Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1.1
Στίχοι τοῦ ὑπερτίμου Ψελλοῦ πρὸς μοναχόν τινα γράψαντα πρὸς αὐτὸν μεθ' ὑπερηφανίας καὶ δοκοῦντα εἶναί τινα τῶν σοφῶν Ἔδει μὲν ἡμᾶς, ἀδελφέ, τὰ ψυχικὰ φροντίζειν ὡς μοναχούς, ὡς ἀσκητάς, ὡς ἔξωθεν θανάτου, καὶ καθ' ἑκάστην ὡς εἰπεῖν ἡμέραν ἐπιμόνως θρηνεῖν καὶ κόπτεσθαι πικρῶς καὶ σφοδρῶς ὀλολύζειν ἐν ὀφθαλμοῖς λαμβάνοντας ὥραν τὴν τελευταίαν, καθ' ἣν ἐντεῦθεν μέλλομεν ἀπαίρειν ἐκ τοῦ βίου καὶ πρὸς κριτὴν ἀδέκαστον πορεύεσθαι δικαίως· καὶ συνεχῶς παρακαλεῖν καὶ συνεχῶς προσπίπτειν καὶ συνεχῶς ἱλάσκεσθαι τὸ θεῖον μετὰ πόνου, ὅπως χαρίσεται ἡμῖν λύτρον ἀμπλακημάτων καὶ παντελῆ συγχώρησιν πάντων τῶν ἐπταισμένων, πρὶν ἢ ῥαγῆναι τῆς ἡμῶν ὑλικῆς συζυγίας· καὶ πᾶσαν ἔχειν τὴν σχολὴν ἐπὶ τὰ θεῖα μόνα, τὰ δ' ἄλλα πάντα δεύτερα τούτου σαφῶς ἡγεῖσθαι, καὶ συζητεῖν καὶ συμμετρεῖν αὑτοὺς ἁπανταχόθεν καὶ διευθύνειν ἐμμελῶς ὁμοῦ καὶ νενηφότως, τί μὲν ἡμῖν κατώρθωται τῶν ἐποφειλομένων, τί δ' αὖθις ὑπολείπεται τῶν ἐπενδεχομένων, καὶ ποῖον μὲν ἀτίθασον ἡμερώσαμεν πάθος, ποῖον δ' οὖν ἐναπέμεινεν ἀδάμαστον εἰσέτι· καὶ σπεύδειν ὅση δύναμις πάντων ἐκκαθαρθῆναι σωματικῶν καὶ ψυχικῶν κηλίδων καὶ ῥυτίδων,† οὐ τὴν ἐκείνου εὔτασας τὸν τούτοις συνεργάτην τὸ μόνον ὑποδείξασα† τῶν ἐντολῶν τὴν τρίβον καὶ φήσαντα μὴ δύνασθαι χωρὶς αὐτοῦ ποιεῖν τι, ὅπως καὶ πάλιν ἔχωμεν τοῖς λογισμοῖς ἐμβάλλειν περὶ τῆς γνώσεως Χριστοῦ μὴ καλῶς ἐπηρμένοις, ὥς που τὸ σκεῦος ἔφησε τῆς ἐκλογῆς ὁ Παῦλος, ἐκ τοῦ γινώσκειν ἀκριβῶς ἡμῶν τὰ μέτρα ποῖα, τοῦ μήτε παρεκτείνεσθαι μηδ' ἐξισοῦσθαι θέλειν φρενῶν ὄντας ἐπιδεεῖς φρονίμων καὶ λογίων. Ἐγὼ δὲ τούτου τὴν ἐμὴν ἐντρέπων ἀγροικίαν– πᾶς γὰρ ὁ λογιζόμενος τοῦτον ἀγχίνουν εἶναι καὶ πάντα δύνασθαι καλῶς τὰ θεῖα κατοπτεύειν, οὗτος οὐδὲ τὰ πρὸς ποσὶν ἔγνω τυφλὸς ὑπάρχων, ὡς ἱκανοῦ τυγχάνοντος ὁλικῶς ἐμποδίζειν εἰδέναι τι τῶν ἀγαθῶν τοῦ δοκεῖν ἐγνωκέναι. μόνος γὰρ οἶδεν ἀμυδρῶς, οὐ πάνυ δὲ τελείως (ὡς ἐν ἐσόπτρῳ γὰρ ἰδεῖν ἀνέκραγε καὶ Παῦλος) ὁ ταπεινὸς καὶ καθαρὸς τῶν νοητῶν τὴν γνῶσιν· τοῖς ταπεινοῖς γὰρ μάλιστα, καθώς τινες ἐξεῖπον, τὸ χάρισμα τῆς γνώσεως Χριστὸς ἀποκαλύπτει. οὐδεὶς δὲ πρὸς τὸ τέλειον ἤρθη τῆς θεωρίας, οὐδεὶς ἔγνω τὸ παντελὲς πρὸ τοῦ μέλλοντος χρόνου, οὐδεὶς τὴν πᾶσαν εἴληφεν ἐν τοῖς ἀνθρώποις γνῶσιν· οὐ Μωυσῆς ὁ τὸν γραπτὸν νομοθετήσας νόμον, οὐδ' Ἀαρών, ὃν ἔχρισεν ἀρχιερεὺς ὁ μέγας, οὐ Σαμουὴλ ὁ γεγονὼς ἐκ τῆς ἀκάρπου στείρας, οὐδ' ὁ Δαυὶδ ὁ βασιλεὺς καὶ μέγιστος ἐκεῖνος, οὐχ ὁ Θεσβίτης Ἠλιοῦ καὶ θεατὴς τοῦ λόγου, οὐχ Ἑλισσαῖος ὁ πολὺς ἐν θαύμασι καὶ ξένοις, οὐχ Ἡσαΐας ὁ θεὸν ἰδὼν ἐπὶ τοῦ θρόνου, οὐχ Ἱερεμίας ὁ πολλὰ τὸν Ἰσραὴλ πενθήσας, οὐχ ὁ τῶν ἄνω θεωρὸς Ἱεζεκιὴλ ὁ μέγας, οὐ Δανιὴλ ὁ τῶν θηρῶν τὰ στόματα φιμώσας, οὐχ ὁ λοιπὸς κατάλογος τῶν προφητῶν ἁπάντων· ἀλλ' οὐδ' αὐτὸς ὁ τὸν θεὸν σωματικῶς βαπτίσας ἐν Ἰορδάνῃ γάρ ποτε, καθὼς ἀναγινώσκεις, καὶ παλαιᾶς καὶ τῆς καινῆς μεσίτης χρηματίσας καὶ μεῖζον πάντων εἰληφὼς τῶν γεννητῶν τὸ κλέος· οὗτος γὰρ μᾶλλον μαρτυρεῖ παρὰ τοὺς ἄλλους πλέον μηδὲ τὸν λόγον εἴσεσθαι τὸν τῆς οἰκονομίας· τὸ γὰρ ἀνάξιον αὑτὸν κρῖναι τοῦ μηδὲ λῦσαι τὸν σφαιρωτῆρα τῶν Χριστοῦ καλῶν ὑποδημάτων τὴν ἄγνωστον ἐδήλωσε τοῦ μυστηρίου γνῶσιν τὴν κεκρυμμένην ἀπ' αὐτοῦ– καὶ τίς λοιπὸν συνήσει; ἀλλ' οὐδ' ὁ Πέτρος ὁ τὰς κλεῖς λαβὼν τῆς βασιλείας, Πέτρος τῆς πίστεως βροτοῖς τὰς πύλας ὑπανοίγων, εἰς τὴν ἐπίγνωσιν Χριστοῦ πάντας ἐχειραγώγει. εἰ δὲ κἀνταῦθα κατασχεῖν ἐξῆν τὴν ὅλην γνῶσιν, Παῦλος ἂν ταύτην εἴληφεν, ὁ τῶν ἀρρήτων μύστης, μέχρι τρίτου οὐρανοῦ ἐπαρθεὶς μεταρσίως κἀντεῦθεν εἰς παράδεισον σωματικῶς φοιτήσας, ὁ τῶν ἀρρήτων γεγονὼς ἀκροατὴς ῥημάτων. ἀλλ' οὗτος ὁ τὸ κήρυγμα πανταχοῦ κατασπείρας, μίαν δὲ πᾶσιν δεδωκὼς ἐπίγνωσιν λατρείας, τὴν ἐν πατρί τε καὶ υἱῷ καὶ πνεύματι τῷ θείῳ, καὶ διδαχαῖς καὶ δόγμασι τὴν ὅλην ἐκκλησίαν καταπλουτίσας ὡς οὐδεὶς τῶν ἀποστόλων ἄλλος, τὴν ἐσομένην ἔλλαμψιν καὶ τὴν τῶν ὧδε γνῶσιν συγκρίνειν ὡς οὐκ ἄλλος τις τῶν ἐπὶ γῆς ἁπάντων, σκιὰν τὸν νόμον ἔφησεν τῆς χάριτος τυγχάνειν (τύπου τύπον, ὡς εἶπέ που τὶς ἄλλος θεολόγος), τὴν χάριν δ' ἀπεικόνισμα τοῦ μέλλοντος αἰῶνος, δεικνὺς ὡς δῆθεν ἀδρανῆ τῆς χάριτος τὴν γνῶσιν πρὸς τὴν ἐκεῖ τελείωσιν τῶν ἤδη καθαρθέντων. εἰ δὲ Παῦλος μαρτύρεται ταῦθ' οὕτως ὄντως ἔχειν καὶ πάλιν ἀλλαχοῦ τρανῶς ἀναβοᾷ καὶ λέγει, «ἐκ μέρους μὲν γινώσκομεν, ἐκ μέρους δὲ λαλοῦμεν, ὅταν δ' ἔλθῃ τὸ τέλειον, οἰχήσεται τὸ μέρος,» συναριθμεῖ δὲ τοῖς λοιποῖς ὡς τὰ πολλὰ καὶ τοῦτον, ἐῶ λέγειν ἄλλον† μὴ† τῶν ἐφεξῆς ἁγίων, κἂν γνῶσιν εἴληφε πολλὴν ἐκ θείας ἐπιπνοίας, ἐμὲ δὲ καὶ τοὺς κατὰ σὲ θήσει τις, εἰπέ μοι. αἰσχύνομαι καὶ δέδοικα τὴν τόλμαν ταῦτα γράφειν. Ἀλλ' ἀντιλέγειν ἐγχειρεῖς τοῖς λεγομένοις τούτοις, ζητεῖς δὲ πότε καὶ τὸ ποῦ τῆς γνώσεως τὸ πλῆρες; ἐλθὲ καὶ μάθε πρὸς ἡμῶν ποῦ τε καὶ πότε τοῦτο· ὅταν Χριστὸς φανερωθῇ σὺν πᾶσι τοῖς ἁγίοις κατὰ δευτέραν τὴν αὐτοῦ μεγάλην παρουσίαν, καθ' ἣν ἐξαναστήσεται πᾶσα βροτῶν ἡ φύσις. τότε γὰρ οἱ μὲν πονηροὶ καὶ ῥυπαροὶ τοῖς ἔργοις τῷ γνωστικῷ τῆς χάριτος ἀποτμηθέντες λόγῳ εἰς κόλασιν ἀχθήσονται, κἂν τῆς Χριστοῦ μερίδος ἐδόκουν εἶναι, τὸ [ν Χριστὸν] ἀρνούμενοι τοῖς τρόποις· οἱ δ' αὖ γε τοὺς τῆς ἀρετῆς ἀνύσαντες καμάτους καὶ τῆς ψυχῆς φυλάξαντες καλῶς τὸ κατ' εἰκόνα, οὗτοι καὶ μόνοι λήψονται τῆς νίκης τὰ βραβεῖα καὶ τὰς ὁσίας ἀμοιβὰς καὶ τὴν ἀγήρω λήξειν. γνῶσις δὲ ταῦτα πέφυκε τῆς τριλαμποῦς ἑνάδος, ἥνπερ τὴν μόνην ἔφησεν οὐρανῶν βασιλείαν Γρηγόριος ὁ πάνσοφος καὶ μέγας θεολόγος. πλὴν δ' οὐκ ἐπίσης ἅπαντες εἰσδέξονται τὴν αἴγλην· δεῖ γὰρ καὶ τούτους ἐρευνᾶν, τριάδος προτεθείσης, τῆς ἑνιαίας καὶ τριπλῆς πρώτης ἀγαθαρχίας, ἀλλ' ἕκαστος ἀνέλπιστον δέξηται φωταυγίαν τῆς ἐν σαρκὶ τηρῶν αὐτοῦ καθάρσεως ἧς ἔσχεν. ἄλλη γὰρ δόξα† ἤγγικεν†, ἡλίου φέγγος δ' ἄλλη· «ἀστὴρ ἀστέρος» γάρ φησιν «ἐν δόξῃ διαφέρει.» οὕτω δὲ καὶ μοναὶ πολλαὶ παρὰ θεῷ τελοῦσαι τοῖς πᾶσι μερισθήσονται κατά γε τὴν ἀξίαν. Ταῦτα γοῦν ἔδει καὶ ποιεῖν καὶ μελετᾶν καὶ γράφειν καὶ μὴ πρὸς χρήσιμον οὐδὲν τοὺς λόγους ἀναλίσκειν. ἀλλ' ἐπειδὴ κινούμενος πόθεν εἰπεῖν οὐκ οἶδα ἐπεγγελᾶν καὶ κωμῳδεῖν ἐπιχειρεῖς ἡμᾶς γε, καὶ τοῦτο καὶ μεθ' ὧν αὐτὸς γραμμάτων γράφειν οἶδας, φέρε λιπόντες ἅπαντα τὰ σεμνὰ τῶν λογίων τοῖς ἴσοις κωμῳδήμασιν ἀνταμειψόμεθά σοι. εἰ δέ τι καὶ πλατύτερον ὁ παρὼν ἕξει λόγος, τὰ σὰ περιεργότερον ἐξερευνῶν καὶ λέγων, τῷ λόγῳ χάρις τῷ τὸν νῦν δεδωκότι μοι λόγον. ἀλλ' οἶδα πῶς ἀτέλεστοι πάντες εἰς θείαν γνῶσιν· ἐπαναλήψομαι καὶ γάρ, «παράκλητον ἐκπέμψω»· ἔμαθες πῶς πεφύλακται πάλιν Παῦλος ὁ θεῖος· ἔγνως ὡς πάντες ἄνθρωποι πρῶτοι δεύτεροι τρίτοι· πρὸς γνῶσιν οὖν ἀνάλαβε καὶ γίνωσκε τί γράφω. λοιπὸν οὖν κατανόησον καλῶς ὑπὸ τῶν ἄλλων, καὶ παῦσαι τοῦ γνωσιμαχεῖν καὶ παῦσαι τοῦ διδάσκειν καὶ παῦσαι τοῦ λογογραφεῖν ὡς εἷς τῶν λογογράφων καὶ παῦσαι τοῦ κενοδοξεῖν ὥς τις τῶν τεχνογράφων· τούτων ἁπάντων ἄμοιρος καθεστηκώς, ὦ φίλος, μόνον δὲ κάθαραι σαυτὸν ἀπὸ πάσης κακίας ταῖς συνεχέσι καὶ πυκναῖς εὐκτικαῖς λειτουργίαις καὶ τῇ πρὸς τὴν ἀκήρατον οὐσίαν ἀναβάσει· καὶ τίμα τὴν ταπείνωσιν καὶ τίμα τὴν ἀγάπην καὶ τίμα τὴν εὐλάβειαν, καὶ σοφὸς ἔσῃ μέγας. Ἀλλ' ἀντὶ τίνος εἵνεκα λέλεκται τὰ παρόντα, καὶ τίνος χάριν πρὸς τὴν σὴν ἀγάπην ἐπιστέλλω; οὐ γὰρ ἀλόγως οὐδ' εἰκῇ ταῦτα κάθημαι πλέκων, ἐπαναμνήσθητι δὲ νῦν οὗ χάριν ἐπιστέλλω. γράμμα ποτέ μοι πέπομφας ὅλον ἀλαζονείας δεικνύντα σε σοφώτατον καὶ καλὸν στιχοπλόκον, μεμφόμενος καὶ τὴν ἡμῶν ὡς οἶδας ἀγροικίαν· εἶχε δὲ καὶ μικρά τινα ψυχὴν κατακεντοῦντα καὶ τὸν ψόγον εἰσάγοντα κεκαθαρμένῳ βίῳ. καὶ ταῦτα πάντα δέδρακας, ὡς ὁ θεὸς γινώσκει, καὶ τὴν ἐμὴν γὰρ δύναμιν ἀκριβῶς ἐξετάζων, μὴ κεκτημένος πρόφασιν οὐδαμοῦ παροινίας. Ἐγὼ δὲ τοῦτ' ἀνεγνωκὼς καὶ θέλων ἐκδικῆσαι, οὐκ ἐμαυτόν (μὴ γένοιτο), τὴν ταπείνωσιν δέ γε, ἧς εἰς γῆν ἀπερρίψαμεν ἅπαντες τὸ φορτίον, στίχους τινὰς συνέπηξα πρὸς τὴν σὴν ἁγιστείαν, ὁμοῦ μὲν πρὸς ταπείνωσιν ἐνάγων σου τὴν γνώμην, ὁμοῦ δὲ καὶ πρὸς ἔρωτα φιλομαθείας ἕλκων, ὡς ἐκ τοῦ σκώπτειν καὶ μικρὸν τὴν τέχνην ὑπανοίγων. σὺ δ' οὐκ ἠνέσχου τὴν ἡμῶν εἰσδέξασθαι παιδείαν ἐκ συμπαθείας καὶ πολλῆς ἀγάπης φερομένην, εἰ καί τι δάκνον εἶχέ που καί τινας εἰρωνείας, τοῦ γράμματος ἀνάλογον οὗπερ ἀπέσταλκάς μοι. ἀλλὰ λαλεῖν βουλόμενος, μὴ θέλων δ' ἐπακούειν, καὶ τότε καὶ πρὸς ἄνθρωπον μηδέν σ' ἠδικηκότα, πάλιν καθὼς μεμάθηκα παρὰ τινός μου φίλου ἔσπευσας ἐπαμύνασθαι τὰ παρ' ἐμοὶ γραφέντα, καὶ φοιτᾶν πρὸς γραμματικοὺς καὶ πρὸς τοὺς τεχνογράφους καὶ δι' αὐτῶν τὰ καθ' ἡμᾶς στιχοπλοκεῖν ἀσέμνως, σκώπτειν κατεπειγόμενος τὸν πτωχόν μου πατέρα καὶ τὴν ἐμὴν ἀνατροφήν, ὁποία ποτ' {ἂν} οὐκ οἶδες, καὶ τὴν ἐπὶ μαθήμασι γραμμάτων ἀπειρίαν· ὑποκριτὰς ἀποκαλεῖς τὸ γένος τὸ δικό μου καὶ πάντα λέγεις καὶ ποιεῖς, οὐ παύεσαι οὐδ' ὅλως προβάτου μὲν δέρμα φορεῖν, λύκου δὲ γνώμην ἔχειν, κἀντεῦθεν πάντας ἀπατᾶν ὡς ἀφανὴς τοῦ τρόπου. Ταῦτα τοίνυν ἐγὼ μαθὼν {ὡς} ἀφ' οὗπερ ἔφην φίλου (οὐ γὰρ ἑώρακα λοιπὸν ἀκμὴν τὰ γράμματά σου) πρῶτον μὲν {γὰρ} ὡμολόγησα, καὶ νῦν ὁμολογῶ σοι· οὐκ ἔστι ψεῦδος, ἀδελφέ, τὰ παρὰ σοῦ λεχθέντα, ἀλλ' ἀληθῆ καὶ φανερὰ καὶ πρόδηλα τυγχάνει καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν καὶ κατὰ μέσον Ἄργους, καὶ μοναχοῖς καὶ κοσμικοῖς καὶ γυναιξὶν ὡσαύτως. καὶ ταῦτα μὲν τὰ προφανῆ, καθὼς καὶ σὺ γινώσκεις· εἰ δ' ἔγνως τὰ λανθάνοντα, τί δὴ καὶ λέγειν εἶχες; ἐγὼ γὰρ μόνος, ἀδελφέ, καὶ τὴν ἄλογον φύσιν ἐν πλημμελήμασιν αἰσχροῖς ἀσώτως ὑπερέβην· γνώμης γάρ μου στρεβλότητος, ψυχῆς φιληδονίας, οὐ φθάσει μέτρον ἀριθμὸς οὐδὲ θαλάσσης ψάμμος. ὅθεν οὐκ ἔχω λέγειν τι πρὸς ταῦτα τὸ παράπαν οὐδ' ἀντικρίνειν τοὺς ἐμοὺς φιλαλήθεις ἐλέγχους· ἀλλὰ καὶ χάριν μάλιστα μεγάλην ἔχω τούτοις, καὶ δι' αὐτῶν τὰ τραύματα γνωρίζω τῆς ψυχῆς μου. Καὶ τοῦτο κατωνείδισας, τὴν πρώτην μου πενίαν·† οὐδ' ἄλλωναν† ὠνόμασας καὶ γέννημα πασπάλης καὶ βεριδάριν ἐφεξῆς καὶ τέκτονα καὶ τἄλλα, ὅσα λέγειν ἐοίκασιν κιθαρῳδοὶ καὶ μῖμοι, σαυτόν τινα τῶν εὐγενῶν τρανῶς ἐπιφημίζων. τοῦτο τὸ πάθος ἡσυχῇ φέρειν οὐκ ἠδυνήθην οὐδὲ βαθείᾳ παρελθεῖν σιγῇ τὴν ἀτιμίαν οὐδὲ τὸν Ἐνδυμίωνος μακρὸν ὕπνον καθεύδειν. καὶ γὰρ οὐδ' ἄξιόν ἐστιν οὐδ' ἀνεκτὸν τοῖς πᾶσι κέρκωπας μὲν εὐδοκιμεῖν, λέοντας δ' ἡσυχάζειν, ἢ τοὺς κηφῆνας λιγυρὸν ἀνακρούεσθαι φθόγγον, τοὺς δὲ τέττιγας παύσασθαι τοῦ τερετίζειν ὅλως. ὅθεν μικρόν τι καταθεὶς τὰ τῆς στρατείας ὅπλα, ἅπερ τῷ Παύλῳ σύνηθες τοὺς μοναχοὺς ὁπλίζειν τοὺς αἴροντας τὸν πόλεμον πρὸς τὰς ἀρχὰς τοῦ σκότους, λόγου τέχνην ἀντιλαβὼν ἐννοίας ἀντιθέτου μικρὸν ἀπολογήσομαι πρὸς τὰ πρὸς σοῦ γραφέντα. τοῦτο γάρ με καὶ Σολομῶν πανευπρεπῶς διδάσκει, ἄφρονα κατὰ τὴν αὐτοῦ μωρίαν ἀπελέγχειν, ἵνα μὴ δόξῃ παρ' αὐτῷ φρονιμώτατος εἶναι. Ἀλλὰ συγγινωσκέτω μοι πᾶς εὐλαβὴς καὶ σώφρων καὶ πᾶς ἀνὴρ ἐπιεικὴς καὶ συνετὸς τὸν τρόπον καὶ πᾶς ὃς φεύγειν ἔγνωκε τοὺς γελοιώδεις λόγους ὡς παντελῶς ἀνάξια γράφειν ἐπισταμένων βίου καὶ λόγου καὶ ψυχῆς ἀνθρώπων φιλοθέων, καὶ πῶς ὁ μὲν τῶν στίχων σου βλέπει πρὸς μεσημβρίαν, ἄλλος δὲ πρὸς ἀνατολάς, ἕτερος δὲ πρὸς ἄρκτον, οὐδὲ πρὸς δύσιν μηδαμῶς σύνταξιν ἐσχηκότες, δεικνύντες σε μηδὲ τὰς τρεῖς μαθεῖν τοῦ Στησιχόρου· καὶ πάλιν ἀποδείξω σε κολοῖον τὸν κολοῖον. Ἀλλ' ἴθι δεῦρο πρὸς ἡμᾶς, Ἀφθόνιος ὁ ῥήτωρ, ὁ πάσης τῆς ῥητορικῆς εἰσαγωγὴν προτάξας, καὶ λέξον πόθεν ἄμεινον ἀπάρξομαι τοῦ λόγου, καθάπερ πρὶν τὸν Σόλωνος σοφὸν† ὑπαίρει† λόγον ἔδειξας πᾶσιν ἐμφανῶς εἴδη τῶν ἐγκωμίων καὶ πόθεν χρὴ κατάρχεσθαι τῶν ἐπιχειρημάτων. ναί, ἔκφρασον καὶ πρὸς ἡμᾶς τὰ τοῦ σαλοῦ, πῶς λέγει, καὶ «μὴ σιγήσῃς» ἥκιστα «μηδὲ καταπραΰνῃς», ὥς που Δαυὶδ πρὸς τὸν θεὸν ἀνέκραγε μεγάλως. «Τί με καλεῖς, ὦ μυλωνᾶ καὶ μοναστὰ τὸν τρόπον, εἰς χεῖρας ἔχων τὰ ποτὲ γραφέντα παρ' ἐμοίγε; τρῖψον ὡς μύλος ἔντομος, ὡς βεριδάρι γλώσσῃ, ἄλεσον δ' ὥσπερ ἄλευρον, λίκμησον ὡς πασπάλην τὸν καρβουνάρι (προϊὼν ὡς ὁ λόγος δηλώσει), καὶ δὸς αὐτῷ πληρέστατον ἀλλάγιον καὶ σῶον, ἵνα μηκέτι παρὰ σὲ μολὼν ἀλήθῃ λόγους. μὴ τοίνυν κάμνῃς, ἄνθρωπε, τοῦτο κἀκεῖνο λέγων· ἄρξου συντόμως ἀπ' αὐτῶν αὐτοῦ τῶν προπατόρων. τοῦτο γὰρ εἶδος καθαρὸν καὶ τάξις ἐγκωμίου, τὸ διδάξαι τοὺς ἐφεξῆς πόθεν ἡ τούτου ῥίζα.» Ἐγὼ λιπὼν τοὺς δὲ λοιποὺς αὐτῷ καὶ τούτῳ μόνῳ ὡς ἔχει διαλέξομαι σαφῶς τὰ περὶ τούτου. εἴθε γοῦν ἑτεροφυές· καὶ μάθε πόθεν ἔφυς. ἀκήκοά ποτέ τινος τάδε λαλοῦντος πρός με· καὶ γὰρ εἰς τοὺς προπάτορας ἔφασκε λόγους ἔχειν, ὅτι τὰς χώρας τῶν Περσῶν σπουδάζοντες ἐκφεύγειν, ἡνίκα τὴν ἀνατολὴν ἀφειδῶς κατεπόρθουν, ἀνόμοις ἄλλοις καὶ φθόροις συνέπιπτον βαρβάροις, Πάρθοις, Οὔννοις, Ἀγαρηνοῖς, Κωμάνοις, Ἀρμενίοις, ὑφ' ὧν συλλαμβανόμενοι παραυτὰ καθ' ἑκάστην, οἷα φιλοῦσιν βάρβαροι δρᾶν ἐν τοῖς αἰχμαλώτοις, τοῦτο δὴ κἂν τῇ μάμμῃ σου δεδράκασιν ἀθλίως. ὅθεν, ὡς ἔστι συνιδεῖν ἐντεῦθεν ἀδιστάκτως, γένος τὸ σὸν ἐνόθευσεν ἡ θαυμαστή σου μάμμη· καὶ γὰρ καὶ παῖδα τέτοκεν ἐξ αὑτῆς ἡ γενναία, τοῖς προλεχθεῖσιν ἔθνεσιν ἀσέμνως συμπλακεῖσα· ἐξ οὗ μετὰ τῶν ἀδελφῶν† κατά τε† τῶν ἰδίων. Ἔνθεν ἐγώ σε Λιβυκὸν ἀποκαλῶ θηρίον, οὐ μήν τινα τῶν εὐγενῶν, ὡς αὐχεῖς, ἐκομπώθης. λέγουσιν οἱ φιλόσοφοι τοιάδε τῶν Ἑλλήνων, ὧν εἷς καὶ πρῶτος πέφυκεν Ἀριστοτέλης εἶναι, ὡς ἔστι τόπος ἄνυδρος, ὁ τόπος τῆς Λιβύης, μιᾶς καὶ μόνης ἐν αὐτῇ πηγῆς βραχείας οὔσης, ἐφ' ᾗ καὶ συναγόμενα τὰ πανταχοῦ θηρία πρὸς τὸ παραμυθήσασθαι τὸν καύσωνα τῆς δίψης φύρδην ποιοῦνται τὰς αὐτῶν ἐκεῖσε συνουσίας, ὅταν καιρὸς πρὸς συμπλοκὴν κατάγεται† εἰς αὕτα†. διὸ καὶ τὸ γενόμενον ἐκ τῶν πολλῶν γεννάδων Λιβυκὸν ὡς πολύσπορον ὠνόμασται θηρίον. Ἔξεστι δὲ καὶ γραφικὴν ἐπαγαγεῖν σοι ῥῆσιν, ὅπως εἴη τὰ κατὰ σὲ κακῶς κεκυρωμένα, ὡς Ἀμορραῖός σοι πατήρ, ἡ μήτηρ δὲ Χετταία. οὐδὲν οὖν κατεψεύσατο κἂν ὅστις ἦν ἐκεῖνος, ὁ τὴν ἀφήγησιν εἰπὼν ἐμοὶ τὴν προκειμένην, εἰς ἔργον τὸ λεχθὲν αὐτῷ σοῦ νῦν ἐξενεγκόντος. ἔτι γὰρ γλῶσσαν πάτριον καὶ στενὴν κεκτημένος, βαρβάρους ὡς ἂν εἴποι τις ὡς μηδὲ χρὴ λαλῆσαι, καὶ μὴ μαθών, ὡς ἔοικεν, ἀκμὴν τὰ τῆς Ἑλλάδος, τούτου χάριν ἐπιφοιτᾷς πρὸς† γρύκων† τοὺς λογίους, μανθάνων στίχους† τρίκιστους† καὶ πρὸς ἡμᾶς ἐκπέμπων. ἀλλὰ καὶ γράμμα τῶν Μουσῶν ἐνηγωνίζου μάτην, ὀλίγα γὰρ προέκοψας ὀψιμαθὴς ἐν βίῳ. Ἀλλ' αὕτη μὲν τῆς σῆς σειρᾶς ἡ γενεαλογία, Περσῶν, Ἀράβων καὶ Σκυθῶν, Πάρθων καὶ Μήδων γόνε· τὸ δ' ἐπιτήδευμα οἷον, πλεῖόν τι καὶ ποικίλον. ὅμως τὸ πρῶτον εἴπωμεν τοῖς θέλουσιν ἐν πρώτοις. διττὴν τὴν τέχνην εἴρηκεν φιλόσοφος ὁ Πλάτων, πρακτικήν τε καὶ λογικήν, ὄντως γὰρ οὕτως ἔχει. ὧνπερ τὴν μίαν σὺ μαθών, ἀνατραφεὶς εἰς Κρήτην, καταλαβεῖν οὐκ ἴσχυσας οὐδ' ὅλως τὴν δευτέραν. ἣν οὐδὲ τέχνην ἔγωγε λελέξω τὸ παράπαν· μὴ νόμιζε τὴν λογικήν, τὴν πρακτικὴν γὰρ λέγω. τίς γὰρ πλινθοποιητικὴν ὀνομάσαιτο τέχνην; ἀλλ' οὐδὲ ταύτην ἀκριβῶς ἤσκησας, ὡς ἀκούω, ὡς ἀφυής, ὡς ὀκνηρός, ὡς ἀθύρμασι χαίρων, ἔτι τελῶν, ἔτι συνὼν μετὰ τῶν πηλοφόρων πρὸ τοῦ τὸ σχῆμα μετελθεῖν τοῦτο τῶν μοναζόντων. καὶ εἴπερ μου τοῖς† λίβασιν† πιστεύειν ἀπαναίνῃ, τὸν ὦμον ἀποκάλυψον, ἄρξου τὸν χιτωνίσκον, καὶ πάντας ὄψει τὰς οὐλὰς τὰς ἐκ τῶν καρδοπίων. καθάπερ γὰρ τοὺς Πέλοπος† μόνος ἐδίδου πέλας τὸ παρ' ἐλέφαντος ὠσὶν ὡρόμενοι ἀγρίοι†, οὕτω καὶ σὲ δηλοῖ κακαῖς αἰκίαις παραπέσειν. Ἀλλ' ἔδει πάντως, ἔδει σε μιᾷ καὶ μόνῃ τέχνῃ συμβιοτεύειν καὶ συζῆν, καὶ μὴ πολλὰς αἱρεῖσθαι καὶ ζημιοῦν τὸν ἀδελφὸν πλεονεξίας τρόπον. ὁ γὰρ θεὸς οἰκονομῶν τὰ καθ' ἡμᾶς χρησίμως τούτου χάριν πᾶσαν ἡμῖν ἐξεῦρεν ἐπιστήμην, ἵν' ὁ μὲν ταύτην μετιὼν πορίζοιτο τὴν χρείαν, ὁ δ' ἐκείνην ἐξασκῶν τὸ ζῆν ὡσαύτως ἔχοι. σὺ δὲ τὰς πάσας συλλαβὼν σχεδὸν ἐξ ἀπληστίας ἀποστερεῖν τὸν ἀδελφὸν πῶς οὐδὲν ἐλογίσω, τοῦ Παύλου κυριεύοντος νήφειν ἐξ ἀδικίας; καὶ γὰρ ποτὲ μέν, λέγουσιν, ὑπῆρχες πλινθοκόπος, ποτὲ δὲ πάλιν κηπουρὸς εἰς τὸ τζουκανιστήριν, ἄλλοτε δὲ θερμοδοτῶν εἰς τοῦ Μακρῆ Κοχάλου, ὅπερ ἐστὶν ἐπίσημον τοῦ κάστρου βαλανεῖον, πολλαῖς μεθαρμοζόμενος τέχναις καὶ μεθοδείαις, ὥσπερ ἐκεῖνος ὁ Πρωτεὺς εἰς σχήματα παντοῖα. Ἐγὼ δ' ἀναμνησκόμενος τὰς ἐν Αἰγύπτῳ πάλαι τοῦ Ἰσραὴλ κακότητας ἐπὶ τὴν πλινθουργίαν καὶ τὴν ἀδάπανον αὐτοῦ τῶν κόπων ἀκαρπίαν, καὶ Δαναοῦ τῶν θυγατρῶν εἰς πίθους ἐπαντλήσεις, καὶ λογισάμενος τὸ πῶς ἤντλησας ἀσκοδαύλας, καὶ τότε πάλιν ἔπραξας τὰ πρὸ μικροῦ λεχθέντα, θαυμάζω πῶς ὑπήνεγκας τοῦ ταλαιπώρου βίου τὴν δύστηνον καὶ μοχθηρὰν ζωὴν καὶ παναθλίαν. Καὶ ταῦτα μὲν μικράν τινα παραψυχήν πως φέρει, εἰ καὶ δεινὰ καὶ χαλεπὰ καὶ δυσχερῆ τυγχάνει· τὸ δὲ τίλλειν τοὺς ὄρπηκας καὶ πρὸς γῆν καταφέρειν καὶ σχίζειν μὲν ἰθυτενῶς, συγκόπτειν δ' ἐγκαρσίως, καὶ στοιβάζειν ὡς ἐν βουνῷ καὶ πῦρ αὐτοῖς ἀνάπτειν καὶ καταψύχειν ἄνθρακας καὶ μεταφέρειν τούτους καὶ πωλεῖν καὶ πορίζεσθαι τὴν ἐδωδὴν ἐντεῦθεν, ποίαν οὐκ ἀποκρύψειεν ὑπερβολὴν πενίας, τίνα δ' οὐκ ἂν ἐκπλήξειαν οἱ κόποι τε καὶ μόχθοι; ὑπερτεροῦσιν οὗτοι γάρ, ὡς οἶμαι, καὶ τῶν πόνων οὓς μοναχὸς γενόμενος ἀνέτλης μετὰ ταῦτα. Ταῦτα λαλεῖν οὐδὲν ἐξῆν ἄλλον ἢ Δημοσθένην τὸν πικροῖς ἐνθυμήμασι βαλόντα τὸν Αἰσχίνην, ὅταν αὐτῷ διείλεκτο τὰ Περὶ τοῦ στεφάνου· ἐμοὶ δ' ἡ γλῶσσα καὶ στενὴ καὶ φορτικὸν τὸ γράφειν, ἄλλων τιῶν ἑλκόντων με πρὸς τὴν ἐκείνων πρᾶξιν, ὧν μέλλω δίκην ὑποσχεῖν τὴν ἀμοιβὴν† δοκοῦντα†· ὅθεν μικρᾷ τινι γραφῇ τὸν λόγον καταστέλλω. Ἔγνωσα τοὺς προπάτορας, ἔγνωσα τοὺς τεχνίτας· ἔμαθες ὅτι {ἐκ} τῶν πολλῶν εἷς ὑπάρχων θρασύς τις, ἢ μᾶλλον ἔξω τῶν πολλῶν (ἐθνικὸς γὰρ τῷ γένει), συναριθμητέος καὶ σὺ μεθ' ἡμῶν τῶν πενήτων. οὐδὲν βλάπτει τὸ πένεσθαι τῆς ἀρετῆς παρούσης· σύντροφος πέλει τῆς σεπτῆς ἀρετῆς ἡ πενία. πλεονεξία δέδηχε πτωχούς τε καὶ πλουσίους· αὕτη τὴν ἴσην ἄνισον ἀπειργάσατο φύσιν, αὕτη τὸ γένος εἰς πολλὰς ἐμέρισε μερίδας. δυσκόλως εἰσελεύσεται πλουτῶν εἰς βασιλείαν· θεοῦ φωνή, καὶ νόμιζε χαμαὶ ταύτην μὴ πίπτειν, καὶ μὴ φυσᾷς ἀνόνητα μηδὲ κομπάζῃς μάτην, μηδὲ τὸν τράχηλον ὑψοῖς, μὴ τὴν ὀφρῦν ἐπαίρῃς, μὴ τοῖς δακτύλοις τῶν ποδῶν βαίνῃς ἐπὶ τὴν† πίζαν†, μὴ τῷ χιτῶνι τῷ φαιῷ σεμνύνῃ καὶ τῷ βάκτρῳ, ὥσπερ ἐπὶ τῶν Κυνικῶν λέγεται φιλοσόφων· μὴ τῷ βάθει τοῦ πώγωνος καὶ τῷ ξανθόθριξ εἶναι καὶ τοῖς τοιούτοις ἅπασιν εὐγενὴς δόκει πλέον, οὐ γὰρ ἐν τούτοις πέφυκεν εὐγενὴς καθορᾶσθαι. εἰ δὲ κἀν τούτοις, ἄνθρωπε, τὸν εὐγενῆ νομίζεις, ὁ τράγος ἐστὶν εὐγενὴς πολλῷ σου καὶ μειζόνως· καὶ γὰρ ἐν τούτοις ἔγνωμεν μεγάλας γενειάδας καὶ σπλαγχνικὰ τὰ σχήματα τὰ τῆς ἀλαζονείας,† ἦν καὶ προπορευόμενων† μεγάλων αἰπολίων. ἐκεῖνον εὐγενέστατον καὶ φρόνει καὶ λογίζου, εἰς ὃν ὁ φόβος τοῦ θεοῦ συνεχῶς ἐφιζάνει, ὅστις ἀδούλωτον τηρεῖ τῆς ψυχῆς τὴν ἀξίαν, ὅστις τὰ πάθη τῆ σαρκὸς ἀπονεκρῶσαι σπεύδει, ὅστις κόσμον μεμίσηκε καὶ τὰ τοῦ κόσμου πάντα, ὅστις ἔνοικον ἔλαβεν τὴν τρισήλιον αἴγλην, ὅστις ἐκάθηρεν αὑτοῦ τὴν συνείδησιν ὅλην, ὅστις ὥσπερ ἐν οὐρανῷ περιπατεῖ τῇ γαίᾳ, κἂν σκηνογράφου πέρφυκεν οὗτος υἱὸς τυγχάνειν, κἂν ἁλιέως καὶ βοσκοῦ καὶ κηπουροῦ καὶ ῥάπτου, κἂν περάτου καὶ καλιγᾶ καὶ κτενᾶ καὶ ὑφράντου, κἂν τέκτονος καὶ μυλωνᾶ καὶ μισθωτοῦ καὶ ναύτου, κἂν μίμου καὶ θυμελικοῦ καὶ μαστροποῦ καὶ μάγου, κἂν συκοφάντου καὶ μοιχοῦ καὶ κλέπτου καὶ φονέως. οὐδένα γὰρ βδελύσσεται τούτων ἡ θεία χάρις οὐδ' ἀποστρέφεταί ποτε θεὸς τὸ τούτου πλάσμα, ὁπόταν νεύσῃ πρὸς τὴν γῆν ἐξετάζων καρδίας· ἀπροσωπόληπτός ἐστιν τοῦ πλάσματος ὁ πλάστης. καὶ πρόσσχες οἷα φθέγγομαι πρὸς τὴν σὴν εὐδοξίαν, ὁ δυστυχὴς καὶ ἄθλιος, ὁ καὶ μεμολυσμένος, ὁ μηδὲν ἕτερον ἰδὼν ἀλεύρου καὶ πασπάλης. Εἰ δὲ καὶ βούλει κατιδεῖν θεοῦ μεγάλου τρόπους, μάθε πόθεν ἐξήνεγκε τοὺς πρώτους τῶν ἁγίων, μάθε πόθεν ἐκάλεσεν τοὺς κήρυκας τοῦ λόγου, μάθε δι' ὧν ἐφώτισε τὰ πέρατα τοῦ κόσμου, ὑφ' ὧν δυνάστας καὶ σοφοὺς καὶ βασιλεῖς καθεῖλε. ἐκ τούτων γὰρ τῶν ἀγενῶν καὶ τῶν τῆς κάτω τύχης καὶ τῶν δοκούντων ἀτελῶν καὶ πάνυ πενεστάτων τὸ ἱερὸν ἀνέδειξεν χορὸν τῶν ἀποστόλων, Πέτρον, Ἀνδρέαν, Φίλιππον, Θωμᾶν, Βαρθολομαῖον, Παῦλον, Ματθαῖον καὶ Λουκᾶν, Ἰάκωβον καὶ Μάρκον, καὶ Ἰωάννην τὸν πολὺν καὶ Σίμων καὶ Ματθίαν. κυροῖ δὲ τὰ λεγόμενα Παῦλος ὁ τούων πρῶτος· «τὰ δυσγενῆ τοῦ κόσμου» γὰρ φησὶ «καὶ τὰ μὴ ὄντα ὁ θεὸς ἐξελέξατο», καὶ βλέπε τίνος χάριν· «ἵνα» φησὶ «τοὺς ὑψηλοὺς καὶ σοφοὺς καταισχύνῃ.» Μία γὰρ οὖσα σύμπασα τῶν γηγενῶν ἡ φύσις, ἐκ ψυχῆς τε καὶ σώματος ὁμοῦ συνισταμένη, ἓν γένος ὑποδείκνυσι τὴν βρότειον οὐσίαν. οὐδ' ἔστι γὰρ εὑρεῖν ψυχῆς ἀνθρώπου φύσιν ἄλλην πλὴν ἐμφυσήματος ἐκτὸς ἔχειν τοῦ θειοτάτου· ἀλλ' ἓν σῶμα πεφύκαμεν ἐκ τοῦ χοὸς ὁρᾶσθαι. εἰ τοίνυν† αὕτης καὶ μικρὰν† βροτῶν ἡ πᾶσα φύσις, ἐκ τῆς πνοῆς τῆς ἄνωθεν καὶ τοῦ χοὸς τοῦ κάτω, οὐκ ἔστιν εὐγενέστερος ἢ δυσγενὴς ἐνταῦθα, οἱ δὲ δοκοῦντες εὐγενεῖς, ἔνδοξοι καὶ μεγάλοι, εἰ μὲν τὸν βίον κέκτηνται Χριστῷ κεκαθαρμένον καὶ ζῶσιν εὐαγγελικῶς, ἀμέμπτως καὶ δικαίως, ὄντως πανευγενέστατοι καὶ λαμπροὶ καὶ μεγάλοι· εἰ δέ γε πάθεσιν αἰσχροῖς ἀεὶ προσκυλινδοῦνται καὶ τἀναντία τοῦ Χριστοῦ διδάσκαλον εὑρῶσιν, μηδὲν ἑτέρους ἀγενεῖς ζητήσῃς παρὰ τούτους. Ἀλλὰ καὶ τοῦτ' ἂν ἡδέως ἐροίμην ἔγωγέ σε, ὅπερ προὐβάλετό ποτε Χριστὸς τοῖς Φαρισαίοις, εἰ μὴ πρὸς μῆκος ἔβλεπον ἐκτείνεσθαι τὸν λόγον. ὅμως γοῦν ἐρωτήσω σε, σὺ δ' ἀποκρίθητί μοι. τί σοι δοκεῖ περὶ Χριστοῦ; τίνος υἱὸς τυγχάνει; εἰ μὴ τὰ Νεστορίου γὰρ φρονεῖς, ἐρεῖς μοι πάντως ὅτι τοῦ ζῶντος πέφυκεν θεοῦ υἱὸς καὶ λόγος, τῆς αὐτῆς αὐτῷ τῷ πατρὶ συμπεφυκὼς οὐσίας. ἀλλ' οὗτος ὁ πανύμνητος, ὁ τῆς φιλευσπλαγχνίας, ὑπὸ πολλῆς κινούμενος τότε φιλανθρωπίας, ἐνανθρωπίσαι βουληθεὶς ἁγνῆς ἐξ ἀπειράνδρου καὶ τὴν ἐμὴν ἀνάπλασιν θέλων ἀνακαινίσαι, τοῖς κάτω συναναστραφεὶς ὁ πάντων ὑπεράνω, τοῦ Ἰωσὴφ τοῦ τέκτονος υἱὸς κατενομίσθη. τί φῇς πρὸς τοῦτο, δέσποτα, καὶ τί νῦν ἀποκρίνῃ; μεταβαλεῖς τὴν τοῦ Χριστοῦ κλῆσιν εἰς τὴν Ἑβραίων, πρωτορεμπῆς γενόμενος, Ἁβραχὰς λελεγμένος, καὶ δέχῃ τὴν περιτομὴν καὶ δέχῃ σαββατίζειν, καὶ λοιδορεῖς καὶ σὺ Χριστόν, καθὼς ἐκεῖνοι τότε, τοῦ Ἰωσὴφ τοῦ τέκτονος υἱὸν κατονομάζων; βαβαί σου τῆς λαμπρότητος, βαβαὶ τῆς εὐγενείας, ὡς ὅτι γε κατὰ Χριστοῦ τρανότερον ἐπήρθης, μηδὲ τὴν αἴγλην αἰδεσθεὶς τὴν ἄφραστον ἐκείνην, ἧσπέρ ποτε πρὸ τοῦ σταυροῦ τὸ κάλλος παρανοίξας τοὺς μαθητὰς ἐξέπληξεν ἐν ὄρει Θαβωρίῳ. Πρὸς τούτοις πᾶσι γίνωσκε καὶ τοῦτο περὶ πάντα, ὡς ὅτι πᾶσαν ἀρετὴν ἣν ἄν τις κατορθώσῃ μεθ' ὑψηλοῦ φρονήματος καὶ θράσους ἐπηρμένου οὐκ ἀρετὴ λογίζεται, κἂν πρώτη, κἂν ἐσχάτη, κἂν παρθενίαν, κἂν εὐχήν, κἂν ἐλεημοσύνην, κἂν ἐκ γαστρὸς ἐγκράτειαν, κἂν ποταμοὺς δακρύων, κἂν καταφρόνησιν πολλῶν κτημάτων καὶ χρημάτων τύχῃ τις κατορθούμενος, κἂν ἄλλο τι τοιοῦτον. καὶ πειθέτω τῆς τοῦ Χριστοῦ παραβολῆς ὁ λόγος, τὴν Φαρισαίου μὲν ὀφρῦν εἰς γῆν κατεσπακότος, τελώνου δὲ τὸ ταπεινὸν ἐπάραντος εἰς ὕψος. 68 Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν† πολιπιστικαὶ καὶ κονδικοί† Χρόνος πολὺς παρέδραμεν ἀφ' οὗπέρ σου τὸ γράμμα δεξάμενος ἀντιγραφὴν οὐκ ἀνταπέστειλά σοι. καὶ πάντως εἶχες μέμψασθαι τὴν ἡμῶν ἀγροικίαν, ἢ μᾶλλον φάναι βέλτιον τὴν πολλὴν ῥαθυμίαν ὡς καταφρόνησιν καλοῦ τοιούτου δεδρακότας. πλὴν δ' ὅμως ὡς οὐκ ἄξια λόγου τὰ γράμματά σου, ἐξ ὅτου πέπομφας αὐτὰ σῆς φρενὸς ἐλαφρίᾳ, ἔν τινι παρερρίφθησαν τῆς κέλλης μου γωνίᾳ καὶ λήθῃ παρεδόθησαν ἄχρι καὶ τοῦ παρόντος. νῦν δὲ πρὸς ζήτησιν ἐλθὼν πραγμάτων ἀναγκαίων καὶ ψηλαφῶν οὐκ οἶδα πῶς εὗρον τὰ γράμματά σου. ἅπερ λαβών, ὑπαναγνούς, κροτήσας δὲ τὰς χεῖρας μεγάλως κατεγέλασα τὴν σὴν ἀπαιδευσίαν, ἢ μᾶλλον τὴν ὑπερβολὴν τῆς ἄκρας εὐηθείας. Πῶς γὰρ ἐναβρυνόμενος στίχων εἰδέναι τέχνην οὔτε τοὺς τόνους ὤρθωσας οὔτε τἀντίστοιχά σου οὔτ' ἐκ βραχέων καὶ μακρῶν συνηρμόσω τοὺς πόδας, ὅπερ ἐστὶν ἐπαριθμεῖν τὸν ἴαμβον σπονδεῖον; ὁ γὰρ σπονδεῖος ἐκ μακρῶν συντίθεται τῶν δύο, καθάπερ ὁ πυρρίχιος πάλιν ἐκ τῶν βραχέων. ἀλλ' ἔνθα μὲν οὖν ἥρμοζε γράψαι σε τὴν ὀξεῖαν, τόνους ἑτέρους τέθεικας ἀσυνήθεις καὶ ξένους. βαβαὶ τῆς σῆς, πανάριστε, τῶν στίχων ἐπιστήμης· ὑπερενίκησας σχεδὸν τοὺς πάλαι τεχνογράφους. τόνους γὰρ οὕσπερ ἐξ ἀρχῆς γραμματικῶν αἱ βίβλοι καὶ τὴν δασέων καὶ ψιλῶν συναρμογὴν στοιχείων τοῖς ἐφεξῆς οὐκ ἔδωκαν, αὐτὸς εὑρὼν ἐφάνης νέος ἡμῖν γραμματικὸς καὶ ξένος στιχοπλόκος. Ὄντως ἡττᾶται νῦν ἐν σοὶ φιλόσοφος ὁ Πλάτων καὶ Διογένης ὁ σοφός, Πλούταρχος, Ἰσοκράτης, Ἀριστοτέλης, Ὅμηρος, Θέογνις, Θουκυδίδης· ἡττᾶται καὶ Πορφύριος, ἡττᾶται καὶ Μοσχίων· Ἀφθόνιος ἐπαπορεῖ, θαυμάζει Δημοκράτης· σοὶ καὶ μόνῳ παραχωρεῖ τῆς τέχνης τὰ πρωτεῖα ἡ ξυνωρὶς ἡ θαυμαστὴ τῶν ἀληθῶς ῥητόρων, τὸν Δημοσθένην λέγω δὴ μετὰ τὸν Ἑρμογένην· λῆρός εἰσι τὰ Φίλωνος καὶ τὰ τοῦ Ἰωσήπου· σὺ ταῦτα καὶ τὴν μουσικὴν καὶ τὴν Ἀκαδημίαν καὶ Στωικὴν† ἐσήμαναν†, εἰς οὐδὲν ἐλογίσω· σὺ τοῦ ἀνακαινίσαντος τὴν ἡδυεπῆ κιθάραν καὶ τὴν Θηβαίαν ἔσβεσας τοῦ μελῳδοῦ Πινδάρου καὶ τοῦ βουκόλου σύριγγα τοῦ Θεοκρίτου λύσας πάντων ἐφάνης ὕπερθεν ξένη τις οὖσα φύσις. Ἀλλὰ δεῦρο πρὸς τῆς αὐτῆς τριάδος, ὦ φιλότης, φράσον μοι πῶς ἐπλούτησας τὴν γνῶσιν ταύτην ὅλως, εἶπόν μοι πόθεν εἴληφας τὴν εὔροιαν τοῦ λόγου, δίδαξον πόθεν ἔμαθες στιχοπλοκεῖν εὐτέχνως. νὴ τὴν καλήν σου κεφαλήν, ἀδελφὲ φίλτατέ μου, ἐγὼ πολλοὺς ἀνέγνωκα στίχους ἀνδρῶν ῥητόρων, ἡρωικούς, ἀναπαιστούς, σπονδείους καὶ τροχαίους, ἴωνάς τε καὶ μολοσσούς, πρὸς τούτοις ἐπιτρίτους, ᾠδάριά τε πένθιμα τόνων† ἐν† ἑξαμέτρων· περὶ δὲ τῶν ἰαμβικῶν οὐκ ἔχω τί σοι γράφειν, ἀλλ' οὔτε τοὺς πολιτικοὺς ἰσχύω καταλέγειν. ἐνόμιζον δ' ὁ μάταιος ὡς μέγα τι κατέχειν καὶ χαίρων ἤμην ἐπ' αὐτοῖς τερπόμενος τὴν γνῶσιν· ἀφ' ὅτου δ' ἧκε πρὸς ἡμᾶς ὁ χάρτης τῆς γραφῆς σου καί γε προσέσχον ἀκριβῶς τοῖς θαυμαστοῖς σου στίχοις, ψόφον ὠτίων ἅπαντας ἡγησάμην οὓς πρώην στίχους ἀνέγνων τῶν σοφῶν ἀνδρῶν καὶ θαυμασίων. Ἔπη σιγάτω τὰ χρυσᾶ τοῦ καλοῦ Πυθαγόρου, σιγάτω τὰ λεγόμενα γράμματα τῆν Σιβύλλας, σιγάτω δὲ καὶ Σοφοκλῆς πλέκων τὰ τῆς Ἑκάβης· Ὅμηρε, ῥῖψον νῦν καὶ σὺ τὰς πολλὰς ῥαψῳδίας, ἄφες, Ἡσίοδε, λαλεῖν Ἔργα καὶ τὰς ἡμέρας, Φωκυλίδη, κατάκρυψον τοὺς ἠθικούς σου στίχους, βαθεῖαν ἔχε σιωπὴν μὴ λαλῶν, Εὐριπίδη, Θεμιστοκλῆ καὶ Χρύσιππε, Ἱππόλυτε καὶ Σόλων, ἄφετε τοὺς συλλογισμούς, τοὺς μύθους καὶ τοὺς νόμους. ἀλλὰ μηδὲ Γρηγόριος ὁ κληθεὶς θεολόγος, μηδὲ Βασίλειος αὐτὸς ὁ τῶν ἀρρήτων μύστης, μηδὲ λόγων θάλασσα, Χρυσόστομος ὁ πάνυ, οἱ καὶ πάντας τοὺς πρὸ ὑμῶν σοφοὺς νενικηκότες, ὑπὸ Χριστοῦ τυπούμενοι τὸν βίον καὶ τὸν λόγον καὶ γνήσιοι τυγχάνοντες μύσται καὶ λάτραι τούτου, ὅλως εἰπεῖν ἀνέχεσθε λαλοῦντος Ἰωάννου. βροντῆς υἱοὺς λέγει μοι τὶς ἢ Πέτρον ἢ τὸ Παῦλον; οὐκ ἔστιν ὅστις δύναται παρισωθῆναι τούτῳ· ἐκεῖνοι γὰρ ἐκ πνεύματος λαλήσαντες ἁγίου, οὗτος πνεύματι Πύθωνος καὶ φθέγγεται καὶ γράφει. σὺ δ' αὖ, ὑπέρτιμε Ψελλέ, Πισίδη, Χριστοφόρε, Λέων καὶ Θεοφύλακτε πρόεδρε Βουλγαρίας, δεινὴν καὶ πάνυ χαλεπὴν ὑπέστητε ζημίαν προμεταστάντες ὑπὸ γῆν καὶ μὴ μεμαθηκότες τοὺς στίχους οὕς μοι πέπομφεν μόνος ὁ στιχοπλόκος. Ἀλλ' ἄχρι τίνος κάθημαι πλέκων τὰς εἰρωνείας καὶ ῥήμασιν ἀπατηλοῖς φρόνημά σου τὸ κοῦφον εἰς ὕψος αἴρων ἀπὸ γῆς; δόξειν γὰρ ἔχεις ἴσως ἐπαληθεύειν ὡς εἰκὸς ταῦτά σοι μαρτυροῦντα. παράφρων, ἀμαθέστατε, λῆρε καὶ παραπαίων, τί μὴ λαμβάνεις σύριγγα, πήραν καὶ βακτηρίαν, καὶ πρὸς ἄλση καὶ φάραγγας, γηλόφους καὶ πεδία χοίρους βόσκειν ἀφίκεσο καὶ πρόβατα καὶ βόας, ἀλλὰ καθεύδεις γράφων μοι μετὰ πολλοῦ τοῦ θράσους καὶ τῆς συνήθους στυγητῆς ἀμαθοῦς ἀπονοίας ἰάμβους ὧν οὐδέποτε πεῖραν ἔσχηκας ὅλως; Ἄπελθε, κλαῦσον, ἄθλιε, νῦν σου τὴν ἀμουσίαν ἥν τε κακῶς ἐπλούτησας μεγάλην ἀγνωσίαν· ἄπελθε, στέναξον πικρῶς καὶ τύψον εἰς τὸ στῆθος καὶ μετανόησον θερμῶς ἐξ ὅλης τῆς καρδίας. οἶνον ἐχρῶ καρηβαρῶν ὅτ' ἦν καιρὸς μελέτης· βίβλοι γάρ σε παρέδραμον ὧν ἀριθμὸς οὐκ ἔστιν, καὶ σὺ δ' ἐκτάδην ἔκεισο ῥέγχων ἐπὶ τῆς κλίνης καὶ φανταζόμενος οὐδὲν ἡμέραν τε καὶ νύκτα. οἱ γὰρ βουλόμενοι αὐτοὶ καὶ στίχους ἐπιστέλλειν, καὶ τότε πρὸς τοὺς ἔχοντας κειμένους τούσδ' ἐκτάδην, προσήκει τούτους εὐφυῆ πρὸ πάντων φύσιν ἔχειν, ἔπειτα μέντοι καὶ φωνὰς καὶ γλώσσας καὶ τὰς λέξεις εἰδέναι τῆς γραμματικῆς (πέντε γάρ εἰσιν αὗται, Ἰωνική, Δωρίς, Ἀτθίς, Αἰολικὴ κοινή τε), μαθεῖν δὲ καὶ τὴν δύναμιν τῶν λεγομένων χρόνων, παρῳχηκότος, μέλλοντος, ἐνεστῶτος, ὁμοῦ τε τῶν ὀνομάτων ἀκριβῶς καὶ κλίσεις καὶ κανόνας.