Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 59 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
59.1.1
Περὶ τῶν δώδεκα ἀνέμων διὰ στίχων πολιτικῶν Ἄνεμοι δώδεκά εἰσι, καὶ μάθε τούτων κλήσεις· ἀπηλιώτης εὖρός τε, εὐρόνοτος καὶ νότος, λιβόνοτος, λὶψ ἔπειτα, ζέφυρος καὶ θρασκίας (τινὲς ἀντὶ θρασκίου δὲ λέγουσι τὸν ἀργέστην) καὶ ἀπαρκτίας καὶ βορρᾶς καὶ μέσης καὶ καικίας. Ὅθεν δὲ τούτων ἕκαστος πνέει μαθεῖν εἰ χρῄζεις, τοῖς λεγομένοις πρόσεχε, καὶ τοῦ σκοποῦ σου τύχῃς. ἂν στῇς ὡς πρὸς ἀνατολὰς τὰς τοῦ ἡλίου βλέπων, τὰ δὲ ὀπίσθια τὰ σὰ ὦσί γε πρὸς τὴν δύσιν, πνεῖν ἐξ αὐτῆς ἀνατολῆς ἀπηλιώτην νόει κατὰ τὴν χώραν τῶν Ἰνδῶν, καὶ μετ' αὐτὸν τὸν εὖρον· πρὸς χεῖρα δὲ σὴν δεξιὰν καὶ δεξιὰ Ἰνδίας ἕξεις γε τὸν εὐρόνοτον, ὃς ἐκ Περσίδος πνέει καὶ τῆς θαλάσσης Ἐρυθρᾶς, πρὸς δὲ καὶ Ἀραβίας. ὁ νότος δ' ἐν Αἰθίοψιν αὐτοῖς καὶ Αἰγυπτίοις, τοῖς περὶ ἕω λέγω δέ, τὰς ἐκπνοὰς ποιεῖται· λιβόνοτος Λιβύην δὲ καὶ Αἴγυπτον χωρίζει· ὁ λὶψ δὲ κεῖται μετ' αὐτόν, πρὸς δύσιν τῆς Λιβύης, τὰ δεξιὰ πεπληρωκὼς γῆς μέρη τὰ πρὸς λίβα. ζέφυρος ἐναντίως δὲ ἀπηλιώτῃ πνέει, ἐκ τῶν Γαδείρων τε αὐτῶν καὶ Ἱσπανῶν Ἰβήρων. τὸν ζέφυρον τῆς ὄπισθεν σῆς ῥάχεως ἐπέγνως. νῦν δ' ἐκ τῶν ὄπισθεν μερῶν καὶ τῶν ἀριστερῶν τε πρὸς τὴν ἑῴαν χώρει μοι πάλιν ἐκ τοῦ θρασκίου· θρασκίας πνεῖ τὴν Βρεττανῶν καὶ Τυρσηνίδα χώραν, Ῥωμαίους δὲ καὶ Γερμανοὺς καὶ ἕτερα χωρία. μετὰ θρασκίαν δὲ αὐτὸν ὁδεύοντι πρὸς ἕω περὶ τὴν Θούλην ἄνεμος ὁ ἀπαρκτίας πνέει, συσφίγγοντες ἀμφότεροι Ῥωμαίους Ἰταλούς τε. μετ' ἀπαρκτίαν ὁ βορρᾶς Σκύθαις καὶ τῷ Εὐξείνῳ τοῖς Ὑρκανοῖς δὲ καὶ Κολχοῖς ὁ μέσης περιπνέει, καικίας δὲ τοῖς Ἡμωδοῖς ὄρεσι περιπνέει, ἃ κεῖται τοῖς ἀριστεροῖς μέρεσι τῆς Ἰνδίας. Οὕτως ἡμῖν ἠκρίβωται τὸ τῶν ἀνέμων γένος καὶ πρὸς τὸ καθαρώτερον ἐγράφη καὶ σαφές τε, ὅπως εἰδότες ἀκριβῶς τὰς τούτων ἐπικλήσεις καὶ πόθεν τούτων ἕκαστος καὶ ποίας ἐκπνεῖ χώρας γινώσκητέ μοι χάριτας ἀνθ' ὧν ὑμῖν εὐλήπτως σαφῶς τε παραδέδωκα τὴν περὶ τούτων γνῶσιν.

Intertext edge

Open linked passage

Note