Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
64.1.1
Τοῦ αὐτοῦ στίχοι γραφέντες εἰς τάφον γυναικὸς ὡς ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς Νῦν πρῶτα πικρὸν ἄλγος εἰσεδεξάμην, νῦν καρδίαν πλήττοντος ᾐσθόμην πόνου· οὐχ ὡς ἄλυπον εὐτυχήσας τὸν βίον (πολλοὺς γὰρ ὑπήνεγκα δεινοὺς κινδύνους, πολλαῖς ἐπεθρήνησα νεκροπομπίαις), ἀλλ' ὡς πεπονθὼς ζημίαν τὴν ἐσχάτην τὰς πρὶν παρεκτρέχουσαν οἰκτράς μοι τύχας. Ὦ φιλτάτη σύζυγε καὶ φωτὸς πλέον, αὐτογλυκασμὲ τῆς ὅλης μου καρδίας, Ἄννα πνοή μου, τῶν ἐμῶν φῶς ὀμμάτων, λειμὼν χαρίτων καὶ θέας καὶ τοῦ τρόπου, ἔμελλον ἄρτι καὶ σὲ δοῦναι τῷ τάφῳ καὶ μὴ ῥαγῆναι παντελῶς τὴν καρδίαν, ὡς κἀν τάφῳ λάχοιμι τὴν συνοικίαν καὶ μὴ νεκροῦ ζῶ δυστυχέστερον βίον. Ὢ τῆς ταφῆς σου τῆς ἐν ἀκμῇ καὶ δρόσῳ. εἰκοστοτετράριθμος ὁ ζωῆς χρόνος, ὡς πικροποιὸν ἐκθερίζει σε ξίφος ἡλικία ἔαρος ἐν μεσαιτάτῳ, τὴν καλλίμορφον ἀρτιβλάστητον χλόην, σὴν ἐκταμὸν πρώτιστα πεντατεκνίαν. Βαβαί, πόσαις φλέγεις με καμίνοις πόνων, ἰού, πόσαις πλύνεις με ῥείθροις δακρύων ἐν παντὶ καιρῷ, νύκτα καὶ καθ' ἡμέραν· οἷον γὰρ εἰς νοῦν καὶ κατὰ φρένας λάβω τῶν σοὶ προσόντων μυρίων χαρισμάτων, ὡς κέντριον νύττει με πρὸς τὸ δακρύειν. Ἀλλ' ὦ ξένων ἄβυσσε φρικτῶν κριμάτων, ἕνωσον ἡμᾶς, οὓς διεῖλες ἐν βίῳ, εἰς πραέων γῆν, εἰς ἀνώλεθρον βίον. 65 Εὐχὴ διιστᾷ τοὺς βροτοὺς τῶν ἐν βίῳ, εὐχὴ μεθιστᾷ πρὸς θεὸν τοὺς χρωμένους· εὐχὴ πτεροῖ τὸ πνεῦμα πρὸς θεοπτίαν, εὐχὴ σθενοῖ τὸ σῶμα πρὸς χαμευνίαν· εὐχὴ τὸ φῶς δίδωσι τῆς θεωρίας· εὐχὴ λογισμῶν ἐμπαθῶν ὁρμὰς τρέπει· εὐχὴ χορηγεῖ δωρεὰς ἀκηράτους· εὐχὴ διώκει ψυχικὴν ῥαθυμίαν, εὐχὴ διωθεῖ τὴν κακὴν ἀκηδίαν, εὐχῆς ἄγνοιαν ἀνταναιρεῖ θερμότης· εὐχὴ τὸ θεῖον εὐμενὲς καθιστάνει· εὐχὴ σκεδάζει συμφορῶν καταιγίδας· εὐχὴ βραβεύει μυστικὴν δᾳδουχίαν· εὐχὴ δεόντως συμφερόντως ἐξάγει· εὐχὴ τελειοῖ πρακτικὴν εὐκοσμίαν· εὐχὴ μεθέξει τὴν θέωσιν εἰσφέρει· εὐχὴ τὸ κρεῖττον τοῖς ἀύλοις μιγνύει, εὐχὴ τὸ χεῖρον δουλαγωγεῖ σωφρόνως· εὐχὴ λογισμῶν ἁρπαγὴ πρὸς αἰθέρα, εὐχὴ πρὸς ἀλλοίωσιν ἔνθεον φέρει, εὐχὴ φρένας δείκνυσιν οὐρανοδρόμους· εὐχὴ καλῶν πέφυκε πάντων αἰτία.