Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 63 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
63.1.1
Τοῦ Ψελλοῦ εἰς τὴν ψυχήν Πᾶσα κτίσις κλαῦσόν με τὸν παραβάτην. ὡς δάκρυον στάλαξον, οὐρανέ, δρόσον καὶ σπίλον αἰσχρῶν ἔκπλυνον μολυσμάτων· ἥλιε, δυσώπησον ἥλιον μέγαν ψυχὴν σκοτεινὴν φωτίσαι καὶ καρδίαν· στήτω σελήνη, καὶ χορὸς τῶν ἀστέρων αἰτεῖτε λύτρον τῶν ἐμῶν ἐγκλημάτων· ἡ γῆ βόησον ἐκ μέσης τῆς καρδίας, ὄρη σταλαγμὸν ἐκβλύσατε δακρύων, θάλασσα κλαῦσον κλαυθμὸν ἠλεημένον, ἄβυσσε φωνὴν πέμψον εἰς τὸν δεσπότην. Χοροὶ προφητῶν, πατριαρχῶν, παρθένων, ἀποστόλων, μαρτύρων καὶ διδασκάλων, πάντων δικαίων, ἱερῶν σελασφόρων, ἐμὲ κραταιώσατε τῷ θείῳ φόβῳ· σφραγὶς προφητῶν καὶ τέλος θεηγόρων, ἐμοῦ φρόντισον τοῦ κατεσπιλωμένου, κρουνοὺς βράβευσον δακρύων ψυχοτρόφων, θείῳ φόβῳ σῶσόν με καὶ παρ' ἀξίαν. Θρόνοι, χερουβὶμ καὶ σεραφὶμ καὶ νόοι, κυριότητες, δυνάμεις, ἐξουσίαι, ἀρχῶν ἀρχαγγέλων τε τάξεις ἀγγέλων, ὑμῶν λιταῖς σώσατε τὸν παραβάτην. Ἀγαθοποιὲ Νικόλαε, παρθένε, πρεσβεύσατε νῦν ὑπὲρ ἀθλιωτάτου δούλου κακίστου καὶ λίαν παναθλίου. δίδοιτέ μοι χάριν τε καὶ κληρουχίαν φέρειν δέησιν ἐν φόβῳ τε καὶ πόθῳ ἄοκνον, ἀρέμβαστον, ἡγιασμένην, στερράν, ἀνεμπόδιστον, οὐρανοδρόμον. Νόος, πτέρυξι καρδίας [........], εἰς οὐρανοὺς ἄνελθε συντομωτάτως, τῶν ἀγγέλων δίελθε τὰς μυριάδας, ἀρχαγγέλων πάρελθε τὰς τριαρχίας, θείῳ θρόνῳ πρόσελθε τῷ τῆς τριάδος, ἅψαι φαεινῶν κρασπέδων παρ' ἀξίαν, καθικέτευσον καὶ τυχεῖν σωτηρίας. Ὦ πάτερ, υἱέ, πνεῦμα, τριὰς ἁγία, ἀγαθὸν ἀκένωτον εἰς πάντας ῥέον, κάλλος πολυέραστον οὐκ ἔχον κόρον, σῶσον, κατοικτείρησον, ἱλάσθητί μοι. ἥμαρτον, ἠνόμησα καὶ κατεφθάρην, ἥμαρτον, ἠδίκησα καὶ παρεσφάλην. βρέφος σκοτεινόμορφον ἠμαυρωμένον, καὶ παιδίον βέβηλον ἠχρειωμένον, καὶ μειράκιον αἰσχύνης πεπλησμένον, νεανίας κάκιστος ἐβδελυγμένος, ἀνὴρ σκολιὸς καὶ κατερρυπωμένος, μεσαιπόλιος σαπρίᾳ, μιαρίᾳ, γέρων ἀσελγής, λοιμὸς ἐσπιλωμένος. ἐκ σπαργάνων πνεύματος τὴν θείαν χάριν κατερρυπώθην τῆς ἁμαρτία ῥύπῳ. βάπτισμα θεῖον ἀφρόνως παρωσάμην, κατεζοφώθην τῆς ἀσωτίας ζόφῳ, πανάγαθον δώρημα παρεβλεψάμην. ἐβορβορώθην κακίας τῷ βορβόρῳ, ἀπεστερήθην ἀρετῶν ψυχοτρόφων, ἐξωστρακίσθην ἐνθέων χαρισμάτων, ἀπεξενώθην ἀγαθῶν αἰωνίων. στολὴν ἀφῆκα τὴν πανολβιωτάτην, ἄνωθεν ὑφανθεῖσαν, ἡγιασμένην· οὐκ ἠθέλησα τὸν βίον τῶν παρθένων, οὐκ ἠγάπησα τὸν βίον τῶν σωφρόνων· στολὴν μέλαιναν τοὔμπαλιν ἐκτησάμην, στολὴν ῥυπαράν, ἱμάτιον κακίας, χιτῶνα σαρκὸς τὸν κατεσπιλωμένον.

Intertext edge

Open linked passage

Note