Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1.1
Ὀνομασία τῶν μελῶν τοῦ ἀνθρώπου Ὀνόμαζέ μοι ἀετοὺς τὰς φλέβας τῶν κροτάφων, τὰς δ' ἀρτηρίας ἤριγγας, ἄλλοι πάλιν ἀόρτας. κέβλην τὴν κάραν λέγουσι, κύβιτον τὸν ἀγκῶνα, γλήνην τὴν κόρην ὀφθαλμοῦ· γλοῦτοι κοτύλης σφαῖραι. τὸν θώρακα δὲ κίθαρον, κραντῆρας τοὺς ὀδόντας, τὰ ἔντερα χολάδας τε, γαστέραν τὴν κοιλίαν· τοῦ δὲ ἐντέρου τὸ λεπτὸν ὀνόμαζέ μοι δέρτρον. ἴτιδας φλέβας λέγουσι τὰς περὶ τὴν καρδίαν. ἦτριν ὁ περικάρδιος ὀνομάζεται τόπος. ἀκώκυα ὀνύχια καὶ φύκρη οἱ δάκτυλοι. κόρση ἐστὶν ἡ κορυφή, τὸ ἁπαλὸν δὲ βρέγμα. οἱ μήνιγγες μὲν κρόταφοι, οἱ ὀφθαλμοὶ δὲ ἴλλοι, μέτωπον ἐπισκύνιον καὶ ἕρκος τε τὰ χείλη, γνάθια κατωσάγουνα, κόρρη ἡ παρειά τε. γυῖα τὰ μόριά εἰσιν, ἤγουν τὰ μέλη ὅλα. ἀσφάραγγος ὁ λάρυγξ τε, ἄσθμα ἡ ὑπερῴα. γύρας τὸ δέρμα λέγεται, καὶ νῶτός τε ἡ ῥᾶχις. κάνθεον τὸ περίυπνον καὶ τῶν βλεφάρων τόπος. καὶ ῥὶς ἡ μύτη λέγεται, δειρός τε ὁ αὐχένας. σφόνδυλον τοῦ τραχήλου τε ἀνθερεὼν καλοῦσιν, ἰνίον τὸν ἐγκέφαλον, οὔατά τε τὰ ὦτα, μετάφρενα τὰ μεταξὺ τῆς ῥάχεος καὶ ὤμων. βαλμὸς ὁ ὀφθαλμός ἐστιν, ὁ κενεὼν λαγόνας. ὀσφὺς ἡ ζώνη λέγεται, ἰσχίον τὸ σταυρίον, ἐπιγουνίδες οἱ μηροί, ἡμίκωλα ἰξία, ἰγνύα ἀντικνήμια καὶ μήκωνες αἱ ἄντζαι, πρότμησις ὑπομφάλιον, κύστις ὑπογαστέρα. ψυαὶ οἱ περινέφριοι τόποι ἀποκαλοῦνται. ἕδρα ἐστὶν ὁ ἀφεδρών, οἱ κύλινδροι αἰδοῖα, πιρίνα τε τὸ μόριον, φαλλοὶ ὁμοῦ τὰ δύο. κώλιπα κόξα λέγεται, ἣν ἄκανθαν καλοῦσιν. αἱ περιπλεύριαι μεραὶ σπλάγχνα ἀποκαλοῦνται. μᾶζα τροφὴ ἡ ἐκ μαζῶν, ἐκχέει τε καὶ τρέφει. μάρη ἡ χείρ, καὶ θέναρ δὲ ἡ τῆς χειρὸς κοιλία. σφυροὶ οἱ ἀστραγάλιοι τόποι ἀποκαλοῦνται. κῶλα ὀστᾶ κικλήσκονται, ἄλλοι πάλιν ῥοώδη, ταρσοὺς τὰ κτένια ποδῶν, ἄντυγας τὰς καμάρας, πέλματα τὰ ἰχνόποδα· ἀπόπατος ἡ δεῖσσα.