Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1.1
Στίχοι ἐν ἐπιτομῇ περὶ τῆς ἑξαημέρου καὶ εἰς τὴν γέννησιν τοῦ Ἀδὰμ καὶ εἰς τὴν ἐξορίαν αὐτοῦ καὶ τὴν τοῦ θεοῦ πρὸς αὐτὸν κηδεμονίαν καὶ περὶ τοῦ Ἀντιχρίστου. ποίημα Μιχαὴλ Ψελλοῦ Κωνσταντινουπόλεωσ Τριὰς ἁγία, δόξα σοι, πατὴρ ὁ παντοκράτωρ καὶ υἱὸς σὺν τῷ πνεύματι, δόξα σοι εἰς αἰῶνας. Πάντων ἄναξ καὶ κύριε καὶ κτίστα τῶν ἁπάντων, ἐξ οὐκ ὄντων παρήγαγες εἰς τὸ εἶναι τὰ πάντα. πρῶτον ἐδημιούργησας τὰς τάξεις τῶν ἀγγέλων, ἀγγέλους ἀρχαγγέλους τε, ἀρχὰς καὶ ἐξουσίας, θρόνους καὶ κυριότητας καὶ τὰς θείας δυνάμεις, τὰ χερουβὶμ καὶ σεραφίμ, τὰ τετράμορφα ζῷα, τοῦ ὑμνεῖν καὶ δοξάζειν σε ἐν φωναῖς ἀσιγήτοις. ὁ δέκατος δὲ ἀριθμὸς ὁ σατανᾶς ὑπῆρχεν, ἀλλ' ἔπεσεν ὡς ἀστραπή, ὡς κατὰ σοῦ ἀνταίρας, καὶ ὅλος σκότος γέγονεν σὺν τῇ αὐτοῦ στρατείᾳ· θρόνων ἐδόκει ἔχεσθαι αὐτὸς ἐν ταῖς νεφέλαις, ἀλλ' ἔπεσεν ὡς ἀστραπὴ ἐκ τῶν ἐπουρανίων καὶ ἔλαχεν τὴν οἴκησιν ἔχειν ἐν τῇ ἀβύσσῳ. ἀντ' αὐτοῦ δὲ πεποίηκας τὴν φύσιν τῶν ἀνθρώπων· κἂν ἀκραιφνῶς φυλάξωσι θεοῦ τὸ κατ' εἰκόνα καὶ εἰς ἀγγέλων φθάσοιεν ἔχειν τὴν πολιτείαν, οὗτοι ἀναπληρώσουσιν τὸ τάγμα τῷ πεσόντι. Κατ' ἀρχὰς ἐστερέωσας οὐρανοὺς ἐν συνέσει καὶ τούτους κατεκάλλυνας τὸ ἀνέκφραστον κάλλος. ἔνδον δ' αὐτοῦ ὑπάρχουσιν αἱ τάξεις τῶν ἀγγέλων· φῶτα γὰρ ὄντες δεύτερα τῆς σῆς φωτοχυσίας ἀκαταπαύστως ᾄδουσι τὸν τρισάγιον ὕμνον, μόνος [γὰρ] σκότος γέγονεν ὁ πεσὼν Ἑωσφόρος. Τὴν γῆν ἐθεμελίωσας ἐπ' οὐδενὸς ἑδράσας· οὐχ ὑπὸ στύλων ἥδρασται, ἀλλ' ἐν τῇ σῇ παλάμῃ, στῦλ [ος] αὐτῆς γὰρ πέφυκεν ἡ ἄπειρος ἰσχύς σου. καὶ ταύτην κατεκύκλωσας τὴν φύσιν τῶν ὑδάτων· Ὠκεανὸς γὰρ ποταμὸς ταύτην περικυκλεύει, καὶ ἔνδοθεν τοῦ ποταμοῦ τὰ ἄπειρα πελάγη, χειμάρροι ἀναρίθμητοι καὶ ἀένναοι κρῆναι· μέση τοῦ πόλου κρ [έ] μαται ὥσπερ στιγμὴ βραχεῖα. Τὸν δεύτερον δὲ οὐρανὸν τῷ λόγῳ στερεώσας καὶ τοῦτον ἐστερέωσας ἐν μέσῳ τῶν ὑδάτων, τοῦ χωρίζειν τὰ ὕδατα τὰ ἄνω καὶ τὰ κάτω, οὐκ ἐξ ἡλίου ὕδατος, ἀλλὰ τῇ σῇ σοφίᾳ. ἐπάνω δ' αὐτοῦ τέθεικας τὸ πλῆθος τῶν ὑδάτων, ἵνα μή π [ως] καταφλέχθῃ τῇ φλογὶ τοῦ ἡλίου. Τὴν γῆν δὲ ἀπεκάλυψας τὴν πρὶν κεκαλυμμένην καὶ ταύτην κατεποίκιλας τῶν βοτανῶν τὰ γένη, ῥόδα καὶ κρίνα πάμπολλα, βασιλικὰ καὶ κρόκους, καὶ ἄλλα ἀναρίθμητα πρὸς χρῆσιν τῶν ἀνθρώπων, δένδρη τὰ εὐωδέστατα, κυπάρισσον καὶ πεύκην, καὶ δέν [................] ἐν ᾧ σωτὴρ ὑψώθη, καὶ ἄλ [λα...........] εἰς ἅπασαν τὴν κτίσιν. Τὸν οὐ [ρανὸ] ν ἐκόσμησας [τῷ] πλήθει τῶν ἀστέρων τοῦ διαλύειν τῆς νυκτὸς τὴν ζοφώδη ὁμίχλην· οὐσία γὰρ οὐ πέφυκεν, ὡς φαίνεται, τοῦ σκότους, ἀλλὰ στέρησις τοῦ φωτός, ἡλίου κρυπτομένου. τὸν ἥλιον δὲ τέθεικας εἰς ἀρχὴν τῆς ἡμέρας· τῷ λόγῳ σου γὰρ γέ [γονεν] ἐκ τοῦ φωσφόρου φ [αῦ] σις κατα [φωτίζειν] ἅπαντα τὸν ἐγκύκλιον πόλον, ὄρη, βουνούς, κοιλάδας αὖ, ὁμοῦ καὶ πεδιάδας, ἀκτάς, λιμένας νήσους τε καὶ ἄπειρα πελάγη. ἐπὶ γῆν γὰρ χρονίζοντος θερμαίνεται τὸ ὕδωρ, καὶ ὑπὸ γῆν χρονίζοντος ἐν τῷ ἡμισφαιρίῳ τὴν γῆν καταθερμαίνοντος ψυχραίνεται τὸ ὕδωρ· ταῦτα δὲ οὕτως γένωνται χειμῶνι καὶ τῷ θέρει. ὑπερέχει δὲ ἅπασαν τὴν γῆν ἐν τῷ μεγέθει· κωνοειδὴς ἡ χθόνα γάρ, ὡς ἔοικεν, ὑπάρχει. τὴν σελήνην δὲ τέθεικας τοῦ φωτίζειν τὴν νύκτα· λήγουσα καὶ αὐξάνουσα [ἀ] νάστασιν μηνύει. εἰς χρόνους ὄντως καὶ καιροὺς ἔταξας τοὺς φωστῆρας, καὶ ταῦτα παρελεύσονται τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἰχθύας δὲ καὶ πετεινὰ ἐξήγαγε τὸ ὕδωρ, καθαρὰ καὶ ἀκάθαρτα, ἕκαστον κατὰ γένος, ὅσα εἰσὶ λεπιδωτά, καθαρὰ πρὸς διαίταν, καὶ ὅσα τὰ ἀλέπιδα, ἀκάθαρτα τὰ πάντα. τὰ πετεινὰ δὲ πέτανται πάντα ἐν τῷ ἀέρι, καθαρὰ καὶ ἀκάθαρτα, ἕκαστον κατὰ γένος· στραβώνυχα, ὀξύστομα, ἀκάθαρτα τὰ πάντα, τὰ δὲ ἰσοχειλεύοντα καθαρὰ πρὸς διαίταν. τετράποδα παντοῖα δὲ ἡ ἤπειρος ἐκφύει, καθαρὰ καὶ ἀκάθαρτα, ἕκαστον κατὰ γένος. τὰ διχηλοῦντα τοῖς ποσὶ μηρυκισμὸν ἀνάγει, ταῦτά εἰσι τὰ καθαρὰ καὶ καλὰ πρὸς διαίταν, τὰ δὲ δασυποδεύοντα ἀκάθαρτα τὰ πάντα. ἵπποι, ὄνοι καὶ κάμηλοι πρὸς τὴν ὑπηρεσίαν, ἐλέφας καὶ μονόκερως πρὸς τέρψιν τῶν ἀνθρώπων, ὕαινα καὶ κορκόδειλος, λεόπαρδος καὶ λέων, ὁ ἄρκος καὶ ὁ λύκος δέ, θηρία αἱμοβόρα, οὐδὲν τούτων ηὐλίζετο ἔνδον τοῦ παραδείσου, εἰ μὴ μόνος ὁ ἄνθρωπος, χειρῶν θεοῦ τὸ ἔργον. Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος χ [ειρὶ] θεοῦ ἐπλάσθη· ἐκ γῆς ἀφθάρτου πέπλασται βουλῇ τοῦ παντεπόπτου, τὸ σῶμα δὲ σὺν τῇ ψυχῇ αὖθις ἀναλαμβάνει, οὐχὶ τὸ σῶμα πρότερον καὶ ὕστερον τὸ πνεῦμα, καθὼς ληρεῖ ὁ δυσσεβὴς καὶ ἄφρων Ὠριγένης, ἀλλ' ἅμα τὰ ἀμφότερα· καὶ γέγονε τὸ ζῷον λογικὸν ὄντως καὶ θνητὸν κατὰ τὸ γεγραμμένον. καὶ ἡ γυνὴ ἐκ τῶν πλευρῶν αὐτοῦ ἀνεγεννήθη, αὐτὸς γὰρ ἐπροφήτευσε περὶ αὐτῆς καὶ εἶπεν· «ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη οὖν ἐστί μοι γυνή, ἐξ ἐμοῦ γὰρ ἐλήφθη.» Ἐν παραδείσῳ τέθειται δεσπόζειν τῶν κτισμάτων, ἑνὸς δὲ ξύλου μὴ φαγεῖν, ἐξ οὗ γεννᾶται μόρος. αὐτοῦ δὲ παρακούσαντος ἐγεύσατο τοῦ ξύλου· τῇ τοῦ ὄφεως συμβουλῇ, γυναικὸς ἐπηρείᾳ, ἐξηπατήθη βεβρωκὼς τὴν ἐνήδονον βρῶσιν· ἰσοθεΐαν φαντασθεὶς ἐκπίπτει τῆς ἐλπίδος καὶ ἐγυμνώθη τῆς τρυφῆς τοῦ ζωηροῦ χωρίου, ῥάψας δὲ φύλλα τῆς συκῆς τὴν γύμνωσιν καλύπτει. Πρωῒ δὲ ἔνδον εἰσελθὼν ὥρᾳ ἕκτῃ ἐξῆλθεν καὶ ἐξεβλήθη τῆς τρυφῆς τοῦ ζωηροῦ χωρίου. ἀπέναντι ἐκάθισεν εἰς τόπον τοῦ κλαυθμῶνος. ἐκεῖ γὰρ μέλλει ὁ θεὸς κρῖναι τὴν οἰκουμένην· ὁ ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ βήματος ἕλκει τοῦ καταφλέξαι ἅπασαν τὴν ὕλην τῆς ἠπείρου, ἐν ᾧ δοκιμασθήσεται ἡ τῶν ἀνθρώπων φύσις· ἐκεῖ πάντες ὑφέξομεν δίκην τῶν ἐσφαλμένων, καὶ οἱ μὲν γίνωνται ὡς φῶς, ἄλλοι δὲ ὡς ζοφώδεις. ὁ παράδεισος γάρ, φησίν, εἰς ἀνατολὴν κεῖται, αὐτὸς δὲ τούτου ἐκβληθεὶς ἦλθεν ἐν τῇ κοιλάδι. Δακρυρροῶν δὲ ὁ Ἀδὰμ ἑαυτὸν ἀπεθρήνει· «οἴμοι, τί πέπονθα ἐγώ; ἐκδυθεὶς τὸ χιτῶνα, τὴν θεοΰφαντον στολήν, γυμνὸς αἴθριος πέλω, κῴδια περιβέβλημαι ὡς γήινα φρονήσας. οἴμοι, γλυκὺ παράδεισε, πῶς σου ἀπεχωρίσθην; οἵας δόξης ἐστέρημαι διὰ τὴν ἀκρασίαν. οὐκέτι ἀπολαύσομαι τῆς τερπνῆς ὡραιότης, οὐδὲ πάλιν ἀκούσομαι τῶν ἀγγέλων τοὺς ὕμνους. ἀκάνθας καὶ τριβόλους μοι ἡ γῆ ἀναβλαστάνει, τῇ δρόσῳ περιρρέομαι παντοδαπῶς τὸ σῶμα, τὸ πρόσωπον καταβραχῶ τοῦ ἐσθίειν τὸν ἄρτον. ἀλλὰ καὶ μετὰ θάνατον εἰς τὸν ᾅδην ὑπάγω.» Θανὼν δὲ μέσον τέθαπται τῆς γῆς ἐξ ἧς ἐλήφθη. τριάκοντα καὶ ἐννακὸς Ἀδὰμ ἔζησεν ἔτη, καὶ οὕτως ἐτελεύτησεν ταφεὶς ὑπὸ ἀγγέλων· μέσον τῆς γῆς ἐτάφη δὲ ἐξ ἧς καὶ προελήφθη, καὶ μετὰ τὸ θανεῖν αὐτὸν εἰς ᾅδην ἀπελείφθη. ἁπλώσας χεῖρας ὁ πικρὸς καὶ ἀκόρεστος Ἅιδης τοῦτον κατέκλεισε φρουραῖς τῆς δεινῆς παννυξίας. τετράσχιλοι καὶ ἐννακὸς τριάκοντα καὶ τρία ἔτη αὐτὸν κεκράτηκεν ὡς αὐτοῦ ὑπακούσας. Ἀλλ' ὁ θεὸς ὁ ἅγιος ἀφάτῳ εὐσπλαγχνίᾳ κατέβη κλίνας οὐρανοὺς τοῦ σῶσαι τὸν γενάρχην, πεντάσχιλοι καὶ πεντακὸς ἔτη παραδραμόντα. γεννᾶται τοίνυν ὁ Χριστὸς ἐκ παρθένου ἁγίας, δούλου μορφὴν ἐνδύεται ἐξ ἀπειράνδρου κόρης. παρθένος αὐτὴ ἔτεκε καὶ ἔμεινε παρθένος, ὑπῆρχεν δὲ ἡ ἄμωμος καὶ θεόπαις Μαρία, ἐκ τῆς πατρίδος Ἰεσσαὶ καὶ Δαυὶδ τοῦ προφήτου. Ἰωακεὶμ καὶ Ἄννα δὲ ἔτεκον τὴν παρθένον. τρία ἔτη ἐτράφη δὲ ἡ παῖς ἐν τοῖς γονεῦσιν καὶ ἐννέα εἰς τὸν ναὸν ἄρτῳ ἐπουρανίῳ. Καὶ Ἰωσὴφ ὁ δίκαιος ἐμνηστεύσατο ταύτην. διὰ τοῦτο οὖν γέγονεν ὁ τρόπος τῆς μνηστείας, ἵνα λάθῃ τὸν δράκοντα, τὸν ἄρχοντα τοῦ σκότους. ἀκούσας γὰρ ὁ πονηρὸς τῶν φωνῶν Ἡσαΐου, ὅτι παρθένος τέξεται Ἐμμανουὴλ παιδίον, ἐτήρει, ἐπεσκέπτετο ἁπάσας τὰς παρθένους, καὶ εἰ ἠδύνατο λαβεῖν τὸν τρόπον τῆς λοχείας, ἐξέχεε ἂν τὸν ἰὸν ἐπὶ τῷ γεγονότι· ἀλλ' ἔλαθεν τὸν πονηρὸν ἡ τοῦ θεοῦ σοφία καὶ ἔμεινεν ὁ ἀσεβὴς ὅλως κατῃσχυμμένος. Γαβριὴλ ὁ ἀρχάγγελος ἐστάλη οὐρανόθεν εἰς Ναζαρέτ, ἐπέστη δὲ ὅπου ἦν ἡ παρθένος, καὶ τὸ «χαῖρε» ἐβόησεν τῇ κεχαριτωμένῃ, «χαῖρε», λέγων, «θεόνυμφε, χαῖρε, εὐλογημένη· ὁ κύριος ἐλεύσεται ἐν σοὶ τῇ παναγίᾳ.» καὶ αὐτίκα συνέλαβε τὸν πρὸ αἰώνων λόγον καὶ ἔτεκεν ἄνευ ἀνδρὸς τὸν κτίστην τῶν ἁπάντων, μὴ ὁμιλήσασα ἀνδρὶ ὕστερον οὔτε πρῶτον. Τριακοστὸς δὲ γεγονὼς ὁ ἄχρονος ὑπάρχων ὡς ἄνθρωπος βαπτίζεται ἐν ῥείθροις Ἰορδάνου. Ἰωάννης ὁ πρόδρομος ἐβάπτισέν τε τοῦτον, Πέτρος καὶ Ἰωάννης δὲ ὁ μέγας θεολόγος τὴν ἁγίαν καὶ ἄμωμον Μαρίαν τὴν παρθένον. ἡγίασεν δὲ Χριστὸς τὴν φύσιν τῶν ὑδάτων καὶ τῶν δρακόντων ἔτριψεν τῶν πονηρῶν τὰς κάρας. Τρία ἔτη διέτριψεν μετὰ τῶν ἀποστόλων, τρία ἔτη σὺν μαθηταῖς, ὁμοῦ δὲ καὶ τρεῖς μῆνας. ἄπειρα θαύματα ποιεῖ, εὐθέως ἐσταυρώθη. ὕδωρ οἶνον ἐποίησεν ἐν Κανὰ Γαλιλαίας· ἐν θαλάσσῃ ἐβάδισεν ὥσπερ ἐπὶ ἐδάφους· τοῖς ἀνέμοις ἐπέταξε, καὶ γέγονε γαλήνη· πέντε ἄρτους εὐλόγησεν εἰς πέντε χιλιάδας καὶ ἐχόρτασεν ἅπαντας σὺν γυναιξὶ καὶ τέκνοις· τοὺς λεπροὺς ἐθεράπευσεν, ἰάσατο αἱμόρρους· παράλυτον συνέσφιγξεν, ἔσωσε δαιμονῶντας, καὶ ἄλλα πλεῖστα θαύματα· εὐθέως ἐσταυρώθη. Ἐν τούτῳ γὰρ καὶ ὁ Ἀδὰμ τὴν ἐντολὴν παρέβη, καὶ τοῦ κόσμου ἡ ἔναρξις ἐν τούτῳ ἐγεγόνει. καὶ μαρτυρεῖ τῶν βοτανῶν καὶ τῶν δένδρων τὰ ἄνθη, εὐωδιάζει ἅπας δὲ ὁ περίγειος κόσμος, καὶ κελαδοῦν τὰ πετεινὰ ἐναρμόνιον μέλος, ἡ γῆ δὲ ἀνεβλάστησεν εὐωδέστατα ἄνθη, ἡ τρικυμία παύεται ἡ πολλὴ τῆς θαλάσσης, οἱ ἰχθύες ἀγάλλονται καὶ σκιρτῶσι δελφῖνες, κινοῦνται δὲ καὶ τὰ κτήνη πρὸς τὴν τεκνογονίαν, ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος γονορροεῖ ἐντεῦθεν, ἰσημερία γίνεται καὶ τοῦ ἡλίου ὧδε, ὅπου ἡ κάρα τοῦ Ἀδάμ, ὁ Χριστὸς ἐσταυρώθη. Τὸ ὄνομα τὸ τοῦ Ἀδὰμ τετράστοιχον ὑπάρχει, περικυκλοῦν, ὡς ἔοικεν, τὴν τετράστοιχον κτίσιν, ἀνατολὴν καὶ δύσιν τε, ἄρκτον καὶ μεσημβρίαν. αὐτοῦ γὰρ ὀλισθήσαντος ποτὲ ἐν παραδείσῳ καὶ τὰς πέντε μολύναντος αἰσθήσεις ἐν τῷ ξύλῳ, ἀκουστὸν τοῦτο γέγονε πάσῃ τῇ ὑφ' ἡλίῳ καὶ ᾄδεται ἕως τοῦ νῦν καὶ ἕως συντελείας. θέλων δὲ ὁ γλυκύτατος Ἰησοῦς ὁ σωτήρ μου ἰάσασθαι τὸ ἄλγημα Ἀδὰμ τοῦ πρωτοπλάστου τοῦ ἐξαλεῖψαι τὴν πικρὰν καὶ ἐνήδονον βρῶσιν, εἰς ὅπλον [τετρα] κέρατον ἑκουσίως ὑψώ [θη], [ἡ] γία [σεν] δὲ ἅπασαν τὴν τετράστοιχον κτίσιν, ἀνατολὴν καὶ δύσιν τε, ἄρκτον καὶ μεσημβρίαν, ἣν ἀσάλευσεν τοῦ Ἀδὰμ ἡ παράβασις τότε. Αὐτοῦ γὰρ τὸ πανάγιον καὶ σεβάσμιον σκῆπτρον μέλλει ἔμπροσθεν ἔρχεσθαι Ἰησοῦ τοῦ σωτῆρος τοῦ ὑψωθέντος ἐν αὐτῷ ἑκουσίᾳ βουλήσει καὶ τὰς χεῖρας ἐκτείναντος, κεφαλὴν καὶ τοὺς πόδας, ὅπερ ἔπρεπεν ὁ Ἀδάμ, ἀσφαλῶς κρεμασθῆναι, τοῦτο πέπονθεν ὁ σωτὴρ διὰ φιλανθρωπίαν. ὑπὲρ αὐγὰς ἡλιακὰς τότε μέλλει ἐκλάμψαι τὸ σκῆπτρον τὸ βασιλικόν, σταυρὸς ὁ ζωηφόρος, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ ἐλεύσει τοῦ σωτῆρος, καταφωτίζων ἅπασαν τὴν τετράστοιχον κτίσιν καὶ φλογίζων τοὺς δαίμονας καὶ σατὰν τὸν φθορέα, τὸν τὸν Ἀδὰμ φθονήσαντα καὶ ποιήσας σφαλῆναι. ἴσως ἀξιωθείημεν τὸν σταυρὸν προσκυνῆσαι καὶ τὸν σωτῆρα Ἰησοῦν τὸν ἐν αὐτῷ παγέντα, αἶνον καὶ δόξαν ᾄδοντες αὐτοῦ εἰς τοὺς αἰῶνας Μέσον γὰρ γῆς εἰργάσατο ὁ κτίστης σωτηρίαν, ἡγίασεν δὲ τὸν Ἀδὰμ ἡ τοῦ αἵματος χύσις καὶ τὴν κτίσιν ἐκάθαρε τὴν λίαν ῥυπωθεῖσαν. [.........] κατη [...] το δι' ἄκραν εὐσπλαγχνίαν [ῥομ] φαίαν ἐγκατέπηξεν εἰς καρδίαν τοῦ [Ἅιδου]. εἰς Ἅιδου τὰ βασίλεια γυμνὸς εἰσεληλύθει, ἀλλ' ἡ θεότης ἔμεινεν ἀχώριστος τῶν δύο. ἐκεῖσε τοίνυν κατελθὼν ψυχῇ τεθεωμένῃ, αἱ τῶν ἀγγέλων στρατιαὶ τοῦτον περιεκύκλουν· ταῖς ἐνδοτέραις ἔλεγον τάξεσι τῶν δαιμόνων, «ἄρατε πύλας, ἄρατε, ὁ βασιλεὺς γὰρ ἥκει, ὁ βασιλεὺς ἐλήλυθεν, ὁ κύριος τῆς δόξης, τοῦ καταλῦσαι τὰς ὑμῶν ἀρχὰς καὶ ἐξουσίας.» ὡς ταῦτα εἶδεν ὁ πικρὸς καὶ ψυχοφθόρος [Ἅι] δ [ης], τὴν βασιλικὴν δύναμιν ἄρ [δην ἀ] πενεκρώθη, οἱ δὲ πονηροὶ δαίμονες τὴν ἰσχὺν τῶν ἀγγέλων πεζεύοντες ἐκ τῶν ψυχῶν εἰς φυγὴν ὑπεχώρουν· τὰ ὅπλα ῥίπτοντες αὐτῶν πρηνεῖς ἔπιπτον πάντες. ὁ δὲ παντάναξ κύριος τῇ αὐτοῦ δυναστείᾳ πύλας χαλκᾶς συνέτριψεν, μοχλοὺς σιδηροῦς θλάσας, καὶ τὸν Ἅιδην ἐνέκρωσεν δεσμοῖς τοῖς αἰωνίοις· τὸν Ἀδὰμ ἠλευθέρωσεν καὶ πάντας τοὺς [δικαί] ους καὶ τοῦτον ἐπανήγαγεν εἰς τὴν πρῴην [πατρίδα]. [..............................................]