Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1.1
Τοῦ λογιωτάτου Ψελλοῦ περὶ λουτροῦ Πολλῶν τὸ λουτρὸν αἴτιον δωρημάτων· χυμὸν κατασπᾷ, φλέγματος λύει πάχος, χολῆς περιττὸν ἐκκενοῖ τῶν ἐγκάτων, τὰς θελξιπίκρους κνησμονὰς καταστέλλει. τὴν βλεπτικὴν αἴσθησιν ὀξύνει πλέον, ὤτων καθαίρει τοὺς πεφραγμένους πόρους, μνήμην φυλάττει, τὴν δὲ λήθην ἐκφέρει, τρανοῖ δὲ τὸν νοῦν πρὸς νοήσεις εὐθέτους. Ὅλον τὸ σῶμα πρὸς κάθαρσιν λαμπρύνει, ψυχῆς τὸ κάλλος προξενεῖ πλέον λάμπειν, τοῖς εὐσεβῶς μάλιστα τούτῳ χρωμένοις δι' ἀσθένειαν σαρκίου πολυνόσου. λούεσθε τοίνυν εὐσεβῶς, καθὼς θέμις μὴ σπαταλικῶς (καὶ γὰρ ἐγγὺς ἡ κρίσις), ἀλλ' ὡς μοναχῶν φαρμάκῳ κεχρημένοι. οὕτω γὰρ εὗρε Σολομῶν εὐμηχάνως, θυμηδίαν τε καὶ παράκλησιν φέρων σκάφαις βροτοῖς πρὶν ἀφρόνως λελουμένοις.