Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 62 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1.1
Τοῦ αὐτοῦ ψώραν ἔχοντός ποτε Στίχους Μιχαὴλ τῇ καλῇ ψώρᾳ πλέκω. Ἕως πότε ψώρα με συντήκειν ἔχεις, ἕως πότε ξαίνουσα καὶ τρύχουσά με τὸν εὐκτὸν οἰκτρὸν ἐργάσαιό μοι βίον; οὕπω παλαμναία σε, λυττῶν θηρίον, ἔχει κόρος τις τῆς καθ' ἡμῶν πικρίας; οὔπω τις οἶκτος τῆς βλάβης τοῦ σαρκίου; ἀπηγόρευσα, τὰς ἀμυχὰς οὐ φέρω τὰς θελξιπίκρους· ὢ ξένης ὄντως νόσου. Οὐκ ἔστιν οὐδὲν δεινόν, ὧδ' εἰπεῖν, πάθος χεῖρον, τραγῳδέ, κνησμονῆς ψωραλέας. σύνεστί μοι γὰρ νύκτα καὶ μεθ' ἡμέραν, θλίβουσα, πιέζουσα, βιβρώσκουσά με. ἂν εἰς πόλον τις χεῖρας ἐκτεῖναι θέλῃ, πόνος τις αὐτὰς ἄλλος ἀνθέλκει κάτω· ἂν ἐξαναπτύξειε βιβλίον πάλιν, ἡ χεὶρ ἐνεργός ἐστι τοῖς πεπονθόσι· κάλαμον εἰ λάβοι τις ὡς γράφειν θέλων, ῥίψας παρευθὺ συντόμως κνᾶται μόνον, οὐχ ἡδέως μέν, ἡδέως δέ πως ὅμως. πρὸς σιτίοις ὤν, εἴτε κλιθεὶς πρὸς πότον, κνᾶσθαι προτιμᾷ, καὶ πάρεργον ἡ πόσις· φίλοις ὁμιλῶν, ἄλλο τι πράττων μέγα, ἐσθῆτος ἐντὸς λάθρᾳ κνᾷ τοὺς δακτύλους· πάρεστιν ἡ νύξ, συμπάρεστιν ἡ φίλη, ὕπνος δ' ἄπεστι γλυκύθυμος ὀμμάτων. ἔστι δὲ χερσὶ καὶ πρὸς ἀλλήλας τότε ἅμιλλα λαμπρὰ πρὸς τὸ κνᾶν ἐρρωμένως μηρούς, σκέλη, τράχηλον, αὐτὴν κοιλίαν, αὐτὰς ἑαυτάς, σώματος σύμπαν μέρος, καὶ μηδ' ἀπειπεῖν μέχρις αὐτῆς ἡμέρας. Ἄιδειν προήχθης; εὐπρεπὴς σκῆψις τότε εὔρυθμα κνᾶσθαι πᾶν μέλος σοι σὺν μέλει· καὶ καιρὸς οὐδείς, οὐ τόπος τις, οὐ χρόνος τοῖς ψωριῶσιν (ὢ καλῆς φιλεργίας) ἄμοιρός ἐστι κνησμάτων, σπαραγμάτων. Οὕτω δὲ τυγχάνουσα πάγκακον τέρας ἔχει τι καὶ θέλγητρον εἰς βραχὺν χρόνον· ὅταν γὰρ ἐντὸς τοῦ βαλανείου γένῃ, ῥίψας ἑαυτὸν εἰς ὕδωρ ὑπερζέον, παπαὶ πόσης ἂν ἡδονῆς αἴσθῃ τότε, ἀντιρρόπου πόσης τε τῆς ἀλγηδόνος ἐκεῖθεν ἐκβάς, εἶτα κνώμενος πάλιν. Πλὴν ἀλλ' ἰατρὲ Χριστὲ τῶν νοσημάτων, δὸς ἐξαναπνεῦσαί με τῆς ἀργαλέας, τῆς προξένου μοι (φεῦ) πόσης ἀηδίας. κἂν οὐκ ἐπαχθές ἐστιν ὃ φράσαι θέλω, κέλευσον αὐτήν, οἷα δαίμονας πάλαι, λιποῦσαν ἡμᾶς τοὺς τεταριχευμένους, οὓς ἐξέτηξεν ἐκ μακρῶν ἤδη χρόνων, πτῆναι πρὸς αὐτὸν Ἀδριανὸν ὡς τάχος, τὸν ἄγριον σῦν, τὴν μιαιφόνον φύσιν. κόμης τίς ἐστι, τὸν χρόνον κατὰ Κρόνον, ὃς ἐν ναῷ πάλαι με τῶν Ἀποστόλων θέλοντα πομπὴν τὴν βασιλέως βλέπειν ἀνηλεῶς ἔτυπτε (φεῦ μοι) τῷ ξύλῳ, ὤμους, κεφαλήν, ὦτα, πλευρὰς καὶ σκέλη παίων ἀφειδῶς, πᾶν μέλος μοι συντρίβων. φεύγειν δ' ἐμόχθουν καὶ φυγῆς οὐκ ἦν τόπος, ὥσπερ ποταμοῦ πλημμυρούντων τῶν ὄχλων, ἕως ἀπειπών, ἡμιθνής, βραχὺ πνέων, οἴκοι στενάζων, λειποθυμῶν ᾠχόμην. καὶ νῦν ἐν ὕπνοις τὸν κορυνήτην βλέπων ὁρμώμενον τύψαι με καὶ διδοὺς δρόμῳ, λείπω τὸν ἐχθρὸν καὶ τὸν ὕπνον αὐτίκα.

Intertext edge

Open linked passage

Note