Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 66 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
66.1.1
Τοῦ αὐτοῦ πρὸς ἑταῖρόν τινα διὰ τὸ νοσεῖν Αἰαῖ, τὰ πάντα λυγρὰ καὶ κατώδυνα, πλήρη στεναγμῶν καὶ σταλαγμῶν δακρύων. Ἑταῖρε, πῶς φύγοιμι τὴν νόσον λέγε· ὡς νῦν ἐγὼ δέδοικα τὸν ταχὺν μόρον, ὃν τοὺς βροτοὺς χρὴ πανταχοῦ δεδοικέναι, σύνοικον ἐχθρὸν ὄντα, δυσμενῆ φίλον, κακοῦργον ἡδὺν καὶ πραῢν ὁδοστάτην ἄνευ ξιφῶν σφάττοντα τοὺς ὡρισμένους. πλὴν ἀλλ' οὐκ ἔστιν ὅστις εὖ διαδράσει, ἐγγὺς γὰρ ἡμῶν ὁ σφαγεὺς πορεύεται, τείνων τὸ τόξον, ἐκτινάσσων αὐτίκα βέλη τὰ πικρὰ καὶ πεφαρμακευμένα. Ἀλλ' ὦ κακῶν γένεθλον, ὦ σπορεῦ φθόνου καὶ παντὸς ἄλλου δυσχεροῦς πάσης λύμης, ἀπαγχονίζου, δαῖμον, ἔρρε, συνθλίβου, γῆς δῦθι μυχούς, ἀφανίζου, ῥηγνύου, φθείρου χαμαὶ βάραθρον ἔσχατον φθάσας, οἴκει σκοτεινὸν λάχος, ἄθρει σὸν λάχος, φίλει σιγήν, μὴ κάμνε τῶν βροτῶν χάριν, μὴ θλῖβε τοὺς νοσοῦντας οἷς οἶδας τρόποις. παύθητι τῆς σῆς, λυμεών, τεχνουργίας (τὸν σταυρὸν ὅπλον ἀρραγὲς προβάλλομαι) καὶ φεῦγε μακρὰν ἐκ βροτῶν Χριστωνύμων, ὀλέθριον σύγκυρμα δυσμαίας τύχης.

Intertext edge

Open linked passage

Note