Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 57 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
57.1.1
Στίχοι Κωνσταντίνου καὶ σεβαστοῦ τοῦ Ψελλοῦ κατὰ Λατίνων Ἡμιτέλεστοι Χριστιανοὶ οὖν ὦσι· πλεῖστοι γὰρ αὐτῶν οὐ χρίονται τῷ μύρῳ, ἐπίσκοποι γὰρ τούτων ὡς φίλοι δόξης οὐ παρέχουσι τοῖς πρεσβυτέροις μύρον, ὅθεν μένουσιν ἀμύρωτοι οἱ πλείους. Θύται δὲ αὐτῶν οὐδόλως ἀναργύρως μεταδίδωσι τῷ λαῷ κοινωνίαν, πωλοῦντες αὐτὴν ὡς Ἰούδας τὸν λόγον. Ἄνευ διακόνων δὲ καὶ κλήρου ὅλου θύουσιν αὐτῶν οἱ θύται τὰς θυσίας, ὑπὲρ νεκρῶν θύοντες οἱ παραθύται, ἃς καὶ καλοῦσι μυστικὰς λειτουργίας, εἴργοντος αὐτοῖς τοῦτο αὐτῶν τοῦ νόμου, καθὼς Ἰωάννης ὁ Δαμάσκου ἔφη· καὶ τοῦτο πάντως ἐκ μόνης φειδωλίας, ὡσὰν ἀφ' ὧν μὲν λαμβάνωσιν οὐδόλως δίδωσί τισιν ἀγνοοῦντες διδόναι, χεῖρας δὲ αὐτῶν ἐκτεταμένας πάντῃ ἔχοντες οἵδε πρὸς τὸ λαμβάνειν μόνον. Χρίουσι γοῦν καὶ ἀρητῆρας ἀνήβους, χρίουσι τοίνυν διγάμους καὶ τριγάμους· Παῦλος δὲ τοῦτο ἀθετεῖ καὶ ἐκτρέπει. Πάντες δέ εἰσιν εὐλογήσεως ἄτερ· θύται γὰρ αὐτῶν ἀντίδωρον οὐδέπω νέμουσιν αὐτοῖς ὡς ἑῴας οἱ θύται, φειδωλίαν ἔχοντες ὑπὲρ ἀνθρώπους. Νοσοῦσι δ' ὑπὲρ τὸν σατὰν ἀπιστίαν· ὁ μὲν γὰρ ἄρτους ἐκ λίθων τὸν δεσπότην ἔφη δύνασθαι αὐτομάτως ποιῆσαι, οὗτοι δὲ Χριστοῦ τὴν δύναμιν ἀρνοῦνται, πόθεν, λέγοντες, ἄρτος αὐτῷ ζυμίτης, ζύμης ἀπούσης τοῦ πάσχα ταῖς ἡμέραις δι' ἅπερ ἠπείλησε Μωσῆς ἐν νόμῳ; καὶ τὴν ἐνέργειαν δὲ τῆς ἐργασίας εἴργει ὁ Μωσῆς σαββάτου ἐν ἡμέρᾳ· ἀλλ' ὡς θεὸς νόμου τε καὶ τοῦ σαββάτου καὶ Μωσέως δὲ καὶ προφητῶν ἁπάντων ὁ Χριστὸς ἐν σάββασιν αἴρειν προὔτρεπεν βαστάγματα καὶ θαυματουργεῖν εὐδόκει. πόθεν δὲ αὐτῶν τῇ ἐγέρσει, εἰπάτω, ὁ ἄρτος ὃν προὔθηκε τοῖς ἀποστόλοις καὶ κηρίον μελισσίων ἢ ἰχθύες, τοῖσιν ἔτι [...] συναναστραφεὶς τότε; ἀλλὰ δύναται πάντα ὡς θεὸς πάντων εἰδώς τε ἐξ ὧν βούλεται ἑτοιμάζειν ἐν οἷς τόποις μὲν εὐδοκεῖ καὶ παρέχει. Παρανόμως θύουσι δ' ὡς Ἰουδαῖοι, τοῦ πνεύματος φήσαντος ἐν Δαυὶδ τότε ἄζυμος ἄρτος ὡς Μωσῆς συγγράφει. ἄρτος μὲν ἦν πρῶτον γὰρ ἐκ Μελχισεδέκ, ἀζύμων δ' ἀρχὴν ἔσχεν ἐκ Λώτ, ὡς λόγος· ὁ οὖν θύων ἄρτον κατὰ Χριστὸν θύει καὶ κατὰ τοῦ Μελχισεδὲκ μάλ' εἰκότως, ὁ δ' ἀζύμους θύων μὲν εἰς ἐκκλησίαν οὐκ ἔστι τῆς χάριτος, ἀλλὰ ῥανίδος, τοῦ ἁγίου πνεύματος εἰπόντος τότε τάξει θύειν μὲν τοῦ πάλαι Μελχισεδέκ. οὐ γὰρ ἔφησε κατὰ τάξιν τοῦ νόμου, οὐ Μωσέως δὲ καὶ Ἀαρὼν τῶν πάλαι, ἀλλὰ κατὰ Μελχισεδέκ, καθὼς ἔφην. Μελχισεδὲκ τάξιν δὲ ποίαν συγγράφει περιτομῆς οἴεσθαι ἢ χρῖσιν λέγειν; ἄπαγε τούτων, οὐδὲ ἓν γὰρ σημαίνει· τούτοις γὰρ ἐχρήσατο οὗτος οὐδόλως, ἀλλ' ἢ μόνη αὐτῷ ζυμίτη θυσία, ἀκμὴν ἀπόντων ἐν βίῳ τῶν ἀζύμων. Ὁ τοίνυν ἀζύμους θεῷ θύων ἄρτους, καὶ πικρίδας ἔξεστιν αὐτῷ ἐσθίειν, ἄνευ γὰρ αὐτῶν ἀτέλεστος θυσία τῶν ἀζύμων πέφυκε κατὰ τὸν νόμον. ὄψα γάρ εἰσι πικρίδες τῶν ἀζύμων, ὡς τῇ ἐγέρσει κηρίον μελισσίων· αἱ μὲν τὸ πικρὸν τυποῦσι γὰρ τοῦ νόμου, ἤγουν τὸ ἀσύγγνωστον αὐτοῦ δηλοῦσι, πταίουσι πᾶσιν ἀντιπάθειαν νέμων, τὸ κηρίον δὲ τὸ γλυκὺ τοῦ κυρίου, ὃς οὐ θάνατον, ἀλλὰ τὴν σωτηρίαν θέλει ἁπάντων τῷ θεῷ προσκρουόντων. ὁ οὖν τὸ θύμα προσφέρων ἐξ ἀζύμων ὑπὸ σκιὰν πέφυκεν ἀκμὴν καὶ σκότος καὶ ἥλιον μὲν εἶδεν οὐδαμῶς ἔτι τὸν τῆς δικαιότητος, ὡς πᾶς τις φάσκει, γνόφος γὰρ ἠμαύρωσεν αὐτῶν τοῦ νόμου καὶ ἀνανῆψαι οὐκ ἐᾷ τούτους ὅλως. ἡ ἀζύμων γὰρ νεκρά ἐστι θυσία, κίνησιν οὐκ ἔχουσα ἐν ζύμῃ ὅλως, νεκρὸν θύμα γὰρ οὐ προσάγεται ὅλως, Παύλου βοῶντος ζῶσαν αὐτὴν προσφέρειν, ζῶσα δέ ἐστιν ἡ κινουμένη ζύμῃ. νεκρὸν θύμα γὰρ τυγχάνει τῶν ἀζύμων, τῶν ἀζύμων ἄζωος ἐστὶ γὰρ φύσις ἡ ζυμίτη δὲ ζῶσά {δέ} ἐστι θυσία. ἐγὼ γάρ εἰμι, φησὶ Χριστὸς τοῖς μύσταις, ὁ ἄρτος ὁ ζῶν καὶ καταβὰς ἐκ πόλου, βροντῆς καθώς μοι μαρτυρεῖ θεῖος γόνος. ζῶν ἄρτος ἐστὶν ἡ ζυμίτη θυσία, δηλαδὴ ζῶσά τε καὶ κινουμένη, ἡ μὴ κινουμένη δὲ μηδόλως φύσις, οἵα πέφυκεν ἡ δυσικὴ θυσία, πῶς ζωτικὸς κληθήσεται ἄρτος λέγε, ὢν ἀσάλευτος καὶ ἀκίνητος πάντῃ. ὅθεν τυποῖ σίτῳ μὲν ἡμῶν οὐσίαν καὶ τῇ σεμιδάλει δὲ τὴν θείαν φύσιν· τούτων δὲ προσκολλωμένων τῶν φύσεων ἓν κατὰ Παῦλον πνεῦμα ὦμεν σὺν θεῷ. αὕτη γάρ ἐστιν ἀντὶ χάριτος χάρις, μικρὰ προσάγειν καὶ μεγάλα λαμβάνειν· οὕτω γὰρ οἶδε Χριστὸς ἡμᾶς ἀμείβειν, ἤγουν λαβεῖν μὲν φθαρτὰ ἀντὶ ἀφθάρτων. Τὴν οὖν ζυμίτην θυσίαν οἱ Λατῖνοι οὐ παρέλαβον ἀγνοοῦντες καὶ μόνον· λέγουσι καὶ γὰρ μὴ ἀγαθὸν σημαίνειν ὅλως ζύμην μὲν ἐν γραφαῖς ταῖς ἐνθέοις, λέγοντος αὐτοῖς τοῦ σοφοῦ Αὐγουστίνου εὐαγγέλιον ἐξισοῦσθαι τῇ ζύμῃ, καὶ ἡ χάρις πάλιν δὲ τοῦ Διαλόγου τὴν σύνεσίν τε καὶ γραφῶν δὲ τὴν γνῶσιν ζύμην κέκληκεν, ὡς ἐγὼ δείξω πᾶσιν. αἰνίττεται δ' ὃ καὶ ὁ σωτὴρ ἐκδήλως, σατῶν τριῶν τε καὶ γυναικὸς καὶ ζύμης, ὃ ἄλλο τί πέφυκεν ἢ ἡ θυσία, ἣν προσφέρουσι Χριστιανοὶ κυρίῳ, τὴν ἐκ ζύμης μέν φημι καὶ τῶν ἀζύμων; ἡ μὲν γάρ ἐστιν ἐξ ὑλῶν τῶν τεσσάρων, ἡ ἀζύμων δὲ ἐκ τριῶν, ὡς ἐρρέθη. καὶ ἀκροβυστίαν γε δεῖ περιτέμνειν, οὕτω τέλειος τοῖς νομίμοις γὰρ ἔσται. εἰ γὰρ μόνοις χρῶνται τοῖς ἄρτοις ἀζύμοις, λοιπὰ δὲ πάντα παρορῶσι τοῦ νόμου, ἡμιτέλεστοι τυγχάνουσιν Ἑβραῖοι καὶ ἡμίχριστοι Χριστιανοὶ ὡσαύτως. Μὴ οὖν λέγωσιν μὴ ὑπάρχειν ζυμίτας ἐν τῷ σεβαστῷ καὶ πανεντίμῳ δείπνῳ δι' ἅπερ ἠπείλησ Μωσῆς ἐν νόμῳ, καθὼς ἄνω ἔφημεν ἐν προοιμίοις. καὶ πάσχα πάλιν τὴν μετάληψιν λέγειν νόμους φυγεῖν μὲν αὐτῷ ἀντικειμένους, ἱσταμένους μᾶλλον δὲ χρήσασθαι τούτῳ καὶ χεῖρε ῥάβδους κατέχοντας ἐσθίειν, ἔτι δὲ καὶ πέδιλα τοῖς ποσὶ τούτων, ὥσπερ προετρέψατο Μωσῆς ἐν νόμῳ. ἀλλ' οὖν ὁ Χριστὸς ὡς ἁπάντων δεσπότης, καὶ τοῦ νόμου τε καὶ προφητῶν ἁπάντων, ἀλλοδεῶς ἐχρῆτο τῇ ἀνακλίσει ἐκεῖ παρόντος τοῦ κακόφρονος τότε καὶ πάντα ἀθροῦντος μὲν εἰς πανουργίαν. Καὶ πωγωνοκουροῦσι δ' εἰκῇ καὶ μάτην· οἱ γὰρ δοκοῦντες ὑπεραίρειν τοὺς πάντας τῇ τῶν γενείων δηλαδὴ κουρᾷ μόνῃ καὶ πᾶσιν ἄλλοις τοῖς νομίμοις ἀλόγως νῦν εἰσιν εἰς ὄνειδος αὐτῶν καὶ γέλων, ἀσκοῦντες ἐν σάββασι καὶ τὰς νηστείας, οὐ προσφόρως μὲν ἢ ὅλως καταλλήλως. καὶ γὰρ ὁ σωτὴρ οὐ γενειάδα τότε τέτμηκεν οὔτε σάββασιν ἤσκει πάλιν νηστείαν, ὥσπερ ἴσμεν οἱ λόγων πλήρεις, κἂν τοὺς μαθητάς φησι νηστεῦσαι τότε δι' ἥνπερ ἔσχον ὑπεράμετρον λύπην. Ἀλλ' ὁ νόμος πέφυκε τοῖς Χριστωνύμοις ἐκ συλλογ ῶν παραλαμβάνειν τύπους, στοιχεῖν δὲ μᾶλλον πράξεσι τοῦ κυρίου, οὗ ἡ πολυθαύμαστος ἡμῶν τυγχάνει χάρις προφανῶς εἰς ὑφήλιον πᾶσαν. εἴπερ δέ τισι συλλογισμοῖς ληπτέον, [τὰ αἰν] ίγματα καὶ ἄληπτα τῇ φύσει λέξω προφανῶς ἐν τάχει, ἀλλ' ὡς δέον. Χριστὸς τὸν ἄρτον τοῦτον ὃν προσάγομεν σάρκα μὲν ἰδίαν τε καὶ σῶμα καλεῖ. σὰρξ τυγχάνει δὲ τοῦ τελείου ἀνθρώπου, ἐκ τεσσάρων μὲν εἰκότως τῶν στοιχείων, τὸ ἄζυμον δὲ μὴ ὂν ἐκ τῶν τεσσάρων αὐτοὺς ἐλέγχει Χριστομάχους τυγχάνειν, μειοῦντας ὥσπερ Χριστὸν ἐν τοῖς ἀζύμοις, ὡς τὴν τελειότητα τοῦ ἀρνουμένου. ὁ μὲν γάρ, ὡς ἔφημεν, ἐκ τῶν τεσσάρων πέφυκεν ὄντως καὶ ὑπάρχει στοιχείων, καθὼς ὁ ἄρτος ἐστὶν ἐξ ἰσαρίθμων, ζύμης, ὕδατος, ἅλατος καὶ ἀλεύρου· ὁ ἄζυμος δὲ οὐσιῶν ὡς ἐκ τριῶν, ἢ ἐξ ὕδατος, ἅλατος καὶ ἀλεύρου. πάντα γὰρ ἦσαν ἐλλιπῆ τῶν Ἑβραίων, περιτομή, ἄζυμα, ἀμνὸς καὶ νόμος, ἀνθ' ὧν ἅπαντα τὴν θεραπείαν τούτων ᾐτοῦντο λαβεῖν ἐκ προνοίας τῆς ἄνω· ἡ μὲν τομῆς τε τὴν ἴασιν καὶ ἕλκους, ἅτινα συμβαίνουσιν αὐτῇ ἐκ ξίφους, ζύμη δὲ αὖθις τὴν τελείωσιν ταύτην, ἀμνὸς δὲ θύμα τοῦ ἀναιμάκτου ἀμνοῦ, νόμος δὲ πάλιν σφαλμάτων τὴν συγγνώμην. ἅτινα πάντα ἡ θεοῦ παρουσία ἰάσατο κράτιστε ὡς θεὸς πάντων, δοὺς ἀντὶ περιτομῆς τὴν βάπτισιν, ἀντὶ δὲ θύματος τελείου τὴν ζύμην, Μελχισεδὲκ κράτιστε κυρῶν θυσίαν εὐγνώμονος δούλου μὲν οἷα δεσπότης. μόνος γὰρ τῆς καθ' ἡμᾶς θυσίας πέφυκε πάντα, πρῶτος θύτης ἐν πᾶσι, καὶ ἀντὶ ἀμνοῦ τοῦ νόμου τοῦ Μωσέως τέθυκεν ἀμνὸν ἀμόλυντον ἐν πᾶσι, τὴν σάρκα πάντως τὴν ἑαυτοῦ τὴν θείαν. καὶ ἀντὶ τοῦ νόμου δὲ τοῦ ἀσυγγνώστου (πᾶσι γὰρ αὐτῶν ἀντιπάθειαν νέμει, συγγνώμην οἷς σφάλλουσιν εἰδὼς οὐδόλως) δέδωκε θείας συμπαθείας τὸν νόμον, ἅπαντα πληρῶν ὡς τέλειος ἐν πᾶσι, θείᾳ τέ φημι καὶ βροτείᾳ τῇ φύσει. Ὁ γὰρ ζυμίτας προσφέρων τῷ κυρίῳ, οὗτος μιμεῖται τοῦ θεοῦ τὴν θυσίαν· ὁ ἄζυμον θύων δὲ Χριστῷ θυσίαν ὑπὸ σκιὰν πέφυκεν ἀκμὴν καὶ νόμον μὴ ἀνανήψας οὐδαμῶς ἐκ τοῦ γνόφου. ἁπλῆν γὰρ οἰηθέντες αὐτῶν θυσίαν Χριστῷ ὑποκρούουσι, κἂν λεληθότως, ἁπλοῦν φρόνημα τὸν αὐτὸν οὐ [......]. οἱ συνθέτως δὲ προσκομίζοντες ταύτην, οὗτοι ἀμέμπτως ἀτενίζουσι τούτῳ, διπλοῦν καταγγέλλοντες αὐτὸν ὑπάρχειν καὶ λίθον ἀκρόγωνον αὐτὸν τυγχάνειν οἵα θεόν τε καὶ παλαιᾶς καὶ νέας. διπλοῦν δὲ πάσχα ἐκτε [λεῖ] ὁ δεσπότης ἐν τῇ σεβαστῇ ἑσπέρᾳ τῇ τοῦ πάθους, τὸ τοῦ νόμου μέν, καὶ πάλιν τῆς χάριτος. Χριστὸς τέλος νόμου γάρ, ὡς Παῦλος γράφει, καθὼς ὁ θεῖος χρυσεπώνυμος ῥήτωρ καὶ ὁ προεστὼς τῆς Κύπρου μαρτυροῦσιν, ὁ μὲν λόγῳ μὲν τῆς σεβασμίου πέμπτης, ὁ δὲ κράτιστα τῷ μεγάλῳ σαββάτῳ. τὸ μὲν γὰρ οἱ ἀπόστολοι ἡτοίμασαν, καὶ τοῦ χάριν μὲν πυνθάνονται τοῦ λόγου, «ποῦ σοι τὸ πάσχα εὐτρεπίζεσθαι θέλεις;» καὶ γὰρ τὸ ἡμῶν αὐτὸς ὑποδεικνύει, ὁ τῆς παλαιᾶς δεσπότης καὶ τῆς νέας, τὸ μὲν καταργῶν ὡς ἀπίθανον τοῦτον καὶ μὴ ἐνεργοῦν πρὸς βροτῶν σωτηρίαν, τὸ δὲ κρατύνων ὡς κραταιὸς δεσπότης, εἰ καὶ τὸ πάσχα παρέδραμον Ἑβραῖοι δι' ἥνπερ ἔπραττον μιαίφονον πρᾶξιν, δῆθεν θέλοντες μὴ μιανθῆναι ταύτῃ, οἱ παμμίαροι τοῖς μιάσμασι πᾶσι. Χριστὸς δὲ τοῦτο ἐκτελεῖ κατ' ἀξίαν ἐν τῇ νομικῇ τῆς ἑορτῆς ἑσπέρᾳ, ὁ πάντα τηρῶν ἐννόμως καὶ δικαίως οἷα θεός τε καὶ παλαιᾶς καὶ νέας. ἀνθ' ὧνπερ οὐκ ἄζυμος ἄρτος ἦν τότε, προὔθηκεν ὅνπερ τοῖς μαθηταῖς ἡ χάρις, ληροῦσιν ὥσπερ οί τε καὶ Φράγκοι, ἑορτάσαντες ἡμέρας μετὰ δύο, οἱ Χριστομάχοι καὶ ὅλως μιαιφόνοι μετὰ τὸ Χριστὸν πασχάσαι κατὰ νόμον, φύλαξ ὑπάρχων καὶ προφητῶν καὶ νόμου, σπεύδοντες ὥσπερ πρὸς τὸν ἄδικον φόνον. παράνομον γάρ ἐστιν ἀζύμοις χρῆσθαι πρὸ τῆς ἑορτῆς τοῦ πάσχα τοῦ Μωσέως ἢ διττὰς ἡμέρας τε ἢ μίαν πάλιν, ἀλλ' ἢ μόνῃ μὲν τοῦ πάσχα τῇ ἑσπέρᾳ καὶ τῆς καθεξῆς μέχρι καὶ τῆς δευτέρας, καθὼς ὁ Μωσῆς ἀριδήλως συγγράφει. Ὅτι δὲ σαββάτου ὑπῆρχεν ἡμέρα, ὅταν τὸ πάσχα κατέφαγον Ἑβραῖοι, δηλοῖ ὁ γράψας ὑπὲρ ἅπαντας μόνος ταύτην μεγάλην ἀποκαλῶν ἡμέραν, καὶ τοῦ χάριν μὲν αὐλείας πραιτωρίου ἔνδον γενέσθαι ἠθέλησαν οὐδόλως, ὅπως μιασμοῖς μὴ μιανθῶσι τότε, ἀλλὰ φάγωσι τοῦ πάσχα τὴν θυσίαν. τίς οὖν ὁ ταῦτα μαρτυρῶν καὶ συγγράφων; βροντῆς ὁ υἱὸς ὡς ἀνωτέρω πάντων τῶν ῥητόρων τε καὶ ὅλων συγγραφέων. οὐδ' ἂν οὖν εἶπεν οὕτως αὐτὴν τυγχάνειν, εἰ μὴ προφάσει τοῦ πάσχα τοῦ ἀμώμου, πάντως ἐλέγχων τοὺς Λατίνους καὶ Φράγκους ἄνωθεν αὐτῶν τὴν ἄνοιαν προβλέπων καὶ ἣν ἔχουσιν ἀφροσύνην ἐν τούτοις.

Intertext edge

Open linked passage

Note