Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1.1
Τοῦ σοφωτάτου Ψελλοῦ Ἰνδικοπλεύστου πρόγραμμα Κοσμᾶ τῷ ψαλτηρίῳ Μετὰ τὸν μέγιστον Μωσῆν καὶ μέγαν ἐν προφήταις καὶ πρώτιστον δημαγωγὸν τοῦ γένους τῶν Ἑβραίων, καὶ τὸν διάδοχον αὐτοῦ καὶ μέγαν στρατηγέτην, τὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ τοὺς κριτὰς ἐκείνους τοὺς πρὶν τὸ δωδεκάφυλον εὐθύνοντας ἐν κρίσει, καὶ τὴν ἀποδοκίμασιν Σαοὺλ τῆς βασιλείας, ἤγειρεν αὖθις ὁ θεὸς προφήτην βασιλέα, τὸν θαυμαστὸν καὶ πάνσοφον Δαυὶδ τὸν ψαλμογράφον. ὃς ἐμφανῶς τὰ μέλλοντα προβλέπων ὡς προφήτης καὶ τὰ πρὸ χρόνων φθάσαντα πολλῶν συντελεσθῆναι, τὰ δυστυχήματά φημι καὶ τὰς αἰχμαλωσίας τῆς πονηρᾶς συναγωγῆς Ἑβραίων τῶν ἀθλίων καὶ τὴν εἰς τούτους τοῦ θεοῦ ἀντίληψιν καὶ σκέπην, δι' ἧς ἐρρύσατο συχνῆς αἰχμαλωσίας τούτους καὶ τοὺς αἰχμαλωτίσαντας ἠφάνισεν εἰς τέλος· ἵνα μὴ λέγω τὰ πολλὰ τῶν εὐεργετημάτων, τὴν ῥαβδισθεῖσαν θάλασσαν τὴν διχοτομηθεῖσαν, τὴν ἐν ἐρήμῳ τράπεζαν τὴν ξένην καὶ ποικίλην καὶ τὴν τοῦ μάννα παροχὴν τὴν καὶ δαψιλεστάτην καὶ τοὺς ἐκ πέτρας ποταμούς, τῆς ἀκροτόμου λέγω, καὶ τῆς Μερρᾶς τὸν γλυκασμὸν τὸν ἀπὸ τῆς πικρίας· καὶ δὴ σὺν τούτοις μάλιστα προβλέπων ὁ προφήτης τὸν τρόπον τὸν ἀχάριστον ἐκείνων τῶν Ἑβραίων καὶ τὴν ὀργὴν τὴν τοῦ θεοῦ πρὸς τούτους ἐνεχθεῖσαν, προβλέπων καὶ τὴν σταύρωσιν τοῦ θεανθρώπου λόγου καὶ τὴν ἐκ τάφου θαυμαστὴν ἐξέγερσιν ἐκείνου τὴν κλῆσίν τε τὴν τῶν ἐθνῶν, ἡμῶν τῶν ἀπωσμένων καὶ τὴν δευτέραν ἔλευσιν τοῦ λόγου καὶ τὴν κρίσιν– ταῦτα προβλέπων ἅπαντα προφητικῶς ἐκεῖνος καὶ κινηθεὶς ἐκ πνεύματος τοῦ παναγιωτάτου ἠθέλησε συγγράψασθαι πάντα ποικιλοτρόπως. Καὶ δὴ συγκαλεσάμενος τινὰς μικροπροφήτας, ὀργανοφόρους, ὀρχηστάς, ψαλτηρολυροπλήκτας (ὁ μὲν γὰρ εἶχε τύμπανον, ὁ δ' ἐξ αὐτῶν κινύραν, ἄλλος αὐλοὺς βουκολικούς, ὄργανον δ' ἄλλος ἄλλο ψαλτήριον καλούμενον δεκάχορδον τῷ τότε), χορούς τε συστησάμενος ἐκ τούτων διαφόρους ἐξάρχους ἔχοντάς τινας καὶ χοροκορυφαίους, τὸν Ἰδιθοὺμ καὶ τὸν Αἰθάμ, Ἀσάφ τε καὶ τοὺς ἄλλους, τοὺς ἑκατὸν πεντήκοντα ψαλμοὺς ἐμμέτρως ᾖσεν. Οὐ γὰρ ὡς λέγουσί τινες τῶν γε μὴ γινωσκόντων, ὅτι τινὰς μὲν ἔγραψε ψαλμοὺς Δαυὶδ ὁ μέγας, τινὰς δὲ παῖδες τοῦ Κορέ, Ἀσὰφ δὲ πάλιν ἄλλους, ἄλλους δὲ γέγραφεν Αἰθάμ, ὁ δ' Ἰδιθοὺμ ἑτέρους. καὶ γὰρ κἂν ἐπιγράφωνται τούτων αἱ κλήσεις ἴσως ἐν ἐπιγράμμασί τινων ψαλμῶν ἐκ τοῦ ψαλτῆρος, ὡς μελῳδήσαντες ψαλμούς, οὐ μὴν δ' ὡς γεγραφότες παρά τινων ἐτέθησαν ὡς ἐπιγεγραμμένοι. ὁ γὰρ Δαυὶδ ὁ μελῳδός, ὁ βασιλεὺς ἐκεῖνος, ἡνίκα γέγραφε ψαλμὸν ἐμμέτρως τεθειμένον, εὐθὺς ἐδίδου τῷ χορῷ τῷ δεδοκιμασμένῳ καὶ μελουργεῖν ἐπέτρεπε καὶ τὸν ψαλμὸν ἐξᾴδειν. εἰ δ' ἴσως ἐδοκίμασεν ἄλλῳ χορῷ διδόναι τὸ λεῖπον ἔτι τῷ ψαλμῷ πρὸς τὸ μελουγρηθῆναι, ἡ τοῦ ῥυθμοῦ μεταβολὴ τοῦ μέλους τε τὸ τμῆμα ἐλέγετο διάψαλμα παρὰ τῶν γινωσκόντων. τοῦτο δὲ πάντως ἔξεστι μαθεῖν τῷ βουλομένῳ ἐκ βίβλου τῶν βασιλειῶν τῶν Παραλειπομένων· ῥητῶς γὰρ οὕτω γέγραπται περὶ Δαυὶδ ἐκεῖσε, ὡς ᾖσε τήνδε τὴν ᾠδὴν Ἀσὰφ χειρὶ προφήτου. ἄλλως τε πάλιν ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις πολλὰ πολλάκις ῥήματα λέγων ἐκ τοῦ ψαλτῆρος μόνον εἰσάγει τὸν Δαυὶδ ὡς πάντας γεγραφότα· ὡσαύτως τοῦτο λέγουσι τινὲς τῶν ἀποστόλων, ἡνίκα χρῶνται λέξεσι καὶ λόγοις τοῦ ψαλτῆρος. Οὐ μέντοι τάξιν ἔχουσι τοῦ λόγου καὶ τοῦ χρόνου, ἀλλ' ἀλληνάλλως οἱ ψαλμοὶ κεῖνται συντεταγμένοι. οὓς μὲν γὰρ γέγραφε Δαυὶδ ἐν τοῖς ὑστέροις χρόνοις, ὥσπερ γραφέντες ἐξ ἀρχῆς κεῖνται συντεταγμένοι· οὓς δὲ τὸ πρῶτον εἴρηκεν, ἀρχῇ τῆς βασιλείας, ὕστερον συνετέθησαν παρὰ τῶν συνταξάντων. τὰ γὰρ συμβάντα τῷ Δαυὶδ ἐκ τοῦ Σαοὺλ ἀρχῆθεν, καὶ πρὶν σχεδὸν Ἀβεσαλὼμ τὸν παῖδα γεννηθῆναι, ὁ τεσσαρακοστόπρωτος ἑκατοστὸς συγγράφει· ὅσα δὲ πεπαρῴνηκεν Ἀβεσαλὼμ ἐκεῖνος ὕστερον πάντων τῷ Δαυίδ, ὁ τρίτος ψαλμὸς γράφει. Ὁ τρόπος δ' οὗτος πέφυκε τῆς κακοσυνταξίας· μετὰ τὸν θάνατον Δαυὶδ τοῦ πάνυ σοφωτάτου λήθης ἠφάνιστο βυθοῖς βίβλος ἡ τοῦ ψαλτῆρος ἐξ ἀτασθάλου καὶ νωθρᾶς τῶν Ἰουδαίων γνώμης. πρὸ χρόνων δὲ τριάκοντα σὺν τοῖς τριακοσίοις τῆς τοῦ θεοῦ σαρκώσεως τοῦ λόγου καὶ δεσπότου ὁ μετὰ τὸν Ἀλέξανδρον Αἰγύπτου βασιλεύσας, Φιλάδελφος καλούμενος τὴν κλῆσιν Πτολεμαῖος, ἠθέλησε συναγαγεῖν τὸ τοῦ Δαυὶδ βιβλίον. τῆς σῆς, Χριστέ μου, γνώρισμα καὶ τοῦτο προμηθείας· ἀνὴρ γὰρ ὄντως βάρβαρος τὴν γλῶσσαν καὶ τοὺς τρόπους σπουδὴν εἰσήγαγε πολλὴν Δαυὶδ εὑρεῖν τὴν βίβλον. καὶ δὴ συγκαλεσάμενος Ἑβραίων σοφωτάτους, τοὺς ὅλους ἑβδομήκοντα τυγχάνοντας ἐν μέτρῳ, καὶ φιλοσόφους Ἕλληνας οὐ πλείους τῶν Ἑβραίων, προσέταξε συναγαγεῖν τὸ τῶν ψαλμῶν βιβλίον ἐξελληνίσαι τε σαφῶς πρὸς τὴν Ἑλλάδα γλῶτταν. ἐπεὶ γοῦν οὐχ εὑρέθησαν μιᾷ πάντες ἐν βίβλῳ (ἐν βίβλοις γὰρ εὑρέθησαν πέντε κατεσπαρμένοι), ἐν τούτῳ κακοσύντακτοι τυγχάνουσιν οἱ πλείους, ὃν τρόπον τοῦτο πέπονθε καὶ προφητῶν ἡ βίβλος. Πολλῶν μὲν οὖν καὶ πολλαχοῦ ταύτην ἑρμηνευσάντων (τὴν βίβλον λέγω τοῦ Δαυίδ) ἀνθρώπων σοφωτάτων, ἑρμηνευταὶ περύκασι γεραίτεροι τοῖς χρόνοις, οὓς ἔφην ἑβδομήκοντα, πάντας Ἑβραίους ὄντας· καιρὸς δ' εἰπεῖν καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς τῆς βίβλου. Ἀκύλας γοῦν ὁ δεύτερος ἑρμηνευτὴς τυγχάνει, ὃς ἐκ πατρίδος ὥρμητο Σινώπης τῆς τοῦ Πόντου, ποικίλος μὲν τὴν αἵρεσιν γενόμενος ὁ τάλας. Ἕλλην γὰρ ὢν τὸ πρότερον εἰς ὀρθοδόξους ἦλθε, πεισθεὶς καλῶς καὶ βαπτισθεὶς ἐν Ἰεροσολύμοις· ἀλλ' αὖθις ἀρνησάμενος τὴν εὐσεβῆ θρησκείαν περιτομὴν ὑπήνεγκε καὶ γέγονεν Ἑβραῖος. καὶ προσκληθεὶς Ἀδριανῷ τῷ λεπρωθέντι πάλαι τὴν τοῦ Δαυὶδ ἡρμήνευσε βίβλον ἐξῃρημένως, τεσσαράκοντα τέσσαρας ὕστερον μετὰ χρόνους τῆς ἀναλήψεως Χριστοῦ τῆς ὡς πρὸς τὸν πατέρα. ἑρμηνευτὴς δὲ πέφυκε τρίτος καὶ μετὰ τοῦτον Σύμμαχός τις λεγόμενος, τὸ γένος Σαμαρείτης, ὃς ὑβρισθεὶς παρά τινων Σαμαρειτῶν ἀδίκως ἐκ λύπης ἰουδάισε περιτμηθεὶς ἀσκόπως. καὶ προσκληθεὶς παρά τινος Σεβήρου βασιλέως τὴν τοῦ Δαυὶδ ἡρμήνευσε ψαλμικωτάτην βίβλον ὡς δῆθεν πρὸς καταστροφὴν Σαμαρειτῶν τοῦ γένους, πλὴν μετὰ χρόνους ἑκατὸν τῆς σεβασμιωτάτης ἐπαναλήψεως Χριστοῦ πρὸς τοὺς πατρῴους κόλπους. Θεοδοτίων τέταρτος ἑρμηνευτὴς τυγχάνει, τὸ γένος μὲν Ἐφέσιος, ἀλλὰ Μαρκιωνίτης· ὅστις ἀπεχθανόμενος δῆθεν τοὺς ὁμοφύλους τὴν βίβλον ἐφηρμήνευσε τὴν Δαυιτικωτάτην, Κομόδου βασιλεύοντος τῆς Μεσοποταμίας. οὗτος μὲν οὖν ἡρμήνευσε τὸ τοῦ Δαυὶδ βιβλίον· καὶ πέμπτη δ' ἀνωνόμαστος, ὥς φασιν, ἑρμηνεία εἰς πόλιν τὴν Ἱεριχὼ τοῖς πίθοις κεκρυμμένη παρὰ τοῦ βασιλεύοντος εὑρέθη Καρακάλου. Ἁπλῷ μὲν λόγῳ καὶ κοινῷ καὶ κατημαξευμένῳ ὄργανον τὸ ψαλτήριον δεκάχορδον σημαίνει, ᾧτινι χρώμενοι τὸ πρὶν οἱ μελῳδοὶ πρὸς μέλος ἐν τούτῳ τὰ ψαλλόμενα καλλίστως ἐμελῴδουν. εἰ δ' ἴσως ἀναγωγικῶς ἐφερμηνεῦσαι θέλῃς, ψαλτήριον δεκάχορδον τὸν ἄνθρωπον σημαίνει. ὥσπερ γὰρ εἶχε πρότερον δέκα χορδὰς ἐκεῖνο, οὕτω καὶ πᾶς τις ἄνθρωπος ἔχει δυνάμεις δέκα σωματικὰς καὶ ψυχικάς, καὶ δῆλον ἀπὸ τούτου· ψυχὴ γὰρ πᾶσα πέφυκε δυνάμεις ἔχειν πέντε, νοῦν, αἴσθησιν, διάνοιαν, δόξαν καὶ φαντασίαν· ὡσαύτως καὶ τοῦ σώματος ἴσμεν αἰσθήσεις πέντε, ὅρασιν, ὄσφρησιν, ἁφήν, ἀκοήν τε καὶ γεῦσιν. ταῦτ' οὖν ὑπαινιττόμενος ἔλεγεν ὁ προφήτης· ἐν δεκαχόρδῳ τῷ θεῷ ψάλατε ψαλτηρίῳ. Εἰς τὸν αʹ ψαλμὸν ἤγουν τὸ «μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη» Ἄλλοι μὲν ἄλλα τῶν ψαλμῶν ἔχουσι λόγων εἴδη, ὁ δὲ παρὼν καὶ πρώτιστος εἶδος διττὸν ἐπέχει, διδακτικὸν σὺν ἠθικῷ· καὶ τοῦτο σκοπητέον. διδάσκει γὰρ ἀνάστασιν καὶ κρίσιν τῶν ἀνθρώπων, καὶ μακαρίζει τοὺς χρηστούς, τοὺς δ' ἄλλους ταλανίζει, καὶ μάλιστα τοὺς ἀσεβεῖς καὶ τυραννικωτάτους, οὓς οὐδ' εἰς κρίσιν ὕστερον ἐξαναστῆναι λέγει, ἀλλ' εἰς κατάκρισιν αὐτῶν καὶ κόλασιν ἀξίαν. τὸ γὰρ «οὐκ ἀναστήσεται πᾶς ἀσεβὴς εἰς κρίσιν» τοῦτο σημαίνει προφανῶς, ὡς ἀναστῆναι μέλλει, πλὴν οὐκ εἰς κρίσιν ἀληθῶς, ἀλλὰ πρὸς κατακρίσεις. Ἐάν σοι δόξῃ, ἐν τῇ ἀρχῇ τοῦ ψαλτηρίου γράψον ταῦτα· Δαυὶδ προφητάνακτος ἔνθεον μέλος Ψαλμὸς τῷ Δαυίδ, ἀνεπίγραφος παρ' Ἑβραίοις· εἰς τὸν αʹ ψαλμόν Θεοσεβεῖς μακαρίζει καὶ ἀσεβεῖς ταλανίζει. Εἰς τὸν βʹ ψαλμόν, τὸ «ἵνα τί ἐφρύαξαν» Περὶ Χριστοῦ προφητεύει, καλεῖ καὶ ἔθνη πρὸς πίστιν. Οὗτος τὸ πάθος προδηλοῖ τοῦ θεανθρώπου λόγου. «ἵνα τί» γὰρ «ἐφρύαξαν ἔθνη» φησὶν «ἀφρόνως, κενὰ δὲ μεμελέτηκε λαὸς τῶν Ἰουδαίων, ἄρχοντες δὲ συνήχθησαν, φεῦ, κατὰ τοῦ κυρίου;» πρὸς τὸν σωτῆρα δέ φησι τὸν ἄναρχον πατέρα «αἴτησαι» λέγειν «παρ' ἐμοῦ καὶ δώσω σοι τὰ ἔθνη καὶ τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου πάντα τὰ πέρατα τῆς γῆς. αὐτοὺς δὲ τοὺς Ἑβραίους σὺ ποιμανεῖς ἐν ῥάβδῳ σου τῇ σιδηρᾷ δικαίως, συντρίβων τούτους ἀληθῶς ὡς σκεύη κεραμέως.» ῥάβδον δὲ λέγει σιδηρᾶν Ῥωμαίων βασιλείαν τὴν τούτους κατατρύχουσαν μέχρι τῆς νῦν ἡμέρας. τὸ δ' «αἴτησαι καὶ δώσω σοι κληρονομίαν ἔθνη» οὕτως ὀφείλεις ἐννοεῖν ἅπας ἀναγινώσκων, ὡς ἔχει μὲν τὴν τοῦ παντὸς ὁ λόγος ἐξουσίαν θεὸς τυγχάνων ἀληθῶς κατὰ τὴν θείαν φύσιν, ἐπεὶ δὲ γέγονε βροτός, ὡς ἄνθρωπος αἰτεῖται τὴν ἐξουσίαν ἐκ πατρὸς τῶν ἐπὶ γῆς ἁπάντων. «ἐδόθη» γάρ φησιν «ἐμοὶ» κἀν τοῖς εὐαγγελίοις «ἐν οὐρανῷ καὶ ἐν τῇ γῇ πατρόθεν ἐξουσία». Εἰς τὸν γʹ ψαλμὸν τὸν «κύριε, τί ἐπληθύνθησαν» Ἅπερ αὐτῷ χρηστὰ ἔσται μετὰ τὰς θλίψεις προλέγει. Τοῦτον τὸν τρίτον εἴρηκε ψαλμὸν Δαυὶδ ὁ μέγας μετὰ τὴν πολυθρύλλητον αὐτοῦ παρανομίαν, ὅταν οὐ μόνον βάρβαροι καὶ πλῆθος ἀλλοφύλων ἀλλὰ καὶ παῖς Ἀβεσαλὼμ ἠγέρθη κατ' ἐκείνου. οὗπερ τὰς χεῖρας ἀποδρὰς καὶ φεύγων εἰς ἐρήμους θρηνολογῶν ἐφθέγγετο πρὸς τὸν δεσπότην τάδε· «τί» λέγων «ἐπληθύνθησαν οἱ θλίβοντές με, λόγε, πολλοὶ δ' ἐπανεστάθησαν νῦν ἐπ' ἐμὲ τὸν τάλαν;» ἐπιθαρρῶν ὡς ἔοικεν αὐτοῦ τῇ μετανοίᾳ, «ἐγώ» φησι, «κἂν ὕπνωσα, πλὴν ἐξηγέρθην αὖθις»· ὕπνον δὲ λέγει νουνεχῶς ὧδε τὴν ἁμαρτίαν. «ὅθεν οὐ φοβηθήσομαι λαοῦ τὰς μυριάδας τὰς ἐπιτιθεμένας μοι κύκλῳ, θαρρῶν σοι, λόγε.» Εἰς τὸν δʹ ψαλμόν, «ἐν τῷ ἐπικαλεῖσθαί με» Περὶ ὧν πέπονθε λέγει καὶ εὐσεβῶς ζῆν διδάσκει. Τοῦτον ἐξεῖπε τὸν ψαλμὸν νενικηκὼς τὸν παῖδα· «ἐν θλίψει» γὰρ «ἐπλάτυνας», φησίν, «εἰσήκουσάς μου.» τὸ δ' «εἰς τὸ τέλος» τὸν ψαλμὸν τοῦτον ἐπιγεγράφθαι ἔμφασιν ἔχει καθαρὰν τὸ τέλος τοῦ θανάτου· φησὶ γὰρ «κοιμηθήσομαι καὶ πάλιν ἀφυπνώσω». Εἰς τὸν εʹ ψαλμόν, «τὰ ῥήματά μου ἐνώτισαι» Ὡς ἀπὸ τῆς ἐκκλησίας προσευχομένου ὁ ὕμνος. Τοῦτον προσώπῳ γέγραφε τῆς θείας ἐκκλησίας· αὕτη γὰρ ἔσται τοῦ παντὸς εἰς τέλος κληρονόμος. ἥτις τοὺς μὴ πιστεύοντας κατὰ τὴν ταύτης δόξαν ἀφανισθῆναι δυσωπεῖ τὸν κύριον τῆς δόξης. φησὶ γάρ, «πάντας ἀπολεῖς τοὺς λέγοντας τὸ ψεῦδος» καὶ βλασφημοῦντας κατὰ σοῦ, δέσποτα τῶν ἁπάντων· «τούτων ὁ φάρυγξ γάρ ἐστι τάφος ἀνεῳγμένος». Εἰς τὸν ϛʹ ψαλμόν, «κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με» Διδάσκει πῶς δεῖ κυρίῳ ἐξομολόγησιν φέρειν. Μεταγινώσκων ὁ Δαυὶδ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἐν τέλει φοβερὰν κρίσιν εἰς νοῦν λαμβάνων ὑπὲρ αὐτῆς ἐκδυσωπεῖ μηδ' ὅλως κολασθῆναι· «μὴ τῷ θυμῷ σου» γάρ φησιν «ἐλέγξῃς με, σωτήρ μου», ἅπερ ὀδύνης ῥήματα τυγχάνουσι καὶ φόβου. Εἰς τὸν ζʹ ψαλμόν, «κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα» Ἀδικούμενος ἀδίκως ὑποτιθεῖ ἃ προσήκει. Ὁ πατραλοίας ὁ πικρός, Ἀβεσαλὼμ ἐκεῖνος, τὸν Ἀχιτόφελ σύμβουλον λαβὼν ἐν τοῖς πρακτέοις καὶ τὸν πατέρα φεύγοντα καταδιῶξαι μέλλων, παρὰ Χουσὶ τοῦ θαυμαστοῦ σοφῶς ἐξηπατήθη. ὑποκριθεὶς γὰρ ὁ Χουσὶ φίλος αὐτοῦ τυγχάνειν τρέχει πρὸς τοῦτον καί φησι λαθὼν τὸν Ἀχιτόφελ· «εἰ βούλει κτεῖναι τὸν Δαυὶδ ἀρτίως πεφευγότα, μὴ κατὰ πόδας ἄοπλος ἐκείνου καταδράμῃς· πολὺν συνάθροισον λαόν, καὶ τότε πολεμήσεις.» ὅπερ καὶ πέπραχε πεισθεὶς Ἀβεσαλὼμ ἐκείνῳ. ὁ γοῦν Δαυὶδ δραξάμενος καιροῦ τινος εὐκαίρου ἐξέφυγε τὸν πόλεμον τὸν τοῦ παιδὸς ἐκεῖνον. ποιεῖται γοῦν ὑπὲρ Χουσὶ ψαλμὸν εὐχαριστίας. ὁ μέντοι γε κακόχαρτος ἐκεῖνος Ἀχιτόφελ λύπῃ δεινῇ κατασχεθεὶς ἐν τῇ δραματουργίᾳ εὐθὺς ἐπνίγη γεγονὼς αὐτόχειρ δι' ἀγχόνης. τούτου γὰρ χάριν εἴρηκεν ὁ ψαλμογράφος πάλιν· «ἰδοὺ καθὼς ὠδίνησεν ἐκεῖνος ἀδικίαν, πόνον συνέλαβεν ἐντός, ἔτεκεν ἀνομίαν, καὶ τάφον ὤρυξε βαθύν, ἀλλ' ἐμπεσεῖται μόνος εἰς βόθρον ὃν εἰργάσατο τῇ κακοσυμβουλίᾳ.» Εἰς τὸν ηʹ ψαλμόν, «κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστόν» Χριστὸν κηρύττει καὶ κόσμου τὴν σωτηρίαν προλέγει. Τοῦτον ἐξεῖπε τὸν ψαλμὸν προβλέπων ὁ προφήτης τὴν κλῆσιν ὄντως τῶν ἐθνῶν, ἡμῶν τῶν ἀπωσμένων, καὶ τοὺς ναοὺς τοὺς ἱεροὺς τοῦ λόγου καὶ σωτῆρος. ληνοὶ γὰρ θεοπάτητοι πάντως αἱ ἐκκλησίαι, τὸ γλεῦκος ἀποστάζουσαι τὸ τῶν εὐαγγελίων. Εἰς τὸν θʹ ψαλμόν, «ἐξομολογήσομαί σοι, κύριε» Θάνατον ἔγερσιν κράτος Χριστοῦ, ἐχθρῶν πτῶσιν λέγει. Μέλλων ὁ μέγιστος Δαυὶδ καὶ θαυμαστὸς προφήτης προκαταγγεῖλαι τοῦ Χριστοῦ τὰ κοσμοσῶστα πάθη, φησὶ «ψαλμὸς ὑπὲρ υἱοῦ τῶν ἄγαν ἀποκρύφων». υἱοῦ δὲ τί τὸ κρύφιον ἢ κένωσις ἡ ξένη; κρυφίως γὰρ ταπείνωσιν τὴν κατάβασιν λέγει· «ἴδε μου τὴν ταπείνωσιν», φησὶ πρὸς τὸν πατέρα, «καὶ τοῦ θανάτου τῶν πυλῶν ὕψωσον παραδόξως.» Εἰς τὸν ιʹ ψαλμόν, «ἐπὶ τῷ κυρίῳ πέποιθα» Ὕμνος ᾀδόμενος πᾶσι κατὰ θεὸν οἷς ἀγῶνες. Τοῦτον ἐξεῖπε τὸν ψαλμὸν μέλλων ἀποδιδράσκειν ἀπὸ προσώπου τοῦ Σαοὺλ ὁ μέγιστος προφήτης. «μεταναστεύου» γάρ φησι, «ψυχή, καθὰ στρουθίον ἐπὶ τὰ ὄρη τὰ μακρὰν καὶ φεῦγε τοὺς τοξότας. ἰδοὺ καὶ γὰρ ἐνέτειναν ἁμαρτωλοὶ τὰ τόξα ἐν σκοτομήνῃ θέλοντες σὲ νῦν κατατοξεῦσαι.» «εἰς τέλος» δ' ἐπιγέγραπται, καθ' ὅσον μέμνηταί που τῆς τοῦ δεσπότου κρίσεως τῆς οὔσης ἐν τῷ τέλει· φησὶ γάρ, «εἰς ἁμαρτωλοὺς παγίδας ἐπιβρέξει πῦρ τε καὶ θεῖον καυστικὸν καὶ πνεῦμα καταιγίδος». Εἰς τὸν ιαʹ ψαλμόν, «σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος» Καταδρομὴ πονηρίας, περὶ Χριστὸν προσδοκία. Τοὺς πονηροὺς κατηγορῶν ὁ θαυμαστὸς προφήτης καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν μετὰ ῥυθμοῦ καὶ μέλους. «ἐκλέλοιπε γὰρ ὅσιος» φησὶν «ἀπὸ τοῦ κόσμου, ἀλήθειαι δ' ὠλιγώθησαν ἀπὸ υἱῶν ἀνθρώπων.» «εἰς τέλος» δ' ἐπιγέγραπται, πλὴν «ὑπὲρ τῆς ὀγδόης», ὡς μεμνη [μένος................................]· οὗτος γὰρ ἕβδομός ἐστιν, ὃν τρέχομεν αἰῶνα. «σὺ γὰρ φυλάξαις, κύριε», φησίν, «ἡμᾶς ἐκ ταύτης τῆς γενεᾶς τῆς πονηρᾶς εἰς τὸν αἰῶνα μόνος.» Εἰς τὸν ιβʹ ψαλμόν, «ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;» Ἐπίθεσις ἐχθραινόντων καὶ προσδοκία σωτῆρος. Καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν ὁ μέγιστος προφήτης ὑπὸ παιδὸς Ἀβεσαλὼμ ἐκπεπολεμημένος. θρηνολογεῖ γάρ, ὡς ὁρᾷς, λέγων πρὸς τὸν δεσπότην· «μέχρι καὶ τίνος, κύριε, ἡμῶν ἐπιλανθάνῃ καὶ στρέφεις σου τὸ πρόσωπον ὡς ἀφ' ἡμῶν ὀπίσω; μέχρι δὲ τίνος θήσομαι βουλὰς ἐν τῇ ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου νύκτωρ καὶ μεθ' ἡμέραν;» Εἰς τὸν ιγʹ ψαλμόν, «εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι» Καταδρομὴ πονηρίας περὶ Χριστοῦ πρόρρησίς. Τοῦτον προσώπῳ γέγραφε τοῦ θείου Ἐζεκίου τοῦ πάλαι βασιλεύσαντος ὅλης τῆς Ἰουδαίας. Σεναχηρεὶμ ὁ δείλαιος τῶν Ἀσσυρίων ἄναξ στρατεύσας πάλαι μανικῶς κατὰ τῆς Ἰουδαίας πολλὰς μὲν ἐξεπόρθησεν ἐκείνης ἄλλας πόλεις. ἐλθὼν δ' εἰς Ἱερουσαλήμ, εἰς πόλιν Ἐζεκίου (ἤλπισε γὰρ χειρώσασθαι καὶ ταύτην τῷ πολέμῳ), Ῥαμψάκην πέπομφέ τινα πρὸς Ἐζεκίαν λέγων· «δεῦρο καταδουλώθητι τῷ κράτει μου συντόμως, οὐδεὶς γὰρ ἐξελεῖταί σε πάντως ἐκ τῶν χειρῶν μου, οὐδ' ἂν ἐκεῖνος ὁ θεὸς ὃν σὺ πιστεύεις εἴπῃς.» καὶ ταῦτα μὲν λελάληκε Ῥαμψάκης Ἐζεκίᾳ· ὁ δὲ δεσπότης τοῦ παντὸς κληθεὶς παρ' [Ἐζεκίου] ἄγγελον ἐξαπέστειλε κατὰ τῶν Ἀσσυρίων, ὃς ἐν ἐκείνῃ τῇ νυκτὶ καὶ μόνῃ παραδόξως τὰς ἑκατὸν ἀπέσφαξεν ὀγδοηκονταπέντε τῶν Ἀσσυρίων παναλκεῖς ἐκείνας μυριάδας, τοὺς δὲ λοιποὺς ὡς πρὸς φυγὴν ἔτρεψεν ἀοράτως. τούτου γὰρ χάριν εἴρηκε πάντως ὡς «εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ ἑαυτοῦ ὅτι θεὸς οὐκ ἔστι»· καὶ πάλιν «ἐδειλίασαν φόβον μὴ ὄντος φόβου». καὶ γὰρ μὴ πολεμούμενοι παρά τινων ἀνθρώπων οἱ μὲν ἐναπεσφάγησαν, οἱ δ' ἔφυγον ἀσχέτως. πλὴν «εἰς τὸ τέλος» γέγραπται καθ' ὅσον ὁ προφήτης πρὸ χρόνων εἴρηκε πολλῶν ταύτην τὴν προφητείαν. Εἰς τὸν ιδʹ ψαλμόν, «κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;» Ὑπογραφὴ τῶν ἐν νόμῳ τελειωθέντων ἁγίων. Ἐν τούτῳ πάλιν τῷ ψαλμῷ νομοθετεῖ πανσόφως καὶ στήλην γράφει πρὸς ἡμᾶς τοῦ θεαρέστου βίου, «τίς παροικήσει, κύριε», λέγων, «ἐν τῇ σκηνῇ σου ἢ τίς κατασκηνώσειεν ἐν ὄρει σου ἁγίῳ; πάντως ὁ πορευόμενος ἀμώμως ἐν τῷ βίῳ καὶ πάλιν ἐργαζόμενος ἀεὶ δικαιοσύνην.» Εἰς τὸν ιεʹ ψαλμόν, «φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα» Συνάθροισις ἐκκλησίας, Χριστοῦ ἀνάστασις ἅμα. Ἐνταῦθα στήλην γέγραφε παθῶν τῶν τοῦ δεσπότου ἤγουν τῆς νίκης τοῦ Χριστοῦ τῆς κατὰ τοῦ θανάτου. φησὶ γὰρ ἀνθρωποπρεπῶς προσώπῳ τοῦ σωτῆρος πρὸς τὸν πατέρα δηλαδὴ τὸν ἄναρχον, καὶ λέγει· «ἐγκαταλείψεις οὐδαμῶς εἰς ᾅδου τὴν ψυχήν μου οὐδὲ φθορὰν τὸν ὅσιον τὸν σὸν ἰδεῖν με δώσεις· ὁδοὺς ζωῆς ὡς ἀληθῶς ἐγνώρισάς μοι, πάτερ.» Εἰς τὸν ιϛʹ ψαλμόν, «εἰσάκουσον, κύριε, δικαιοσύνης» Καλῶς λαοῦ προεστῶτος ἡ προσευχὴ ὑπὸ τούτου. Καὶ τοῦτον διωκόμενος ὑπὸ Σαοὺλ ἐξεῖπεν, οὗπερ ῥυσθῆναι δυσωπεῖ τὸν πάντων εὐεργέτην. «ἐνώτισαι» καὶ γάρ φησι «τὴν προσευχήν μου, λόγε, καὶ κατ' ἐχθρῶν ἀνάστηθι καὶ πρόφθασον ἐν τάχει καὶ τούτους ὑποσκέλισον καὶ ῥῦσαι τὴν ψυχήν μου. σὺ γὰρ ὡς ἐδοκίμασας νῦν τὴν ἐμὴν καρδίαν, ὡς ἐπεσκέψω με νυκτός, πυρώσας τοὺς νεφρούς μου, οὔκουν ἐφεῦρες ἐν ἐμοὶ κἂν ἴχνος ἁμαρτίας.» ταῦτα λελάληκε θαρρῶν ὡς πρὸ τῆς ἁμαρτίας ἀδίκως διωκόμενος ὑπὸ Σαοὺλ ἐκεῖνος. μᾶλλον δὲ τοῦτο καθαρῶς σημαίνει καὶ κυρίως τὸ «ἐπεσκέψω με νυκτός, πυρώσας τοὺς νεφρούς μου», ὡς «ἐπειδήπερ τὸν Σαοὺλ κοιμώμενον ἐφεῦρον καὶ τοῦτον οὐκ ἀπέκτεινα σφόδρα ἠδικημένος, πάντως οὐχ εὗρες ἐν ἐμοὶ χώραν μνησικακίας». Εἰς τὸν ιζʹ ψαλμόν, «ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου» Εὐχαριστεῖ καὶ προλέγει Χριστοῦ ἀνάληψιν γῆθεν. Τοῦτον εὐχαριστήριον προσάγει τῷ δεσπότῃ ῥυσθεὶς ἐκ πάντων τῶν ἐχθρῶν καὶ τοῦ Σαοὺλ ἐκείνου· φησὶ γὰρ «ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου». ἔχει δ' ἐμφάσεις καί τινας Χριστοῦ τῆς παρουσίας καὶ τῆς ἐπανακλήσεως αὐτοῦ πρὸς τὸν πατέρα. «ἔκλινε» γάρ φησιν «αὐτὸς οὐρανοὺς καὶ κατέβη», καὶ πάλιν «ἐπὶ χερουβὶμ ἐπέβη παραδόξως ἐπὶ πτερύγων τέ τινων ἀνέμων ἐπετάσθη». ἔχει καὶ κλῆσιν τῶν ἐθνῶν καὶ θλῖψιν τῶν Ἑβραίων. φησὶ γὰρ «καταστήσεις με καὶ κεφαλὴν ἐθνῶν μου, λαὸς γὰρ ὃν οὐκ ἔγνωκα πάντως δεδούλευκέ μοι, εἰς ἀκοὴν ὠτίου δὲ τοὺς λόγους ἤκουσέ μου· υἱοὶ δ' ἠλλοτριώθησαν, ἄγαν ἐψεύσαντό μοι. ἐπαλαιώθησαν καὶ γάρ, ἐχώλαναν τὰς τρίβους, ὥσπερ πηλὸν δὲ πλατειῶν ἀπολεάνω τούτους.» Εἰς τὸν ιηʹ ψαλμόν, «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ» Θεολογεῖ καὶ διδάσκει ὡς δεῖ βιοῦν θεαρέστως. Οὗτος δὲ πάλιν ὁ ψαλμὸς θεολογίας πλήρης, ἐκ τρόπων δὲ διδακτικῶν ἐστὶ συντεθειμένος. «οἱ οὐρανοὶ» γὰρ «τοῦ θεοῦ τὴν δόξαν διηγοῦνται, ποίησιν δὲ χειρῶν αὐτοῦ τοῖς πᾶσιν ἀναγγέλλει τὸ κράτιστον στερέωμα τὸ μέσον τῶν ὑδάτων· ῥῆμα δ' ἐρεύγεται» φησὶν «ἡμέρα τῇ ἡμέρᾳ καὶ νὺξ νυκτὶ τὴν θαυμαστὴν ἐξαναγγέλλει γνῶσιν.» ταῦτα δὲ πάντα γέγραφεν ἐκ προσωποποιίας, τὸ πρῶτον διηγούμενος εἶδος τῶν θείων νόμων. νόμοι γὰρ τρεῖς ἐδόθησαν ἐκ θεοῦ τοῖς ἀνθρώποις· ὁ πρῶτος δίχα γράμματος, ὁ διὰ τῶν κτισμάτων· τίς γὰρ ἰδὼν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας τούτους οὐκ ἔσχε νόμον φυσικὸν ἀπὸ τῶν ὁρωμένων, ὡς ἄρα τούτων πέφυκε δημιουργός τις μέγας; ὁ δεύτερος δὲ γράμματος, ὁ διὰ Μωϋσέως· καὶ τρίτος ὁ τῆς χάριτος ἡμῖν ἐδόθη νόμος. ὃ περὶ πρώτου τοιγαροῦν ὧδε διδάσκει νόμου, τὴν κτίσιν ἐδογμάτισε διδάσκαλον ὑπάρχειν τοῦ τῶν ἁπάντων ποιητοῦ ἐν προσωποποιίᾳ, ἂν γὰρ οὐδεὶς διδάξῃ σε τὴν δόξαν τοῦ κυρίου, ἀνάβλεψον εἰς οὐρανόν, κἀκεῖνός σε διδάξει. Εἰς τὸν ιθʹ ψαλμόν, «ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ» Τῶν βασιλεῖ συμπραττόντων εὐχὴ δικαίων τὸ ᾆσμα. Καὶ τὸν ἐννεακαιδέκατον τοῦτον ψαλμὸν ἐξεῖπεν, ὡς καὶ τὸν τρισκαιδέκατον, ὁ μέγιστος προφήτης ὡς δῆθεν λεχθησόμενον παρὰ τοῦ Ἐζεκίου, ὅταν στρατεύσῃ κατ' αὐτοῦ Σεναχηρεὶμ ἐκεῖνος, εἶτα κενὸς ἀποπεμφθῇ κατατετροπωμένος. ταῦτα γὰρ πάντα προὔγραψεν ὁ μέγιστος προφήτης· «οὗτοι» καὶ γὰρ «ἐν ἅρμασιν, οὗτοι» φησὶν «ἐν ἵπποις, ἡμεῖς δὲ μόνον ὄνομα καλοῦμεν τοῦ κυρίου. αὐτοὶ συνεποδίσθησαν πεσόντες ἐν ῥομφαίᾳ, ἡμεῖς δ' ἐπανωρθώθημεν, ἀνέστημεν πεσόντες.» Εἰς τὸν κʹ ψαλμόν, «κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς» Ἔντευξις αὕτη δικαίων τῷ βασιλεῖ συμπραττόντων. Προσώπῳ τοῦτον εἴρηκε λαοῦ τῶν Ἰουδαίων, δῆθεν εὐχαριστήριον πρὸς τὸν θεὸν τῶν ὅλων ὑπὲρ ὑγείας καὶ ζωῆς ἄνακτος Ἐζεκίου. οὗτος καὶ γὰρ νενικηκὼς Σεναχηρεὶμ ἐκεῖνον ὑπὸ τῆς ἄνωθεν ῥοπῆς τῆς ἀκαταμαχήτου, ἠρρώστησε δεινότατα μέχρις αὐτοῦ θανάτου. καὶ γνοὺς τὸν τούτου θάνατον ὡς ἀπὸ τοῦ προφήτου τοῦ Ἡσαΐου πρὸς αὐτὸν δεδηλωκότος τοῦτον, προσηύξατο πρὸς κύριον μετὰ θερμῶν δακρύων, καὶ πάλιν εἴληφε τοῦ ζῆν εἰς χρόνους δεκαπέντε προσθήκην ὄντας τῆς ζωῆς τούτου τῆς προλαβούσης. «ὁ βασιλεὺς» γάρ, «κύριε», φησί, «τῇ σῇ δυνάμει μεγάλως εὐφρανθήσεται ῥυσθεὶς ἐκ τοῦ θανάτου· οὐ γὰρ ἐστέρησας αὐτὸν θέλησιν τῶν χειλέων καὶ τῆς καρδίας δέδωκας αὐτῷ ἐπιθυμίαν· ζωὴν ᾐτήσατο λαβεῖν, καὶ δέδωκας αὐτίκα.» Εἰς τὸν καʹ ψαλμόν, «ὁ θεός, ὁ θεός μου, πρόσσχες μοι» Χριστοῦ παθῶν προφητεία, κλῆσις ἐθνῶν γῆς περάτων. Ὁ δ' εἰκοστόπρωτος ψαλμὸς ὁ προκείμενος οὗτος προρρήσεις ἔχει θαυμαστὰς τοῦ πάθους τοῦ σωτῆρος, ὡς ἀπὸ τῆς ἐπιγραφῆς τῆς τούτου διδαχθήσῃ. ἑωθινὴ γὰρ ἀληθῶς ἀντίληψις ὑπάρχει ἡ τοῦ δεσπότου νέκρωσις ἡ φιλανθρωποτάτη, ἥτις ὡς ὄρθρος ἔλαμψεν εἰς πᾶσαν οἰκουμένην. «ὤρυξαν» γάρ φησι σαφῶς «καὶ χεῖράς μου καὶ πόδας», καὶ πάλιν «ἐξηρίθμησαν σύμπαντα τὰ ὀστᾶ μου». Εἰς τὸν κβʹ ψαλμόν, «κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει» Διδασκαλία πιστοῦ τε εἰσαγωγὴ λαοῦ νέου. Οὗτος τὴν ἴσην δύναμιν τῷ προρρηθέντι φέρει, ἔμφασιν ἔχων καθαρὰν τοῦ πάθους τοῦ κυρίου. «ἂν γάρ» φησι «καὶ πορευθῶ μέσον σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, σὺ μετ' ἐμοῦ γάρ, πάτερ.» Εἰς τὸν κγʹ ψαλμόν, «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς» Τῆς κλήσεως προφητεία, τελείωσις σῳζομένων. Προλέγει τὴν ἀνάστασιν ἐνθάδε τοῦ σωτῆρος καὶ μᾶλλον τὴν ἀνάβασιν τὴν ὡς πρὸς τὸν πατέρα. «ἐπάρθητε» καὶ γάρ φησι «τῶν οὐρανῶν αἱ πύλαι», καὶ πάλιν «πύλας ἄρατε, ταγμάτων ἀρχηγέται». Εἰς τὸν κδʹ ψαλμόν, «πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου» Διδασκαλία, κυρίῳ πῶς δεῖ ἐξομολογεῖσθαι. Δαυὶδ ἐξομολόγησιν προσφέρων τῷ κυρίῳ τοῦτον ἐξεῖπε τὸν ψαλμὸν ψυχῇ συντετριμμένῃ. «τῆς ἁμαρτίας» γάρ φησι «τῆς τῆς νεότητός μου, ἀλλὰ καὶ τῆς ἀγνοίας μου μηδ' ὅλως μνημονεύσῃς»· καὶ πάλιν «τὴν ταπείνωσιν ἴδε μου καὶ τὸν κόπον καὶ πάσας ἄφες μου, σωτήρ, ἄρτι τὰς ἁμαρτίας». Εἰς τὸν κεʹ ψαλμόν, «κρῖνόν μοι, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου» Ἔντευξις ἡ τοῦ προκόπτειν κατὰ θεὸν ἀρξαμένου. Τοῦτον ἐξεῖπε τὸν ψαλμὸν φεύγων εἰς τὰς ἐρήμους ἀπὸ προσώπου τοῦ Σαοὺλ τοῦ παρανομωτάτου. παρ' ἀλλοφύλοις γὰρ οἰκεῖν οὗτος ἠναγκασμένος ἐκείνου κατατρέχοντος τοῦ παρανομωτάτου, ὡς εἶδε τούτους δυσσεβεῖς ὄντας τοὺς ἀλλοφύλους καὶ θύοντας τοῖς δαίμοσι πολλὰς δημοθοινίας, ἐκεῖνος βδελυξάμενος ἦλθεν εἰς τὰς ἐρήμους καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν ἀπέναντι κυρίου. φησὶ γὰρ «οὐκ ἐκάθισα μετὰ τοῦ συνεδρίου τῆς ματαιότητος, Χριστέ, βροτῶν παρανομούντων· τὴν ἐκκλησίαν γὰρ μισῶ τῶν πονηρευομένων.» Εἰς τὸν κϛʹ ψαλμόν, «κύριος φωτισμός μου καὶ σωτήρ μου» Εὐχαριστεῖ ἀγαθῶν τε ἔντευξιν ἄλλων ποιεῖται. Καὶ τοῦτον διωκόμενος ὑπὸ Σαοὺλ ἐξεῖπε πρὸ τοῦ χρισθῆναι χρίσματι δευτέρῳ βασιλείας. χρίσεις γὰρ τρεῖς γινώσκομεν τοῦ θαυμαστοῦ προφήτου· ἐν Βηθλεὲμ τῷ Σαμουὴλ καὶ γὰρ ἐχρίσθη πρῶτον, δεύτερον πάλιν ἐν Χεβρὼν ὑπὸ φυλῆς Ἰούδα μετὰ σφαγὴν τὴν τοῦ Σαοὺλ τοῦ παρανομωτάτου, καὶ τρίτον ὑπὸ τῶν φυλῶν τῶν δώδεκα, καθάπερ ταῖς ἱστορίαις εὕρομεν τῶν Τετραβασιλείων. Εἰς τὸν κζʹ ψαλμόν, «πρὸς σέ, κύριε, κεκράξομαι» Ὠιδὴ πιστῶν ἐκ προσώπου καὶ πρόρρησις τῶν μελλόντων. Ὁρῶν τινας ὁ θαυμαστὸς καὶ κάλλιστος προφήτης ἔξωθεν μὲν εἰρηνικῶς αὐτῷ προσομιλοῦντας καὶ φίλους εἶναι λέγοντας, τοῦτ' ἔστι τοὺς Ζιφαίους, ἔσωθεν δὲ τυγχάνοντας ἐχθροὺς ἀσπονδοτάτους καὶ τούτῳ λάθρᾳ συνεχῶς ἐπιβουλευομένους, τοῦτον ἐξεῖπε τὸν ψαλμὸν εὐχόμενος καὶ λέγων· «μὴ συνελκύσῃς με, Χριστέ, μετὰ ἁμαρτανόντων μηδὲ συναπολέσῃς με μετὰ τῶν ἀδικούντων, λαλούντων μὲν εἰρηνικῶς ἔξωθεν τῷ πλησίον, ἐκμελετώντων δὲ κακὰ τούτων ἐν ταῖς καρδίαις.» Εἰς τὸν κηʹ ψαλμόν, «ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ» Δι' αἰνιγμάτων προρρήσεις, θεολογία συνάμα. Καὶ τοῦτον ᾖσε τὸν ψαλμόν, προσώπῳ δ' Ἑζεκίου, ὁπόταν ἐξαπέστειλε πρὸς τὰς αὐτῶν οἰκίας τοὺς πεφευγότας ἅπαντας εἰς τὴν σκηνὴν τὴν ἔνδον. ἐπεὶ γὰρ ἐπεστράτευσε Σεναχηρεὶμ ἐκεῖνος, οἱ πέριξ ὄντες ἄνθρωποι τῆς πόλεως ἐκείνης εἰς τὴν σκηνὴν εἰσέδραμον τῷ φόβῳ κρατηθέντες· ἐπεὶ δὲ τούτου τὸν στρατὸν ἀνεῖλεν ὁ δεσπότης, πάντας ἐξείλατο λοιπὸν ἐκ τῆς σκηνῆς ἀφόβως καὶ πᾶσιν ἐνετείλατο δοξάζειν τὸν δεσπότην. «ἐνέγκατε» καὶ γάρ φησι «τὴν δόξαν τῷ κυρίῳ, συνέτριψε γὰρ κύριος τὰς κέδρους τοῦ Λιβάνου», ἤγουν τοὺς θέλοντας ἡμᾶς καὶ πολεμεῖν καὶ θλίβειν.» Εἰς τὸν κθʹ ψαλμόν, «ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με» Εὐχαριστεῖ τῷ κυρίῳ ἐξομολόγησιν ᾄδων. Προσώπῳ τοῦτον εἴρηκε τοῦ Ἐζεκίου πάλιν εἰς τὴν αὐτὴν ὑπόθεσιν περὶ τῶν Ἀσσυρίων. ἡσθεὶς γὰρ οὗτος τῇ σφαγῇ τῶν Ἀσσυρίων σφόδρα καὶ τῇ προσθήκῃ μάλιστα τῶν δεκαπέντε χρόνων τῶν προστεθέντων εἰς ζωὴν αὐτῷ παρὰ κυρίου, λαμπρὰν ἐτέλεσε λοιπὸν τὴν ἑορτὴν κυρίῳ ὡς δῆθεν εἰς ἐγκαινισμὸν ναοῦ τοῦ σεβασμίου, ὅνπερ ἠπείλησεν ἐχθρὸς Σεναχηρεὶμ ἐμπρῆσαι. «ὑψώσω σε» γάρ, «κύριε», φησὶν ὁ Ἐζεκίας, «τοὺς γὰρ ἐμοὺς οὐκ εὔφρανας ἐχθροὺς τοὺς Ἀσσυρίους. ἑσπέρας αὐλισθήσεται κλαυθμὸς εἰς Ἰουδαίαν, σὺ δὲ τὴν ἀγαλλίασιν εἰς τὸ πρωῒ παρέχεις.» τοῦτο δὲ πάντως εἴρηκε πρὸς τὴν σφαγὴν ἐκείνων, ὡς δεξαμένων τὴν σφαγὴν νύκτωρ τῶν Ἀσσυρίων. Εἰς τὸν λʹ ψαλμόν, «ἐπὶ σοί, κύριε, ἤλπισα» Ἐξομολόγησις ἅμα καὶ ἱκετήριος ὕμνος. Καὶ τοῦτον ὑπ' Ἀβεσαλὼμ δεδιωγμένος εἶπεν, ἀλλ' ἐξομολογούμενος θεῷ τὰς ἁμαρτίας. «ἔκστασιν» γὰρ ὡς ἀληθῶς τὴν ἁμαρτίαν λέγει· «ἐγὼ δ' ἐν τῇ ἐκστάσει μου» φησὶν «εἶπα, Χριστέ μου, ἀπέρριμμαι παντάπασι τῶν ὀφθαλμῶν σου, λόγε.» Εἰς τὸν λαʹ ψαλμόν, «μακάριοι ὧν ἀφείθησαν αἱ ἀνομίαι» Πρόρρησις ἧς τυχεῖν μέλλει ἅπας πιστὸς σωτηρίας. Τὴν χάριν τοῦ βαπτίσματος προβλέπων ὁ προφήτης τοῦτον ἐξεῖπε τὸν ψαλμὸν πρὸς τοὺς βαπτιζομένους. «εἰς σύνεσιν» δὲ γέγραπται, καθ' ὅσον ὁ προφήτης συνῆκε τοῦ βαπτίσματος τὴν χάριν καὶ μακρόθεν. «ὧν» γὰρ «ἀφέθησαν» φησὶν «αἱ ἁμαρτίαι πᾶσαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀνομίαι πάλιν, μακάριοι τυγχάνουσιν», ὕδατι καθαρθέντες. Εἰς τὸν λβʹ ψαλμόν, «ἀγαλλιᾶσθε, δίκαιοι, ἐν κυρίῳ» Ὑμνολογεῖν ἐπιτρέπει θεολογεῖν τε συνάμα. Οὗτος παρεχσημάτισται πάλιν εἰς Ἐζεκίαν· μετὰ γὰρ τὴν ἐξάλειψιν ἐχθρῶν τῶν Ἀσσυρίων τὸν δῆμον ὅλον νουθετεῖ δοξάζειν τὸν δεσπότην. «ἀγαλλιᾶσθε» γάρ φησι, «δίκαιοι, ἐν κυρίῳ καὶ ψαλτηρίῳ ψάλατε, πλὴν δεκαχόρδῳ τούτῳ· διασκεδάζει γὰρ βουλὰς ἐθνῶν», τῶν Ἀσσυρίων. Εἰς τὸν λγʹ ψαλμόν, «εὐλογήσω τὸν κύριον» Εὐχαριστήριος ὕμνος θεῷ κακῶν λυτρουμένῳ. Φεύγων τὸν κάκιστον Σαοὺλ ὁ κάλλιστος προφήτης ἦλθεν εἰς πόλιν τὴν Νομὰν οὑτωσὶ καλουμένην, τῷ δ' Ἀβιμέλεχ ἐντυχὼν ἐκεῖσε κατοικοῦντι, ἱερουργῷ τυγχάνοντι τότε τῶν κατὰ νόμον, εἴρηκε ψεῦδος εἰς αὐτὸν ὡς φοβηθεὶς ἁλῶναι· οὐ γὰρ ἐξέφυγον, φησίν, ἀλλ' ἀπεστάλην ὧδε. τὴν γὰρ ὑπόκρισιν αὐτοῦ «ἀλλοίωσιν» εἰρήκει. εὐχαριστεῖ δὲ μάλιστα κἀνταῦθα τῷ δεσπότῃ ὅτι τὸ ψεῦδος ἔσωσεν αὐτὸν ἐξ ἐναντίων· φησὶ γὰρ «ἐν παντὶ καιρῷ κύριον εὐλογήσω». Εἰς τὸν λδʹ ψαλμόν, «δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με» Ἱκετηρία δικαίου περὶ Χριστοῦ πρόρρησίς τε. Ἀπὸ προσώπου τοῦ Σαοὺλ φεύγων ἐξεῖπε τοῦτον· πλὴν μέμνηται καὶ τῶν ἐχθρῶν ἐνταῦθα τῶν Ζιφαίων τῶν φαινομένων ἔξωθεν φίλων αὐτοῦ γνησίων. «τοὺς ἀδικοῦντάς με» καὶ γάρ φησι «δίκασον, λόγε· ἐμοὶ μὲν γὰρ εἰρηνικὰ τοῖς χείλεσιν ἐλάλουν, ὀργὴν δὲ πάντως ἔσωθεν καὶ φόνον ἐμελέτων.» διδάσκει δ' ἐκ παραδρομῆς ἐνταῦθα τοὺς ἀνθρώπους ἐν συμφοραῖς τὰς προσευχὰς ὁποίας δεῖ προσφέρειν. φησὶ γὰρ «ἐνοχλούμενος ἐνεδυόμην σάκκον καὶ τὴν ψυχήν μου ταπεινῶν ἐτέλουν ἐν νηστείᾳ· εὐθὺς δὲ προσευχόμενος εἰς κόλπους ἐδεχόμην» τὴν ἐκ θεοῦ βοήθειαν κατὰ τῶν ἐναντίων. Εἰς τὸν λεʹ ψαλμόν, «φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ» Τοὺς ἀσεβεῖς διελέγχει θεολογεῖ τε συνάμα. Εἰς ἔλεγχον τῶν ἀσεβῶν τοῦτον Δαυὶδ ἐξεῖπε· φησὶ γὰρ «ὁ παράνομος ἀσχέτως ἁμαρτάνων φόβον οὐδ' ὅλως τοῦ θεοῦ πρὸ τῶν ὀμμάτων ἔχει». «εἰς τέλος» δ' ἐπιγέγραπται, καθ' ὅσον μέμνηταί που τῆς παρουσίας τῆς φρικτῆς δευτέρας τοῦ δεσπότου, «ἀνθρώπους» λέγων, «κύριε, καὶ κτήνη σώσεις τότε». κτήνη δὲ σύ μοι νόησον ἐκείνους τοὺς ἀνθρώπους τοὺς μηδαμῶς ἀκούσαντας λόγον σωτηριώδη. Εἰς τὸν λϛʹ ψαλμόν, «μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τούς» Τῆς πονηρίας ἀπάγει δικαίων γράφων ἐπαίνους. Ἐνθάδε πᾶσι παραινεῖ Δαυὶδ ὁ ψαλμογράφος μισεῖν μὲν καὶ βδελύττεσθαι τοὺς πονηροὺς ἀνθρώπους καὶ τοὺς πλουτοῦντας φανερῶς ἐκ τῶν ἀδικημάτων. «μὴ παραζήλου» γάρ φησιν «ἐν πονηρευομένοις· τάχυ γὰρ ξηρανθήσονται καθάπερ χόρτος οὗτοι.» Εἰς τὸν λζʹ ψαλμόν, «κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με» Διδασκαλία τοῦ πῶς δεῖ θεῷ ἐξομολογεῖσθαι. Λαβὼν εἰς νοῦν ὁ ψαλμῳδὸς τὴν κρίσιν τοῦ δεσπότου καὶ τὰς βασάνους προστιθεὶς τὰς τότε γινομένας, ὡς ἐξομολογούμενος τὰς ἁμαρτίας λέγει. «μὴ τῷ θυμῷ σου» γάρ φησιν «ἐλέγξῃς με, σωτήρ μου.» τοῦτο γὰρ ὅλον πέφυκεν «ἀνάμνησις σαββάτου»· ὥσπερ γὰρ τοῦτο λέγομεν τὸ σάββατον ἑβδόμην, οὕτως αἰὼν ὁ ὄγδοος σαββάτου λόγον ἔχει, τῶν ἔργων γὰρ παυθήσονται πάντες τῶν ἐν τῷ βίῳ. Εἰς τὸν ληʹ ψαλμόν, «εἶπα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με» Πῶς δεῖ θεῷ ἐντυγχάνειν καὶ πῶς ἐξομολογεῖσθαι. Κἂν Ἰδιθοὺμ ἐπιγραφὴν ψαλμὸς ὁ παρὼν φέρει, ἀλλ' ὁ προφήτης γέγραφε τοῦτον Δαυὶδ ὁ μέγας, ὑπὸ παιδὸς Ἀβεσαλὼμ ἐκπεπολεμημένος· τὸ δ' «εἰς τὸ τέλος, Ἰδιθούμ, ᾠδὴ Δαυὶδ» σὺ νόει ὡς χοροψάλτης Ἰδιθοὺμ ἦν κεκλημένος οὗτος, ᾧ μελῳδεῖν ἀνέθετο τὸν ψαλμὸν ὁ προφήτης. πλὴν μέμνηται καὶ Σεμεεὶ τοῦ λοιδωροῦντος τοῦτον· τούτου γὰρ χάριν εἴρηκεν ἀρχῇ τῆς μελῳδίας, «εἶπα φυλάξω τὰς ὁδοὺς τῆς γλώσσης μου καθάπαξ, ἐθέμην μου τῷ στόματι καὶ φυλακὴν καὶ κλεῖθρα.» Εἰς τὸν λθʹ ψαλμόν, «ὑπομένων ὑπέμεινα τὸν κύριον» Ἄιδει εὐχάριστον ᾆσμα κατὰ θεὸν σεσωσμένος. Ἐν τούτῳ πάλιν τῷ ψαλμῷ τὴν κάθειρξιν προλέγει τὴν τοῦ προφήτου Δανιὴλ εἰς τὴν αἰχμαλωσίαν. «τὸν κύριον ὑπέμεινα», φησί, «κἀμοὶ προσέσχε, καὶ τῆς ἐμῆς δεήσεως εἰς τάχος ἐπακούσας ἀνήγαγεν ἐκ λάκκου με πάλιν ταλαιπωρίας.» Εἰς τὸν μʹ ψαλμόν, «μακάριος ὁ συνιὼν ἐπὶ πτωχόν» Περὶ Χριστοῦ πρόρρησίς τε καὶ μαθητοῦ τοῦ προδόντος. Τοῦτον προσώπῳ γέγραφε τοῦ θεανθρώπου λόγου πρὸς τὸν πατέρα λέγοντος ἅπερ ὑπέστη πάθη καὶ τοῦ προδότου τὴν βουλὴν τὴν μετὰ τῶν Ἑβραίων. «ὁ» γὰρ «ἐσθίων μου» φησὶ «τοὺς ἄρτους καθ' ἡμέραν, ἐκεῖνος ἐμεγάλυνε τὸν πτερνισμόν μου, πάτερ.» Εἰς τὸν μαʹ, «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος» Τῶν προφητῶν ἱκετεία ἐπ' ἐκβολῇ τῇ τοῦ ἔθνους. Τὴν ἑβδομηκοντάχρονον ἐν χώρᾳ Βαβυλῶνος αἰχμαλωσίαν συνιεὶς Δαυὶδ τῶν Ἰουδαίων, ἐν οἷς συνῃχμαλώτιστο καὶ Δανιὴλ ὁ θεῖος, τοῦτον ἐξεῖπε τὸν ψαλμὸν προσώπῳ τῶν δικαίων ἐκδυσωπούντων τὸν θεὸν τυχεῖν ἐλευθερίας. «ὃν τρόπον» γὰρ «ἡ ἔλαφος πηγὰς τὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ» φησὶν «πρὸς σὲ δραμεῖν ψυχή μου. ἰδεῖν σε γὰρ ἐδίψησα, τὸν ἰσχυρόν, Χριστέ μου· πότε λοιπὸν ὀφθήσομαι, σωτήρ μου, σοὶ τῷ ζῶντι;» Εἰς τὸν μβʹ ψαλμόν, «κρῖνόν μοι, ὁ θεός, καὶ δίκασον» Τῶν προφητῶν ἱκετεία ἐπ' ἐκβολῇ τῶν Ἑβραίων. Τὴν ἴσην ἔχει δύναμιν οὗτος τῷ προρρηθέντι, ἀντιβολεῖ δὲ πρὸς θεόν, «δίκασον τούτων μέσον». πολλὴν γὰρ ἐπεδείκνυντο πρὸς τούτους τὴν κακίαν, ἤγουν οἱ Βαβυλώνιοι ὡς πρὸς τοὺς αἰχμαλώτους· ὅθεν αὐτοὺς «ἀνόσιον ἔθνος» ἐπονομάζει καὶ πάλιν «ἄνδρα δόλιον» τὸν τούτων βασιλέα, «κρῖνόν μοι» λέγων, «ὁ θεός, μετὰ τῶν παρανόμων καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου πονηροῦ ῥῦσαί με καὶ δολίου». Εἰς τὸν μγʹ ψαλμόν, «ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν» Τῶν προφητῶν ἱκετεία ἐπ' ἐκβολῇ τῶν Ἑβραίων. Τὴν πίστιν, τὴν εὐσέβειαν καὶ τὴν πολλὴν ἀνδρείαν συνεὶς μακρόθεν ὁ Δαυὶδ τῶν θείων Μακκαβαίων καὶ τὴν πρὸς τὴν ἀντίστασιν μανίαν Ἀντιόχου, τοῦτον ἐψαλμογράφησε προσώπῳ τούτων λέγων· «οὐ γὰρ ἐπελαθόμεθα σοῦ, δέσποτα τῶν ὅλων, καὶ οὐ διεπετάσαμεν γλυπτοῖς ἡμῶν τὰς χεῖρας.» Εἰς τὸν μδʹ ψαλμόν, «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» Ἐπιφανέντα προβλέπει λόγον θεοῦ σαρκοφόρον. Προβλέπων τὴν ἀλλοίωσιν τῆς ὅλης οἰκουμένης, ἥνπερ υἱὸς ἀγαπητὸς πατρὸς τοῦ προανάρχου καλλίστως μετηλλοίωσεν εἰς γῆν ἐπιδημήσας, καὶ τοῦτον ἐξηρεύξατο μετὰ φωνῆς εὐήχου. πλὴν οὐμενοῦν λαλῶ, φησίν, ἀπ' ἐμαυτοῦ σοι ταῦτα, τὸ πνεῦμα δὲ τὸ ἅγιον λαλεῖ καὶ προφητεύει· «ἡ γλῶσσά μου» καὶ γάρ φησι «κάλαμος γραμματέως.» Εἰς τὸν μεʹ ψαλμόν, «ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις» Δικαίου εὐχαριστία ἐχθρῶν αὐτοῦ λυτρωθέντος. Προφητικοῖς ἐν ὄμμασι προβλέπων ὁ προφήτης τὸ κήρυγμα τὸ πάνσεπτον τὸ τοῦ εὐαγγελίου, ὅπερ εἰς πᾶσαν ἔδραμεν ὡς ὕδωρ οἰκουμένην, τοῦτον ἐξεῖπε τὸν ψαλμόν, καὶ δῆλον ἀπὸ τούτου· «τὰ» γὰρ «ὁρμήματα» φησὶ τὰ τοῦ εὐαγγελίου, «τὴν τοῦ θεοῦ εὐφραίνουσι πόλιν, τὴν ἐκκλησίαν.» καὶ γὰρ τὸ εὐαγγέλιον ὁ ποταμὸς τυγχάνει. Εἰς τὸν μϛʹ ψαλμόν, «πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας» Ἔθνη καλεῖται πρὸς πίστιν ἀπ' ἄκρου γῆς μέχρις ἄκρου. Ἐνθάδε προτεθέσπικεν ἐθνῶν τὴν σωτηρίαν καὶ τὴν ἀνάληψιν Χριστοῦ τὴν σεβασμιωτάτην. φησὶ γάρ, «ἐν ἀλαλαγμῷ καὶ σάλπιγγος ἐν ἤχῳ ἀνέβη πρὸς τοὺς οὐρανοὺς ὁ σαρκωθεὶς δεσπότης». καὶ πάλιν, «ἐβασίλευσε θεὸς ἐπὶ τὰ ἔθνη». Εἰς τὸν μζʹ ψαλμόν, «μέγας κύριος καὶ αἰνετὸς σφόδρα» Χριστὸς ὑμνεῖται τῷ πλήθει, τῶν διωγμῶν πεπαυμένων. Τὸ σάββατον ἀνάπαυσιν πνευματικὴν σημαίνει, βαθμὸς γοῦν ἐστιν ἀρετῆς ἡμέρα τοῦ σαββάτου. πρώτη γὰρ ἔστιν ἀρετὴ δευτέρα τε καὶ τρίτη, ἡ πρακτικὴ καὶ φυσικὴ καὶ ἡ τῆς θεωρίας. ἡ φυσικὴ γοῦν ἀρετὴ δευτέρα τοῦ σαββάτου, καθ' ἣν τοὺς λόγους ἔγνωκεν ἅπαντας τῶν μελλόντων ὁ καὶ προφήτης ἐν ταὐτῷ καὶ βασιλεὺς ἐκεῖνος. προγνοὺς γὰρ τὴν κατάστασιν τῆς θείας ἐκκλησίας καὶ σὺν αὐτῇ τὸ κήρυγμα τῶν θείων ἀποστόλων καὶ τοῦτον ᾖσε τὸν ψαλμόν· φησὶ γὰρ οὗτος τάδε· «ἐν πόλει τοῦ θεοῦ ἡμῶν», δῆθεν τῇ ἐκκλησίᾳ, «ὁ τῶν ἁπάντων κύριος θεός τε καὶ δεσπότης ὄρη Σιὼν ἐπήξατο», πάντως τοὺς ἀποστόλους, «ἀποτειχίζειν τὰ πλευρὰ τὰ τοῦ βορρᾶ μακρόθεν.» Εἰς τὸν μηʹ ψαλμόν, «ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη» Διδασκαλία, ὁποία κόσμον θεοῦ κρίσις μένει. Ἐν τούτῳ προδεδήλωκε τὴν κρίσιν τοῖς ἀνθρώποις. «ἀκούσατε» καὶ γάρ φησι «ταῦτα, πάντα τὰ ἔθνη καὶ γηγενεῖς ἁπαξαπλῶς καὶ παῖδες τῶν ἀνθρώπων» (τοὺς δ' ἀγραμμάτους γηγενεῖς ἐκάλεσεν ὁ λόγος, ἀνθρώπων δ' εἴρηκεν υἱοὺς τοὺς κεκτημένους λόγον), «ὡς ἐν ἡμέρᾳ πονηρᾷ», τοῦτ' ἔστιν ἐν τῇ κρίσει, «ἄνθρωπος οὐ λυτρώσεται τῆς δίκης τὸν πλησίον, οὐδ' ἀδελφὸς γὰρ δύναται τὸν ἀδελφὸν λυτρῶσαι.» Εἰς τὸν μθʹ ψαλμόν, «θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν» Θυσίας νόμου ἐκβάλλει τὰ τῆς καινῆς ἀντεισάγων. Ἀνατροπὴν τῶν θυσιῶν τοῦ νόμου καταγγέλλων εἰσαγωγήν τε τῆς καινῆς καὶ νέας διαθήκης, καὶ τοῦτον εἶπε τὸν ψαλμὸν ὁ κάλλιστος προφήτης. φησὶ γάρ, «εἶπεν ὁ θεὸς πρὸς τοὺς Ἰσραηλίτας, οὐ δέξομαι τοῦ οἴκου σου μόσχους οὐδὲ χιμάρους· ἐμὰ γάρ ἐστι ξύμπαντα τὰ τοῦ ἀγροῦ θηρία. θυσίαν θῦσον τῷ θεῷ αἰνέσεως τελείας εὐχάς τε πρὸς τὸν ὕψιστον πέμψον ἀντὶ θυσίας.» Εἰς τὸν νʹ ψαλμόν, «ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα σου» Διδασκαλία, κυρίῳ πῶς δεῖ ἐξομολογεῖσθαι. Ὁ δὲ πεντηκοστὸς ψαλμὸς δῆλος ἐξ ἱστορίας. βραχὺ γὰρ ῥαθυμήσαντος τοῦ θαυμαστοῦ προφήτου καὶ φθείραντος Βηρσαβεέ, γυναῖκα τοῦ Οὐρίου, καὶ τὸν Οὐρίαν κτείναντος καὶ μόνῃ τῇ κελεύσει, εἰσῆλθε Νάθαν πρὸς αὐτὸν ἐλέγχων ὡς προφήτης. κἀκεῖνος εἰς ἀνάμνησιν ἐλθὼν τῆς ἁμαρτίας ἔγραψε τοῦτον τὸν ψαλμὸν ἐν ἐξομολογήσει πρὸς τὸν δεσπότην τοῦ παντὸς λέγων «ἐλέησόν με κατὰ τὸ μέγα ἔλεος τῆς σῆς φιλανθρωπίας». οἶκτον δὲ μέγαν ἐκζητεῖ μεγάλως ἁμαρτήσας· τῷ φόνῳ γὰρ ἐκέρασεν ἐκεῖνος τὴν μοιχείαν, ὅθεν ἀνόμημα καλεῖ ταύτην τὴν ἁμαρτίαν. ὡς «ἐπὶ πλεῖον πλῦνόν με» φησὶ «τῆς ἁμαρτίας, ὅτι τὴν ἀνομίαν μου, σῶτερ, ἐγὼ γινώσκω» δυσέκπλυτον ὑπάρχουσαν καὶ πλήρη δυσωδίας, «ὅπως ἐν κρίσει, δέσποτα, νικήσῃς κατὰ κράτος». ἂν γὰρ εἰς κρίσιν μετ' ἐμοῦ θέλων εἰσέλθῃς, λόγε, ἐγὼ μὲν ἡττηθήσομαι κατακριθεὶς μεγάλως ὡς ἁμαρτήσας μέγιστα, σὺ δὲ νικήσεις, σῶτερ, ὡς φιλανθρωπευσάμενος ἐμοὶ τῷ κατακρίτῳ. «μὴ ἀπορρίψῃς με» φησὶν «ἀπὸ τοῦ σοῦ προσώπου μηδ' ἀντανέλῃς ἀπ' ἐμοῦ τὸ πνεῦμά σου τὸ θεῖον», τῆς προφητείας τῆς σεπτῆς τὴν χάριν δηλονότι, «ὅπως διδάξω ξύμπαντας ἀνόμους τὰς ὁδούς σου», ἤγουν ἀρχέτυπος φανῶ στήλη τῆς μετανοίας τοῖς ἐπιστρέφειν θέλουσιν ἐκ παρανόμου βίου. ἀλλ' αὖθις αἰνιττόμενος τὴν νέαν διαθήκην καὶ προδηλῶν ἀνατροπὴν τῶν θυσιῶν τοῦ νόμου, «ὁλοκαυτώματα» φησὶν «οὐκ εὐδοκήσεις, λόγε· θυσία γάρ σοι τῷ θεῷ πνεῦμα συντετριμμένον». Εἰς τὸν ναʹ ψαλμόν, «τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός;» Πονηρῶν τρόπον ἐλέγχει καὶ {τὴν} τελευτὴν τούτων λέγει. Ἐπιτηρήσας τὸν Δαυὶδ Δωὴκ ὁ Ἰδουμαῖος φεύγοντα πάλαι ἀκρατῶς καὶ πρὸς τὸν Ἀβιμέλεχ ἐλθόντα καὶ κρυπτόμενον ψυχαγωγίας χάριν, ἀνήγγειλε τὸ γεγονὸς πρὸς τὸν Σαοὺλ αὐτίκα· εὐθὺς δὲ πέμψας ὁ Σαοὺλ ξιφήρεις στρατιώτας τῶν ἱερέων ἔφθειρε τὴν πόλιν παρανόμως. μεμαθηκὼς γοῦν ὁ Δαυὶδ ταύτην τὴν ἀνομίαν τοῦτον ἐξεῖπε τὸν ψαλμὸν κατὰ Δωὴκ ἀξίως. «τί» γάρ φησιν, «ὁ δυνατός, καυχᾷ τῇ σῇ κακίᾳ;» καὶ καθεξῆς τὰ ῥήματα τὰ τοῦ ψαλμοῦ προλέγει. τοῦτον δὲ λέγει δυνατὸν ὡς τῷ Σαοὺλ οἰκεῖον. Εἰς τὸν νβʹ ψαλμόν, «εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ» Ἐμφάνεια τοῦ σωτῆρος, ἀπαλλαγὴ δ' ἀθεΐας. Πρὸς Ἐζεκίαν τὸν ψαλμὸν καὶ τοῦτον ἀναφέρει ὡς παρ' ἐκείνου μέλλοντα δῆθεν ἐκφωνηθῆναι ὑπὲρ ἁπάσης δηλαδὴ χορείας τῶν Ἑβραίων, εἶτα δηλοῖ καὶ τὴν σφαγὴν τῶν Ἀσσυρίων, λέγων «ἐκεῖ γὰρ ἐφοβήθησαν, οὗπερ οὐκ ἦν τις φόβος». Εἰς τὸν νγʹ ψαλμόν, «ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με» Προσεύχεται ὁ ἀγῶνα κατὰ θεὸν διανύων. Ὁ δὲ πεντηκοστότριτος ἱστορεῖ τι συντόμως· φυγόντα γάρ ποτε Δαυὶδ εἰς πόλιν τῶν Ζιφαίων καὶ παρ' αὐτοῖς κρυπτόμενον ὡς φαινομένοις φίλοις, τοῦτον οἱ πονηρότατοι τῷ Σαοὺλ προδιδοῦσι. καὶ πάντως ἂν ἐθήρασεν ἐκεῖνος τὸν προφήτην, εἰ μή τις ἄνωθεν ῥοπὴ κατὰ Σαοὺλ πεμφθεῖσα ἐχθροὺς ἐξήγειρεν αὐτῷ βαρβάρους ἀλλοφύλους, πρὸς οὓς παραταξάμενος ὡς ἐπιτιθεμένους τὸν πόλεμον ἠρνήσατο τὸν κατὰ τοῦ προφήτου, ὅθεν φησὶ πρὸς τὸν θεὸν ὁ θαυμαστὸς προφήτης· «τοὺς φαινομένους ἔξωθεν φίλους καὶ ψευδομένους ἐξολοθρεύσειας, Χριστέ, τῇ σῇ νῦν ἀληθείᾳ.» Εἰς τὸν νδʹ ψαλμόν, «ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου» Τὰ τολμηθέντα διδάσκει τοῖς παρανόμοις Ἑβραίοις. Καὶ τοῦτον διωκόμενος παρὰ Σαοὺλ ἐξεῖπε· φυγὼν γὰρ οὗτος καὶ δραμὼν εἰς πόλιν ἀλλοφύλων αὖθις ἐκεῖθεν ἔφυγε πρὸς τὰς ἐρήμους μόνος μὴ φέρων βλέπειν τῶν ἐχθρῶν τὴν δεισιδαιμονίαν. ὅθεν φησίν, «ἐμάκρυνα, δέσποτα, φυγαδεύων, ηὐλίσθην ἐν ἐρήμῳ δὲ» φυγὼν τοὺς ἀλλοφύλους, ἔχει δ' ἐμφάσεις καί τινας Χριστοῦ τῆς προδοσίας. Εἰς τὸν νεʹ ψαλμόν, «ἐλέησόν με, ὁ θεός, ὅτι κατεπάτησέ με» Τελείου εὐχαριστία ἐχθρῶν αὐτοῦ λυτρωθέντος. Τοῦτον ἐθρηνογράφησεν ὁ θαυμαστὸς προφήτης ὁπόταν ἔφυγεν εἰς Γέθ, τὴν πόλιν ἀλλοφύλων, καὶ τοῦτον ἐπαγίδευσαν κατακεκρατηκότες. «ἐλέησόν με» γάρ φησιν, «ὁ θεός, φιλανθρώπως, ὅτι με κατεπάτησεν ἄνθρωπος ἐν τῷ βίῳ», τοῦτ' ἔστιν, ἅπας ἄνθρωπος ἐξεπολέμησάν με καὶ νίκην εὗρον κατ' ἐμοῦ, κατετροπώσαντό με, εἶτά φησιν ἀπολυθείς, εὐχαριστῶν ἐκεῖθεν· «σὺ τὴν ψυχήν μου τὸ λοιπὸν ἐρρύσω τοῦ θανάτου, τοὺς ὀφθαλμούς μου πάλιν δέ, σωτήρ, ἀπὸ δακρύων.» καὶ γὰρ σχηματισάμενος νοσεῖν ἐπιληψίαν ἐκεῖθεν ἠλευθέρωτο τῆς χώρας τῶν βαρβάρων. Εἰς τὸν νϛʹ ψαλμόν, «ἐλέησόν με, ὁ θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου» Εὐχαριστεῖ καὶ προλέγει τὴν τῶν ἐθνῶν σωτηρίαν. Φεύγων τὸν κάκιστον Σαοὺλ ὁ κάλλιστος προφήτης ὑπό τι σπήλαιον βαθὺ κρύπτεται λανθανόντως, μέσας δὲ νύκτας ἐξελθὼν αὖθις ἐκ τοῦ σπηλαίου εὗρεν ὑπνοῦντα τὸν στρατὸν τὸν τοῦ Σαοὺλ ἐκεῖσε. εἶτα σκοπήσας ἀκριβῶς καὶ κατιχνηλατήσας εἰς τὸν κοιτῶνα τοῦ Σαοὺλ ἀγνώστως ἐπεισῆλθεν· ἔνθα δυνάμενος αὐτὸν φονεῦσαι καθυπνοῦντα τοῦτο μὲν οὐκ ἐτέλεσεν ὁ θαυμαστὸς προφήτης, μονονουχὶ πρὸς ἑαυτὸν λέγων «μὴ διαφθείρῃς τὴν ἀρετὴν τὴν θαυμαστήν, τὴν ἀμνησικακίαν», ἀλλὰ πρὸς πίστιν ἐντελῆ τῆς ἀμνησικακίας τὸ κράσπεδον ἐξέκοψεν ἐκείνου τῶν δεμνίων καὶ πάλιν λάθρᾳ πέφευγεν ἐκεῖθεν ὁ προφήτης. Εἰς τὸν νζʹ ψαλμόν, «εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε;» Διδασκαλία τοῖς πᾶσι θεοῦ δικαιοκρισίας. Δὶς τὸν Σαοὺλ αἰχμάλωτον κρατήσας ὁ προφήτης πάλιν ἀπέλυσεν αὐτὸν μεγάλως νουθετήσας καὶ δείξας καὶ τὸ κράσπεδον ἐκείνου τῶν δεμνίων καὶ πείσας ὅτι δυνατὸς ἦν τοῦτον ἀποκτεῖναι· κἀκεῖνος ὑποσχόμενος ὅρκοις φρικωδεστάτοις εἰρήνην ἔχειν μετ' αὐτοῦ, τοῦτ' ἔστι τοῦ προφήτου, τοὺς ὅρκους, φεῦ, παρέβαινε καὶ τοῦτον ἐπολέμει, ὡς γοῦν ἐκράτησεν αὐτὸν αἰχμάλωτον καὶ πάλιν, φησὶ πρὸς τοῦτον ὁ Δαυίδ, μὴ θέλων τοῦτον κτεῖναι· «εἰ ἀληθῶς λελάληκας ποτὲ δικαιοσύνην», τοῦτ' ἔστιν, ἂν οὐδέποτε παρέβης σου τοὺς ὅρκους, «αὐτός, Σαούλ, ἀπάγγειλον καὶ δίκασον καὶ κρῖνον.» Εἰς τὸν νηʹ ψαλμόν, «ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός» Κλῆσιν ἐθνῶν, Ἰουδαίων ἀποβολὴν προφητεύει. Φθόνῳ τυρεύων ὁ Σαοὺλ τὸν φόνον τοῦ προφήτου, ἐπείπερ τοῦτον σύνδειπνον εἶχεν αὐτὸς πολλάκις, καὶ τότε μᾶλλον κατ' ἀρχὰς τῆς τούτων συγγενείας (ἡ γὰρ θυγάτηρ τοῦ Σαούλ, Μελχὸλ ἡ καλουμένη, σύνευνος ἦν τοῦ θαυμαστοῦ Δαυὶδ τοῦ ψαλμογράφου), ἔν τινι δείπνῳ κατ' αὐτοῦ τὸ ξίφος εὐτρεπίσας ἔσπευδε τοῦτον ἀνελεῖν, ὢ τόλμης ἀπανθρώπου. ὁ γοῦν Δαυὶδ ὡς ᾔσθετο τῶν ἐπιβουλευμάτων, εὐθὺς ἐξέφυγε δραμὼν πρὸς τὸν οἰκεῖον οἶκον, ἀλλ' ὁ Σαοὺλ ἐξέπεμψεν ἐκεῖσε στρατιώτας πέριξ τὸν οἶκον καθορᾶν, μή πως ἐκεῖθεν φύγῃ· ὅμως δ' ἀπεδραπέτευσεν ἐκεῖθεν ὁ προφήτης, τοῦτον οὖν τότε γέγραφεν εὐχαριστῶν καὶ λέγων «ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ πάλιν ἐξελοῦ με». Εἰς τὸν νθʹ ψαλμόν, «ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς» Ὕμνος ἱκέσιος ἅμα εὐχαριστίᾳ κυρίῳ. Τοῦτον δὲ γέγραφε, φησίν, ὁ μέγιστος προφήτης, ὁπόταν ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν τοῦ Σωβάλ, καὶ τὸν Ἐδὼμ ἀνεῖλε διὰ χειρὸς τοῦ Ἰωβάβ, δώδεκα χιλιάδας. οὐδὲν δὲ τούτων γέγραπται τοῖς Τετραβασιλείοις, ἀλλ' οὐδὲ πάλιν ὁ ψαλμὸς ἔμφασιν ἔχει τούτων, μόνης δὲ μέμνηται ἀεὶ τῆς πρὶν αἰχμαλωσίας, ἥνπερ ᾐχμαλωτίσθησαν οἱ παῖδες τῶν Ἑβραίων. ἄκουσον καὶ γὰρ τί φησιν, ὡς ἐκ τῶν αἰχμαλώτων ἐπιθυμούντων κατιδεῖν τὴν πόλιν τὴν ἁγίαν· «καὶ τίς ἀπάξει με» φησὶ «περιοχῆς εἰς πόλιν; ἢ τίς καθοδηγήσει με μέχρι τῆς Ἰδουμαίας; οὐ πάντως σύ, Χριστέ, θεός, ὁ ἀπωσάμενός με;» Εἰς τὸν ξʹ ψαλμόν, «εἰσάκουσον, ὁ θεός, τῆς δεήσεώς μου» Κλῆσιν ἐθνῶν, Ἰουδαίων ἀποβολὴν προφητεύει. Ἐνθάδε προδεδήλωκε καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν δοθεῖσαν πρὸς αὐτοὺς αὖθις ἐλευθερίαν παρὰ τοῦ βασιλεύσαντος τῷ τότε Ζοροβάβελ. αὐτὸς γὰρ ἐπεστράτευσε κατὰ Βαβυλωνίων κἀκεῖθεν ἐλυτρώσατο τοὺς αἰχμαλωτισθέντας. «ἡμέραν ἐφ' ἡμέραν» γάρ φησι «τοῦ βασιλέως τὰ ἔτη μέχρι γενεᾶς καὶ γενεᾶς αὐξήσεις»· εὐχὴ δὲ τοῦτο πέφυκε τῶν ἐλευθερωθέντων. Εἰς τὸν ξαʹ ψαλμόν, «οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» Διδασκαλία, ᾗ πᾶς τις λύπας ψυχῆς θεραπεύει. Τῆς ἀρετῆς μιμνήσκεται τῶν θείων Μακκαβαίων καὶ τῆς πρὸς τὸν Ἀντίοχον ἐνστάσεως ἐκείνων. ἀναγκαζόμενοι καὶ γὰρ εἰδώλοις προσκυνῆσαι, ταῦτα, φησί, πρὸς ἑαυτοὺς ἠρέμα προσελάλουν· «οὐχ ἡ ψυχή μου τῷ θεῷ ὑποταγῆναι μέλλει; καὶ γὰρ αὐτὸς καθέστηκε θεός μου καὶ σωτήρ μου.» Εἰς τὸν ξβʹ, «ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω» Ὕμνον εὐχάριστον ᾄδει ὁ ζῶν ἐν νόμῳ κυρίου. Φυγὼν καὶ πάλιν ὁ Δαυὶδ Σαοὺλ τὸν τολμητίαν εἰς τὰς ἐρήμους ἔμαθε τὸν θάνατον ἐκείνου. ἔνθα καὶ τοῦτον τὸν ψαλμὸν εὐχαριστῶν ἐξεῖπε· «τὰ χείλη μου» καὶ γάρ φησι «νῦν ἐπαινέσουσί σε, ἐμοῦ γὰρ ἀντελάβετο, σῶτερ, ἡ δεξιά σου· αὐτοὶ δ' ἐζήτησαν λαβεῖν εἰς μάτην τὴν ψυχήν μου, ἀλλ' εἰσελεύσονται πρὸς γῆς τὰ κατωτέρω μέρη.» Εἰς τὸν ξγʹ ψαλμόν, «εἰσάκουσον, ὁ θεός, φωνῆς μου» Διδάσκει πῶς δεῖ βιώσκειν τὸν ἀθλητὴν· {τῆς} εὐσεβείας. Τὸν τοῦ Σαοὺλ μεμαθηκὼς θάνατον ὁ προφήτης καὶ μνημονεύσας τῶν πολλῶν ἐπιβουλῶν ἐκείνου, ἐπεύχεται μηδέποτε περιπεσεῖν ὁμοίῳ. φησὶ γὰρ οὕτω πρὸς θεὸν ἐξ ὅλης τῆς καρδίας· «ἐκ συστροφῆς με σκέπασον τῶν πονηρευομένων, οἵτινες ἐξηκόνησαν τὰς γλώσσας ὡς ῥομαίαν, τόξον αὐτῶν ἐνέτειναν πρᾶγμα πικρόν, τὸ ψεῦδος, κατατοξεῦσαι θέλοντες ἄμωμον ἀποκρύφως.» Εἰς τὸν ξδʹ ψαλμόν, «σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών» Ἔθνη καλεῖ πρὸς τὴν πίστιν {ὁ} προφήτης βλέπων τὸ μέλλον. Τοῦτον προσώπῳ γέγραφε τῶν αἰχμαλωτισθέντων, ποθούντων θύειν τῷ θεῷ, μὴ δυναμένων δ' ὅμως· ἐν Παλαιστίνῃ γὰρ ἐξῆν ἐκείνοις τότε θύειν. ὅθεν φασὶ πρὸς τὸν θεὸν ἐκ τῆς αἰχμαλωσίας· «σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν τῇ Σιὼν ὡς ἔθος, εὐχὴ δ' ἐν Ἱερουσαλὴμ ἀποδοθήσεταί σοι.» Εἰς τὸν ξεʹ ψαλμόν, «ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ» Κλῆσις ἐθνῶν πρὸς τὴν πίστιν, προμαρτυρία κηρύκων. Ἐνταῦθα τὴν ἀνάστασιν προλέγει τοῦ σωτῆρος (φησὶ γάρ, «ἀλαλάξατε, γῆ πᾶσα, τῷ κυρίῳ»), μέμνηται δὲ μετὰ μικρὸν καὶ τῆς ἐλευθερίας, τῶν Ἰουδαίων λέγω δή, τῆς ἀπὸ Βαβυλῶνος. ἐνταῦθα γὰρ ὡς ἀληθῶς ἐκείνους σχηματίζει θαρρούντως ὑποστρέφοντας ἐκ τῆς αἰχμαλωσίας καὶ τῷ δεσπότῃ τοῦ παντὸς ὑπερευχαριστοῦντας ὅτι λελύτρωκεν αὐτοὺς ἐξ εἰδωλολατρίας. «εἰσήγαγες» καὶ γάρ φησιν «ἡμᾶς εἰς τὴν παγίδα καὶ θλίψεις ἔθου συνεχεῖς ἡμῶν ἐπὶ τὸν νῶτον· διὰ πυρὸς καὶ ὕδατος διήλθομεν ἀθλοῦντες, σὺ δ' ἀλλ' ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχὴν πᾶσαν.» ταῦτα δὲ πάντως εἴρηκε προσώπῳ τῶν ἁγίων τῶν τοῖς Ἑβραίοις τοῖς λοιποῖς συναιχμαλωτισθέντων. Εἰς τὸν ξϛʹ ψαλμόν, «ὁ θεὸς οἰκτειρήσαι ἡμᾶς» Κλῆσις ἐθνῶν κήρυγμά τε κηρύκων σῷζον ἐκ πάντων. Τὴν τοῦ δεσπότου σάρκωσιν ἐνθάδε προσημαίνει τὴν κλῆσίν τε τὴν τῶν ἐθνῶν ἡμῶν τῶν ἀπωσμένων. «ὁ» γὰρ «θεὸς» φησὶν «ἡμᾶς εἰς τέλος οἰκτειρήσαις καὶ ἐφ' ἡμᾶς τὸ πρόσωπον ἐνθέως ἐπιφάναις, ὡς ἐν τῇ γῇ γνωσθῆναί σου τὴν τρίβον τοῖς ἀνθρώποις καὶ πᾶσιν ἔθνεσι τὸ σὸν σωτήριον δοθῆναι.» Εἰς τὸν ξζʹ ψαλμόν, «ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν» Ἐνανθρωπῆσαι σωτῆρα καὶ ἔθνη σῶσαι προλέγει. Τὴν ἴσην ἔχει δύναμιν οὗτος τῷ προρρηθέντι, προλέγει γὰρ τὴν σάρκωσιν τοῦ λόγου καὶ δεσπότου. τὸ δ' «ἀναστήτω ὁ θεὸς» συμμαρτυρεῖ τῷ λόγῳ. Εἰς τὸν ξηʹ ψαλμόν, «σῶσόν με, ὁ θεός» Πάθη Χριστοῦ, θεοκτόνων ἀποβολὴ Ἰουδαίων. Ἐνθάδε πάθη τὰ σεπτὰ προλέγει τοῦ σωτῆρος καὶ τῶν Ἑβραίων ἔκπτωσιν τῶν καταρατοτάτων. «εἰς» γὰρ «τὴν δίψαν μου» φησὶν «ἐπότισάν με ὄξος, εἰς δὲ τὸ βρῶμά μου χολὴν ἀντιδεδώκασί μοι.» Εἰς τὸν ξθʹ ψαλμόν, «ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσσχες» Ἱκετηρία δικαίου ἢ καὶ Χριστοῦ τοῦ σωτῆρος. Καὶ τοῦτον ὑπ' Ἀβεσαλὼμ δεδιωγμένος εἶπεν· ὅθεν τῆς ἄνωθεν ῥοπῆς τυχεῖν ἐπικαλεῖται. φησὶ γὰρ «πρόσσχες, ὁ θεός, εἰς τὴν βοήθειάν μου». ἐγράφη δ' «εἰς ἀνάμνησιν τοῦ σῶσόν με, Χριστέ μου», καθ' ὅσον ὧδε μέμνηται πάλιν τῆς ἁμαρτίας· φησὶ γὰρ «ἔγωγε πτωχὸς καὶ πένης εἰμί, λόγε», ἤγουν οὐδ' ὅλως κέκτημαι τῆς ἀρετῆς τὸν πλοῦτον. Εἰς τὸν οʹ ψαλμόν, «ἐπὶ σοί, κύριε, ἤλπισα» Πάθη Χριστοῦ καὶ θανάτου τὴν ἐξανάστασιν λέγει. Ὁ δὲ Ἰωναδὰβ υἱὸς ἐστί τις χοραψάλτης, ὃς δὴ τὸν ἑβδομηκοστὸν ᾖσε ψαλμὸν τῷ λόγῳ, «ὑπὲρ τῶν πρώτως» δέ φησιν «ἐξαιχμαλωτισθέντων». ὁ Ναβουχοδονόσορ γὰρ ὁ τῆς Περσίδος ἄναξ τρισσάκις ᾐχμαλώτευσε τὴν χώραν Ἰουδαίας· ἐνταῦθα γοῦν προϊστορεῖ τὴν ἅλωσιν τὴν πρώτην. Εἰς τὸν οαʹ, «ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δός» Ὅτι Χριστὸς βασιλεύει καὶ προσκαλεῖται τὰ ἔθνη. Τὸν νῦν παρόντα γέγραφεν ὑπὲρ τοῦ Σολομῶντος, οἶμαι τοῦ καθ' ἡμᾶς, Χριστοῦ τοῦ εἰρηνικωτάτου. εἰρηνικὸς γὰρ λέγεται πᾶς Σολομῶν ἀξίως, καὶ τίς εἰρηνικώτερος τοῦ θεανθρώπου λόγου τοῦ πᾶν ἐκ γῆς ἐξάραντος δάκρυον φιλανθρώπως; φησὶ γάρ, «καταβήσεται ὡς ὑετὸς εἰς πόκον». Εἰς τὸν οβʹ ψαλμόν, «ὡς ἀγαθὸς ὁ θεὸς τῷ Ἰσραήλ» Ἐπ' ἀσεβῶν εὐπραγίᾳ, μακροθυμίᾳ δεσπότου, νοῦς ἀσθενῶν ταῦτα λέγει. Τοὺς προγραφέντας τῶν ψαλμῶν ᾖσε Δαυὶδ ὁ θεῖος ψάλλων οἰκείῳ στόματι τὰ γεγραμμένα μέλη· ὅσους δ' ἐκ τούτων γέγραφε ψαλμοὺς εἰς ὑποθέσεις, τοῖς χοροψάλταις μελῳδεῖν ἐδίδου κατὰ τάξιν. τὸν γοῦν παρόντα δέδωκε ψαλμὸν Ἀσὰφ ἐξᾴδειν, προσώπῳ μέντοι γέγραπται τῶν αἰχμαλωτισθέντων, ἀπολυθέντων τῆς πικρᾶς ὄντως αἰχμαλωσίας καὶ τοὺς ἐκεῖσε λέγοντας συλλογισμοὺς ἐκείνων. «ὡς ἀγαθὸς» γὰρ «ὁ θεὸς τῷ Ἰσραὴλ τυγχάνει» ἐλευθερώσας τῆς πικρᾶς ἡμᾶς αἰχμαλωσίας· «ἐμοῦ γὰρ ἐσαλεύθησαν παρὰ μικρὸν οἱ πόδες», τοῦτ' ἔστιν, ἐκινδύνευον παρὰ μικρὸν ἐκεῖσε ὀλιγωρῆσαι καὶ πεσεῖν ἐλπίδος τοῦ δεσπότου. Εἰς τὸν ογʹ ψαλμόν, «ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος;» Πολιορκίαν ἐσχάτην τὴν ἐκ Ῥωμαίων προλέγει. Καὶ τοῦτον ᾖσεν ὁ Δαυὶδ Ἀσὰφ χειρὶ προφήτου. ἐν τούτῳ δὲ δεδήλωκεν ὁ θαυμαστὸς προφήτης τὴν τελευταίαν καὶ μακρὰν ὄντως αἰχμαλωσίαν τῆς πονηρᾶς συναγωγῆς τοῦ γένους τῶν Ἑβραίων, ἥνπερ ᾐχμαλωτίσθησαν ὕστερον ὑπὸ Τίτου, τοῦ τῶν Ῥωμαίων ἄνακτος τοῦ στρατηγικωτάτου. αὐτὸς γὰρ ἐπεστράτευσε τότε
54.2.1
Ἰουδαίων καὶ πάσας ἐξεπόρθησε τὰς πόλεις Ἰουδαίας καὶ τὴν μητρόπολιν αὐτῶν ἠφάνισεν εἰς τέλος καὶ πάντας ᾐχμαλώτισε πάμπαν τοὺς Ἰουδαίους ἡμέραν ἄγοντας λαμπρὰν τῆς ἑορτῆς τοῦ πάσχα. «ἵνα τί» γάρ φησιν «ἡμᾶς ἀπώσω μέχρι τέλους;» (οὐκέτι γὰρ ἀνάκλησιν ἐλπίζομεν εὑρέσθαι) «καὶ μνήσθητι συναγωγῆς ἧς ἀπ' ἀρχῆς ἐκτήσω, ἔπαρον δὲ τὰς χεῖράς σου κατὰ τῶν ἐναντίων· ἐνεκαυχήσαντο καὶ γὰρ μέσον τῆς ἑορτῆς σου, καὶ τῆς Σιὼν ἐξέκοψαν τὰς πύλας ἐν ἀξίναις, ταύτην δ' εἰς γῆν κατέρραξαν ἐν τοῖς λαξευτηρίοις.» Εἰς τὸν οδʹ ψαλμόν, «ἐξομολογησόμεθά σοι, ὁ θεός» Θεολογία καὶ μνήμη τοῦ θείου δικαστηρίου. Καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν Ἀσὰφ χειρὶ προφήτου. πλὴν ἐπειδὴ μιμνήσκεται τοῦ θείου κριτηρίου («ποτήριον» καὶ γάρ φησιν «ἐν τῇ χειρὶ κυρίου»), μονονουχὶ πρὸς τοὺς χρηστοὺς καὶ τοὺς ἀμνησικάκους μὴ διαφθείρειν νουθετεῖ τὴν ἀρετὴν εἰς τέλος, «ὅτι ποτήριόν ἐστιν ἐν τῇ χειρὶ κυρίου», τοῦτ' ἔστι κρίσις ἀκριβὴς πάντων τῶν πεπραγμένων, «οἴνου δ' ἀκράτου πέφυκε πληρέστατον ἐκεῖνο», ἤγουν μεστὸν καθέστηκεν ἐνδίκου τιμωρίας. «ἀλλὰ κἂν ἔκλινε» φησὶν «ἐκ τούτου νῦν εἰς τοῦτο, πλὴν ὁ τρυγίας οὐδαμῶς ἐξεκενώθη τούτου.» ἂν ἐν τῷ κόσμῳ γάρ, φησίν, οὐ πάντοτε κολάζῃ τοὺς ἁμαρτάνοντας βροτοὺς ὁ λόγος καὶ δεσπότης, ἀλλὰ ποτὲ μὲν ἐλεεῖ διὰ φιλανθρωπίαν, ποτὲ δὲ πάλιν τιμωρεῖ διὰ τὴν ἁμαρτίαν, ἀλλ' ὅμως ὕστερον ἐλθὼν εἰς κρίσιν μετ' ἀγγέλων τοὺς μὴ μετανοήσαντας ποτίσει τὸν τρυγίαν. Εἰς τὸν οεʹ ψαλμόν, «γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός» Κρίσις θεοῦ ἀσεβοῦντας τιμωρουμένη ἐνδίκως. Καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν Ἀσὰφ χειρὶ προφήτου· πλὴν προθεσπίζει τὴν πληγὴν καὶ τὴν σφαγὴν ἐκείνην τὴν ἐνεχθεῖσαν ἐν νυκτὶ πάλαι τοῖς Ἀσουρίοις. «ὁ» γὰρ «θεὸς γνωστός ἐστι» φησὶν «ἐν Ἰουδαίᾳ, ἐκεῖ καὶ γὰρ συνέτριψε τὰ κράτη τὰ τῶν τόξων, ὅπλον καὶ πόλεμον ὁμοῦ καὶ στίλβουσαν ῥομφαίαν· ὕπνωσαν ὕπνον ἑαυτῶν, οὐδὲν δὲ πάντως εὗρον.» ὕπνον δὲ λέγει νουνεχῶς τὸν θάνατον ἐκείνων. Εἰς τὸν οϛʹ, «φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχε μοι» Θεὸν μακρόθυμον ᾄδει καὶ θαυμαστὰ αὐτοῦ ἔργα. Καὶ τοῦτον ἐμελῴδησεν Ἀσὰφ χειρὶ προφήτου, προσώπῳ μέντοι γέγραπται τῶν αἰχμαλωτισθέντων, ἀπολυθέντων τῆς πικρᾶς αὐτῶν αἰχμαλωσίας καὶ τῶν ἐκεῖ συλλογισμῶν αὐτῶν μιμνησκομένων. «ἀπηνηνάμην» γάρ φησιν «ἐκεῖ παρακληθῆναι· νυκτὸς ἐν τῇ καρδίᾳ μου κείμενος ἠδολέσχουν, μήποτε, λέγων, κύριος ἀπώσεται εἰς τέλος καὶ οὐ προσθήσει ἐφ' ἡμᾶς τοῦ εὐδοκῆσαι ἔτι;» καὶ πῶς τοῦτο γενήσεται παρὰ τοῦ φιλανθρώπου; «ῥῆμα γὰρ συνετέλεσεν ἐκ γενεῶν ἀρχαίων» καὶ τοῖς πατράσιν εἴρηκεν ἡμῶν μὴ χωρισθῆναι· «μὴ ἐπιλήσεται θεὸς τοῦ οἰκτειρῆσαι ἔτι;» Εἰς τὸν οζʹ ψαλμόν, «προσέχετε, λαός μου, τῷ νόμῳ μου» Θεοῦ μεσίτης καὶ βροτῶν χρηματίσας μέσον τε λύσας φραγμὸν ἔχθρας τῆς πάλαι καὶ γηγενῶν γῆς ἐν μέσῳ σωτηρίαν θεουργικοῖς πάθεσιν ἐξειργασμένος, ἤδη μέσον με τῆς βίβλου, θεοῦ λόγε, τῇ σῇ χάριτι προφρόνως ἐφθακότα καταξίωσον καὶ τὸ λοιπὸν εὐτόνως ἐπιέναι μάλιστα τῇ προθυμίᾳ, τῆς σῆς πανάγνου μητρὸς ἱκετηρίαις ἀσωμάτων θείων τε καὶ τῶν ἁγίων. Τοῖς προλαβοῦσι τῶν ψαλμῶν τὰ μέλλοντα δηλώσας ἐν τούτῳ λέγει τῷ ψαλμῷ καὶ τὰ προγεγονότα· τὴν πρὸς Ἑβραίους τοῦ θεοῦ πολλὴν κηδεμονίαν, ὅπως ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου πάλαι καὶ τούτους διεβίβασε τὴν θάλασσαν ἀβρόχως καὶ μάννα δέδωκεν αὐτοῖς φαγεῖν ἐν τῇ ἐρήμῳ· κἀκείνων τὴν ἀχάριστον αὖ στηλιτεύει γνώμην, δι' ἣν αἰώνιον αὐτοῖς ὄνειδος ἐδεδώκει καὶ τούτων πάσας τὰς φυλὰς εἰς τέλος ἀπεστράφη καὶ ἐξελέξατο φυλὴν τὴν τοῦ Ἰούδα μόνην καὶ ἐξελέξατο Δαυὶδ τὸν δοῦλον τὸν οἰκεῖον κἀκ τῶν ποιμνίων ἔλαβε καὶ τῶν προβάτων τοῦτον, ὥστε ποιμαίνειν Ἰακὼβ καὶ Ἰσραὴλ ἀκάκως. Εἰς τὸν οηʹ ψαλμόν, «ὁ θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν» Τὰ Ἰουδαίοις συμβάντα ἐν Ἀντιόχου πολέμῳ. Ὡς ἐκ προσώπου γέγραπται τοῦ δήμου τῶν Ἑβραίων πολεμουμένων μανικῶς τρίτον ὑπ' Ἀντιόχου· «ἔθνη» γὰρ «ἤλθοσαν» φησὶν «εἰς σὴν κληρονομίαν, ἐμίαναν, ὦ δέσποτα, τὸν ἅγιον ναόν σου.» Εἰς τὸν οθʹ ψαλμόν, «ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσσχες» Τὰ Ἀσσυρίων προλέγει Χριστὸν φανῆναί τε δεῖται. Ἐνταῦθα προδεδήλωκεν ἄλλην αἰχμαλωσίαν τῶν Ἰουδαίων, λέγω δὴ παρὰ τῶν Ἀσσυρίων. λέγουσι γὰρ πρὸς τὸν θεὸν δῆθεν οἱ Ἰουδαῖοι· «ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε τὸν λαόν σου· κατάρτισαι τὴν ἄμπελον ἥνπερ ἐκ γῆς Αἰγύπτου μετάρας κατεφύτευσας ἐν τῇ Σιών, ὡς οἶδας. ἰδοὺ γὰρ ἐλυμήνατο ταύτην ὗς ἐκ δρυμῶνος καὶ μονιὸς ὡς ἄγριος ὁ Ναβουχοδονόσορ κατενεμήσατο αὐτήν, εἰς τέλος ἀφανίσας.» Εἰς τὸν πʹ ψαλμόν, «ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν» Τοὺς τῶν ἀρχόντων ἐλέγχους τῶν Ἰουδαίων ἐκφαίνει. Προσώπῳ δ' οὗτος γέγραπται τοῦ Χριστωνύμου δήμου τοῦ λυτρωθέντος τῆς πικρᾶς αἰχμαλωσίας ᾅδου, προτρεπομένων δήπουθεν ἀλλήλους τοῦ δοξάζειν τὸν λυτρωσάμενον αὐτοὺς ἐκ τῆς αἰχμαλωσίας, μᾶλλον δ' ἐξαγοράσαντα τοῦ νόμου τῆς κατάρας. ἔχει δ' ἐμφάσεις καί τινας τῆς θείας ἐκκλησίας· ληνοὶ γὰρ θεοπάτητοι πάντως αἱ ἐκκλησίαι, τὸ γλεῦκος ἀποστάζουσαι τὸ τῶν εὐαγγελίων. Εἰς τὸν παʹ ψαλμόν, «ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν» Τοὺς τῶν ἀρχόντων ἐλέγχους τῶν Ἰουδαίων ἐκφαίνει. Οὗτος δ' ἐλέγχει τοὺς κριτὰς τοὺς παρανομωτάτους, οὓς καὶ θεοὺς ἐκάλεσεν ὁ μέγιστος προφήτης. φησὶ γὰρ οὕτω πρὸς αὐτοὺς προσώπῳ τοῦ δεσπότου· «μέχρι καὶ τίνος θέλετε τὴν ἀδικίαν κρίνειν καὶ πρόσωπα λαμβάνετε βροτῶν ἡμαρτηκότων;» Εἰς τὸν πβʹ ψαλμόν, «ὁ θεός, τίς ὁμοιωθήσεταί σοι;» Ὑπὲρ λαοῦ κακωθέντος εὐχὴ καὶ πρόρρησις ἅμα. Μετὰ τὴν ἀπολύτρωσιν τὴν τῆς αἰχμαλωσίας καὶ τὴν ἐπάνοδον, φημὶ τὴν ἀπὸ Βαβυλῶνος, οἱ ἀστυγείτονες αὐτῶν τῷ φθόνῳ βεβλημένοι, βαρβάρους συναθροίσαντες ποικίλους ἀλλοφύλους εἰς πόλεμον ἐχώρησαν κατὰ τῶν Ἰουδαίων· ἀλλ' ὅμως κατῃσχύνθησαν μεγάλως ἡττηθέντες. τὸν γοῦν ψαλμὸν προγέγραφεν ὁ κάλλιστος προφήτης προσώπῳ τῆς συναγωγῆς ἁπάσης τῶν Ἑβραίων. Εἰς τὸν πγʹ ψαλμόν, «ὡς ἀγαπητὰ τὰ σκηνώματά σου» Τὴν ἐναθρώπησιν λέγει Χριστοῦ καὶ τὰς ἐκκλησίας. Ἐν τούτῳ προτεθέσπικε θεοῦ τὰς ἐκκλησίας· ληνοὶ γὰρ θεοπάτητοι πάντως αἱ ἐκκλησίαι. Εἰς τὸν πδʹ ψαλμόν, «εὐδόκησας, κύριε, τὴν γῆν σου» Εἰς τὸν Χριστὸν ταῦτα τείνει καὶ δι' αὐτοῦ τοὺς σωθέντας. Ἐνθάδε προδεδήλωκεν ὁ μέγιστος προφήτης καὶ διαθήκης παλαιᾶς καὶ νέας τὰς ἐκβάσεις. ἐλευθερίαν λέγει γὰρ τοῦ γένους τῶν Ἑβραίων καὶ σωτηρίαν τῶν ἐθνῶν, ἡμῶν τῶν ἀπωσμένων. Εἰς τὸν πεʹ ψαλμόν, «κλῖνον, κύριε, τὸ οὗς σου» Ἔθνη καλεῖται πρὸς πίστιν φιλανθρωπίᾳ σωτῆρος. Μνησθεὶς καὶ πάλιν ὁ Δαυὶδ τῆς πρώτης ἁμαρτίας τόνδε προφέρει τὸν ψαλμὸν εἰς προσευχὴν καὶ λέγει· «κλῖνον τὸ οὖς σου, κύριε, καὶ νῦν ἐπάκουσόν μου· πτωχὸς γὰρ ἔγωγε πολλῷ καὶ πένης εἰμί, λόγε», μηδ' ὅλως ἔχων δήπουθεν τῆς ἀρετῆς τὸν πλοῦτον. Εἰς τὸν πϛʹ, «οἱ θεμέλιοι αὐτοῦ» Χριστὸν μορφὴν βροτησίαν φορέσαι λέγει προφήτης. Ἐνθάδε προδεδήλωκεν ἐθνῶν τὴν σωτηρίαν· «μνησθήσομαι» καὶ γάρ φησι «Ῥαὰβ καὶ Βαβυλῶνος». πόρνη δὲ πάντως ἡ Ῥαὰβ ἐστὶν ἡ Χαναναία, ἡ Βαβυλὼν δ' αἰνίττεται τοὺς ἀσεβεῖς ἐκείνους οἵπερ σωθῆναι μέλλουσι Χριστῷ πεπιστευκότες, ὥσπερ Κανδάκης πρότερον ἐκ τῆς Αἰθιοπίας. Εἰς τὸν πζʹ ψαλμόν, «κύριε, ὁ θεὸς τῆς σωτηρίας μου» Χριστοῦ τὸν θάνατον οὗτος τὸν ζωηφόρον προλέγει. Τοῦτον ἐξεῖπεν ὁ Δαυὶδ ἐν λύπαις ὢν ποικίλαις, ἀλλ' ἐμελῴδησαν αὐτὸν οἱ τοῦ Κορὲ πρεπόντως. «ἐπλήσθη» γὰρ «κακῶν» φησιν «ἀρτίως ἡ ψυχή μου καὶ ἡ ζωή μου ξύμπασα προσήγγισεν εἰς ᾅδην.» Εἰς τὸν πηʹ ψαλμόν, «τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι» Χριστοῦ φησι βασιλείαν τοῦ ἐκ Δαυὶδ πεφυκότος. Αἰνίττεται τὴν σάρκωσιν ἐνθάδε τοῦ σωτῆρος τὴν ἀπὸ σπέρματος Δαυὶδ καὶ τῆς φυλῆς Ἰούδα. «ὤμοσα» γάρ φησι «Δαυὶδ τῷ δούλῳ μου λαλήσας εἰς γενεὰν καὶ γενεὰν τὸν τούτου μένειν θρόνον.» ὢ Ἰουδαίων ἄνοια καὶ σιδηρᾶ καρδία· οὐ ταῦτα τὰ γνωρίσματα μόνου Χριστοῦ τυγχάνει; Εἰς τὸν πθʹ ψαλμόν, «κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ» Ἐκβέβληνται Ἰουδαῖοι, ὡς ὁ ψαλμὸς προφητεύει. Καὶ τοῦτον γέγραφε Δαυὶδ προσώπῳ Μωυσέως, δηλῶν ἐν τούτῳ τὴν φθορὰν τοῦ τῶν ἀνθρώπων βίου· «τὰ ἔτη» γάρ φησιν «ἡμῶν ὥσπερ ἱστὸς ἀράχνης.» Εἰς τὸν ϟʹ ψαλμόν, «ὁ κατοικῶν ἐν βοηθείᾳ» Νίκη Χριστοῦ κατ' αὐτόν τε παντὸς τοῦ τελειωμένου. Μέλλων διδάσκειν ὁ Δαυὶδ τὴν πρὸς θεὸν ἐλπίδα, ὁποδαπή τις πέφυκεν, οὖσα πανσθενεστάτη, τοῦτον ἐξεῖπε τὸν ψαλμόν, ἅπαντας διεγείρων πάσας ἐλπίδας εἰς θεὸν ἀνατιθέναι μόνον. «τὸν ὕψιστον» καὶ γάρ φησιν «ἔθου καταφυγήν σου, λοιπὸν οὐ προσελεύσεται πρὸς σὲ κακὰ τῷ βίῳ.» Εἰς τὸν ϟαʹ ψαλμόν, «ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ» Ἀνάπαυσιν ψαλμὸς λέγει κατὰ θεὸν τοῖς ἀξίοις. Ἐν τούτῳ προτεθέσπικε τὸν μέλλοντα αἰῶνα. καθάπερ γὰρ τὰ σάββατα τῶν πόνων εἰσὶ παῦλαι, οὕτως αἰὼν ὁ ὄγδοος σαββάτου λόγον ἔχει, ἐν τούτῳ γὰρ παυθήσονται πάντες ἀπὸ τῶν ἔργων. Εἰς τὸν ϟβʹ ψαλμόν, «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο» Ἄιδει Χριστοῦ βασιλείαν πρώτης αὐτοῦ παρουσίας. Ἐν τούτῳ προδεδήλωκε τὴν πρώτην παρουσίαν τοῦ παντοκράτορος Χριστοῦ καὶ θεανθρώπου λόγου· φησὶ γὰρ «ἐβασίλευσεν ὁ κύριος ἁπάντων». Εἰς τὸν ϟγʹ ψαλμόν, «θεὸς ἐκδικήσεων κύριος» Ἐπαναστάσεις προλέγει καὶ ἐκκλησίας διώξεις. Προφητικοῖς ἐν ὄμμασι προβλέπων ὁ προφήτης τοὺς διωγμοὺς τοὺς φθάσαντας κατὰ τῆς ἐκκλησίας καὶ τὴν ἀποκατάστασιν αὖθις καὶ τὴν εἰρήνην, ἣν ὁ δεσπότης τοῦ παντὸς ἐβράβευσεν ἐξ ὕψους, τοῦτον εἰρήκει τὸν ψαλμὸν ὑπὲρ τῆς ἐκκλησίας. «τετράδα» γὰρ ὠνόμασε «σαββάτου» τὴν ἡμέραν τῆς ἀποκαταστάσεως ἅμα καὶ τῆς γαλήνης. Εἰς τὸν ϟδʹ, «δεῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ» Κλῆσις λαοῦ Ἰουδαίων, ἅμα δ' ἀπόγνωσις τούτου. Μετὰ τὸ πάθος τὸ σεπτὸν ὁ λόγος καὶ δεσπότης τοὺς ἀποστόλους πεπομφὼς εἰς πᾶσαν οἰκουμένην, ὥστε κηρύττειν ἅπασι τῆς πίστεως τὸν λόγον, πρῶτον ἀπέστειλεν αὐτοὺς εἰς Ἰουδαίαν λέγων· «πορεύεσθε, κηρύξατε τὸν ἀληθείας λόγον πρὸς τὰ τοῦ οἴκου Ἰσραὴλ πρόβατα πλανηθέντα.» ὁ γοῦν προφήτης ἐπιγνοὺς ταύτην αὐτῶν τὴν κλῆσιν τοῦτον ἐξεῖπε τὸν ψαλμὸν πρὸς Ἰουδαίους λέγων· «δεῦτε καὶ κλαύσωμεν θερμῶς ἀπέναντι κυρίου καὶ μὴ σκληρύνητε καὶ νῦν καρδίας ὑμετέρας, ὡς ἐν ἐρήμῳ πρότερον τοῦ πειρασμοῦ τῷ χρόνῳ.» Εἰς τὸν ϟεʹ ψαλμόν, «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν» Κλῆσιν ἐθνῶν προφητεύει καὶ τὴν Χριστοῦ παρουσίαν. Τὴν νοητὴν δεδήλωκεν αἰχμαλωσίαν ὧδε, ἣν ᾐχμαλώτιστο τὸ πρὶν τὸ τῶν ἀνθρώπων γένος, μάλιστα δὲ τὴν σάρκωσιν τοῦ λόγου καὶ σωτῆρος, δι' ἧς ἀπελυτρώθημεν τῆς νῦν αἰχμαλωσίας. φησὶ γὰρ «ἀναγγείλατε τοῖς ἔθνεσι τὴν δόξαν» τοῦ παντοκράτορος θεοῦ τοῦ λόγου καὶ σωτῆρος. Εἰς τὸν ϟϛʹ, «ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ» Ὕμνος τοῦ κράτους κυρίου ἐν {τῇ} παρουσίᾳ τῇ πρώτῃ. Οὗτος δηλοῖ τὴν τοῦ Χριστοῦ δευτέραν παρουσίαν καὶ τὴν ἐκ γῆς ἀνάστασιν τοῦ γένους τῶν ἀνθρώπων· ἡ γὰρ ἀποκατάστασις τῆς γῆς αὐτὸ σημαίνει. φησὶ γάρ, «προπορεύσεται πῦρ ἐναντίον τούτου καὶ κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ καταφλογίσει»· τὸν ποταμὸν δὲ τοῦ πυρὸς αἰνίττεται τῷ λόγῳ. Εἰς τὸν ϟζʹ ψαλμόν, «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστά» Κλῆσιν ἐθνῶν προφητεύει καὶ τὴν Χριστοῦ παρουσίαν. Ἐν τούτῳ προτεθέσπικε τὰς δύο παρουσίας τοῦ παντοκράτορος Χριστοῦ, τοῦ θεανθρώπου λόγου. «ᾄσατε» γάρ φησι «καινὸν ᾆσμά τι τῷ κυρίῳ», ὅπερ ἐστὶν ἐπάξιον τῆς πρώτης παρουσίας· καὶ πάλιν «ἀλαλάξατε», φησίν, «ἄνθρωπον γένος, καὶ σαλευθήτω θάλασσα καὶ γῆ τῆς οἰκουμένης· ἔρχεται κρῖναι γὰρ αὐτὴν ὁ βασιλεὺς τῆς δόξης.» Εἰς τὸν ϟηʹ ψαλμόν, «ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί» Χριστὸς ὑμνεῖται ἐνταῦθα, ὁ βασιλεὺς τῶν ἁπάντων. Τὴν σταύρωσιν αἰνίττεται τοῦ λόγου καὶ σωτῆρος· «ὑψοῦτε» γάρ φησι, «λαοί, τὸν κύριον τῆς δόξης καὶ προσκυνεῖτε τῷ σεπτῷ ὑποποδίῳ τούτου.» Εἰς τὸν ϟθʹ ψαλμόν, «ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ» Καλεῖ τὰ ἔθνη προτρέπων θεῷ ἐξομολογεῖσθαι. Πᾶσιν ἀνθρώποις παραινεῖ δοξάζειν τὸν δεσπότην· φησὶ γὰρ «ἀλαλάξατε, γῆ πᾶσα, τῷ κυρίῳ». Εἰς τὸν ρʹ ψαλμόν, «ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, κύριε» Ὑμνεῖ ὃς ἔργοις ὁσίοις κατὰ θεὸν τελειοῦται. Τοῦτον προσώπῳ γέγραφε τοῦ θείου Ἰωσίου τοῦ πᾶσαν τὴν ἀσέβειαν ἀπορραπισαμένου καὶ τῶν εἰδώλων τοὺς βωμοὺς εἰς γῆν καταβαλόντος καὶ τὰς μεγίστας ἀρετὰς ἐν πόνῳ κτησαμένου. ὑπάρχει δὲ καὶ πρόσφορος ἀνθρώποις ἐναρέτοις· «ἐπορευόμην» γάρ φησι «καρδίας ἀκακίᾳ, σκαμβὴ δ' οὐκ ἐκολλήθη μοι καὶ δύστροπος καρδία.» Εἰς τὸν ραʹ ψαλμόν, «κύριε, ἄκουσον τῆς προσευχῆς μου καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω» Τοὺς ἐξωσμένους θρηνήσας κλῆσιν ἐθνῶν καὶ νῦν λέγει. Προσώπῳ τοῦτον γέγραφε τῶν ᾐχμαλωτισμένων, θρηνολογούντων πρὸς θεὸν ἐν ἀκηδίᾳ τάδε· «εἰσακουσόν μου, κύριε, τῆς προσευχῆς ἀρτίως· ὡς γὰρ καπνὸς ἐξέλιπον ἡμέραι τῆς ζωῆς μου καὶ πάντα συνεφρύγησαν ἐν λύπῃ τὰ ὀστᾶ μου· σὺ δ' ἀναστὰς οἰκτείρησον Σιὼν ὡς ἐλεήμων, ὅτι καιρὸς ἐφέστηκε τοῦ ἐλεῆσαι ταύτην.» Εἰς τὸν ρβʹ ψαλμόν, «εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον, καὶ πάντα τὰ ἐντός μου» Διδάσκει πῶς δεῖ κυρίῳ εὐχαριστεῖν ὑπὲρ πάντων. Ἐν τούτῳ πάλιν παραινεῖ γεραίρειν τὸν δεσπότην. καὶ γὰρ τὸ «ἀλληλούια» τοῦτο σημαίνειν θέλει· τὸ μὲν γὰρ «ἴα» τὸν θεὸν Ἑβραϊκῶς σημαίνει, τὸ δ' «ἀλληλοὺ» τὴν αἴνεσιν δηλοῖ τὴν τοῦ κυρίου, τοῦτ' ἔστι, δεῖ τὴν αἴνεσιν προσάγειν τῷ κυρίῳ. {ὅπως δὲ δεῖ τὴν αἴνεσιν προσάγειν τῷ κυρίῳ} κἀν τούτῳ νῦν προτρέπεται δοξάζειν τὸν δεσπότην· «τὸν κύριον» καὶ γάρ φησιν «εὐλόγει, ἡ ψυχή μου, καὶ τὰ ἐντός μου ξύμπαντα», φησίν, «ἐπευλογεῖτε», τοῦτ' ἔστιν ἧπαρ καὶ νεφροὶ καὶ πνεύμων καὶ καρδία. χρὴ γὰρ δοξάζειν τὸν θεὸν ἐξ ὅλης τῆς καρδίας. Εἰς τὸν ργʹ ψαλμόν, «εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. κύριε ὁ θεός μου» Διδασκαλία, κυρίῳ πῶς δεῖ ἐξομολογεῖσθαι. Οὗτος τὴν ἴσην δύναμιν τῷ προρρηθέντι φέρει· «τὸν κύριον» καὶ γάρ φησιν «εὐλόγει, ἡ ψυχή μου.» Εἰς τὸν ρδʹ ψαλμόν, «ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τῷ ὀνόματι» Ἔθνη διδάσκει τὰ πρώτῳ λαῷ θεοῦ εἰργασμένα. Κἀν τούτῳ μὲν προτρέπεται δοξάζειν τὸν δεσπότην καὶ ἀναγγέλλειν τὰς αὐτοῦ πολλὰς εὐεργεσίας, ἃς εὐηργέτησε τὸ πρὶν τὸ γένος τῶν Ἑβραίων, καὶ πῶς ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου πάλαι, ἀφῆκε δὲ δεκάπληγον κατὰ τῶν Αἰγυπτίων. φησὶ γὰρ «ἐξαπέστειλεν εἰς Αἰγυπτίους σκότος, εἰς αἷμα δὲ μετέστρεψε τοὺς ποταμοὺς ἐκείνων καὶ τοὺς αὐτῶν ἀπέκτεινεν ἰχθύας παραδόξως· καὶ πάλιν ἐξαπέστειλε κατὰ τῶν Αἰγυπτίων βάτραχον καὶ κυνόμυιαν ἀκρίδας τε καὶ σκνῖπας, πῦρ, χάλαζαν καὶ βροῦχόν τε, τῶν πρωτοτόκων φόνον», καὶ τούτους ἠλευθέρωσε δουλείας Αἰγυπτίων. Εἰς τὸν ρεʹ, «ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός» Διδασκαλία καὶ οὗτος πρὸς δυσσεβεῖς Ἰουδαίους. Τοῦτον προσώπῳ γέγραφεν Ἑβραίων σεβασμίων καὶ φοβουμένων τὸν θεόν, καὶ Δανιὴλ προφήτου, κατηγορούντων δήπουθεν πατέρων τῶν ἰδίων ἐνδειξαμένων πρὸς θεὸν πολλὴν ἀχαριστίαν ἐφ' οἷς εὐηργετήθησαν πολλάκις παρ' ἐκείνου. «ἡμάρτομεν» καὶ γάρ φησι «μετὰ καὶ τῶν πατέρων τῶν τὰ θαυμάσια τὰ σὰ μηδ' ὅλως συνιέντων, ὅπως ἐξήγαγες αὐτοὺς δουλείας Αἰγυπτίων, αὐτοὶ δὲ παρεπίκραναν τὴν σὴν φιλανθρωπίαν καὶ μόσχῳ προσεκύνησαν ἐν τῷ Χωρὴβ ἐλθόντες, καὶ πάλιν ἔφαγον νεκρῶν εἰδώλων τὰς θυσίας, καὶ πᾶν δεινὸν πεπράχασιν, ἔθνεσι μεμιγμένοι· ἀλλ' ἔστη μόνος Φινεὲς καὶ ἐξιλάσατό σε.» οὗτος γάρ, οὗτος κατιδὼν Ζαμβρεὶ τὸν Ἰουδαῖον μιγέντα Μωαβίτιδι γυναικὶ παρανόμως. τῷ δόρατι χρησάμενος ἀνεῖλε καὶ τοὺς δύο· «ὅθεν» φησὶ «λελόγισται τούτῳ δικαιοσύνη.» Εἰς τὸν ρϛʹ ψαλμόν, «ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τό» Καλεῖ τὰ ἔθνη καὶ λόγου βροτοῖς ἐπίλαμψιν φαίνει. Τοῖς ἐξ ἐθνῶν προτρέπεται δοξάζειν τὸν δεσπότην. «εἰπάτωσαν» καὶ γάρ φησιν «ὅτι χρηστὸς τυγχάνει ὁ λυτρωσάμενος αὐτοὺς ἐξ ᾅδου κατωτάτου· καὶ γὰρ συνέτριψε χαλκᾶς ἡδραιωμένας πύλας καὶ σιδηροῦς συνέθλασε μοχλοὺς τοὺς τοῦ θανάτου.» Εἰς τὸν ρζʹ ψαλμόν, «ἑτοίμη ἡ καρδία μου, ὁ θεός» Καλεῖ τὰ ἔθνη καὶ οὗτος πρὸς πίστιν καὶ σωτηρίαν. Τοῦτον προσώπῳ γέγραφε τῶν αἰχμαλωτισθέντων, ἐπιποθούντων κατιδεῖν τὴν πόλιν τὴν ἁγίαν. «τίς» γὰρ «ἀπάξει με» φησὶ «περιοχῆς εἰς πόλιν; ἢ τίς καθοδηγήσει με μέχρι τῆς Ἰδουμαίας; οὐχὶ σὺ πάντως, ὁ θεός, ὁ ἀπωσάμενός με;» Εἰς τὸν ρηʹ ψαλμόν, «ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς» Χριστοῦ σωτῆρος πάθη προρρήσεις τε τῶν μελλόντων. Προσώπῳ τοῦτον γέγραφε τοῦ θεανθρώπου λόγου πρὸς τὸν πατέρα λέγοντος ἅπερ ὑπέστη πάθη. ἔχει δὲ καί τινας ἀρὰς ὡς κατὰ τοῦ προδότου· «κατάστησον» καὶ γάρ φησιν «ἁμαρτωλὸν εἰς τοῦτον, ἐξέλθοι δ' ἐν τῷ κρίνεσθαι καταδεδικασμένος, ἡ προσευχὴ γενέσθω δὲ τούτου πρὸς ἁμαρτίαν καὶ τὴν ἐπισκοπὴν αὐτοῦ τὶς ἕτερος προσλάβοι», βαθμὸν τὸν ἀποστολικόν, ὃν ἔλαβε Ματθίας. Εἰς τὸν ρθʹ ψαλμόν, «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου» Νίκη Χριστοῦ δεξιά τε πατρὸς αὐτοῦ καὶ καθέδρα. Ἐν τούτῳ τὴν ἀνάληψιν καὶ δόξαν προθεσπίζει τοῦ σαρκωθέντος δι' ἡμᾶς ἐκ τῆς ἁγνῆς παρθένου. «τῷ» γὰρ «κυρίῳ μου» φησὶν «ὁ κύριος ἐξεῖπεν, ἐκ δεξιῶν μου κάθισον τοῦ θρόνου καὶ τῆς δόξης, ἕως ἂν θῶ σου τοὺς ἐχθροὺς ὡς ὑποπόδιόν σου.» Εἰς τὸν ριʹ, «ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ ἐν βουλῇ εὐθέων» Χριστοῦ εὐχάριστον ᾆσμα ψαλμοῦ τὰ ῥήματα. Τοῦτον προσώπῳ γέγραφεν Ἰωσαφὰτ προφήτου τοῦ βασιλεύοντός ποτε φυλῆς τῆς τοῦ Ἰούδα, ἐντελλομένου τοῖς λαοῖς τὸν κύριον δοξάζειν, ὅτι κατετροπώσατο τοὺς ἀντιπάλους τούτου, τοὺς Μωαβίτας λέγω δή, πρὸς δὲ τοὺς Ἀμανίτας, οἵτινες ἐξηγέρθησαν κατὰ φυλῆς Ἰούδα· οὓς καὶ κατέσφαξεν εὐθὺς Ἰωσαφὰτ ἐκεῖνος. Εἰς τὸν ριαʹ, «μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον» Χριστὸς διδάσκει· ζωῆς οὖν λόγον πᾶς τις ἀρυέσθω. Οὗτος δὲ στήλη πέφυκε τοῦ θεαρέστου βίου· «ὁ» γὰρ «φοβούμενος» φησὶ «τὸν κύριον τῆς δόξης, οὗτος μακάριός ἐστι καὶ μέγιστος ἐν πᾶσιν.» Εἰς τὸν ριβʹ, «αἰνεῖτε, παῖδες, κύριον» Νέος λαὸς προσκαλεῖται καὶ οἰκειοῦται. Οὗτος δὲ πέφυκεν εἰκὼν Χριστοῦ δεξολογίας. Εἰς τὸν ριγʹ, «ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου» Διδασκαλία τῷ νέῳ λαῷ σωτήριος ταῦτα. Τὴν βάπτισιν αἰνίττεται τοῦ θεανθρώπου λόγου· «ἡ θάλασσα» γὰρ «ἔφυγε» φησὶ «σὲ κατιδοῦσα καὶ Ἰορδάνης φοβηθεὶς ἐστράφη εἰς τοὐπίσω.» Εἰς τὸν ριδʹ, «ἠγάπησα, ὅτι εἰσακούσεται κύριος» Νέου λαοῦ ἄρτι θείαν προβιβασθέντος εἰς νέαν. Οὗτος προσώπῳ γέγραπται τῶν αἰχμαλωτισθέντων καὶ λυτρωθέντων τῆς πικρᾶς δουλείας Ἀντιόχου, εὐχαριστούντων ἐκ ψυχῆς ἁπάσης τῷ κυρίῳ ὅτι πεφύλακεν αὐτοὺς ἐξ εἰδωλολατρίας. «ἠγάπησα» καὶ γάρ φησι «τὸν κύριον τῆς δόξης, τῆς γὰρ ἐμῆς ἐπήκουσε φωνῆς ὡς εὐεργέτης καὶ τὴν ἐμὴν ἐξείλατο ψυχὴν ἀπὸ θανάτου, ἀπὸ δακρύων δὲ πολλῶν ὄντως τοὺς ὀφθαλμούς μου.» Εἰς τὸν ριεʹ ψαλμόν, «ἐπίστευσα, διὸ ἐλάλησα» Νέου λαοῦ καλοῖς ἔργοις τελειωθέντος τὸ ᾆσμα. Οὗτος προσώπῳ γέγραπται τοῦ Χριστωνύμου δήμου τοῦ λυτρωθέντος τῆς πικρᾶς αἰχμαλωσίας ᾅδου. «τί γὰρ ἀνταποδώσομεν ἀξίως τῷ κυρίῳ ὧν ἀνταπέδωκεν ἡμῖν, λυτρώσας τοῦ θανάτου;» Εἰς τὸν ριϛʹ, «αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη» Προσκέκληται καὶ τὰ ἔθνη ᾆσμα εὐχάριστον ᾄδει. Εὔδηλον οὗτος ὁ ψαλμὸς τὴν ἑρμηνείαν φέρει· τοῖς ἐξ ἐθνῶν γὰρ παραινεῖ δοξάζειν τὸν σωτῆρα. Εἰς τὸν ριζʹ, «ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός» Ἀγωνισταῖς ἐν κυρίῳ νίκη Χριστοῦ πρόρρησίς τε. Ψαλμὸς εὐχαριστήριος τῶν ἐλευθερωθέντων ἀνδρῶν μεγάλων προφητῶν συναιχμαλωτισθέντων, νενικηκότων σὺν θεῷ τοὺς ἐπιτιθεμένους καὶ τούτους ἀναγκάζοντας εἰδώλοις προσκυνῆσαι. «ἐκύκλωσάν με» γάρ φησιν «ὡς μέλισσαι κηρίον, καὶ πάλιν ἐξεκαύθησαν ὡς πῦρ ἐν ταῖς ἀκάνθαις, ἀλλ' ἐν ὀνόματι θεοῦ ξύμπαντας ἠμυνάμην.» Εἰς τὸν ριηʹ, «μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ» Τοῖς ἀρετῆς ἀρχομένοις στοιχείωσις μέλος τόδε. Βουλόμενος ὁ μέγιστος Δαυὶδ ὁ ψαλμογράφος διδάξαι πᾶσι τοῖς βροτοῖς τύπον ἀρίστου βίου, ἤγουν ἐλπίζειν εἰς θεόν, καταφρονεῖν τοῦ βίου πολλοὺς πολλάκις φέροντος κινδύνους τε καὶ θλίψεις, τοῦτον ἐψαλμογράφησεν ἐν πάσῃ κατανύξει, μνησθεὶς ἐν τούτῳ τῷ ψαλμῷ πάντων ὡς ἐν συνόψει ὧνπερ ἐν βίῳ πέπραχε καλῶς τε καὶ κακίστως. Εἰς τὸν ριθʹ ψαλμόν, «πρὸς κύριον ἐν τῷ θλίβεσθαί με» Σύμμικτος θρῆνος δεήσει τῶν κακουμένων ἐν ξένῃ. Προφητικοῖς ἐν ὄμμασι προβλέπων ὁ προφήτης τὴν τῶν Ἑβραίων φθάσασαν αἰχμαλωσίαν πᾶσαν καὶ τὴν ἐπάνοδον αὐτῶν τὴν ἀπὸ Βαβυλῶνος (αὐτοὺς γὰρ ἠλευθέρωσεν ὁ Κῦρος βασιλεύσας), καὶ τούτους συνεγράψατο ψαλμοὺς τοὺς προκειμένους, οὕσπερ καὶ κατωνόμασεν ἀναβαθμοὺς εἰκότως. τὴν ἄνοδον ἐπέχοντας τῶν αἰχμαλωτισθέντων. πλὴν ἀλλ' οὐκ ἔχουσι σκοπὸν οἱ ψαλμοὶ πάντες ἕνα· ἄλλος γὰρ ἄλλο τῶν ψαλμῶν τουτωνὶ προθεσπίζει, ὁ μὲν τὰς θλίψεις τὰς πολλὰς αὐτῶν ἐν Βαβυλῶνι, ὁ δὲ τὰ εὐαγγέλια τὰ τῆς ἐλευθερίας, ὁ δὲ τὴν κατὰ τὴν ὁδὸν ἐκείνων εὐφροσύνην, ὁ δὲ τὴν κτίσιν τοῦ ναοῦ τὴν παρὰ Ζοροβάβελ, ὁ δὲ τὸν πόλεμον αὐτῶν καὶ τῶν ἀστυγειτόνων. ἕκαστος μέντοι τῶν ψαλμῶν τῶν ἀναβαθμωνύμων ὥσπερ ἀπό τινος χοροῦ τῶν ἐναρέτων δῆθεν καλλίστως ἐσχημάτισται καὶ μεμελῴδηταί πως. πολλοὶ γὰρ συνηρπάγησαν εἰς τὴν αἰχμαλωσίαν ἄνδρες προφῆται θαυμαστοὶ καὶ μέγιστοι τοῖς τρόποις· ἀφ' ὧν ἐστι καὶ Δανιήλ, ὁ λάκκῳ βληθεὶς πάλαι, οἱ τρεῖς τε παῖδες σὺν αὐτῷ οἱ περὶ Ἀζαρίαν, καὶ Ζαχαρίας ὁ κλεινὸς καὶ Ἰωὴλ ὁ θεῖος. προσώπῳ τοίνυν οἱ ψαλμοὶ τῶν αἰχμαλωτισθέντων καλῶς ἐχηματίσθησαν παρά γε τοῦ προφήτου. εἰ δ' ἀναγωγικώτερον ἐξερευνήσῃς τούτους, μᾶλλον ἡμῖν ἁρμόζουσι τοῖς ἐξ ἐθνῶν ἀνθρώποις, οὕσπερ ἐξῃχμαλώτισε τῆς σκέπης τοῦ δεσπότου ὁ νοητὸς Ναβουζαρδάν, τοῦ σκότους ὁ προστάτης, ἀλλ' ἠλευθέρωσε Χριστός, ὁ κύριος τῆς δόξης. Ὁ πρῶτος μέντοι τῶν ψαλμῶν τὰς θλίψεις τούτων φέρει καὶ τὴν ἀντίληψιν αὐτῶν τὴν παρὰ τοῦ κυρίου· «ἐν τῷ» γὰρ «θλίβεσθαι» φησὶν «εἰς τὰς αἰχμαλωσίας πρὸς κύριον ἐκέκραξα, καὶ γὰρ εἰσήκουσέ μου.» Εἰς τὸν ρκʹ ψαλμόν, «ἦρα τοὺς ὀφθαλμούς μου» Ἐπάνοδον Βαβυλῶνος διασπορᾶς ψαλμὸς ᾄδει. Τοῖς ἔτι διατρίβουσιν εἰς τὴν αἰχμαλωσίαν πρόσφορος οὗτος ὁ ψαλμός· φησὶ γὰρ «εἰς τὰ ὄρη ἐπῇρά μου τοὺς ὀφθαλμοὺς ὡς χρῄζων βοηθείας». Εἰς τὸν ρκαʹ, «εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι» Ἐπάνοδος αἰχμαλώτοις ἀγγέλλεται πρὸς πατρίδα. Πρόσφορος δ' οὗτος πέφυκε τοῖς ἐλευθερωθεῖσιν· «εὐφράνθημεν» καὶ γάρ φησιν «ἐπὶ τοῖς εἰρηκόσιν· εἰς οἶκον πορευσόμεθα τὸν τοῦ κυρίου ἅμα.» Εἰς τὸν ρκβʹ ψαλμόν, «πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου» Λαὸν εὐχὴν τῷ κυρίῳ προσφέροντα ψαλμὸς λέγει. Οὗτος δὲ πάλιν πρόσφορος αὐτοῖς τοῖς αἰχμαλώτοις· «τοὺς ὀφθαλμούς μου» γάρ φησιν «ἦρα πρὸς σέ, Χριστέ μου, τὸν κατοικοῦντα ὡς θεὸν εἰς οὐρανοὺς ἁγίους.» Εἰς τὸν ρκγʹ, «εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν» Λαὸν εὐχάριστον ᾆσμα Χριστῷ προσφέροντα λέγει. Οὗτος ἁρμόζει τοῖς αὐτοῖς ὡς ἐλευθερωθεῖσι καὶ τοὺς ἐχθροὺς νικήσασιν αὐτῶν ὡς κατὰ κράτος τοὺς μετὰ τὴν ἐπάνοδον ἐκείνους πολεμοῦντας. φησὶ γάρ, «εἰ μὴ κύριος ἦν μεθ' ἡμῶν ἀρτίως, ἄρα κατέπιον ἡμᾶς ζῶντας οἱ πολεμοῦντες». Εἰς τὸν ρκδʹ, «οἱ πεποιθότες ἐπὶ κύριον» Ἀπεκατέστη καὶ ψάλλει λαὸς εὐχάριστον ᾆσμα. Οὗτος τὴν ἴσην δύναμιν ἔχει τῷ προρρηθέντι· αὐτοὶ καὶ γὰρ νικήσαντες τοὺς ἀντιτεταγμένους ᾄδουσι νικητήρια λέγοντες πρὸς ἀλλήλους· «οἱ πεποιθότες εἰς θεὸν καθάπερ Σιὼν ὄρος οὐ σαλευθήσονταί ποτε παρὰ τῶν ἐναντίων.» Εἰς τὸν ρκεʹ ψαλμόν, «ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν» Ἄνευ παθῶν ᾄδει ταύτην τῇ τῶν μελλόντων ἐλπίδι. Οὗτος προσώπῳ γέγραπται τῶν ἐλευθερωθέντων· φησὶ γὰρ «ἐγενήθημεν ὡς παρακεκλημένοι κυρίου ἐπιστρέψαντος Σιὼν αἰχμαλωσίαν». ἐπεὶ δὲ καί τινες αὐτῶν ἐλείφθησαν ἐκεῖσε, ἐκδυσωποῦσι τὸν θεὸν ὑπὲρ ἐκείνων δῆθεν· φησὶ γὰρ «τὴν ἐπίλοιπον ἡμῶν αἰχμαλωσίαν ἐπίστρεψον, ὦ κύριε, χειμάρρου τινὸς δίκην». ὥσπερ γὰρ χείμαρρος, φησίν, ἀκολουθεῖ χειμάρρῳ, οὕτως ἀκολουθήσομεν ἡμεῖς σοὶ πλανηθέντες. Εἰς τὸν ρκϛʹ, «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον» Οἰκοδομὴν ἐκκλησίας ψαλμὸς ἐμφαίνει καὶ πόνον. Οὗτος δὲ πάλιν λέλεκται προσώπῳ Ζοροβάβελ. μετὰ γὰρ τὴν ἐπάνοδον τὴν τῆς αἰχμαλωσίας οἰκοδομεῖν βουλόμενοι ναὸν τὸν τοῦ κυρίου συχνῶς ἐπεκωλύοντο παρὰ τῶν γειτονούντων ὡς καθ' ἑκάστην πόλεμον ἐκείνοις συναπτόντων. φησὶ γάρ, «εἰ μὴ κύριος οἰκοδομήσει οἶκον, εἰς μάτην ἐκοπίασαν πάντες οἰκοδομοῦντες». τότε καὶ γὰρ κτισθήσεται ναὸς ὁ τοῦ κυρίου, «ὁπόταν τοῖς ἀγαπητοῖς ὕπνον ἐκεῖνος δώσῃ». Εἰς τὸν ρκζʹ, «μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον» Εὐδαιμονίαν προλέγει ἐθνῶν κληθέντων εἰς πίστιν. Οὗτος δὲ πάλιν πρόσφορος αὐτοῖς ὡς πεφθακόσιν ἐγγὺς τῆς Ἱερουσαλὴμ ἐκ τῆς αἰχμαλωσίας· ἀλλήλοις γὰρ ἐπεύχονται τυχεῖν τῶν ποθουμένων. φησὶ γὰρ «εὐλογήσαι σε κύριος παντοκράτωρ καὶ ἴδοις Ἱερουσαλὴμ τὰ ἀγαθὰ καὶ φάγοις καὶ τῶν υἱῶν σου τοὺς υἱοὺς τεκνοποιοῦντας ἴδοις». Εἰς τὸν ρκηʹ, «πλεονάκις ἐπολέμησάν με» Τῆς στρατιᾶς τοῦ κυρίου τὴν κατ' ἐχθρῶν λέγει νίκην. Πρόσφορος δ' οὗτος πέφυκεν αὐτοῖς πολεμουμένοις, ὥσπερ πολλάκις εἴπομεν, παρὰ τῶν γειτονούντων· φησὶ γὰρ «ἐκ νεότητος ἐξεπολέμησάν με». Εἰς τὸν ρκθʹ ψαλμόν, «ἐκ βαθέων ἐκέκραξά σοι, κύριε· κύριε, εἰσάκουσον» Εὐχὴ μαρτύρων ἁγίων πρὸς τὸν θεὸν ἐκ καρδίας. Καὶ πάλιν οὗτος πρόσφορος αὐτοῖς ὡς αἰχμαλώτοις, ἐκδυσωποῦσι τὸν θεὸν τυχεῖν ἐλευθερίας· «ἐκέκραξά σοι, κύριε», φησὶ γὰρ «ἐκ βαθέων», τουτέστιν ἀπὸ μέσης μου ψυχῆς τε καὶ καρδίας· «τοίνυν εἰσάκουσον φωνῆς ἐμῆς ὡς εὐεργέτης.» Εἰς τὸν ρλʹ ψαλμόν, «κύριε, οὐχ ὑψώθη ἡ καρδία» Ταπεινοφρόνων οἱ λόγοι Δαυὶδ καρδίαν δηλοῦσι. Προσώπῳ δ' οὗτος γέγραπται χοροῦ τῶν ἐναρέτων τὴν ἑαυτῶν ταπείνωσιν καλῶς ἐξερχομένων καὶ τύπον ταπεινώσεως ἡμῖν παρεχομένων. «ἡ» γὰρ «καρδία μου», φησίν, «οὐδ' ὅλως ἀνυψώθη.» Εἰς τὸν ρλαʹ, «μνήσθητι, κύριε, τοῦ Δαυίδ» Δαυὶδ προσευχὴ καὶ θεοῦ παρουσία. Τοῖς αἰχμαλώτοις πρόσφορος οὗτος τυγχάνει πᾶσιν, ἐκδυσωποῦσι τὸν θεὸν τυχεῖν τινος συγγνώμης καὶ λιπαροῦσι πάντοτε πρὸς ἔργον ἀποβῆναι τὰς τοῦ θεοῦ πρὸς τὸν Δαυὶδ ἀρχαίας ὑποσσχέσεις. ἔχει δ' ἐμφάσεις καί τινας σταυροῦ τοῦ σεβασμίου· φησὶ γὰρ «προσκυνήσωμεν εἰς τόπον σωτηρίας, οὗπερ οἱ πόδες ἔστησαν τοῦ λόγου καὶ σωτῆρος». Εἰς τὸν ρλβʹ ψαλμόν, «ἰδοὺ δὴ τί καλόν» Λαοῦ τελείαν τὴν πίστιν ἐνδεδυμένου οἱ λόγοι. Ἐπὶ τοῖς χρόνοις Ῥοβοὰμ πρὸ τῆς αἰχμαλωσίας αἱ πᾶσαι διῃρέθησαν φυλαὶ τῶν Ἰουδαίων· ἀλλ' αἱ μὲν δύο τῶν φυλῶν τῷ Ῥοβοὰμ ἐτέλουν, αἱ δέκα δ' Ἱεροβοὰμ εἵλοντο βασιλέα. μετὰ γοῦν τὴν ἐπάνοδον τὴν τῆς αἰχμαλωσίας πάλιν συνήλθοσαν ὁμοῦ εἰς μίαν βασιλείαν, ὅθεν, φησίν, ἐφθέγγοντο καὶ πρὸς ἀλλήλους τάδε· «ἰδοὺ δὴ τί καλόν ἐστιν ἢ τί τερπνὸν ἐν βίῳ ἀλλ' ἢ τὸ κατοικεῖν ἡμᾶς ἅμα τοὺς αὐταδέλφου;» Εἰς τὸν ρλγʹ ψαλμόν, «ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον» Τὸν ἀφιξόμενον λέγει λαὸν εἰς πίστιν κυρίου. Πρόσφορος δ' οὗτος πέφυκε τοῖς ἐλευθερωθεῖσιν· «εὐφράνθημεν» καὶ γάρ φησιν «ἐπὶ τοῖς εἰρηκόσιν· εἰς οἶκον πορευσόμεθα τὸν τοῦ κυρίου ἅμα.» Εἰς τὸν ρκβʹ ψαλμόν, «πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου» Λαὸν εὐχὴν τῷ κυρίῳ προσφέροντα ψαλμὸς λέγει. Οὗτος δὲ πάλιν πρόσφορος αὐτοῖς τοῖς αἰχμαλώτοις· «τοὺς ὀφθαλμούς μου» γάρ φησιν «ἦρα πρὸς σέ, Χριστέ μου, τὸν κατοικοῦντα ὡς θεὸν εἰς οὐρανοὺς ἁγίους.» Εἰς τὸν ρκγʹ, «εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν» Λαὸν εὐχάριστον ᾆσμα Χριστῷ προσφέροντα λέγει. Οὗτος ἁρμόζει τοῖς αὐτοῖς ὡς ἐλευθερωθεῖσι καὶ τοὺς ἐχθροὺς νικήσασιν αὐτῶν ὡς κατὰ κράτος τοὺς μετὰ τὴν ἐπάνοδον ἐκείνους πολεμοῦντας. φησὶ γάρ, «εἰ μὴ κύριος ἦν μεθ' ἡμῶν ἀρτίως, ἄρα κατέπιον ἡμᾶς ζῶντας οἱ πολεμοῦντες». Εἰς τὸν ρκδʹ, «οἱ πεποιθότες ἐπὶ κύριον» Ἀπεκατέστη καὶ ψάλλει λαὸς εὐχάριστον ᾆσμα. Οὗτος τὴν ἴσην δύναμιν ἔχει τῷ προρρηθέντι· αὐτοὶ καὶ γὰρ νικήσαντες τοὺς ἀντιτεταγμένους ᾄδουσι νικητήρια λέγοντες πρὸς ἀλλήλους· «οἱ πεποιθότες εἰς θεὸν καθάπερ Σιὼν ὄρος οὐ σαλευθήσονταί ποτε παρὰ τῶν ἐναντίων.» Εἰς τὸν ρκεʹ ψαλμόν, «ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν» Ἄνευ παθῶν ᾄδει ταύτην τῇ τῶν μελλόντων ἐλπίδι. Οὗτος προσώπῳ γέγραπται τῶν ἐλευθερωθέντων· φησὶ γὰρ «ἐγενήθημεν ὡς παρακεκλημένοι κυρίου ἐπιστρέψαντος Σιὼν αἰχμαλωσίαν». ἐπεὶ δὲ καί τινες αὐτῶν ἐλείφθησαν ἐκεῖσε, ἐκδυσωποῦσι τὸν θεὸν ὑπὲρ ἐκείνων δῆθεν· φησὶ γὰρ «τὴν ἐπίλοιπον ἡμῶν αἰχμαλωσίαν ἐπίστρεψον, ὦ κύριε, χειμάρρου τινὸς δίκην». ὥσπερ γὰρ χείμαρρος, φησίν, ἀκολουθεῖ χειμάρρῳ, οὕτως ἀκολουθήσομεν ἡμεῖς σοὶ πλανηθέντες. Εἰς τὸν ρκϛʹ, «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον» Οἰκοδομὴν ἐκκλησίας ψαλμὸς ἐμφαίνει καὶ πόνον. Οὗτος δὲ πάλιν λέλεκται προσώπῳ Ζοροβάβελ. μετὰ γὰρ τὴν ἐπάνοδον τὴν τῆς αἰχμαλωσίας οἰκοδομεῖν βουλόμενοι ναὸν τὸν τοῦ κυρίου συχνῶς ἐπεκωλύοντο παρὰ τῶν γειτονούντων ὡς καθ' ἑκάστην πόλεμον ἐκείνοις συναπτόντων. φησὶ γάρ, «εἰ μὴ κύριος οἰκοδομήσει οἶκον, εἰς μάτην ἐκοπίασαν πάντες οἰκοδομοῦντες». τότε καὶ γὰρ κτισθήσεται ναὸς ὁ τοῦ κυρίου, «ὁπόταν τοῖς ἀγαπητοῖς ὕπνον ἐκεῖνος δώσῃ». Εἰς τὸν ρκζʹ, «μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον» Εὐδαιμονίαν προλέγει ἐθνῶν κληθέντων εἰς πίστιν. Οὗτος δὲ πάλιν πρόσφορος αὐτοῖς ὡς πεφθακόσιν ἐγγὺς τῆς Ἱερουσαλὴμ ἐκ τῆς αἰχμαλωσίας· ἀλλήλοις γὰρ ἐπεύχονται τυχεῖν τῶν ποθουμένων. φησὶ γὰρ «εὐλογήσαι σε κύριος παντοκράτωρ καὶ ἴδοις Ἱερουσαλὴμ τὰ ἀγαθὰ καὶ φάγοις καὶ τῶν υἱῶν σου τοὺς υἱοὺς τεκνοποιοῦντας ἴδοις». Εἰς τὸν ρκηʹ, «πλεονάκις ἐπολέμησάν με» Τῆς στρατιᾶς τοῦ κυρίου τὴν κατ' ἐχθρῶν λέγει νίκην. Πρόσφορος δ' οὗτος πέφυκεν αὐτοῖς πολεμουμένοις, ὥσπερ πολλάκις εἴπομεν, παρὰ τῶν γειτονούντων· φησὶ γὰρ «ἐκ νεότητος ἐξεπολέμησάν με». Εἰς τὸν ρκθʹ ψαλμόν, «ἐκ βαθέων ἐκέκραξά σοι, κύριε· κύριε, εἰσάκουσον» Εὐχὴ μαρτύρων ἁγίων πρὸς τὸν θεὸν ἐκ καρδίας. Καὶ πάλιν οὗτος πρόσφορος αὐτοῖς ὡς αἰχμαλώτοις, ἐκδυσωποῦσι τὸν θεὸν τυχεῖν ἐλευθερίας· «ἐκέκραξά σοι, κύριε», φησὶ γὰρ «ἐκ βαθέων», τουτέστιν ἀπὸ μέσης μου ψυχῆς τε καὶ καρδίας· «τοίνυν εἰσάκουσον φωνῆς ἐμῆς ὡς εὐεργέτης.» Εἰς τὸν ρλʹ ψαλμόν, «κύριε, οὐχ ὑψώθη ἡ καρδία» Ταπεινοφρόνων οἱ λόγοι Δαυὶδ καρδίαν δηλοῦσι. Προσώπῳ δ' οὗτος γέγραπται χοροῦ τῶν ἐναρέτων τὴν ἑαυτῶν ταπείνωσιν καλῶς ἐξερχομένων καὶ τύπον ταπεινώσεως ἡμῖν παρεχομένων. «ἡ» γὰρ «καρδία μου», φησίν, «οὐδ' ὅλως ἀνυψώθη.» Εἰς τὸν ρλαʹ, «μνήσθητι, κύριε, τοῦ Δαυίδ» Δαυὶδ προσευχὴ καὶ θεοῦ παρουσία. Τοῖς αἰχμαλώτοις πρόσφορος οὗτος τυγχάνει πᾶσιν, ἐκδυσωποῦσι τὸν θεὸν τυχεῖν τινος συγγνώμης καὶ λιπαροῦσι πάντοτε πρὸς ἔργον ἀποβῆναι τὰς τοῦ θεοῦ πρὸς τὸν Δαυὶδ ἀρχαίας ὑποσσχέσεις. ἔχει δ' ἐμφάσεις καί τινας σταυροῦ τοῦ σεβασμίου· φησὶ γὰρ «προσκυνήσωμεν εἰς τόπον σωτηρίας, οὗπερ οἱ πόδες ἔστησαν τοῦ λόγου καὶ σωτῆρος». Εἰς τὸν ρλβʹ ψαλμόν, «ἰδοὺ δὴ τί καλόν» Λαοῦ τελείαν τὴν πίστιν ἐνδεδυμένου οἱ λόγοι. Ἐπὶ τοῖς χρόνοις Ῥοβοὰμ πρὸ τῆς αἰχμαλωσίας αἱ πᾶσαι διῃρέθησαν φυλαὶ τῶν Ἰουδαίων· ἀλλ' αἱ μὲν δύο τῶν φυλῶν τῷ Ῥοβοὰμ ἐτέλουν, αἱ δέκα δ' Ἱεροβοὰμ εἵλοντο βασιλέα. μετὰ γοῦν τὴν ἐπάνοδον τὴν τῆς αἰχμαλωσίας πάλιν συνήλθοσαν ὁμοῦ εἰς μίαν βασιλείαν, ὅθεν, φησίν, ἐφθέγγοντο καὶ πρὸς ἀλλήλους τάδε· «ἰδοὺ δὴ τί καλόν ἐστιν ἢ τί τερπνὸν ἐν βίῳ ἀλλ' ἢ τὸ κατοικεῖν ἡμᾶς ἅμα τοὺς αὐταδέλφου;» Εἰς τὸν ρλγʹ ψαλμόν, «ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον» Τὸν ἀφιξόμενον λέγει λαὸν εἰς πίστιν κυρίου. Πρόσφορος δ' οὗτος πέφυκε τοῖς ἐλευθερωθεῖσιν· «οἱ» γὰρ «ἑστῶτες» δή φησιν «ἐν οἴκῳ τοῦ κυρίου, ἐπευλογεῖτε κύριον ὡς δοῦλοι τοῦ κυρίου.» Εἰς τὸν ρλδʹ ψαλμόν, «αἰνεῖτε τὸ ὄνομα κυρίου, αἰνεῖτε, δοῦλοι, κύριον» Διδασκαλία πρὸς πίστιν λαὸν εἰσάγουσα νέον. Οὗτος τὴν ἴσην δύναμιν ἔχει τῷ προρρηθέντι, ἁρμόδιος καὶ γάρ ἐστι τοῖς ἐλευθερωθεῖσιν. Εἰς τὸν ρλεʹ, «ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός» Εὐχαριστία κυρίῳ λευτρωμένων ἐκ πλάνης. Ἐπείπερ ἀπηλλάγησαν ἐκ τῆς αἰχμαλωσίας, ἀλλήλους διεγείρουσι πρὸς δόξαν τοῦ κυρίου, τὰς ἐν Αἰγύπτῳ λέγοντες πολλὰς εὐεργεσίας. φησὶ γάρ· «πάντες τῷ θεῷ νῦν ἐξομολογεῖσθε τῷ μέγιστα θαυμάσια τετελεκότι μόνῳ, Αἴγυπτον μὲν πατάξαντι μετὰ τῶν πρωτοτόκων, τὸν δὲ λαὸν τὸν ἴδιον ταύτης ἐξαγαγόντι.» Εἰς τὸν ρλϛʹ ψαλμόν, «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος» Φωναὶ ἁγίων βοώντων αἰχμαλωσίᾳ τοιαῦτα. Τὰς θλίψεις ἀπαγγέλλουσι τὰς τῆς αἰχμαλωσίας· ἅπερ γὰρ εἶχον ὄργανα, τύμπανα καὶ κιθάρας, δι' ὧν ἀνύμνουν τὸν θεὸν ἐν τῇ Σιὼν παρόντες, ἐλθόντες εἰς τὸν ποταμὸν τῆς χώρας Βαβυλῶνος ὡς ἄχρηστα παρήρτησαν ἐν ταῖς ἰτέαις ταῦτα καὶ μεμνημένοι τῆς Σιὼν ἐθρήνουν ἀνενδότως. Εἰς τὸν ρλζʹ ψαλμόν, «ἐξομολογήσομαί σοι» Εὐχαριστεῖ τῷ κυρίῳ καὶ προφητεύει τὸ μέλλον. Προσώπῳ τοῦτον γέγραφε τοῦ θείου Ζαχαρίου, εὐφραινομένου δήπουθεν ὡς ἐλευθερωθέντος καὶ τῷ δεσπότῃ τοῦ παντὸς ὑπερευχαριστοῦντος. Εἰς τὸν ρληʹ, «κύριε, ἐδοκίμασάς με» Ἔντευξις δικαίου συνάμα θεολογίᾳ. Τοῦτον προσώπῳ γέγραφεν ἄνακτος Ἰωσίου, ὃς ἀπὸ γνώμης δυσσεβοῦς καλῶς ἀνθυποστρέψας τοὺς ἱερεῖς κατέσφαξεν ἅπαντας τῶν εἰδώλων. «ἐμίσησα» γάρ, «κύριε», φησί, «τοὺς σὲ μισοῦντας· σὺ δ' ἀλλ' ὡς ἐδοκίμασας ἐμὲ τὸν σὸν οἰκέτην, ἔγνως καὶ τὴν καθέδραν μου σὺ καὶ τὴν ἔγερσίν μου,» τοῦτ' ἔστι τὴν ἀσέβειαν καὶ τὴν εὐσέβειάν μου. Εἰς τὸν ρλθʹ ψαλμόν, «ἐξελοῦ με, κύριε, ἐξ ἀνθρώπου» Κατὰ θεὸν ὃς ἀγῶνας ἀνύει ταῦτα κραυγάζει. Τοῦτον δὲ πολεμούμενος ὑπὸ Σαοὺλ ἐξεῖπε· φησὶ γάρ, «ῥῦσαί με, Χριστέ, τῶν πονηρῶν ἀνθρώπων, οἵτινες παρατάσσονται πολέμους καθ' ἡμέραν». Εἰς τὸν ρμʹ, «κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου» Ἡ προσευχὴ τοῦ τελείως αὑτὸν ἐκδόντος κυρίῳ. Τοῦτον προσώπῳ γέγραφε τῶν θείων αἰχμαλώτων, Ἀγγαίου Ζαχαρίου τε τῶν προφητικωτάτων ἐπευχομένων δηλαδὴ πρὸς τὸν δεσπότην ὅλων· ὅντινα γέγραφε ψαλμὸν καὶ προσευχῆς εἰς τύπον. Εἰς τὸν ρμαʹ ψαλμόν, «φωνῇ μου πρὸς κύριον ἐκέκραξα» Τοῦ ἐξομολογουμένου ἡ προσευχὴ τῷ κυρίῳ. Καὶ τοῦτον διωκόμενος ὑπὸ Σαοὺλ ἐξεῖπε· φησὶ γάρ, «ῥῦσαί με, Χριστέ, χειρὸς φονικωτάτης τῶν καταδιωκόντων με καὶ κατασυντριβόντων». ὁ παῖς δὲ τοῦτον ἔθλιβεν Ἀβεσαλὼμ τὸ πλέον. Εἰς τὸν ρμβʹ ψαλμόν, «κύριε, εἰσάκουσον τῆς προσευχῆς μου» Κατὰ θεὸν ὃς πολέμοις ἐμβέβληται ταῦτα λέγει. Καὶ τοῦτον ὑπ' Ἀβεσαλὼμ δεδιωγμένος εἶπεν· ἀλλ' ἐξομολογήσεως μέγιστον τύπον φέρει. Εἰς τὸν ρμγʹ, «εὐλογητὸς κύριος ὁ θεός μου» Εὐχαριστεῖ λαβὼν νίκην κατὰ ἐχθρῶν πολεμούτων. Προσώπῳ τοῦτον γέγραφε τοῦ Χριστωνύμου δήμου εὐχαριστούντων ἐκ ψυχῆς τῷ θεανθρώπῳ λόγῳ τῷ δόντι δύναμιν αὐτοῖς κατὰ τοῦ διαβόλου καὶ μάχαιραν τετράστομον τὸ τοῦ σταυροῦ σημεῖον, οὗ τῇ δυνάμει πλήττουσι τὰ στίφη τῶν δαιμόνων τῶν πολεμούντων ἀφειδῶς πάντοτε τοὺς ἀνθρώπους. «εὐλογητὸς» καὶ γάρ φησι «κύριος ὁ θεός μου, ὁ πρὸς παράταξιν ἐχθρῶν διδάσκων μου τὰς χεῖρας, εἰς πόλεμον δὲ τοὺς ἐμοὺς δακτύλους ἀπευθύνων.» Εἰς τὸν ρμδʹ ψαλμόν, «ὑψώσω σε, ὁ θεός μου, ὁ βασιλεύς μου» Ὑμνεῖ θεὸν καὶ μεθ' ὕμνου θεολογεῖ ὁ προφήτης. Τοῦτον εἰς ὕμνον ἄπαυστον γέγραφε τῷ κυρίῳ. Εἰς τὸν ρμεʹ ψαλμόν, «αἴνει, ἡ ψυχή μου, τὸν κύριον» Ὑμνεῖ θεὸν καὶ σὺν ὕμνῳ θεολογεῖ ὁ προφήτης. Ἐν τούτῳ δὲ προτρέπεται δοξάζειν τὸν δεσπότην καὶ μὴ θαρρεῖν ἐπί τινι πλὴν μόνῳ τῷ κυρίῳ. Εἰς τὸν ρμϛʹ ψαλμόν, «αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός» Ὑμνεῖ θεὸν καὶ συνάμα θεολογεῖ ὁ προφήτης. Ἐν τούτῳ προτεθέσπικεν ὁ μέγιστος προφήτης τὴν κτίσιν ὄντως τοῦ ναοῦ τὴν παρὰ Ζοροβάβελ καὶ τὴν ἐπάνοδον ὁμοῦ τῶν αἰχμαλωτισθέντων. φησὶ γὰρ «Ἱερουσαλὴμ οἰκοδομῶν ὁ λόγος συνάξει τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἁπάσας». Εἰς τὸν ρμζʹ, «ἐπαίνει, Ἱεροσυαλήμ, τὸν κύριον, αἴνει τὸν θεόν» Ὕμνος θεῷ, καὶ ὁ ὕμνος θεολογία προφήτου. Τοῦτον προσώπῳ γέγραφεν Ἀγγαίου τοῦ προφήτου τὴν κτίσιν Ἱερουσαλὴμ μέλλοντος προφητεῦσαι. Εἰς τὸν ρμηʹ, «αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν» Ὕμνος θεοῦ, καὶ ὁ ὕμνος θεολογίᾳ συνάμα. Ἐν τούτῳ δὲ προτρέπεται δοξάζειν τὸν δεσπότην ἅπασαν κτίσιν ὁ Δαυὶδ ὡς ποιητὴν τῶν ὅλων. Εἰς τὸν ρμθʹ, «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν» Ἐωθινὴν ὑμνῳδίαν ἣν ᾖδε προφήτης λέγει. Τοῖς Χριστωνύμοις παραινεῖ γεραίρειν τὸν δεσπότην· φησὶ γὰρ «ᾄσατε καινὸν ᾆσμά τι τῷ κυρίῳ, οἱ ταῖς χερσὶ κατέχοντες τὴν δίστομον ῥομφαίαν», τοῦτ' ἔστι τὸν πανσέβαστον σταυρὸν τὸν τοῦ κυρίου, «ὥστε ποιεῖν ἐκδίκησιν ἐν ἔθνεσιν ἀγρίοις» καὶ κατασφάττειν δαίμονας καὶ καταπλήττειν τούτους. Εἰς τὸν ρνʹ ψαλμόν, «αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ» Κελεύει πᾶσι προφήτης ὑμνεῖν θεὸν ἀνενδότως. Πᾶσαν πνοὴν καὶ δύναμιν καὶ φύσιν ὁ προφήτης εἰς αἴνεσιν ἀσίγητον ὀτρύνει τοῦ κυρίου. Εἰς τὸν ἰδιόγραφον ψαλμὸν τῷ Δαυίδ, «μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου» Καρατομεῖς ἆρα δὲ τὸν ξιφηφόρον, κτείνεις δὲ τὸν μέγιστον, ὦ βραχὺ δέμας, καὶ τὸν τοσοῦτον ὄντα πρὸς ξιφουλκίαν σφάττειν, προφῆτα σφενδονηφόρε, σθένεις; ναί, τοῦ θεοῦ θέλοντος, οὐ γὰρ εἰς μάτην ἐκ τριάδος πέπομφα τριττὺν τῶν λίθων. Οὗτος ὁ ψαλμὸς ἰδιόγραφός ἐστι τῷ Δαυὶδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ τῶν ρνʹ ψαλμῶν, ὅτε ἐμονομάχησε πρὸς τὸν Γολιάθ.