Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1.1
Τοῦ ὑπερτίμου Μιχαὴλ τοῦ Ψελλοῦ Ἀναγκαῖον καθέστηκε τοῖς ἱερεῦσι πᾶσι τοῦ γνῶναι τὰ μυστήρια τῆς θείας λειτουργίας, πόθεν ἀρχὴν εἰλήφασι καὶ τίς ὁ ταῦτα δείξας καὶ τί τἀποτελούμενον καὶ πῶς καὶ τίνι τρόπῳ καὶ τίνα μισθὸν ἔχουσιν οἱ μετέχοντες τούτων. Ἀρχιερεὺς αἰώνιος Μελχισεδὲκ ὁ πρῶτος παρὰ Δαυὶδ εἰσάγεται πρὸς τύπον τοῦ κυρίου· καὶ γὰρ αὐτὸς προσέφερε θεάρεστον θυσίαν, ἄρτον, οἶνον, τὸ πρότερον Ἀβραὰμ ἀπαντήσας. Ὁ κύριος μετέπειτα τοῖς μαθηταῖς δειπνήσας λαβὼν ἄρτον εὐλόγησε καὶ παρέδωκε λέγων, «λάβετε τοῦτο, φάγετε, σῶμά μου γὰρ ὑπάρχει.» ὁμοίως τὸ ποτήριον εὐχαριστήσας εἶπε, «πάντες ἐκ τούτου πίετε, τὸ γὰρ αἷμά μου πέλει»· καὶ πρόσταγμα προσέθηκε τοῖς σοφοῖς ἀποστόλοις, «εἰς τὴν ἐμὴν ἀνάμνησιν» εἰπὼν «τοῦτο ποιεῖτε.» ὅθεν ἀκολουθήσαντες ἡμεῖς τοῖς εἰρημένοις καὶ βεβαίως πιστεύσαντες τὸ σῶμα τοῦ κυρίου γενέσθαι κατ' ἀλήθειαν ἐκ τῶν προειρημένων, ὅπερ πάντως καὶ γίνεται καὶ ταὐτὸ τοῦτο πέλει, καθώσπερ παρελάβομεν παρ' αὐτῶν καὶ κρατοῦμεν. καὶ γὰρ Δαυίδ που ἔφησε, «προσφορὰν οὐ θελήσεις, σῶμα δὲ κατηρτίσω μοι», τὸ τοῦ κυρίου πάντως· σαφέστερον ἐδήλωσε τῶν θείων μυστηρίων τὴν θείαν ἀποκάλυψιν τὴν μέλλουσαν γενέσθαι. Τὸ δὲ πῶς ἁγιάζεται τοῦτο τὸ σῶμα μάθε. πρῶτον μὲν πάντως ἄνθρωπον ἐν βίῳ δεῖ γενέσθαι, δεύτερον δέ γε γράμματα πρὸς λόγου κοινωνίαν, τρίτον ἄρτον καὶ οἶνόν τε ὕδατι κεκραμένον, καθάπερ παρελάβομεν ἐκ πλευρᾶς τῆς ἁγίας, καὶ Μάρκος ὡς ἐδήλωσεν αὐτοῦ τῇ λειτουργίᾳ καὶ πρότερον Ἰάκωβος ὁ ἀδελφὸς κυρίου. ὅπερ πάντως καὶ γίνεται τούτων ἤδη παρόντων· καὶ γὰρ καὶ δι' ἐντεύξεως, ὡς ὁ Παῦλος διδάσκει, καὶ τῆς ἐπιφοιτήσεως τοῦ πνεύματος ἁγίου ξένως μεταπεποίηται εἰς σῶμα τοῦ κυρίου, καὶ καθὼς αὖ προέφησεν ὁ θειότατος λόγος, ὅθ' «ὅσα ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, ὑμεῖς πάντως καὶ λήψεσθε χωρὶς ἀμφιβολίας.» οὗτινος οἱ μετέχοντες καλῶς καὶ θεαρέστως ἓν δὴ πάντως γενήσονται, ὡς ἓν ἐξ ἀμφοτέρων, ὡς δὴ προεμαρτύρησεν ὁ ψαλμῳδὸς προφήτης. Κἀντεῦθεν οἱ θειότατοι καὶ θαυμαστοὶ πατέρες, εἰς ἓν σῶμα συνάγοντες τὰ τῆς οἰκονομίας, τοῖς λαοῖς τοῖς μετέπειτα μέχρι τῆς συντελείας ταύτην ἐγγράφως ἔδωκαν τὴν θείαν λειτουργίαν, μνείαν ποιεῖν παρέδωκαν τῶν θείων μυστηρίων, ἀπ' αὐτῆς τῆς ἐφίξεως Γαβριὴλ πρὸς παρθένον μέχρι τῆς ἐμφανίσεως τῆς Χριστοῦ παρουσίας· εἰ καὶ χαλεπὸν πέφυκεν ἕκαστον τῶν τοιούτων ἀναγαγεῖν εἰς ἔνδειξιν καὶ λεπτὴν θεωρίαν. καὶ γὰρ ἓν ἀναφέρεται δυσί, τρισὶ πολλάκις, ὥσθ' ὁ κατατεμνόμενος τὰ λόγια τὰ θεῖα καὶ τῶν συμβόλων τῶν αὐτῶν ὡς σεσηπός τι μέλος καταλιμπάνων ἀπρεπῶς, ὡς περιττὸν νομίσας, σῶμα μὲν οὐ πεπλήρωκεν οὐδ' ἱερεὺς ὑπάρχει. Ταῦτα μὲν πρὸς διέγερσιν τοῦ νοῦ πρὸς τὸ νοῆσαι τὰ σοφὰ καὶ δυσνόητα τῶν θείων μυστηρίων· καὶ δὴ συντόμως μάνθανε τὴν ἀλήθειαν ὅλην. δεῖ πρῶτον τὸν θεμέλιον ποιεῖν εὐαρμοζόντως, καὶ τότε πρὸς ἐπάνωθεν οἶκον οἰκοδομῆσαι καὶ παντὸς ἄλλου πράγματος ὕλην προϋποστῆσαι, καὶ τότε τὸ προκείμενον εἰς πέρας παρεισάγειν. οὕτω καὶ βεβαιότερον ἐνταῦθα δεῖ γενέσθαι πρότερον μὲν τὴν πρόθεσιν, καὶ τότε παρεισάγειν τὰς προσευχὰς καὶ τὰς εὐχὰς τῆς θείας λειτουργίας μέχρι τέλους ἐπάνωθεν τῶν δὴ προτιθεμένων. καὶ γὰρ λέγεται πρόθεσις ἀπὸ τοῦ «προτιθέναι» καὶ δεικνύειν τὰ μέλλοντα παρ' αὐτῇ συμπληροῦσθαι. Ἡ προσφορὰ λαμβάνεται πρὸς τύπον τῆς παρθένου, τὸ δέ γε προσφερόμενον ἐξ αὐτῆς μικρὸν μέρος τὸ σῶμα τὸ τρισέντιμον τοῦ θεανθρώπου λόγου τὸ γεννηθὲν παρίστησιν ἐξ αὐτῆς τῆς παρθένου. καὶ κἂν τρεῖς θυσιάζωνται, καὶ πλέον, ὡς ἐδόκει, ἁμαρτιῶν εἰς ἄφεσιν ζώντων καὶ τεθνεώτων, ἀλλ' ὅμως ἁγιάζονται, καθὼς προείπομέν πως, κἀκ τούτων ἓν συγγίνεται σῶμα τὸ τοῦ κυρίου. Ἡ δ' αὖ ἁγία πρόθεσις τὴν φάτνην προμηνύει ἐν ᾗ Χριστὸς κατέκειτο γεννηθεὶς ἐκ παρθένου. Τὸ θυμίαμα πέφυκε τύπος τῶν ἀρωμάτων ἅπερ αὐτῷ προσέφερον οἱ μάγοι προσκυνοῦντες. Ὁ δὲ πάλιν διάκονος ὁ ταύτην ἑτοιμάσας τοῦ ἀρχαγγέλου Γαβριὴλ εἰκόνα παρεισφέρει τοῦ τῇ παρθένῳ λέξαντος «χαῖρε, εὐλογημένη»· ἢ τοῦ προδρόμου δείκνυσιν Ἰωάννου εἰκόνα, «μετανοεῖτε» λέγοντος, «καὶ γὰρ ἡ βασιλεία τοῖς βροτοῖς ὄντω ἤνοικται τῶν οὐρανῶν τοῖς πᾶσιν». ὁ δ' ἱερεὺς ἀρχόμενος τῆς θείας λειτουργίας ἰσότυπος καθέστηκε τοῦ θεανθρώπου λόγου. Αἱ δ' αἰτήσεις λεγόμεναι παρὰ τοῦ διακόνου, ἄνωθεν δήπου τὴν ἀρχὴν τῆς εἰρήνης ποιοῦντος, τὸν ἀριθμὸν ἰσάριθμον τῶν θειοτάτων νόων, τῶν χερουβίμ, τῶν σεραφίμ, θρόνων, κυριοτήτων, ἐξουσιῶν, δυνάμεων, ἀρχῶν καὶ ἀρχαγγέλων καὶ τῶν ἀγγέλων τῷ χορῷ καὶ τῶν βροτῶν ἁπάντων. Αἱ τρεῖς στάσεις σημαίνουσι τῶν θείων ἀντιφώνων τό γε τριακοντάχρονον τοῦ θεανθρώπου λόγου ἐξ αὐτῆς τῆς γεννήσεως μέχρι τῆς κολυμβήθρας, ἐν τρισὶ διαιρούμενον τελείαις ταῖς δεκάσιν, ὥσπερ δηλοῖ καὶ τῆς αὐτῶν ἀκολουθίας τρόπος· τὸ γὰρ πρῶτον περαίνεται «τῆς μητρὸς ταῖς πρεσβείαις», τὸ δεύτερον ἀνάγεται «πρεσβείαις τῶν ἁγίων», ὁ δ' «ἐν ἁγίοις θαυμαστὸς» τὸ τρίτον παρεισάγει. Ἡ δ' εἴσοδος φανέρωσιν δηλοῖ τὴν τοῦ κυρίου, Ἰορδάνου δ' αἰνίττεται καὶ τὴν ἔλευσιν πάντως, ὡς συμφωνοῦσι τῶν ψαλμῶν τῶν ἁγίων οἱ λόγοι. Ὁ δ' ὕμνος ὁ τρισάγιος δηλοῖ τὰς ὑποστάσεις τοῦ τε πατρὸς καὶ τοῦ υἱοῦ καὶ πνεύματος ἁγίου, κἂν ἐφ' ἑκάστου τῶν τριῶν ἁρμόζῃ παραδόξως· καὶ γὰρ ἕκαστος ἅγιος καὶ ἰσχυρὸς ὑπάρχει καὶ σὺν τούτοις ἀθάνατος καὶ θεὸς καὶ δεσπότης. Κἀντεῦθεν ἡ ἀνάγνωσις τῶν θείων ἀποστόλων, ἥτις δηλοῖ τὴν ἐκλογὴν τῶν θείων ἀποστόλων. Ὁ δ' ὕμνος ἀλληλούια τὸ τριττὸν περιέχει αὐτῶν τῶν ὑποστάσεων τῆς ἁγίας τριάδος. Ἡ δὲ σφραγὶς ἣν εἴωθεν ὁ ἱερεὺς ποιεῖν τε οἱονεὶ κατασφράγισμα προφητικῶν λογίων. Τὸ δὲ πάλιν θυμίαμα τὴν δεδομένην χάριν τοῖς μαθηταῖς τοῦ πνεύματος δηλοῖ παρὰ τοῦ λόγου, ὅτε τούτους ἀπέστειλεν ἰᾶσθαι πᾶσαν νόσον· ἑπτάκις δὲ προσφέρεται τῇ θείᾳ λειτουργίᾳ ὅτι καὶ τὰ χαρίσματα πνεύματος τοῦ ἁγίου, ὥσπερ ἐγγράφως εἴδομεν, ἑπταχῶς διαιροῦνται. Τὸ σεπτὸν εὐαγγέλιον τὸ κήρυγμα δεικνύει καὶ τοὺς νόμους οὓς ἔθηκεν ἡμῖν ὁ παντεπόπτης. Αἱ μετὰ τὸ εὐαγγέλιον εὐχαί τε καὶ δεήσεις αἱ μέχρι τοῦ χερουβικοῦ παρεμφαίνουσιν ὕμνου τὴν ἐπὶ χρόνοις τοῖς τρισὶ Χριστοῦ διδασκαλίαν καὶ τὴν τῶν πρὸς τὸ βάπτισμα προσευτρεπιζομένων, δι' ἧς τούτοις κατήχησεν ἡ δύναμις τοῦ λόγου, καὶ θαυμάτων ἐνέργεια συνεφείλκετο τούτοις. Κἀντεῦθεν ἡ μετάθεσις τῶν θείων μυστηρίων πρὸς τὸ θυσιαστήριον τὴν ἀπὸ Βηθανίας τὴν Ἰησοῦ εἰσέλευσιν τὴν εἰς Ἱερουσαλὴμ φέρει καὶ σταυροῦ τε τὴν ὕψωσιν καὶ τάφον τοῦ κυρίου. Ὁ δ' ὕμνος ὁ ψαλλόμενος παρακελεύει πάντας τὸν νοῦν προσεκτικώτερον ἔχειν καὶ μέχρι τέλους ὡς βασιλέα μέλλοντας ὑποδέχεσθαι πάντων. Ἡ δὲ νίψις ἐδήλωσε τοῦ Πιλάτου τὴν νίψιν, ὡς «ἀθῷός εἰμι» φήσαντος «ταύτης τῆς κακουργίας». Μετὰ δὲ ταῦτα ἐπεύχεται ὁ ἱερεὺς γενέσθαι τὴν θυσίαν εὐπρόσδεκτον τῷ θεῷ καὶ δεσπότῃ· κἀντεῦθεν ἡ ἐκφώνησις τὸν ἀσπασμὸν κελεύει καὶ πᾶσαν ἐξορίζεσθαι ψυχῆς μνησικακίαν. «Τὰς δὲ θύρας» ἐντέλλεται «πρόσσχωμεν ἐν σοφίᾳ», τουτέστιν, ἂς προσέξωμεν, καὶ γὰρ ὁ παντοκράτωρ τῷ πατρὶ παραδίωσι τὸ θειότατον πνεῦμα. ἡ τῶν θυρῶν δὲ σύγκλεισις οἶμαι δηλοῖ τὸ σκότος τηνικαῦτα γενόμενον δύνοντος τοῦ ἡλίου, τὸ δέ γε θεῖον σύμβολον τῶν τότε κεκραγότων τὴν θείαν ὁμολόγησιν τοῦ θεανθρώπου λόγου. Κἀντεῦθεν τὴν ἀνάστασιν τὴν θείαν εἰκονίζει «στῶμεν καλῶς» ὁ ἄγγελος βοῶν «καὶ μετὰ φόβου» καὶ κηρύττων τὴν ἔγερσιν διὰ τοῦ διακόνου· καὶ τῷ τριττῷ τῆς λέξεως αὐτῆς τῆς τριημέρου ταφῆς προσεπεσήμανε τοῦ θεοῦ καὶ δεσπότου. οἱ δὲ πιστοὶ τὸν ἔλεον καὶ εἰρήνην προσφέρειν θεῷ προσεπαγγέλλονται, αἰνέσεως θυσίαν. ὁ δ' ἱερεὺς «προσέξωμεν», ὡς ἔφην ἀνωτέρω, καὶ «ἡ θεοῦ βοήθεια μετὰ πάντων ὑμῶν ἔσται»· ὁ δὲ λαὸς ἐπεύχεται, «μετὰ τοῦ πνεύματός σου». «ἐκ τῶν γηΐνων ἄρωμεν ἡμῶν καὶ τὰς αἰσθήσεις», ὅθεν καὶ τὴν ἀπόκρισιν δέχεται περὶ τούτων, «ἔχομεν πρὸς τὸν κύριον» τῶν πάντων ἐκφωνούντων. καὶ πάλιν «ἀναπέμψωμεν εὐχαριστίαν» λέγει «κυρίῳ τῷ θεῷ ἡμῶν»· ὁ λαὸς «πρέπον» λέγει. Κἀντεῦθεν προσευχόμενος τῷ τρόμῳ καὶ τῷ φόβῳ καὶ τῷ θεῷ προσομιλῶν μυστικῶς ἀναφέρει τὰ κεκρυμμένα πρότερον, νυνὶ φανερωθέντα διὰ τῆς ἐνδημήσεως τοῦ θεανθρώπου λόγου, τῶν χερουβὶμ τῶν σεραφὶμ βοώντων κεκραγότων θεῷ τὸν ἐπινίκιον καὶ τρισάγιον ὕμνον· ὁ δὲ λαὸς εἰς πρόσωπον τούτων βοᾷ καὶ λέγει, «εἷς θεὸς ὁ τρισάγιος, ὡσαννὰ ἐν ὑψίστοις, σῶσον δὴ ὁ ἐρχόμενος εἰς ὄνομα κυρίου.» καὶ γὰρ τὴν ὑπερκόσμιον καὶ νοερὰν τὴν τάξιν μιμοῦνται τὰ ἐπίγεια μυστικῶς, καταλλήλως. Ἐντεῦθεν κατὰ μίμησιν τοῦ θείου διδασκάλου τοῖς παροῦσιν ἐνδείκνυσι τὸν θυόμενον ἄρτον, ὁμοίως τὸ ποτήριον, λέγων μεγαλοφώνως, «ἐκ τούτου πάντες πίετε, τὸ γὰρ αἷμά μου πέλει». Ἔνθεν μνείαν ποιούμεθα τῶν θείων μυστηρίων, ἅπερ ἡμῖν παρέδωκαν οἱ ἅγιοι πατέρες καὶ μᾶλλον οἱ ἀπόστολοι, ταῦτα προσενεχθῆναι ἐκ τῶν αὐτῶν καὶ δι' αὐτῶν, διὰ παντὸς καὶ πάντων. Καὶ πάλιν προσευχόμενος καὶ σφραγίζων τὰ δῶρα εὐδοκίᾳ καὶ χάριτι τοῦ θεοῦ πατρὸς μόνου καὶ τῇ βουλήσει τοῦ θεοῦ καὶ θεανθρώπου λόγου καὶ τῇ τοῦ θείου πνεύματος αὐτοῦ ἐπιφοιτήσει τελειοῖ τὰ προκείμενα θαυμαστῷ τινι τρόπῳ, καὶ ποιεῖ τὴν ἀνάμνηοιν περὶ τριῶν προσώπων· τῶν ἁγίων τὸ πρότερον καὶ πάντων τῶν δικαίων, «ὧν ὁ θεὸς ἐπίσκεψαι ἡμᾶς ταῖς ἱκεσίαις, ἐξαιρέτως δὲ μάλιστα τῆς παρθένου Μαρίας», καὶ σὺν τούτοις τὸ δεύτερον πάντων κεκοιμημένων ἐλπίδι ἀναστάσεως ζωῆς τῆς αἰωνίου, ἵν' ὁ θεὸς ἀνάπαυσιν αὐτοῖς παραχωρήσῃ, καὶ τρίτον παντὸς τάγματος ζώντων καὶ διαγόντων τῆς ὀρθοδόξου πίστεως ἐν σεμνῇ πολιτείᾳ. τῶν εὐχῶν τριῶν αἴτησις ἀποδεικνύει τοῦτο. Καὶ πάλιν προσευχόμενος ἀνυμνεῖν καὶ δοξάζειν μιᾷ ψυχῇ τοὺς ἅπαντας τὴν ἁγίαν τριάδα διακελεύεται τρανῶς, ὅπως ἡ χάρις ἔλθῃ καταξιῶσαι μετασχεῖν τῶν θείων μυστηρίων· «καταξίωσον, δέσποτα», βοῶν «ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαί σε, τὸν θεὸν καὶ πατέρα», «πάτερ ἡμῶν μονώτατε» λέγειν μεγαλοφώνως. κἀκείνοις μόνον δίκαιον τὸ «πάτερ ἡμῶν» λέγειν, τοῖς μετὰ τοῦ βαπτίσματος θεῷ ἀκολουθοῦσι· «ἁγιασθήτω τοὔνομα» τοῦ θεανθρώπου λόγου, οἱ μὴ διαπραττόμενοι παράνομον ἐν βιῷ· «ἐλθέτω ἡ βασιλεία σου» οἱ φεύγοντες τὰ κάτω, τὴν τοῦ τυράννου χαρμονὴν καὶ θλῖψιν παθημάτων· καὶ κυρίου «τὸ θέλημα» παρακαλεῖ «γενέσθαι» ὁ διὰ πράξεων καλῶν τοῦτο παραδεικνύων· «ἄρτον τὸν ἐπιούσιον» αἰτεῖ λαβεῖν αὐτάρκως ὁ μὴ παρέχων ἑαυτὸν ἡδοναῖς ταῖς τοῦ βίου· «ἄφες ἡμῖν ὀφείλημα» οἱ μὴ μνησικακοῦντες καὶ τοῖς αὐτῶν προσπταίουσι συγγινώσκοντες πάντα· «εἰς πειρασμὸν» μὴ ῥίπτεσθαι μηδ' ὅλως εἰς κινδύνους οἱ μήθ' αὑτοὺς ἐμβάλλοντες εἰς πειρασμοὺς μήτ' ἄλλους· «ἀπὸ τοῦ πονηροῦ ῥύεσθαι» οἱ καταπολεμοῦντες καὶ πρὸς αὐτὸν ἐγείροντες τὸν σατανᾶν τὴν μάχην· καὶ «σοῦ ἐστιν ἡ δύναμις, βασιλεία καὶ δόξα» οἱ πρὸς θεὸν ἐκφεύγοντες ἐξ ὅλης τῆς καρδίας. Καὶ πάλιν προσευχόμενος εὐχαριστίαν ἄγει εἰς καλὸν τὰ προκείμενα πᾶσιν ἐξομαλίσαι οἰκτιρμοῖς τε καὶ χάριτι τοῦ θεανθρώπου λόγου, καὶ κατελθεῖν ἐπάνωθεν ὁ παρὼν ἀοράτως μεταδοῦναι τοῦ σώματος αὐτοῦ καὶ τοῖς παροῦσι καὶ τοῦ τιμίου αἵματος παρακαλεῖ καὶ λέγει, «τοῖς ἁγίοις τὰ ἅγια»· δηλοῖ δὲ τοῦ κυρίου τὴν ἁγίαν ἀνάληψιν τὴν τρισέντιμον λίαν. οἱ δὲ παρόντες λέγουσιν ἔνθεν μεγαλοφώνως, «εἷς μόνος καὶ πανάγιος ὁ κύριος τῆς δόξης, Χριστὸς ὁ ὑπεράγαθος, ὁ χωρὶς ἁμαρτίας.» Καὶ μετὰ τοῦτο διαιρεῖ τὸ σῶμα τοῦ κυρίου· εὐθέως ὁ διάκονος λέγει πρὸς τοῦτον πάλιν, «τὰ δῶρα ταῦτα, δέσποτα, πλήρωσον ὥσπερ θέμις». τὸ δ' ἓν μέρος συμμίγνυται αἵματι τῷ ἁγίῳ, δηλοῖ δ' ὅτι συνήνωνται τῷ θεανθρώπῳ λόγῳ οἱ δικαίως συζήσαντες ἐν τῷ παρόντι βίῳ· τὸ δ' αὖ δεύτερον γίνεται μερὶς ὅλου τοῦ κλήρου, δηλοῖ δ' ὅτι ἐλπίζομεν ἡμεῖς αὐτοῖς συνεῖναι καὶ σὺν αὐτοῖς συζήσομεν εἰς πάντας τοὺς αἰῶνας· τὰ δὲ δίσκῳ λειπόμενα, τὸ μὲν προσφέρει τύπον τῶν ἀτελῶν, ὃ τίθεται πάλιν ἐν ποτηρίῳ, δηλοῖ δ' ὅτι συνέσονται οὗτοι σὺν τοῖς ἁγίοις ἐν ἡμέρᾳ τῆς κρίσεως δι' εὐχῶν τῶν δικαίων· τὸ δ' αὖ τέταρτον πέφυκε τοῦ λαοῦ κοινωνία. Ὅθεν καὶ ὁ διάκονος τούτους πρὸς κοινωνίαν μετὰ φόβου καὶ πίστεως καλεῖται τὰ ἀγάπης τοῦ προσελθεῖν ἐνώπιον τῆς Χριστοῦ βασιλείας. ὁ δ' ἱερεὺς εὐχόμενος εὐχαριστίαν πέμπει τῷ καταξιώσαντι τῶν θείων μυστηρίων τοὺς αὐτοῦ δούλους ἅπαντας, τῷ θεανθρώπῳ λόγῳ. καὶ λαβὼν τὸ ποτήριον ἔνθεν πρεπωδεστέρως στρέφεται πρὸς τὴν πρόθεσιν καὶ τίθησιν ἐπάνω, ὅπερ δηλοῖ τὴν μέλλουσαν τοῦ λόγου παρουσίαν. Καὶ πάλιν προσευχόμενος αἴτησιν παρεισάγει, «δέσποτα» λέγων «ὁ θεὸς ὁ μόνος παντοκράτωρ, τὸν σὸν λαὸν εὐλόγησον, τὴν σὴν κληρονομίαν, καὶ τὸ πλήρωμα φύλαξον τῆς θείας ἐκκλησίας».