, κρότοι κυμβάλων εὔρυθμοι καὶ κρούματα κιθάρας, ὁ τῶν τυμπάνων πάταγος, ὁ τῶν σαλπίγγων ἦχος, ὧν ἕκαστον ἀρίθμησε ψαλμὸς ὁ τελευταῖος. Δαυὶδ δὲ τὸ ψαλτήριον ἐν τῇ χειρὶ κατεῖχεν ὡς ὄργανον βασιλικόν, ὡς βασιλεῖ προσῆκον. σάλπιγγες οὖν καὶ σύριγγες τῶν ἐμπνευστῶν ὑπῆρχον, τῶν ἐντατῶν δ' ἐτύγχανον αἱ λύραι καὶ κιθάραι, τύμπανα δὲ καὶ κύμβαλα τῆς τῶν κρουστῶν μερίδος. μόνον δὲ τὸ ψαλτήριον, ὅπερ Δαυὶδ κατεῖχεν, ὃ καὶ κινύραν λέγουσι καὶ λύραν καὶ κιθάραν, ἦν μὲν ἀπὸ τῶν ἐντατῶν, πλὴν ὄρθιον ὑπῆρχεν, ἄνωθεν παρεχόμενον τὰς ἀφορμὰς τῶν ἤχων, ἵν' ἔχωμεν τὴν μίμησιν τούτου τοῦ ψαλτηρίου, καὶ τὰς ψυχὰς εὐθύνωμεν καὶ φέρωμεν ὀρθίους καὶ ταύτας ἐκπαιδεύωμεν ἐμμελετᾶν τοῖς ἄνω, ψαλτήρια γινόμενα πνευματικὰ καὶ θεῖα ἐν συμφωνίᾳ μυστικῇ ψυχῆς τε καὶ σαρκίου, ἐκ πνεύματος κρουόμενα καθάπερ ἐκ τεχνίτου. εἶχε δὲ τὸ ψαλτήριον δέκα κολάβους ἄνω· ἐκεῖνοι δὲ στρεφόμενοι περὶ τὸν τούτου πῆχυν ἐπέτεινόν τε τὰς χορδὰς καὶ πάλιν ὑπεχάλων πρὸς τὸν τοῦ ψάλλοντος σκοπὸν καὶ τὸ ποιὸν τοῦ μέλους. ἀλλ' ἡ μὲν χεὶρ ἡ δεξιὰ κατέκρουε τῷ πλήκτρῳ, ἡ δ' ἄλλη χεὶρ ταῖς ἐπαφαῖς στρέφουσα τοὺς κολάβους ποιάν τινα τὴν τῶν χορδῶν ἐποίει μελῳδίαν. εἶχε δὲ δέκα τὰς χορδὰς ἀλλήλαις ἀντιφθόγγους, ὅπως ἡμεῖς ὡς ἐκ χορδῶν ὁμοίως ἀντιφθόγγων (πέντε μέν, αἵτινές εἰσι τοῦ σώματος αἰσθήσεις πέντε δ' ἑτέρων, ἅς φασι τὰς ψυχικὰς δυνάμεις) σύμφωνον ἀνακρούωμεν θεῷ τὴν μελῳδίαν. Ἡ τῶν ψαλμῶν δὲ σύνταξις ἄτακτον τάξιν ἔχει. οὐ γὰρ καθὼς ἐγράφησαν ἀρχῆθεν τῷ προφήτῃ, οὕτω καὶ συνετέθησαν πρὸς τὴν ἀκολουθίαν, ἀλλὰ καθὼς εὑρέθησαν ἔλαβον καὶ τὴν τάξιν. ἐπεὶ γὰρ κατεφρόνησαν Ἑβραῖοι τῶν πατρίων καὶ λήθην ἔσχον τῶν γραφῶν τῶν παραδεδομένων κἀντεῦθεν παρερρύησαν αἱ βίβλοι συμφθαρεῖσαι, συνῆξε ταύτας ὕστερον Ἔσδρας εἴτ' Ἐζεκίας, συνῆξε δὲ καὶ τοὺς ψαλμοὺς διεσπαρμένους ὄντας. εὗρε δ' αὐτοὺς κατὰ μικρόν, οὐκ ἐν ταὐτῷ τοὺς πάντας· καθὸ γοῦν τούτους εὕρισκε ποτὲ καὶ κατὰ μέρος, εἰκότως καὶ συνέταττεν αὐτοὺς συγκεχυμένως, τοῖς εὑρημένοις πρότερον τοὺς ἐφεξῆς συνάπτων. ἡ τάξις τοίνυν τῶν ψαλμῶν ἡ νῦν εὑρισκομένη τῷ χρόνῳ τῆς εὑρέσεως κατάλληλος ἐτέθη· ἂν δ' ἀκριβῶς σκοπήσειας, οὐκ ἀθεεὶ καὶ τοῦτο, ἀλλ' οὕτως ᾠκονόμησε τοῦ πνεύματος ἡ χάρις. ἔστι μὲν γὰρ ἡ χρονικὴ τάξις συγκεχυμένη, ἡ σύγχυσις δ' οὐ γέγονεν ἁπλῶς καὶ κατὰ τύχην. καθάπερ γὰρ τῶν ἰατρῶν ὁ μέν τις τέμνει πρῶτον, εἶτα χρισμάτων ἅπτεται καὶ τότε φαρμακεύει, ἄλλος δ' ἀνάπαλιν αὐτοῖς κέχρηται πρὸς τὴν χρείαν, καὶ τάξεως οὐ γίνεται μέλησις τῷ τεχνίτῃ, ἀλλ' ὅπερ βλέπει φάρμακον τὴν νόσον ἀπαιτοῦσαν, τοῦτο καὶ πρῶτον ἥγηται καὶ τῷ νοσοῦντι φέρει· οὕτω τῷ θείῳ πνεύματι τῆς τοῦ θεοῦ σοφίας οὐ χρονικῆς ἐμέλησε ψαλμῶν ἀκολουθίας, ἀλλ' ὠφελείας μάλιστα τῆς τῶν ἐντυγχανόντων. καὶ γὰρ ὁ πρῶτος τῶν ψαλμῶν διδάσκει τοὺς ἀνθρώπους τῆς ἀσεβείας ἀποχήν, πρὸς δὲ τῆς ἁμαρτίας· ὁ δεύτερος ὑπέδειξε τίνος ἐσμὲν δεσπότου, τίνος λαὸς ὑπάρχομεν, τίνος μερὶς καὶ κλῆρος, καὶ τίνι δέον προσελθεῖν, τίνι προσκολληθῆναι· ὁ τρίτος δὲ παρίστησι δαιμονικοὺς πολέμους, ἐπιβουλὰς καὶ προσβολὰς ὑπὸ τῶν ἀντιπάλων, αἵτινες ἐπεγείρονται τοῖς ἀγωνιζομένοις· ἐκ τούτων δὲ πρὸς τοὺς ψαλμοὺς τοὺς ἐφεξῆς προβαίνων εὑρήσεις ἀκριβέστερον αὐτοῖς ἐντεθειμένας τῶν συμφορῶν καὶ τῶν παθῶν πάσας τὰς θεραπείας. Τῆς δ' ἀσαφείας αἴτιον τῆς ἔν τισι κειμένης ὑπάρχει τὸ συμβολικὸν τῶν προφητευομένων τῶν προτυπούντων τὰ λαμπρὰ τῆς νέας διαθήκης, καὶ τῶν ῥημάτων τὸ βαθὺ καὶ συνεσκιασμένον, ὅπερ ἐστὶν ἰδίωμα φωνῆς τῆς Ἑβραΐδος. καὶ γὰρ διὰ τὴν δυσπειθῆ τῶν Ἰουδαίων γνώμην ἦσαν τὰ πλείω σκοτεινὰ καὶ συγκεκαλυμμένα, μόνοις παραγυμνούμενα πολλάκις τοῖς ἀξίοις, κρινόμενά τε θαυμαστῶς ἀπὸ τοῦ τέλους μόνου. σὺν τούτοις ἡ μεταβολὴ τῆς Ἑβραΐδος γλώσσης· ὅτε γὰρ μεταβάλλεται διάλεκτος πρὸς ἄλλην, εἰκὸς ἐντεῦθεν γίνεσθαι πολλὰς τὰς ἀσαφείας, ἐπεὶ μηδ' ἀπαράλλακτα τὰ μεθηρμηνευμένα. Γεγόνασι δ' ἑρμηνευταὶ τῆς παλαιᾶς ἁπάσης Ἑλληνιστὶ συγγράψαντες πάντα τὰ παρ' Ἑβραίοις τὸ πρῶτον ἑβδομήκοντα πολυμαθεῖς Ἑβραῖοι, ἐκλελεγμένοι τῶν λοιπῶν παρὰ τοῦ Πτολεμαίου, ὃς βασιλεὺς ἐτύγχανε καθ' ὅλης τῆς Αἰγύπτου. καὶ γὰρ καθυποτάξαντος τοὺς Πέρσας Ἀλεξάνδρου, εἶτα συνάψαντος εἰς ἓν ἄμφω τὰς βασιλείας, ὕστερον δὲ μετ' οὐ πολὺ τὸν βίον λελοιπότος, τὰ τῆς ἀρχῆς εἰς τέσσαρας μερίδας διῃρέθη· καὶ Φίλιππος μὲν ἔλαβε τὰ τῆς Μακεδονίας, Σέλευκος δ' ἐχειρώσατο πάντα τὰ τῆς Συρίας, ἡ τῆς Ἀσίας δὲ μερὶς ἥρμοσεν Ἀντιγόνῳ, κατέσχε δὲ τὴν Αἴγυπτον ὁ πρῶτος Πτολεμαῖος, καὶ μετ' αὐτὸν ἐκράτησεν ἕτερος Πτολεμαῖος, καὶ γὰρ πολλοὶ γεγόνασιν ὕστερον Πτολεμαῖοι. ἐκεῖνος οὖν ὁ δεύτερος τοῦ πρώτου Πτολεμαίου, πολέμῳ δουλωσάμενος τὸ γένος τῶν Ἑβραίων, ἠθέλησε μεταβαλεῖν εἰς τὴν Ἑλλάδα γλῶσσαν ἅπαντα τὰ συγγράμματα τῶν ἱερῶν βιβλίων. καὶ δὴ σοφοὺς συναγαγὼν καὶ μεμαρτυρημένους, τούτους τοὺς ἑβδομήκοντα τοὺς προδεδηλωμένους, ἑρμηνευτὰς καθίστησιν εἰς τὴν γραφὴν τὴν θείαν. κατὰ δυάδα δ' ἅπαντες ἐν οἴκοις μερισθέντες ὁμόφωνον ἐξέθεντο γραφὴν τῆς ἑρμηνείας. μᾶλλον δὲ καί τι λέγεται τοιοῦτον γεγονέναι· ἀναγνωσθείσης γάρ φασι τῆς ὅλης ἑρμηνείας εἰς θάμβος καὶ κατάπληξιν ἐλθεῖν τὸν Πτολεμαῖον θαυμάσαντα τὴν δύναμιν τοῦ λόγου καὶ τὸ κάλλος. ἐπαπορῶν δ' ὁ βασιλεὺς ἠρώτα τοὺς παρόντας, πῶς οὐκ ἐχρήσαντό τισιν ἐκ τούτων τῶν γραμμάτων ἱστορικοὶ καὶ ποιηταὶ καί τινες τῶν ὁμοίων. Δημήτριος δ' Ἀλιφαρεὺς παρατυχὼν ἐν τούτῳ– παρῆν δὲ καὶ Μενέδημος, ἀνὴρ τῶν φιλοσόφων– ἔφησαν μή τινα τολμᾶν ἅπλεσθαι τῶν τοιούτων· λέγουσι γὰρ Θεόπεμπτον τὸν ἱστοριογράφον μνησθέντα τούτων ἐν γραφαῖς εὐθὺς παραφρονῆσαι· σὺν τούτῳ καὶ Θεόδεκτον αὐτοῖς ἐπιβαλόντα, τὸν τραγῳδίας ποιητήν, αὐτίκα τυφλωθῆναι· τούτους δ' ἐξευμενίσαντας ἐς ὕστερον τὸ θεῖον ἀποβαλεῖν τὴν πήρωσιν καὶ τὴν παραφροσύνην. οὗτοι μὲν οὖν ἡρμήνευσαν ἐπὶ τοῦ Πτολεμαίου· ἐν οἷς φασι καὶ Συμεὼν εἶναι τὸν θεοδόχον. ἐκ τούτου γὰρ ἠξίωτο Χριστὸν ἰδεῖν τεχθέντα καὶ βρέφος ἀγκαλίσασθαι θεὸν σεσαρκωμένον. ὅπως δὲ τοῦτο γέγονεν εἰπεῖν οὐκ ὀκνητέον, κἂν παρεκβατικώτερος ὁ περὶ τούτου λόγος. ὁ θεῖος οὗτος Συμεὼν τὰς βίβλους ἑρμηνεύων ἤδη μετεχειρίζετο τὴν βίβλον Ἡσαΐου· ὡς δ' εὗρε τοῦτο τὸ ῥητὸν τὸ φράζον οὑτωσί πως, «ἰδοὺ παρθένος ἐν γαστρὶ συλλήψεται καὶ τέξει», ἠπίστησε τῷ ῥῄματι καὶ πέπαυτο τοῦ γράφειν, κατανοῶν ἀμήχανον τὸ πρᾶγμα παρ' ἀνθρώποις. οὕτως οὖν γνώμης ἔχοντι τῷ Συμεὼν ἐν τούτῳ γέγονεν ἀποκάλυψις ἐκ πνεύματος ἁγίου μὴ μεταστῆναι τῆς ζωῆς, ἀλλ' ἐν τοῖς ζῶσιν εἶναι, μέχρις ἂν ἴδῃ τελεσθὲν τὸ διηπορημένον καὶ τὸν δεσπότην ὄψεται μητρὸς υἱὸν παρθένου. ἦν οὖν ἐν βίῳ διαρκῶν ἕως Χριστὸς ἐτέχθη· ὃν γεννηθέντα Συμεὼν λαβὼν ἐν ταῖς ἀγκάλαις «νῦν ἀπολύεις», ἔφησε, «δέσποτα, τὸν σὸν δοῦλον κατὰ τὸ ῥῆμα τὸ σεπτὸν τῆς σῆς ἐπαγγελίας». Περὶ τὴν νύσσαν τοιγαροῦν τὸν πῶλον κεντητέον καὶ τὰ τῆς διηγήσεως αὖθις ἐπιστρεπτέον. οἱ μὲν οὖν ἑβδομήκοντα γεγράφασι τὸ πρῶτον, δεύτερος δὲ μεταγραφεὺς ὁ Σινωπεὺς Ἀκύλας, ὃς Ἕλλην ἦν ἐκ Ποντικῆς, ὕστερον δ' ἐβαπτίσθη· προσκρούσας δὲ Χριστιανοῖς περί τινων δογμάτων, ἠθετηκὼς τὸ βάπτισμα προσῆλθεν Ἰουδαίοις. τὴν ἑρμηνείαν δ' ἔγραψεν ὑστέραν τῆς προτέρας ἐνιαυτοῖς τριάκοντα πρὸς τοῖς τετρακοσίοις· καὶ μηνιῶν Χριστιανοῖς ὁ δείλαιος Ἀκύλας παραφθορὰν εἰργάσατο πολλὴν τῆς ἑρμηνείας. Αἴλιος δ' ἦν Ἀδριανὸς ἐν Ῥώμῃ βασιλεύων· ἡ γὰρ ἀρχὴ μετέπεσε πρὸ χρόνων εἰς Ῥωμαίους, ἥτις ἐστὶ τὸ τέταρτον τοῦ Δανιὴλ θηρίον. ἐκ τῶν τεσσάρων γὰρ θηρῶν ἧς εἶδεν ὀπτασίας ὁ πρῶτος θὴρ ἐσήμαινε τὸ κράτος Ἀσσυρίων, θάτερος δὲ τὴν Περσικὴν ἐδήλου δυναστείαν, ὁ τρίτος δ' ὑπενέφαινεν ἀρχὴν τῶν Μακεδόνων, ὁ δέ γε θὴρ ὁ τέταρτος, ὁ τούτων τελευταῖος, τὴν τελευταίαν ἔφραζε Ῥωμαίων βασιλείαν. Μετὰ δ' Ἀκύλαν ἑρμηνεὺς Σύμμαχος Σαμαρείτης, ὃς μὴ τυγχάνων τῆς τιμῆς ἧσπερ αὐτὸς ἐζήτει τῶν Σαμαρέων ἀποστὰς πρόσεισιν Ἰουδαίοις καὶ πάλιν περιτέμνεται περιτομὴν δευτέραν· καὶ τούτοις χαριζόμενος, ἐπεγκοτῶν δ' ἐκείνοις, ἐσπούδασεν ἐκ τῆν γραφῆς πολλὰ παρερμηνεῦσαι, καὶ μᾶλλον τὰ κατὰ Χριστὸν καὶ τὴν οἰκονομίαν, ὄντος ἐκείνῳ τῷ καιρῷ Σεβήρου βασιλέως. Ἑρμηνευτὴς δὲ τέταρτος ἐστὶ Θεοδοτίων, τὸ δόγμα Μαρκιωνιστής, Ἐφέσιος τὸ γένος· ὃς δὴ μηνίσας ὕστερον τοῖς συναιρεσιώταις κἀκεῖνος πάλιν ἔκδοσιν ἐξέδωκεν ἰδίαν· ἦν δ' ἐγκρατὴς ὁ Κόμοδος τότε τῆς βασιλείας. Ἡ δ' ἔκδοσις ἡ μετ' αὐτὴν οὐκ ἔχει τὸν ἐκδότην, εὑρέθη δ' εἰς Ἱεριχὼ πίθῳ συγκεχωσμένη, τὸ σκῆπτρον τὸ βασιλικὸν κατέχοντος Καράλλου. Οὐδὲ τῆς ἕκτης γνώριμον εὑρήσεις τὸν πατέρα, καὶ ταύτην γὰρ ἀνώνυμον, φασίν, ὡς καὶ τὴν πέμπτην, ἐπὶ πολὺ δ' οὖσαν κρυπτὴν εὗρον ἐν Νικοπόλει· καὶ βασιλεὺς Ἀλέξανδρος ὑπῆρχεν ὁ Μαμαίας. Ἡ τελευταία δ' ἔκδοσις, ἥτις ἐστὶν ἑβδόμη, ἐκδότην φέρει θαυμαστόν, Λουκιανὸν τὸν μέγαν, τὸν πρότερον ἀσκητικοῖς δοκιμασθέντα πόνοις, ὕστερον δὲ μαρτυρικοῖς ἀγῶσι λαμπρυνθέντα. ὃς ἐπιστήσας ταῖς γραφαῖς τῶν ἄλλων ἑρμηνέων καὶ φιλοπόνως ἐντυχὼν ταῖς βίβλοις τῶν Ἑβραίων καὶ τὴν ἐν ταύταις δύναμιν πανσόφως ἀκριβώσας πάσης γραφῆς ἐκτέθεικεν ἀρίστην ἑρμηνείαν, οὐ περιττὴν οὐδ' ἐλλιπῆ τῆς ἀληθείας οὖσαν, πάντα δὲ φέρουσαν ὀρθῶς τὰ καθηρμηνευμένα καὶ τῇ τῶν ἑβδομήκοντα συνᾴδουσαν ἐκδόσει. εὗρον δ' αὐτὴν ἐς ὕστερον ἐν τῇ Νικομηδείᾳ μετὰ τὴν ἄθλησιν αὐτοῦ καὶ τοὺς λαμπροὺς ἀγῶνας παρ' Ἰουδαίοις μένουσαν ἐν τοίχῳ κεκρυμμένην αὐτόν τε τοῦτον ἔχουσαν τὸν μάρτυρα γραφέα· ἦν δὲ τῷ τότε βασιλεὺς ὁ μέγας Κωνσταντῖνος. Ἀρκούντως τοίνυν ἔχοντες τῶν ἀποδεδομένων ἐπὶ τοὺς τρόπους ἔλθωμεν λοιπὸν τῆς προφητείας. ὁ μέν τις γὰρ τῶν προφητῶν τὸ μέλλον προφητεύει, ὁ δὲ συγγράφεται τὰ νῦν, ὁ δὲ τὰ παρελθόντα. καὶ τούτων αὖθις ἕτερος συγκεκρυμμένως γράφει ὡς χρώμενος αἰνίγμασι καὶ τύποις καὶ συμβόλοις, ἄλλος τρανῶς καὶ καθαρῶς, ἄλλος συγκεκραμένως, ἄλλος τοῦ λέγειν ἀποστὰς τόδε τι πρᾶγμα πράττει. εἰσὶ δὲ πάλιν ἕτεροι τρόποι τῶν τρόπων τούτων· ὁ μὲν γὰρ δι' ὁράσεως δέχεται τὰς ἐλλάμψεις, ἕτερος δὲ δι' ἀκοῆς λαμβάνει τὰ πρακτέα, ἕτερος δ' ἐκ τῆς γεύσεως, ἕτερος δ' ἀλλαχόθεν. ταῦτα δὲ πάντα νοητά, καὶ νοητῶς λεκτέον· τοσαῦται γὰρ καὶ τοῦ νοὸς τυγχάνουσιν αἰσθήσεις, ὅσας αἰσθήσεις οἴδαμεν τῷ σώματι προσούσας· πᾶσαι δ' ὁράσεις λέγονται γενικωτέρῳ λόγῳ. ἐπισκεπτέον τοιγαροῦν τὰς τοῦ νοὸς αἰσθήσεις. «αὕτη» γὰρ «ὅρασις», φησίν, «ἣν εἶδεν ὁ προφήτης», ὅρασις δὲ καὶ Δανιὴλ καὶ προφητῶν ἑτέρων. ἀκούει δ' Ἰεζεκιὴλ λαλοῦντος τοῦ κυρίου, «ἀνθρώπου» γὰρ «υἱέ», φησίν, «ἄκουσον ἅπερ λέγω». σὺν τούτοις δὲ καὶ γεύεται τὴν θαυμασίαν γεῦσιν, αὐτίκα δ' ἐκ τῆς γεύσεως πληροῖ καὶ τὴν κοιλίαν, ὅτε θεὸς ἐψώμισεν αὐτὸν τῇ κεφαλίδι. δεῖγμα δ' ὑπάρχει τῆς ἁφῆς Ναοὺμ τὸ θεῖον λῆμμα· θεοληψίαν γὰρ καλεῖ τὴν θείαν ὁμιλίαν ἣν δήπερ προσωμίλησε τὸ πνεῦμα τῷ προφήτῃ, καθάπερ ἐπαφώμενον τῆς τούτου διανοίας καὶ ταύτῃ πλέον ἐντυποῦν τὴν γνῶσιν τῶν μελλόντων. ὁ δὲ Δαυὶδ σὺν τοῖς λοιποῖς ὀσφραίνεται καὶ μύρου. ἄλλα γὰρ ἄλλων προφητῶν πολλάκις ἐνεργούντων οὗτος δι' ὅλων ἔρχεται καὶ τρόπων καὶ πραγμάτων· καὶ νῦν μὲν μνήμην δίδωσι τῶν παρεληλυθότων, νῦν δ' ἐκτυποῖ τὰ μέλλοντα συμβαίνειν μετὰ χρόνους, ἄλλοτε δὲ συντίθησι τοὺς λόγους τῶν παρόντων. πολλάκις δὲ παρήλλαξε τὰ τῆς ἀκολουθίας, ποτὲ μὲν ὡς γενόμενα τὰ μέλλοντα διδάσκων, ποτὲ δ' αὖθις ὡς μέλλοντα τὰ προγεγενημένα. καὶ νῦν μὲν ὅρασιν ὁρᾷ (τὸν γὰρ δεσπότην εἶδε), νῦν δ' ἀκοαῖς εἰσδέχεται φωνὴν θεοῦ καλοῦσαν. ἄκουσον δὲ καὶ τὴν ἁφὴν ἐκ τῶν αὐτοῦ ῥημάτων· καὶ γὰρ «ἡ γλῶσσά μου» φησὶ «κάλαμος γραμματέως», γλῶσσαν οὐ τὴν τοῦ σώματος εἰπὼν τὴν φαινομένην (καὶ γὰρ ἔργον αὐτῆς ἐστι τὸ λέγειν, οὐ τὸ γράφειν), ἀλλὰ τὴν γλῶσσαν τοῦ νοὸς τὴν ἔνδον κεκρυμμένην, ἧς ξενοτρόπως ἥπτετο τὸ πνεῦμα τῆς σοφίας καὶ τὰς τῶν ὄντων δι' αὐτῆς ἐκαλλιγράφει γνώσεις. ἀλλ' ὅρα καὶ τὴν γευστικὴν αἴσθησιν τῆς καρδίας· γλυκαίνεσθαι γὰρ ἔφησε τὸν λάρυγγα τὸν τούτου ἐπέκεινα τοῦ μέλιτος τοῖς τοῦ θεοῦ λογίοις. εἰ θέλεις καὶ τὴν ὄσφρησιν, ἰδού σοι καὶ τὸ ῥῆμα· «ἐκ τῶν ἀμφίων σου στακτὴ καὶ σμύρνα καὶ κασία.» οὕτω Δαυὶδ ταῖς τοῦ νοὸς αἰσθήσεσιν ἁπάσαις πασῶν ἀντελαμβάνετο τοῦ πνεύματος χαρίτων. Οὐ πάντα δὲ τὰ ῥήματα τὰ τοῖς ψαλμοῖς ἐνόντα δέξεται τὴν ἐξέτασιν καθ' ἕνα μόνον τρόπον, καθ' ἱστορίαν τὸ τυχόν, ἢ κατὰ προφητείαν ἢ κατὰ πρᾶξιν ἠθικὴν ἢ κατ' ἀλληγορίαν. πολλάκις γὰρ ἐν τοῖς αὐτοῖς πολλοὺς εὑρήσεις λόγους. εἰ βούλει δέ, μοι λάμβανε τοῦ πράγματος εἰκόνα· ὥσπερ γὰρ ἐν τοῖς σπέρμασιν ὁρῶμεν καὶ τοῖς δένδροις ποικίλας καὶ πολυειδεῖς ἐκφύσεις καὶ δυνάμεις (ῥίζα γὰρ δένδρῳ πέφυκε καὶ στέλεχος καὶ κλάδοι, ἔχει καὶ φύλλα καὶ φλοιὸν καὶ τὴν ἐντεριώνην· ὡσαύτως ἐν τοῖς σπέρμασι καὶ χλόη καὶ καλάμη, καὶ μετὰ ταύτας φύουσιν ἀθέρες τε καὶ λέπος· ἐννόει δὲ καὶ τὸν καρπόν, πῶς ἀνθ' ἑνὸς μυρίοι), οὕτως ἐπὶ τοῦ πνεύματος, ἢ μᾶλλον πολλῷ πλέον. ἵνα δ' ἀφεὶς τὰ περιττὰ συντετμημένως εἴπω, μετάγονται καὶ πρὸς ἡμᾶς τῶν ψαλμικῶν τὰ πλείω. ἐχθροὺς οὖν πάντας τοῦ Χριστοῦ τοὺς δαίμονας κλητέον· καὶ δυσμενεῖς ἐνεδρευτὰς καὶ πλάνους καὶ δολίους, διώκοντας, ἐκθλίβοντας, συνεπιτιθεμένους, τούτους αὐτοὺς τοὺς δαίμονας καὶ πάλιν νομιστέον· Ἀβεσαλὼμ δὲ καὶ Σαοὺλ καί τινα τῶν τοιούτων τὸν ἔξαρχον τῶν πονηρῶν πνευμάτων λογιστέον· Δαυὶδ δὲ πάλιν καὶ χριστόν, πρὸς δὲ καὶ βασιλέα, ῥητέον ἕκαστον ἡμῶν μυστικωτέρῳ λόγῳ. ὡς γὰρ Δαυὶδ ἐκ χρίσματος ἦλθεν εἰς βασιλείαν (καὶ γὰρ ἐχρίσθη πρότερον τῷ τῆς ἀρχῆς ἐλαίῳ), οὕτως ἡμεῖς τυγχάνομεν τῆς ἄνω βασιλείας ἐλαίῳ προχριόμενοι βαπτίσματος τοῦ θείου. ὅσα δ' οὐ προσαρμόζουσι τῶν ψαλμικῶν ῥημάτων, τοῦ πνεύματος ἡγούμεθα φωνὰς τοῦ παναγίου, ὡς τοῦ δευτέρου τὰ ῥητὰ καὶ τῶν παραπλησίων, ἐκ τούτων ἁγιάζοντες τὰς ἑαυτῶν καρδίας. Ἔστι δ' ὁ πρῶτος τῶν ψαλμῶν ἐκ τῶν ἀνεπιγράφων, οὐκ ἔσχε γὰρ ἐπιγραφήν, οὐδ' ἐκ τῶν ἑρμηνέων· ἔχει δὲ παίδευσιν ἠθῶν, μετέχει καὶ δογμάτων οὐ γὰρ προσέχειν παραινεῖ τοῖς θείοις λόγοις μόνον καὶ τὴν σὺν τοῖς ἁμαρτωλοῖς ἀναστροφὴν ἐκφεύγειν, ἀλλὰ διέξεισιν ὁμοῦ καὶ τὰ τῶν ἀσεβούντων, διδάσκων οἷαι μένουσιν αὐτοὺς αἱ τιμωρίαι, τοὺς δ' εὐσεβῶς βιώσαντας εἰκότως μακαρίζων. «μακαρισμοῦ» γὰρ «ἄξιος ἀνὴρ» φησὶν «ἐκεῖνος, ὃς ἐπὶ τὴν τῶν ἀσεβῶν βουλὴν οὐκ ἐπορεύθη κἀν τρίβῳ τῶν ἁμαρτωλῶν οὐκ ἔστησε τὸν πόδα οὐδ' ἐν καθέδρᾳ τῶν λοιμῶν ἠθέλησε καθῆσαι.»

Intertext edge

Open linked passage

Note