Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1.1
Τοῦ σοφωτάτου Ψελλοῦ γεωμετρία διὰ στίχων Μαθεῖν εἰ βούλει ἄριστα μέτρον τῶν χωραφίων, ὀργυίας πρῶτον νόησον, εἶτα καὶ τῶν σχοινίων τοῦ μέτρου τὴν ἀκρίβειαν, πρὸς δὲ καὶ γνωρισμάτων. εἰ δέ γε πάλιν διαγνῷς καὶ σχήματα τὰ τούτων, ἔσῃ γεωμέτρης ἄριστος σφάλλων οὐδὲν ἐν μέτρῳ. καὶ δὴ προσεκτικώτερον ἄκουσον καὶ μαθήσῃ. Ἐννέα σπιθαμὰς ἔχει τὸ τῆς ὀργυίας μέτρον σὺν παλαιστῇ, τῆς σπιθαμῆς τὸ τῆς ἑτέρας τρίτον. ὀκτὼ δὲ πρὸς τοῖς εἴκοσι οἱ παλαισταὶ προβάντες, σὺν τούτοις δὲ καὶ κόνδυλον, ἤτοι τὸν ἀντιχεῖρα, ἀποτελοῦσιν ἀκριβῶς τὸ τῆς ὀργυίας μέτρον. δι' ὧν τὴν σχοῖνον ἐκμετρῶν οὐκ ἀστοχήσεις μέτρου, ἥνπερ καὶ δεκαόργυιον ἐξακριβῶσαι δέον. Πολλοὶ δὲ καὶ τὰς δώδεκα μηκύνουσιν ὀργυίας, ἀρχῆθεν τοῦτο διδαχθὲν ἐξ ἀφθονίας τούτοις· καὶ τάχα τὸ πολύμετρον τῶν δυτικῶν κτημάτων τὸ ἀκριβὲς ἐφεύρηκεν ἐπὶ ταῖς δέκα μόναις, λήθην ὡς δῆθεν εἰληφὸς ἀρχαίων διδαγμάτων, ὁμοῦ δοκοῦντος μάλιστα μετρᾶν ἀπαρασφάλτως τὸν τῷ ἀρχαίῳ χρώμενον γεωμετρίας μέτρῳ. ἔστω δ' ὡς ἡ συνήθεια παρέλαβε τῶν νέων. Καὶ δὴ μετρᾶν ἀρξάμενος πρὸς τοὺς ἀέρας σκόπει καὶ γράφε τὰ γνωρίσματα πάμπαν ἠκριβωμένως, ἀρχὴν καὶ λῆξιν ἐκδηλῶν καὶ πρὸς ἀέρα κάμψιν· ὡς τὸ χωράφιον τόδε τοῦ δεῖνα τοῦ προσώπου ἀρχὴν λαβὸν ἀνατολῆς ἀπέρχεται πρὸς δύσιν, πρὸς μεσημβρίαν κλίνει δὲ ἄχρι τοῦ δεῖνα τόπου καὶ πάλιν εἰς ἀνατολὰς εἰς γνώρισμα τοιόνδε, πρὸς ἄρκτον αὖθις ἀνακλᾷ, ἄπεισι κατ' εὐθεῖαν, καταλαμβάνει γνώρισμα ὅθεν ἀρχὴν εἰλήφει, ἔνθα καὶ δένδρον ἵσταται εἰς γνώρισμα τοιόνδε. Ἰδοὺ καὶ τέσσαρες πλευραὶ ἰσομετροῦσαι ἄμφω, σχοίνων τὸ μέτρον ἔχουσαι κατ' ἄμφω ἀνὰ πέντε, ὅπερ ἐστὶ τετράγωνον τὸ σχῆμα γεωμέτραις· τὰ πέντε γνῶθι κεφαλήν, τὰ πέντε πόδας πάλιν. τὰ δ' ἀνὰ πέντε πλάγια τὸν πόδα ἐκδιώκων καὶ τῶν πλαγίων θάτερα ἐρώτα συμψηφίζων, τὰ δὲ περιλειφθέντα σοι πρὸς τὴν ὁμάδα πόσου ἥμισυ ταύτης δίωκε καὶ τὸ ποσὸν εὑρήσεις· πεντάκις πέντε γίνονται καὶ γὰρ εἰκοσιπέντε, ἥμισυ τούτων μοδισμὸν δηλοῖ τοῦ μετρουμένου, δώδεκα γὰρ καὶ ἥμισυ ἐστὶ μοδίων τοῦτο. Σχῆμα δ' εὑρίσκων ἕτερον ἔχον τὸ μέτρον οὕτως, μίαν σχοῖνον πρὸς κεφαλὴν καὶ πέντε πρὸς τὸν πόδα, κατ' ἄμφω δὲ τὰ πλάγια τὰς ἀνὰ δέκα σχοίνους, τὰς τοῦ ποδὸς τῇ κεφαλῇ συμμίγνυέ μοι σχοίνους, τὰς τρεῖς δὲ κράτει κεφαλήν, τὰς τρεῖς ἐκδίωκέ μοι, πρὸς ἓν δὲ ταύτης ἐρωτῶν ἀμφοῖν ἐκ τῶν πλαγίων εὑρήσεις τὸ χωράφιον μοδίων δεκαπέντε. Τρίγωνον δ' αὖθις εὑρηκὼς χωράφιον ἢ τόπον ἔχον τὰς σχοίνους ἀνὰ τρεῖς ἐν ταῖς πλευραῖς κατ' ἄμφω, ἐννέα ταύτας ψήφιζε, καὶ τούτων τὰ ἡμίση ἐκ τοῦ ποδὸς ἐκδίωξε καὶ τοῦ ἑνὸς πλαγίου, ἥμισυ δ' αὖθις μέσαζε πρὸς κεφαλὴν καὶ πλάγια, κἂν εὕροις μέτρον μοδισμοῦ ἡμίσεος καὶ δύο. Εἰ δὲ στενὸν ἐπίμηκες χωράφιον εὑρήσεις ἔχον σχοινία κεφαλὴν καὶ πόδας ἀνὰ δύο, εἰσὶ δ' ἐπ' ἄμφω ταῖς πλευραῖς ἀνὰ σχοινίων δέκα, δὶς δέκα μέτρα ψήφιζε, καὶ τοῦτο δέκα εὕρῃς οὐκ ἔλαττον τὸ σύνολον τυγχάνον τῶν μοδίων. Στρογγύλον δ' αὖθις εὑρηκώς, ἅλωνα σχηματίζον, ἀρχὴν καὶ τέλος ἐκμετρῶν πρὸς ἕνα ποιοῦ τόπον· γῦρον δ' εὑρίσκων ἔχοντα σχοινία δεκαέξι, ἥμισυ τούτων δίωκε, ἥμισυ δ' ὑποκράτει, ἥμισυ δ' αὖθις ἐκμετρῶν πρὸς κεφαλὴν καὶ πλάτος εὑρήσεις τὸ χωράφιον ὀκτὼ μοδίων εἶναι. Εὑρίσκων δὲ χωράφιον ὡς ὑπογαμματίζον, ἐκτέμνων τὸ γαμμάτιον εἰς δύο μέτρα τοῦτο, λαβὼν δὲ τὴν διάγνωσιν τῶν δύο τεμαχίων εἰς ἓν ἀρίθμει τὸ ποσὸν ὅλα τοῦ γαμματίου· ὡς τὰ λοιπὰ ἐρώτησον σφάλλων οὐδὲν ἐν μέτρῳ. Εὑρὼν δ' αὖθις χωράφιον ἐν σχήματι τοιῷδε, ἔχον σχοινία κεφαλὴν τέσσαρα σὺν ἡμίσει, πρὸς πόδας δ' αὖθις δώδεκα καὶ ἥμισυ σχοινίου, τὴν κεφαλὴν ὀγδοήκοντα σὺν πέντε ταῖς ὀργυίαις, ἀν' εἴκοσιν εἰς πλάγια σὺν τέσσαρσιν ὀργυίαις, δυὰς δὲ καὶ τὸ πλάγιον σὺν τέσσαρσιν ὀργυίαις, εὑρήσεις ὀγδοήκοντα μοδίων τὸ τοιοῦτον σὺν ἕξ τε δὲ καὶ ἥμισυ λιτρῶν ὀκτὼ καὶ οὐ πλεῖον. Εἰ δέ γε εὕρῃς σκαληνὸν χωράφιον ἢ τόπον, ἐν ᾧ καὶ καγγελίζουσιν ὑδάτων αἱ γλυφίδες, μὴ ἀπορήσῃς παντελῶς τὸ μέτρον καταλεῖψαι, ἀλλ' ὡς γεωμέτρης ἄριστος πρὸς ἀμφότερα σκόπει· ἑκάστον τούτων δ' ἐκμετρῶν καὶ τὸ ποσὸν γνωρίσας εὑρήσεις τὴν ποσότητα ὅλου τοῦ περιμέτρου. Τύμβον δ' εὑρὼν ἐπίμαχον καὶ θέλων τούτου μέτρον κατανοῆσαι καὶ εὑρεῖν, γνωρίσαι δὲ τοῖς πᾶσιν, ἐκμέτρου τοῦτον γύρωθεν καὶ σχοινισμὸν ἀρίθμει, εἶτα τὸν τροῦλον σταύρωσον σχοινίῳ τῷ τῆς, καὶ γνῷς καὶ τὸ περίμετρον ὁπόσον τὸ τοῦ τύμβου. Μικρὸν δ' εὑρὼν χωράφιον πάμπαν ἐστενωμένον, ὀργυίαν ἔχον κεφαλὴν καὶ πόδα τρεῖς ὀργυίας, κατ' ἄμφω δὲ τὰ πλάγια τῆς ἀνὰ δέκα σχοίνους {δύο}, ἑκατὸν δὲ τὸ πλάγιον, καὶ οὕτως ἐρωτήσεις. δὶς γὰρ ἑκατὸν διακόσια τὸ μέτρον τοῦ μοδίου, ὀργυῖαι γὰρ διακόσιαι τὸ μέτρον τοῦ μοδίου, λίτρας ἐχούσης ἑκάστης ὀργυίας δὲ καὶ πέντε· λιτρῶν γὰρ τεσσαράκοντα τὸ μόδιον τυγχάνει, ἥμισυ τούτων εἴκοσι, τέταρτον λέγε δέκα, τὸ δ' ὄγδοον πεντάλιτρον ὑπάρχει τοῦ μοδίου. Σταυρὸν δ' εὑρὼν χωράφιον ἔκτεμνε τοῦτο πάλιν, καὶ τὰ τεμάχια μετρῶν τὰ τρία κατ' ἰδίαν εὑρήσεις τὸ περίμετρον τοῦ σταυροτύπου τόπου. ἀλλὰ καὶ ἡμισταύριον ὡς σχηματίζον τόπον ὑποτεμνέσθω καὶ αὐτὸ καὶ οὕτως ἐκμετράσθω. Ἐπεὶ δ' ἐκ μέτρου ἔμαθες τῶν ὀργυιῶν τὰς λίτρας καὶ τούτων αὖθις μοδισμόν, ποσότητα τοῦ τόπου, μάθε καὶ τὸ περίμετρον κτήματος ὁλοκλήρου. ἀπάρξου γράφε καθεξῆς τὰ σύνορα τοιῶσδε. ἀρχὴν λαβὼν ἀνατολῆς ἄπεισιν ὡς πρὸς δύσιν, καταλιμπάνον δεξιὰ τὰ δίκαια τοῦ δεῖνα, ἐν οἷς καὶ δένδρον ἵσταται, ἐλαία ἢ μυρσίνη ἔλατος ἢ πλάτανος, ἢ ποταμὸς ἢ ῥύαξ· ἄχρι δὲ τούτου εὔρηνται σχοινία δεκαπέντε. κλίνει δ' αὖθις, ἀνέρχεται ὡς πρὸς τὴν μεσημβρίαν, καταλιμπάνον δεξιὰ χωράφια τοῦ δεῖνα, καὶ κατ' εὐθεῖαν ἄπεισιν ἄχρι τοῦ τῇδε τόπου, ἐν ᾧ λαυρᾶτον ἵσταται λίθινον, κεχωσμένον, ἔχον σταυρὸν ἢ γράμματα ἢ γνώρισμα τοιόνδε· ἐν ᾧ καὶ τέλος εἴληφε τὰ ἑκατὸν σχοινία. στρέφεται πρὸς ἀνατολάς, κρατεῖ τὸν† δρόμον† δρόμον, τὸν δρόμον τὸν ἐρχόμενον ἀπὸ τοῦ δεῖνα κάστρου. καταλιμπάνει δεξιὰ τὰ δίκαια τοῦ δεῖνα καὶ τοὺς κατ' ὄρδινον ἐκεῖ πεφυτευμένους δρύας, ἐν οἷς καὶ τύπος εὕρηται σχηματισθεὶς εἰς ὥραν, ἄνωθεν τούτου δὲ σταυρὸς εἰς γνώρισμα τοῖς πᾶσι. καὶ κατ' εὐθεῖαν ἀπιὼν ἄχρι τοῦ δεῖνα τόπου ἀποτελεῖ ποσότητα διακοσίων σχοίνων. εἶτ' ἀνατολικώτερον ἄπεισι πρὸς ὀλίγον καὶ καταντᾷ εἰς ἀγκάλισμα τοῦ ποταμοῦ τοῦ δεῖνα, ἐν ᾧ καὶ μέτρον εὕρηται σχοινίων δεκαπέντε. πρὸς ἄρκτον αὖθις ἀνακλᾷ, ἄπεισι κατ' εὐθεῖαν, καταλιμπάνει δεξιὰ ἀμπέλιον τοῦ δεῖνα καὶ καταντᾷ εἰς σύνορα τοῦ δεῖνα χωραφίου, ἐν ᾧ χωματοβούνιον παμπάλαιον εὑρέθη, ὅπερ ἀνακαινίζειν δεῖ εἰς γνώρισμα τοῦ τόπου, εἰς ἀληθείας δήλωσιν, εἰς ἄμαχον γειτόνων· σχοῖνοι κἀν τούτῳ εὕρηνται τριάκοντα καὶ πέντε. εἶτ' αὖθις πρὸς ἀνατολὰς ἄπεισιν ἀκουμβίζον εἰς σύνορον καὶ δίκαια τοῦ κτήματος τοῦ δεῖνα, ἐν ᾧ καὶ πέτρα εὕρηται μεγάλη ῥιζιμαία· μέτρον δ' ἐν τούτοις εὕρηνται σχοινία εἰκοσιπέντε. πρὸς ἄρκτον αὖθις ἄπεισι τὸν δρόμον τοῦ χωρίου τὸν κατερχόμενον εὐθὺ πρὸς τὴν ἀκτὴν θαλάσσης, καταλαμβάνει σύνορον ὅθεν ἀρχὴν εἰλήφει· ἐν ᾧ καὶ πάλιν εὕρηνται σχοινία δεκαπέντε. Ταῦτα τὰ μέτρα ἅπαντα τοῦ γυρομετρίου ἑκατοντάδες τέσσαρις σὺν πέντε τοῖς σχοινίοις, ἐξ ὧν ἀποδεκάτωσις αἱ τέσσαρες δεκάδες καὶ τὸ τοῦ σχοίνου ἥμισυ ὅλον τοῦ περιμέτρου. λοιπὸν οὖν τριακόσια ἑξήκοντα τυγχάνει καὶ τέσσαρα καὶ ἥμισυ ἡ ἀκριβὴς ποσότης, ἥμισυ τούτων δ' ἑκατὸν ὀγδοήκοντα δύο, πρὸς τούτῳ δὲ καὶ τέταρτον εἰς ἀριθμὸν τυγχάνον. ἅτινα κατὰ κεφαλὴν καὶ πλάγια ἐκτέμνων εὑρήσεις τούτων ἀριθμὸν τεσσάρων χιλιάδων καὶ ἑκατὸν πεντήκοντα σὺν τῷ ἑνὶ μοδίῳ καὶ δεκαπέντε δὲ λιτρῶν τέταρτον καὶ οὐ πλείω. Οἶδας, διέγνως, ἔμαθες τοῦ μοδισμοῦ τὸ μέτρον· καὶ πλέθρα ἐκδιδάχθητι, πρὸς δὲ καὶ χιλιάδας, ὅπως μὴ σφάλῃς οὐδαμῶς ἐν ἅπασι τοῖς μέτροις. πλινθίον πλέθρα λέγεται καὶ χιλιὰς ὡσαύτως· ἑκάστῳ δ' αὖ γε θέματι διαφορὰ τοῦ μέτρου, οὐ μὴν ἐν τῇ σπορίμῳ γῇ, ἀλλ' ἔν γε ἀμπελῶσιν. καὶ ἑκάστη χιλιὰς τοῦ ἀμπελίου τόπου μοδίων πέντε τόπον γὰρ κατέχει ἐν τῇ δύσει, ἐν δέ γε τῇ ἀνατολῇ ποτὲ μὲν τοῦ μοδίου, ποτὲ δὲ τὸ πεντάλιτρον καλοῦσι χιλιάδα, καὶ μάλιστα οἱ ἔποικοι θέματος Ὀπτιμάτων. σὺ δ' αὖθις τὴν συνήθειαν κράτει τῶν ἐγχωρίων, καὶ ἀκριβῶς ἐξερευνῶν καὶ πόλεσι καὶ χώραις, ὡς εὕρῃς τὴν συνήθειαν, κέχρησο καὶ τῷ μέτρῳ καὶ παρασφάλῃς οὐδαμῶς οὐδὲ σκοποῦ ἐκπέσῃς. Εἰ δέ γε θέλεις ἐκμετρᾶν τόπον λιβαδιαῖον καὶ εὕρῃς μῆκος ἔχοντα σχοινία δεκαπέντε, τὸ δ' αὖ γε πλάτος εἴκοσι τοῖς μέρεσιν ἐπ' ἄμφω, μὴ πλανηθῇς, ὡς ἔμαθες, ἥμισυ καταλεῖψαι, ἀλλ' εἰκοσάκις ψήφιζε τὰ δέκα σὺν τοῖς πέντε· τοῦτον δ' εὑρήσεις, γίνωσκε, μοδίων τριακοσίων. οὐ γὰρ τὸ τούτων ἥμισυ ὀφείλεις καταλεῖψαι, ὡς ἄνωθεν δεδίδαξαι κρατεῖν καταλιμπάνειν, ἀλλ' ἔστω ἀπαράθραυστον τὸ μέτρον τῆς ὁμάδος. Θαλάσσης δ' αὖ γε δίκαιον μετρᾶν εἰ βούλει πάλιν, μὴ σχοίνῳ τὴν ἐκμέτρησιν εἰς πέλαγος ποιήσῃς· βραχεῖσα γὰρ τοῖς ὕδασιν ὑπάρχει βαρυτάτη καὶ πρὸς βυθὸν ἐπιρρεπής, καὶ κατ' ὀρθὸν οὐδ' ὅλως ποιήσεις μέτρον ὁπωσοῦν καὶ τὸν σκοπὸν ἐκπέσεις. τὰ δέ γε χόρτα συνδεσμῶν, ἃ λέγονται καὶ βροῦλα, ἔκτεινε ταῦτα ἐκ μακρῶν θαλάττης τοῦ πελάγου, κατά γε τὴν ἰσότητα ἴσως ἀκρωτηρίου ἢ νησιδίου τὸ τυχὸν ἢ κάστρου, καστελλίου· ὕστερον δ' αὖθις ἐκβαλὼν τῇ γῇ τε ἐφελκύσας καὶ τούτων τὴν ποσότητα τῇ σχοίνῳ ἐκμετρήσας, ὅσων δεσπότης τοιγαροῦν τῶν ὀργυιῶν τυγχάνει ἢ μονὴ ἢ μετόχιον, πρόσωπον ἢ χωρίον, καὶ οὕτω λύσεις ταραχὴν καὶ μάχην γειτονούντων. Ἐπεὶ δὲ ἔγνως ἀκριβῶς γνωρίσματα σχημάτων ἔτι τούτων ἀριθμοὺς καὶ μέτρα κατ' ἀξίαν, μάθε καὶ ὅσον ηὔξηται τὸ μέτρον τοῦ μοδίου. πολλοὶ γὰρ τὸ περίμετρον ποιοῦντες τοῦ χωρίου, ὡς ἄνωθεν προείπομεν, δέκα ὀργυίων σχοίνῳ, φιλοτιμούμενοί τισι τοῖς δώδεκα μετροῦσι καὶ μοδισμὸν ἐλάττονα τοῦ ὄντος ἐκτελοῦσι. καὶ τοῦτο πάντες πράττουσιν, οὐχὶ ἀσυλλογίστως, ἀλλ' ἀφορμὴν τιθέμενοι τὸ ὀρεινὸν τοῦ τόπου ἢ τραχινὸν ἢ δύσβατον ἢ καὶ νομαδιαῖον. ἑτέρων μετρησάντων δὲ δέκα ὀργυίων σχοίνῳ πλείω πάντως εὑρίσκεται τοῦ μετρηθέντος τόπου. εἰ δέ γε μᾶλλον καὶ ψευδὴς ἡ προγραφὴ φανείη, τὸ ὀρεινὸν ἢ δύσβατον ἢ τραχινὸν τυγχάνει. ἐκ τούτων πάντων εὕρηται ὁ κεκρυμμένος τόπος. πολλοὶ δὲ μέτρῳ χρώμενοι εὐθεῖ γεωμετρίας ἀποσυλοῦνται σχοινισμὸν ἐκ δόλου τῶν μετρούντων. προσεκτικώτερον καὶ γὰρ τοῦ γεωμέτρου σχόντος, πρὸς σύνορα, γνωρίσματα καὶ τῶν λαυράτων θέσεις, οἱ ἐμπονοῦντες τὸ ποσὸν τῶν μετρουμένων σχοίνων ἀποσυλοῦσι σχοινισμὸν ἀμφοῖν ἐκ τῶν ἀέρων· τετράδεκα συλήσαντες ἐκ τῶν σχοινομετρίων ἀποτελοῦσι κτήματος τόπον ἐξ ὁλοκλήρου. Καὶ δὴ προσέχων ἄκουε καὶ τἀληθὲς εὑρήσεις. ὑπόθου ὡς ἐμέτρησας τὸν γῦρον τοῦ χωρίου καὶ εὗρες τοῦτον ἔχοντα σχοίνους ἑξακοσίους· ἥμισυ τούτων δίωκε, ἥμισυ δ' ὑποκράτει. ὀφείλεις ἐρωτῆσαι δὲ εἰς τὰ τέταρτα ταῦτα, εἶτα πολυπλασίασον ταῦτα ἐπ' ἀμφοτέροις, καὶ ἀποτελοῦσι μοδισμὸν μοδίων δισχιλίων ὀκτακοσίων δώδεκα καὶ ἥμισυ μοδίων. εἰ δὲ προσθήσεις ἐπ' αὐτοῖς σαράκοντα κλαπέντας. ἥμισυ τούτων δίωκε, ἥμισυ δ' ὑποκράτει. ὁμοίως οὖν ἐρώτησον εἰς τὰ τέταρτα ταῦτα, εἶτα πολυπλασίασον καὶ αὐτὰ ὡς ὁμοίως· εὕρῃς ἐν τῷδε σχοινισμῷ μοδίων τρισχιλίων διακοσίων ἐκ παντὸς ὅλον ἀποτελοῦντα, καὶ γνῷς ἐκ τούτου τὸ ποσὸν τῆς γῆς ἀποκρυβείσης· τριακοσίων ὀγδοήκοντα ἑπτὰ ἥμισυ ὑπάρχει, τυγχάνουσιν ἀμφότεροι μόδιοι οἱ κλαπέντες. Πολλοὶ δὲ σχοίνων τὸ ποσὸν κλέψαι μὴ δυνηθέντες ὡς τοῦ μετροῦντος ἄριστα προσέχοντος τὸ μέτρον, ὑπερπηδῶσι κλέποντες σφραγῖδας τὰς τῶν πάλων κἀκ τούτου κλέπτονται μέτρα, γνῶθι, τοῦ μετρημένου, καὶ θαῦμα γίνεται πολλοῖς ὡς ἄξιον θαυμάτων πῶς δὴ τὸ ἅπαξ μετρηθὲν εὑρέθη αὖθις πλέον. πολλοὶ δὲ πάλοις ἐν μακροῖς τὴν σχοῖνον ἐκμετροῦντες ἐν ᾗ τὰ μέτρα πράττουσι τὰ τῆς γεωμετρίας, ἐν τούτοις δολιεύονται μετὰ τοῦ μετρημένου, χεῖρα ἐχόντων τῆς κλοπῆς πάντως καὶ τῶν μετρούντων. τοῦ γὰρ κρατοῦντος ἔμπροσθεν προκύπτοντος τὸν πᾶλον καὶ τοῦ ὀπίσω κλίνοντος ὡς ἐξακολουθοῦντος, ζημία γίνεται πολλὴ ἐφ' ἑκάστῳ σχοινίῳ κἀκ τούτου μέτρα ηὔξηνται τὰ τοῦ διπλομετροῦντος. Τινὲς δ' ὀργυίας πλείονας τῶν σχοίνων εὑρηκότες, ὅσ' ἐξ ἀέρος μέλλουσιν ἐκκλῖναι εἰς ἀέρα, ταύτας ἀποδιώκουσιν ὡς δύσκολον τὸ μέτρον, ἔχοντες πάντως ἐν αὐτοῖς, καὶ πάμπαν ἀποκνοῦντες, τῶν σχοίνων τὴν ποσότητα ἐκκόψαι εἰς ὀργυίας· τῶν ἐρωτώντων σχοινισμόν, τὴν ἅπασαν ὁμάδα, εὑρήσεις τὸ περίμετρον τῶν κεκρυμμένων τόπων. Καὶ δὴ σὺ τούτοις πρόσεχε καὶ χρῶ δικαίῳ μέτρῳ. καὶ ὅτε μέλλεις ἄρχεσθαι τῶν μέτρων τῶν τοπίων, ἑτοίμασον τὴν σχοῖνόν σου καὶ δέσμωσον τοῖς πάλοις· τὸ περιττεῦον βούλλωσον ἐν ἀσφαλεῖ προσέχων, ὡς ἂν μὴ τὸ περίττευμα προσθήσωσι τῷ μέτρῳ καὶ εἰς μακρὸν ἐκτείναντες ἐκκλέψωσι τὸν τόπον, κἀκ τούτου σφάλῃς τοῦ σκοποῦ καὶ πέσῃς καὶ τοῦ μέτρου. οἱ πᾶλοι δ' ἔστωσαν κονδοί, ἐσχάτως δεδεμένοι· τῷ μὲν πρωτίστῳ ἔστω σοι ἀκολουθῶν τζαπόντης, καὶ σφραγιζέτω πλήρωμα καὶ πῆγμα τὸ τοῦ πάλου. ἔστω δ' αὐτῷ συνοπαδὸς πιστότατός σοι πάνυ, παρατηρῶν τὸν σφραγισμόν, ὑπερπηδήσας μή πως ὁ σφραγιστὴς προσάξῃ σοι ζημίαν ἐν τῷ μέτρῳ· τῷ δ' αὖ ἑτέρῳ ἕπου σὺ καὶ πρόσεχε, μὴ οὗτος ὑπερπηδῶν σφραγίσματος τὸ μέτρον ἀποκλέψει. ἕτερος δ' ἔστω ὁπαδὸς ὁ τὴν ὀργυῖαν φέρων, μεθ' ἧς ὀφείλεις ἐκμετρᾶν τὰ περιττὰ τῆς σχοίνου τὰ μὴ ποσοῦντα ἱκανοῦν ἐξ ὁλοκλήρου σχοῖνον, ἅπερ εὑρίσκονται τυχὸν πολλάκις ἐν τῷ μέτρῳ. ἐν ταῖς ἀέρων κάμψεσιν γνωρίσματα λαυράτων ἔστω καὶ χαρακάρια τὰς σχοίνους ἐκχαράσσων, ἵνα μὴ ταύτας κλέψωσιν οἱ μέτρα ἐκφωνοῦντες. ἔστω δὲ σχοῖνος ἔχουσα ὀργυίας δέκα μόνας· τὰς δέ γε περιττεύοντας ὀργυίας ἐν τῇ σχοίνῳ ἀρίθμει, μέτρα, ψήφιζε ἐν τῷ ποσῷ, τῶν σχοίνων. καὶ ἐρωτῶν ὡς ἔμαθες ὀργυίας πρὸς ὀργυίας εὑρήσεις τὸ περίμετρον τοῦ μετρουμένου τόπου καὶ οὕτω τύχῃς τοῦ σκοποῦ καὶ οὐ ἀστοχήσεις μέτρου.