Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 5 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Τοῦ αὐτοῦ ὑπερτίμου Ψελλοῦ περὶ νομοκανόνου καὶ τῶν τοπικῶν συνόλων Ἔχε μοι γνῶσιν, δέσποτα, καὶ τοῦ νομοκανόνου. Σύνθετος βίβλος πέφυκε νόμων τε καὶ κανόνων, κανόνων μὲν συνοδικῶν καὶ νόμων διαφόρων, τῶν Νεαρῶν δὲ μάλιστα πανσόφων θεσπισμάτων, συνηγορούντων κάλλιστα τοῖς γραφεῖσι κανόσιν. Ἔστι δὲ πρώτη σύνοδος τῇ τιμῇ καὶ τῇ δόξῃ τῶν συνελθόντων εὐσεβῶν εἰς Νίκαιαν πατέρων ἐπὶ τοῦ αὐτοκράτορος καὶ πιστοῦ Κωνσταντίνου, ὃς Μέγας ὡς ἐξαίρετος καλῶς ἐπωνομάσθη· ὧν ὀκτωκαίδεκ' ἀριθμὸς πρὸς τοῖς τριακοσίοις. Δευτέρα ταύτης πέφυκε, τῷ χρόνῳ δὲ προτέρα, τῶν ἐλθόντων εἰς Ἄγκυραν πατέρων μακαρίων, οἳ τέσσαρας πρὸς εἴκοσιν ἐξέθεντο κανόνας, οἱ δ' ἐν Νικαίᾳ εἴκοσιν ἐξέθεντο καὶ μόνους. Τρίτη σύνοδος γέγονεν ἐν Νεοκαισαρείᾳ· αὕτη μὲν πρώτη πέφυκε καὶ τῆς ἐν τῇ Νικαίᾳ, τρίτην δὲ τάξιν εἴληχεν ὡς τῶν δυοῖν ἐλάττων, τῆς μὲν τῇ ἁγιότητι, τῆς δὲ χρόνου πρεσβείοις. κανόνες δεκατέσσαρες καὶ ταύτης τῆς συνόδου. Τετάρτη τῶν ἐν Σαρδικῇ μετὰ τοὺς ἐν Νικαίᾳ· κανόνες εἷς καὶ εἴκοσι καὶ ταύτης τῆς συνόδου. Ἡ πέμπτη τῶν ἐν Γάγγραις δὲ πατέρων συνελθόντων, ὧν οἱ κανόνες εἴκοσι τυγχάνουσι καὶ μόνοι. Ἕκτη τῶν εἰς Θεούπολιν κοινῇ δεδραμηκότων (οὕτω γὰρ ὀνομάζουσι τὴν Ἀντιόχου πόλιν), ὧν πέντε πρὸς τοῖς εἴκοσι τυγχάνουσι κανόνες. Ἑβδόμη τούτων πέφυκε τῶν ἐν Λαοδικείᾳ, ὑφ' ὧν ἐξεφωνήθησαν δογματικοὶ κανόνες ἐννέα πρὸς πεντήκοντα πίστεως ὅλοι πλήρεις. Τῶν δ' εἰς Κωνσταντινούπολιν πατέρων συνελθόντων, ὀγδόη τούτων σύνοδος· ὧν ἑπτὰ οἱ κανόνες. Ἡ δέ γ' ἐννάτη σύνοδος γέγονεν ἐν Ἐφέσῳ, ὑφ' ὧν ἐξεφωνήθησαν ἐννέα κανόνες μόνοι. Δεκάτη δὲ τὸν ἀριθμὸν τῶν ἐν τῇ Χαλκηδόνι, παρ' ὧν ἑπτὰ πρὸς εἴκοσιν ἐτέθησαν κανόνες. Ὁ μέγας δὲ Βασίλειος, ἡ βάσις τῶν δογμάτων, ὀκτὼ πρὸς τοῖς ἑξήκοντα ἐθέσπισε κανόνας. Εἰς δὲ Κωνσταντινούπολιν καὶ δὶς καὶ τρὶς ἠθροίσθη λογὰς πατέρων εὐσεβῶν, ὧν οἱ κανόνες δῆλοι. Ἄλλοι τε πλεῖστοι τῶν πιστῶν ἀνδρῶν καὶ σεβασμίων κανόνας ἐκτεθείκασι κρατύναντες τὴν πίστιν· ὥσπερ ὁ Διονύσιος ὁ τῆς Ἀλεξανδρείας, Γρηγόριος ἐπίσκοπος τῆς Νεοκαισαρείας, Τιμόθεος ὁ εὐσεβὴς καὶ Κύριλλος ὁ πάνυ, Γεννάδιος ὁ θαυμαστὸς θεσπίσας ἐγκυκλίως. πρὸ τούτων διὰ Κλήμεντος ἐγράφησαν κανόνες τῶν σεβασμίων καὶ σεπτῶν καὶ θείων ἀποστόλων, πέντε πρὸς ὀγδοήκοντα σεβάσμιοι κανόνες. Οὐ πάντες δὲ θεσπίζουσι περὶ θεολογίας, ἀλλ' οἱ μὲν τὰ τῆς πίστεως κρατύνουσιν εὐλόγως, οἱ δὲ τοῖς ἁμαρτάνουσι μέτρα τῆς μετανοίας εὐθέτως κανονίζουσιν ἐν ζυγοῖς ἀκριβέσιν, οἱ δέ γε δοκιμάζουσι τοὺς χειροτονουμένους· πάντες δὲ λυσιτέλειαν εἰσάγουσι τῷ βίῳ. Ὁ κανονίσας δ' ἅπαντας ἐντέχνως τοὺς κανόνας ὅσους ἐφεῦρε, δέσποτα, κανόνας τῶν πατέρων πρὸς τὴν αὐτὴν ὑπόθεσιν εὐκαίρως γεγραμμένους, πάντας εἰς ἓν συνήγαγεν ὥσπερ ὑποτιτλώσας. ἀλλ' ἔν γε παραδείγματι τοῦτο σαφηνιστέον. τῶν κληρουμένων, δέσποτα, πολλοὶ διά τι πταῖσμα ἄδεκτοι καθεστήκασιν εἰς ὃν ἄγονται κλῆρον. πολλοὶ γοῦν ἐκανόνισαν τὰ περὶ τῶν ἀδέκτων, ἥ τε λογὰς τῶν σεβαστῶν καὶ θείων ἀποστόλων, οἱ ἐν Νικαίᾳ, δέσποτα, καὶ Νεοκαισαρείᾳ, οἵ τε μὴν ἐν τῇ Σαρδικῇ καὶ οἱ ἐν Χαλκηδόνι, ὁ μέγας τε Βασίλειος ἔγραψε περὶ τούτων. ἵν' οὖν μὴ δυσχεραίνῃ τις ἐρευνῶν τοὺς κανόνας, ὁ συναθροίσας ἅπαντας εἰς ἓν πυκτίον, ἄναξ, τέχνην ἐδημιούργησεν ἐν τούτῳ θαυμασίαν· πρὸς τὴν ὑποκειμένην γὰρ καὶ ζητουμένην φύσιν κανόνας τοὺς προσήκοντας συνήθροισεν ἐντέχνως. Ἔστι δὲ τάξις, δέσποτα, καὶ βαθμὸς τῶν κανόνων, τοῖς διαφόροις πάθεσι ταχθέντων διαφόρων. οἱ μὲν γὰρ ἀπελαύνουσι τῆς θείας ἐκκλησίας. οἱ δὲ μόνον καθαίρουσι τοὺς χειροτονηθέντας, οἱ δὲ προστίμοις ἄγχουσι τῆς ἀκοινωνησίας, οἱ δέ εἰσι σωφρονισταὶ ἐν τοῖς ἐπιτιμίοις. Δίδαξις αὕτη σύντομος τῶν ἱερῶν κανόνων.

Intertext edge

Open linked passage

Note