Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 6 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Τοῦ αὐτοῦ Ψελλοῦ Σύνοψις διὰ στίχων σαφῶν καὶ πολιτικῶν περὶ πασῶν τῶν ἐπιστημῶν γενομένη πρὸς τὸν εὐσεβέστατον βασιλέα κῦριν Μιχαὴλ τὸν Δούκαν ἐκ προστάξεως τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως, ὥστε διὰ τῆς εὐκολίας καὶ ἡδύτητος ἐνεχθῆναι τοῦτον εἰς τὴν μάθησιν τῶν ἐπιστημῶν Μελέτω σοι γραμματικῆς καὶ τῆς ὀρθογραφίας· πρῶτος αὕτη θεμέλιος καὶ βάσις μαθημάτων. Οὐκ ἔστι δὲ μονότροπος οὐδὲ κοινὴ καὶ μία, ἀλλ' ἔχει γλώσσας καὶ φωνὰς καὶ πέντε διαλέκτους, Αἰολικήν, Ἰωνικήν, Ἀτθίδα καὶ Δωρίδα καὶ τὴν συνήθη καὶ κοινὴν καὶ κατημαξευμένην· ἑκάστη δὲ διάλεκτος ἔχει φωνὰς ἰδίας. ἡ δὲ κοινή, κἂν πέφυκεν ἄθροισμα τῶν τεσσάρων, ἀλλ' ἔστι καὶ μονότροπος, ἄλλη παρὰ τὰς ἄλλας. Ἀλλ' ὡς ἐν παραδείγματι δεικτέον σοι τὰς πέντε. τὸ μὲν γὰρ «Πέρσης Πέρσεω» τυγχάνει τῆς Ἰάδος (ἣν εἶπον γὰρ Ἰωνικὴν καλῶ σοι νῦν Ἰάδα, Ἰὰς γὰρ ἀπὸ Ἴωνος· διώνυμος ἡ κλῆσις). ὣς δὲ τὸ «Δημοσθένεος» γενικῶς τῆς Ἰάδος καὶ τὸ «Περσέων» γενικῶς, ὣς δὲ καὶ τὸ «νυμφέων»· εἰ δέ τις μεταλλάξειε καὶ λέξειε «νυμφάων», Αἰολικὴν διάλεκτον εἶπεν, οὐ τὴν Ἰάδα. εἰ δέ τις εἴποι «θάλατταν» ἢ «τεῦτλον», Ἀττικίζει. εἰ δέ τις ὀνομάσειε τὰς Μούσας «Μώσας» πάλιν, ὑποδωρίσας εἴρηκε Δωρίδι διαλέκτῳ. ἡ δ' Αἰολὶς διάλεκτος τῷ ῥῶ βῆτα προσνέμει, «βράκος» τὸ ῥάκος λέγουσα, «βρυτῆρα» τὸν ῥυτῆρα. εἰ δέ τις εἴποι «θάλασσαν» καὶ «ῥάκος» καὶ «ῥυτῆρα», κοινὴν εἶπε διάλεκτον ἤτοι συνηθεστάτην. ταύτην μοι μόνην δίωκε, τῶν δ' ἄλλων καταφρόνει. Τῶν μέτρων μέντοι φρόντιζε, τῶν τομῶν καταφρόνει· ἡρώιζε, ἰάμβιζε, ἐλεγεῖά μοι γράφε, μάθε τὴν Ἀνακρέοντος ἡδυεπῆ κιθάραν καὶ τὴν Θηβαίαν μάλιστα τοῦ μελῳδοῦ Πινδάρου, τὴν δὲ βουκόλου σύριγγα τοῦ Θεοκρίτου μέθες. Τῶν ὀνομάτων μάθε μοι καὶ κλίσεις καὶ κανόνας, ἀρρενικῶν καὶ θηλυκῶν, πρὸς δὲ τῶν οὐδετέρων. Τί μὲν ὀρθοτονούμενον ἐν μέρεσι τοῦ λόγου, τί δ' ἐστὶν ἐγκλινόμενον, ἀκριβέστερον μάθε. τὸ μὲν γὰρ «ἄνθρωποι τινὲς» ὀρθότονον τυγχάνει, εἰ δ' εἴπῃς «ἄνθρωποί τινες» τὸν τόνον ἀνασύρας, ἐγκλίνας οὕτως εἴρηκας, τὸν τόνον μεταστήσας. πρόθεσις οὐκ ἐγκλίνεται, οὐ μετοχή, οὐκ ἄρθρον. Ἐγκλίσεις πέντε γίνωσκε τὰς διωνομασμένας, ὁριστικήν, προστακτικήν, εὐκτικὴν καὶ πρὸς ταύταις τὴν ὑποτακτικὴν φωνὴν καὶ τὴν ἀπαρεμφάτων. τί δ' ἐστὶν ἀπαρέμφατον καὶ πόθεν ὠνομάσθη; οὐ παρεμφαίνει βούλησιν τὸ «τύπτειν» καὶ τὸ «τύψαι», ἔγκλισις γὰρ ἡ βούλησις τεχνικῶς ὠνομάσθη. Τῶν πέντε γὰρ ἐγκλίσεων τρεῖς εἰσι διαθέσεις αἱ γνώριμοι, ἐνέργεια καὶ πάθος καὶ μεσότης. τὸ «τύπτω» μὲν ἐνέργεια, τὸ «τύπτομαι» δὲ πάθος, τούτοις δ' ἐπενεμήθησαν οἱ μέσοι μέσον χρόνοι. μέσος γὰρ καὶ τὸ «τέτυπα», πρὸς δὲ τὸ «ἐτυψάμην», ἐκεῖνο ἐνεργητικόν, παθητικὸν δὲ τοῦτο, τοῦτο μὲν παρακείμενος, ἀόριστος δ' ἐκεῖνο. Ὀνόματος καὶ ῥήματος ἡ μετοχὴ μεσότης ἀμφοῖν ἐστι μετέχουσα κοινῶν ἰδιωμάτων. ἔχει πτῶσιν ὡς ὄνομα, πρὸς τούτοις δὲ καὶ γένη («ὁ τύπτων», «τὸ τυπτόμενον», «ἡ τύπτουσα» τὰ γένη), τοῦ ῥήματος διάθεσιν, χρόνους καὶ συζυγίας. τὸ ῥῆμα γὰρ ὡς ἄπτωτον οὐ δύναται κλιθῆναι· γέγονεν οὖν ἡ μετοχή, ἵνα κλιθῇ τὸ ῥῆμα. «Τύπτω» καὶ «πλέκω» «πείθω» τε καὶ «φράζω» καὶ τὸ «σπείρω» καὶ τὸ «ἀκούω», δέσποτα, βαρύτονα τυγχάνει· τὸ δὲ «ποιῶ» καὶ τὸ «βοῶ» καὶ τὸ «χρυσῶ», τὰ τρία, γίνωσκε περισπώμενα, καὶ γὰρ καὶ περισπᾶται· τῶν δὲ εἰς μι τὸ «τίθημι», «ἵστημι» «δίδωμί» τε καὶ «πήγνυμι» τὸ τέταρτον ὡς ἀπὸ τοῦ «πηγνύω». Μάθε μοι καὶ τὴν δύναμιν τῶν λεγομένων χρόνων. ὁ ἐνεστὼς ὡς ἑστηκώς, ὡς σήμερον τυγχάνων· ὁ δέ γε παρατατικὸς ὡς παρατεταμένος («ἔτυπτον» γὰρ ἀπέραντον ἔχει τὴν σημασίαν)· ὁ δ' αὖ γε παρακείμενος οὐ κείμενος τελείως, ἀλλ' ἔστι παρακείμενος ὡς μὴ πεπληρωμένος, ὁ ἐνεστὼς συντελικός, οὕτω γὰρ ὠνομάσθη· ἀόριστος ὡς ἄδηλος, οὐχ ὡρισμένος χρόνος· ὁ μέλλων ὡς οὐκ ἐνεστώς, ἀλλ' αὐτὸ τοῦτο μέλλων. Καὶ τοῦτο δέ μοι γίνωσκε καὶ μή σε λανθανέτω· χρόνοι πολλοὶ λελοίπασιν ἔν τισι τῶν ῥημάτων καὶ πρόσωπα πληθυντικὰ τῆς κοινῆς διαλέκτου, ἀλλ' ἀντανεπληρώθησαν ἐξ ἄλλων διαλέκτων. αὐτίκα γὰρ τοῦ «τέτυμμαι», πρὸς δὲ τοῦ «ἐτετύμμην», παρακειμένου πάσχοντος καὶ ὑπερσυντελίκου, τὰ τρίτα τῶν πληθυντικῶν κοινὴν οὐκ ἔχει φράσιν, ἀλλ' ἀντανεπληρώθησαν τεχνικῶς ἐξ ἑτέρων. καθόλου πρῶτα πρόσωπα προστακτικῶν οὐκ ἔστιν. εὐκτικὸς παρακείμενος ἐκλέλοιπε τελείως. χρόνος ὑπερσυντέλικος, σὺν τῷ παρακειμένῳ, οὐκ ἔστιν ὑποτακτικὸς παθητικὸς οὐδ' ὅλως. τὸν μέσον παρακείμενον τοῦ «τίθημι» μὴ ζήτει, καὶ δεύτερος παθητικὸς ἀόριστος οὐκ ἔνι. πρῶτος πάλιν ἀόριστος ἐν τοῖς ἀπαρεμφάτοις οὐχ εὕρηται τοῦ «τίθημι», καὶ ζήτει τὴν αἰτίαν. ἐν μετοχαῖς ἀόριστον τοῦ «τίθημι» μὴ ζήτει, πλὴν ἐν τοῖς ἐνεργητικοῖς, παθητικὸς γὰρ ἔνι. Μάθε τοὺς πόδας ἅπαντας, τοὺς ἁπλοῦς, τοὺς συνθέτους. μάθε μοι τοὺς δακτυλικούς, σπονδείους καὶ τροχαίους· ἡρωϊκοῦ τυγχάνουσιν οὗτοι μάλιστα μέτρου. χορεῖον καὶ πυρρίχιον ὡς ἀσθενεῖς ἐκτρέπου, ἀλλὰ μηδὲ τοὺς ἴωνας ἐκτόπως ἀγαπήσῃς. ἀγάπησον, εἰ βούλοιο, καὶ ζήλωσον γενναίως τοὺς μολοσσούς, τοὺς παίονας, πρὸς δὲ τοὺς ἐπιτρίτους. ἄσπασαι καὶ τὸν ἴαμβον, ἀλλὰ σπονδείαζέ μοι· καὶ πρώτιστα ἰάμβιζε, ὕστερον δ' ἡρωίσεις. Ὁ τεχνικὸς μὲν τίθησι ψιλά τε καὶ δασέα καὶ μέσον τούτων, δέσποτα, τὰ μέσα κεκλημένα· ψιλὰ μὲν κάππα, πῖ καὶ ταῦ, δασέα φῖ, χῖ, θῆτα, μέσα δὲ τούτων ἐκφωνεῖ βῆτα, γάμμα καὶ δέλτα. καὶ τὸ μὲν βῆτα τίθησι τοῦ φῖ καὶ πῖ πως μέσον, τὸ γάμμα μέσον τίθησι τοῦ χῖ τε καὶ τοῦ κάππα, τοῦ ταῦ δὲ μέσον τίθησι τὸ δέλτα καὶ τοῦ θῆτα. σὺ δέ μοι τούτων μάνθανε τοὺς λόγους τῆς αἰτίας. δασέα μὲν τυγχάνουσιν ὅσα μετὰ δασέος ἐκφέρεται τοῦ πνεύματος· ἐκ γὰρ ῥήματος «σεύω» καὶ τοῦ «δα» ἐπιτατικοῦ τὴν σύνθεσιν λαμβάνει, ἤτοι τὰ ἄγαν τρέχοντα, «σεύω» γὰρ ἦν τὸ τρέχω. ἡ προφορὰ γὰρ κάτωθεν στοιχείων τῶν δασέων· τῶν δὲ ψιλῶν ἐκφώνησις ὡς ἀπεψιλωμένη, ἐξ ἄκρων γὰρ προφέρεται τὰ τρία τῶν χειλέων· τὰ μέσα μέσον πνεύματος τὴν ὁρμὴν προσλαμβάνει. Αὕτη ἐξήγησις κοινὴ καὶ καθωμιλημένη, μάνθανε δὲ τὴν κρείττονα καὶ πολλοῖς κεκρυμμένην. ἄτρεπτα μὲν τυγχάνουσιν ἐν λόγῳ τὰ δασέα, οὐ γὰρ τραπείη τὸ δασὺ δασείας συναφθείσης. «ὄρνυσθ' ἱππόδαμοι», φησίν, «ἀμφ' ἅλα ἔλσαι νῆας», «σὺ δ' ἔχ' ἡνία, κράτιστε», ἐπικῶς εἰρημένα· ἄτρεπτα γὰρ μεμένηκε τὰ τρία σοι δασέα. τὰ δὲ ψιλά, οἷα ψιλά, τρέπεται τῇ δασείᾳ· «ὣς ἔφαθ', οἱ δ' ἄρ' ἅπαντες»· «αὐτίχ' ὁ μὲν χιτῶνα»· «σὺ δέ μοι εἴφ' ὅπῃ τὴν ναῦν»· ὁρᾷς πῶς καὶ τὰ τρία ψιλά σοι παρετράπησαν δασείας συναφθείσης; βλέπε καὶ τὴν μεσότητα τῶν ἑτέρων στοιχείων, πῶς ἔχουσι δασύτητος ψιλότητος ἐν μέσῳ. ἐπικρατέστερα καὶ γὰρ τῶν ψιλῶν πέφυκέ πως, μηδὲν παρατρεπόμενα δασείας ἐπηγμένης, ὥσπερ «οὐδ' οἵ γ' ὡρμήθησαν» καὶ «λάβ' ἡνία», πάλιν «ὅ γ' ὣς εἰπών»· καὶ μένουσιν ἄτρεπτα τὰ στοιχεῖα. ἐντεῦθεν ἰσχυρότερα τῶν ψιλῶν σοι τὰ μέσα· ὅρα πῶς ἀσθενέστερα τυγχάνει τῶν δασέων. τὰ μὲν δασέα, δέσποτα, τὰ πρὸ αὐτῶν ψιλοῦσιν ὡς εὐσθενῆ καὶ δυνατά, «Ὀθρύς», «ὀφρῦς» καὶ «Ὦχος»· τὰ μέσα δὲ οὐ δύναται ὡς ἐλαττότερά πως, «Ἅδωνις», «ἥδη», «ἡγεμὼν» πάντα δασύνεταί πως. Πῶς δ' ἕκαστον ἀφώρισται μέσον τούτων δεικτέον. τοῦ πῖ καὶ φῖ καὶ γάρ ἐστι τὸ βῆτα μέσον, ἄναξ, συγγένεια καὶ γάρ ἐστι τοῦ βῆτα πρὸς ἐκεῖνα. ὅσα γὰρ ἔχουσι τὸ πῖ καὶ τὸ φῖ καὶ τὸ βῆτα ἐν ῥήμασι λεγόμενα, «λείβω», «τέρπω» καὶ «γράφω», εἰς ψῖ γράφει τὸν μέλλοντα, «λείψω», «τέρψω» καὶ «γράψω»· τῶν ὀνομάτων δὲ εἰς ψῖ ὁπόσα λήγει πάλιν τούτων ἑνὶ τὴν γενικήν, δέσποτα, σχηματίζει· «ὁ Πέλοψ» γάρ, «τοῦ Πέλοπος», «τοῦ Κίνυφος», «ὁ Κίνυψ», καὶ «τοῦ λιβὸς» «ὁ λίψ» ἐστιν· εὔλογος ἡ μεσότης. οὕτως εἰσὶ καὶ τὰ λοιπὰ τῶν ἀπηριθμημένων. τοῦ γάμμα καὶ τοῦ κάππα γὰρ καὶ τοῦ χῖ ἓν τὸ γένος, τοῦ «λέγω» καὶ τοῦ «πλέκω» γὰρ τὸ ῥῆμα καὶ τοῦ «τρέχω» εἰς ξῖ ποιεῖ τὸν μέλλοντα, «λέξω», «πλέξω» καὶ «θρέξω»· εἰς ξῖ δὲ λῆγον ὄνομα τὴν γενικὴν ποιεῖται, ὥσπερ καὶ πρὶν εἰρήκαμεν, ἑνὶ τῶν εἰρημένων, «ὁ τέττιξ» γάρ, «τοῦ τέττιγος», «τοῦ πέρδικος», «ὁ πέρδιξ», «ὁ ὄνυξ» δέ, «τοῦ ὄνυχος»· ἐν τοῖς τρισὶ ταὐτότης. οὕτω τὸ δέλτα πέφυκε μέσον τοῦ ταῦ καὶ θῆτα, πᾶν ῥῆμα γὰρ λεγόμενον δι' ἑνὸς τούτων, ἄναξ, εἰς σῖγμα δρᾷ τὸν μέλλοντα, «ᾄδω», «πλήθω», «ἀνύτω», ὁ μέλλων «ᾄσω» γάρ ἐστιν «ἀνύσω» τε καὶ «πλήσω»· εἰς σῖγμα δέ γε τελευτῶν ὄνομα κατ' εὐθεῖαν τὴν γενικὴν τούτων ἑνὶ δείκνυσι τελουμένην, «Ἄδωνις» γὰρ «Ἀδώνιδος», «ὄρνις ὄρνιθος» γράφεις, «ἔρως» τε πάλιν «ἔρωτος»· ἴδε τὴν συμφωνίαν. Οὐ πάντων ἡ γραμματικὴ πέφυκεν ἐμπειρία· τῶν πολιτευομένων γὰρ λέξεων ἐπιστήμη, οὐ τῶν ἐν παραβύστῳ δὲ τισὶ συμπεπλασμένων. τὰς γὰρ ἐν τῷ Λυκόφρονι «εὐῶπας κόρας», κώπας, καὶ τὸν παρὰ τῇ Σύριγγι «ἀντίπετρον» οὐκ οἶδεν· ἀλλ' οὔτε τὸ «βαλάντιον» ὡς ἀκόντιον ἔχει οὔτ' ἔριον τὸ «σκέπαρνον» ἐκ τοῦ τὸν ἄρνα σκέπειν οὔτε φησὶ «ποτήριον» ἔνδυμα ἐξ ἐρίων· «ἑλκύδριον» οὐ τίθησιν οὐδέποτε τὸν κάδον. Τὸν τόνον ὁ γραμματικὸς τίθεται προσῳδίαν· πρὸς τόνον γὰρ τὸ μελῳδεῖν, πρὸς τόνον ἁρμονία. Τέσσαρες πρὸς τοῖς εἴκοσι τῶν ποιήσεων τρόποι· παραβολή, ὑπερβολὴ καὶ ἀντωνομασία, ἄλλοι τε προφανέστατοι καὶ γνώριμοι τοῖς πᾶσι. τρόποι δ' ἐπωνομάσθησαν ὡς τρέποντες τὴν φράσιν. Τὸ τρίτον τῆς γραμματικῆς τοῦτο τυγχάνει μέρος, ἱστοριῶν ἀπόδοσις καὶ γλωσσῶν πολυτρόπων. ἑκάστη γὰρ διάλεκτος παμπόλλους ἔχει γλώσσας. ἡ γὰρ Δωρὶς διάλεκτος ἔχει τοιάσδε γλώσσας, Ἀργείων Κορινθίων τε καὶ τῶν Συρακουσίων· ἡ δ' Αἰολὶς τῶν Βοιωτῶν, πρὸς δὲ καὶ τῶν Λεσβίων. ὀφείλει δ' ὁ γραμματικὸς εἰδέναι καὶ τὰς γλώσσας· Ἰάδος γὰρ τὸ «πίσυρες», ἀλλὰ Συρακουσίων. Πέμπτον δὲ μέρος, δέσποτα, γραμματικῆς τυγχάνει ἐκλογισμῶν ἀκρίβεια τῶν τῆς ἀναλογίας, τουτέστι παραθέσεως πρὸς ὅμοιον ὁμοίου. τὸ «Δημοφῶν» γάρ, δέσποτα, καὶ «Ξενοφῶν» κατ' ἴσον ὁμοίου τις παράθεσις κατὰ ἀναλογίαν. Ἔστι καὶ κρίσις ἀκριβὴς αὕτη τῶν ποιημάτων. οὐ κρίνει δ' εἰ συγγέγραπται κρειττόνως ἢ χειρόνως, ἀλλὰ τίνα νενόθευται, τίνα γνησίως ἔχει. πολλὰ γὰρ ἀμφιβάλλεται τῶν προσυγγεγραμμένων, Ὁμήρου μὲν τὰ Κύπρια, πρὸς δὲ καὶ ὁ Μαργίτης, Ἀράτου δὲ τὰ Θυτικὰ καὶ τὰ Περὶ ὀρνέων. κρίνεται δὲ ποιήματα χρόνῳ καὶ ἱστορίᾳ, οἰκονομίᾳ λέξει τε, πλάσματι καὶ συνθέσει. Βιωτικὴ δ' ἀνάγνωσις ἐστὶν ἡ κωμῳδία, οὐκ εὔτονος, οὐκ εὔφωνος, ἀλλ' ὥσπερ ὑφειμένη, συνήθους καὶ βιωτικῆς εἰκών τις ὁμιλίας. τὰ γάρ τοι τραγικώτερα ἄλλου τυγχάνει τύπου· ἡρωϊκὴ γὰρ μέστωσις ἐστὶν ἡ τραγῳδία. εὐτόνως προοιστέον δὲ τὸ ἔπος, στεφηφόρε· ἔπος δ' ὁ τόνος πέφυκεν, ἡ τάσις τῶν ἡρώων. Τὰ δίχρονα δὲ δίσημα οἱ ῥυθμικοὶ καλοῦσιν. Ἄνω δ' ἀποφηνάμενοι πολλοὺς τῶν χρόνων λείπειν αἰτίας οὐ δεδώκαμεν· νῦν δὲ καὶ ταύτας δέχου. «τέτυμμαι»· καὶ τὸ εὐκτικὸν ἀποίητον τυγχάνει, διότι παραλήγεται οὗτος ὁ χρόνος, ἄναξ, ἄλλῳ συμφώνῳ πρὸ τοῦ μῦ, οὐ πέφυκεν ἐντεῦθεν γίνεσθαι παρακείμενος εὐκτικὸς πάθος ἔχων· ἀλλ' οὐδὲ ὑποτακτικός, κοινὴ γὰρ ἡ αἰτία. «τέθεικα» παρακείμενος, ἀπέλιπε δ' ὁ μέσος· καὶ γὰρ ὅταν ὁ δεύτερος ἀόριστος τοῦ πρώτου μιᾷ ἐνδεῖ τῇ συλλαβῇ, ὡς παραδείξομέν σοι, ὁ μέσος παρακείμενος καθ' ὁμοιότητά πως μιᾷ τοῦ ἐνεργητικοῦ συλλαβῇ ἐλαττοῦται. ὁ πρῶτος γὰρ ἀόριστος «ἐλήκησα» τυγχάνων, «ἔλακον» ἐκληρώσατο τὸν δεύτερον εἰκότως· «λελήκηκα» καὶ «λέληκα» ὁμοίως προελέχθη. μέσος δὲ παρακείμενος ἀρχὴν σύμφωνον ἔχων οὐδέποτε δισύλλαβος κανονικῶς τυγχάνει· ἐπεὶ δ' ἐστὶ τρισύλλαβον τὸ «τέθεικα» τῇ μέσῃ, πῶς ἂν ὁ μέσος γένοιτο; τοῦτο παρὰ κανόνα, ὀφείλει γὰρ δισύλλαβος παρὰ τὸν λόγον εἶναι. καὶ δεύτερος ἀόριστος ἐν τοῖς εἰς μι οὐκ ἔστι (φημὶ δὲ τοῖς παθητικοῖς· τοῦτο γὰρ προσθετέον), διότι προϋφήρπασαν τὴν κατάληξιν τούτου οἱ δεύτεροι ἀόριστοι τῆς ἐνεργείας, ἄναξ. τοῦ «τίθημι» ἀόριστος ἐν τοῖς ἀπαρεμφάτοις πρῶτος οὐκ ἔστι, δέσποτα· καὶ γὰρ οὐδέ τις κλίσις ὑστέρα τῶν ὁριστικῶν· εἰ δέ τις λέγειν θέλει, ἡμάρτηται τὸ «ἔθηκα», «ἔδωκα» καὶ τὸ «ἧκα». ἄλλως τε οὐδὲ δέχονται μετοχὴν τὰ τοιαῦτα, μὴ ἔχοντα δὲ μετοχὴν ἐστέρηνται τῶν ἄλλων, προστακτικῶν καὶ εὐκτικῶν καὶ τῶν ἀπαρεμφάτων. τὸ «ἔστησα» δὲ γράφομεν καὶ τὸ «ἔφησα», ἄναξ, τούτων γὰρ ἀπαρέμφατα «στῆσαι» καὶ «φῆσαι» γράφε. τοῦ «τίθημι» ἀόριστος προστακτικὸς καὶ μέλλων οὐκ ἔστιν ἐνεργητικός, καὶ σαφὴς ἡ αἰτία· τοῦ «ἔθηκα» καὶ γάρ, φημί, ἐκλέλοιπεν ἡ κλίσις. τοῦ «τίθημι» ἀόριστος πρῶτος οὐκ ἔστιν, ἄναξ, ἐνεργῶν ἐν τῇ μετοχῇ (τοῦτο γὰρ προσθετέον)· εἰ γὰρ καὶ ἔδει γράφεσθαι «θήκας», ἀλλ' ἐσιγήθη· παθητικὸς δὲ πέφυκε, «τεθεὶς» γὰρ πᾶς τις γράφει. τὰ πρῶτα τῶν προστακτικῶν ἐκλέλοιπε τελείως, οὐδεὶς γὰρ πάντων ἑαυτῷ προστάσσει, στεφηφόρε. τὰ τρίτα δ' ἐκλελοίπασι πληθυντικά πως, ἄναξ, τοῦ «τέτυμμαι» παθητικοῦ καὶ ὑπερσυντελίκου· πᾶν τρίτον γὰρ καὶ ἑνικὸν συμφώνῳ παραλῆγον, μὴ σθένον πρὸ τοῦ ταῦ τὸ νῦ δέξασθαι, στεφηφόρε, πληθυντικὸν οὐ πέφυκε πρόσωπον ποιεῖν τρίτον. Ὡς πρός τι τὰ ἡμίφωνα τυγχάνει τῶν γραμμάτων· πρὸς γὰρ τὴν φύσιν λέγεται, φημί, τῶν φωνηέντων, βραχὺ γὰρ ἀπολέλοιπε τούτων τῆς εὐφωνίας. καὶ δῆλον ἐκ τοῦ συριγμόν, μυγμὸν καὶ ῥοῖζον ἔχειν· τὸ μὲν γὰρ ζῆτα καὶ τὸ ξῖ τὸ ψῖ τε καὶ τὸ σῖγμα τὸν συριγμὸν ἐργάζονται, τὸ ῥῶ δὲ μόνον ῥοῖζον, μυγμὸς δὲ πάλιν γίνεται τῷ μῦ καὶ τῷ νῦ, ἄναξ. Ὁ τεχνικὸς μὲν εἴρηκε τῶν ὑγρῶν τὴν αἰτίαν· εἰσὶ γὰρ δυσμετάθετα καὶ δυσεξάλειπτά πως, ὑγροτάτης ποιότητος, κολλητικῆς τὴν φύσιν. σὺ δὲ καὶ ταύτην μάνθανε, τάχα μουσικωτέραν· ὑγρὰ γὰρ κατωνόμασται τῆς προφορᾶς τῷ λείῳ, ὑγρὰ γὰρ ὡς εὐόλισθα, τῇ ἀκοῇ δὲ πλέον. Μάθε καὶ χρῆσιν, δέσποτα, σπανίων ὀνομάτων. Ἄγγαρος μὲν ὁ ἄγγελος. ἀγῆλαι τὸ σεμνῦναι. ἀγχέμαχος ὁ πολεμῶν ἐγγύθεν, στεφηφόρε. ἀγχώμαλον ἰσόπεδον. ἀγωγεὺς τὸ σχοινίον. ἀγχομολῶν ὁ πολεμῶν συστάδην καὶ πλησίον. ἀκκισμὸς ἡ προσποίησις. ἀλέντες συγκλεισθέντες. ἁλίπεδον τὸ ὁμαλόν. ἀλίσας ὁ κονίσας. ἁλίζειν τὸ ἀλείφεσθαι. ἢ ἅλας ἐπιπάσσειν. ἡ λαμπηδὼν δ' ἀμάρυγμα, ἄμβη ὀφρῦς τῆς πέτρας. ἄμοτόν τε τὸ ἄπληστον. ἀμόργη ἡ τρυγία. ἀμφιρεφὲς ὃ πέφυκεν ἐγκατεστεγασμένον. ἀνασοβεῖ ἀνακινεῖ. ἀνασειράζω ἄγχω. ἀναζυγὴ ἀνάλυσις τῶν στρατοπεδευμάτων. ἀναρριχᾶσθαι δέ ἐστι τὸ τῆς σκαλοβασίας. ἄρσις ἐστὶ τὸ βάσταγμα. ἀπρὶξ ὅλῃ δυνάμει. αὐθέκαστος ὁ αὐστηρός. αἱ φάραγγες αὐλῶνες. αὐτόπρεμνον αὐτόρριζον. αὐτόχθων ὁ πολίτης. ἡ δέ γε ἀφοσίωσις ποίησις τῆς ὁσίας· ὁσίαν δ' ὀνομάζουσι, δέσποτα, τὴν κηδείαν. ἄορτο τὸ ἐκρέματο. καὶ ἄωτον τὸ ἄνθος. ἁλίπεδα τὰ νεύοντα πρὸς θάλασσαν πεδία. ἀνάγωγος ὁ ὑβριστής. ἀστεμφῶς ἀκινήτως. ἀποσκυθίσαι δέ ἐστι τὸ τεμεῖν δέρμα κάρας. ὁ δέ γε ἀνεψιαδὸς υἱὸς ὁ ἀνεψίου. ἄγγονες τὰ δοράτια. ἀκρήβης ὁ ἀκμάζων. ἀμαλλεῖον δεσμὸς μαλλῶν. αἰγίλωψ κόρης πάθος. ἀληθερὲς τὸ χλιαρόν. αἴητον τὸ πυρρῶδες. ἀναισιμῶσαι δέ ἐστιν, ἄναξ, τὸ ἀναλῶσαι. τὸ δέ γε ἀπεμύλαινε τὸ κατηυτέλιζέ πως. αὔθαιμοι οἱ αὐτάδελφοι. ἀχαίνειν δὲ τὸ παίζειν. ἀνδράχνη χοιροβότανον. ἀναιρεῖν τὸ μαντεύειν. ἀχὼρ ἀποπιθύρισμα. ἄγγρος δὲ ἡ ὀδύνη. ἄγγουρος τὸ μελίπηκτον. ἀλδαίνειν μεμηνέναι. ἀλυσθαίνειν ἀδημονεῖν. τὸ κλαίειν ἀλυκταίνειν. Βάκηλος ὁ ἀνόητος. βαλβὶς ἀφετηρία. λιμὸς ὁ μέγας βούλιμος. βούπαις νέος ἀφῆλιξ. βοσὸρ ἐσθής τις κόκκινος. βριμάζω τὸ βρυχῶμαι. βέτων ὁ πάνυ εὐτελής. βλῆτον εἶδος λαχάνου. ὁ προβατώδης βέκηλος. τὸ δὲ στριγᾶν βλεμαίνειν. βριμαίνειν τὸ ὀργίζεσθαι. βουκάπη βοῶν φάτνη. Γνωσιμαχεῖν ἐπίστασθαι τὴν πρὸς κρείττονας μάχην. γαισσὸς μὲν τὸ δοράτιον. γρυνὸς τραχεῖα ῥάβδος. γεώρας ὁ ἀλλότριος. γέρδιος ὁ ὑφάντης. γράσσων μωρὸς ἀνούστατος. γλαγγάζει δὲ τὸ κρῴζει. Δάπιδες ὑποστρώματα. δέλιθες τὰ σφηκία. δαίσιμον τὸ ἐδώδιμον. δρύφακτοι δ' αἱ κιγκλίδες. δυσβάρκανος ὁ δύσληπτος. οἱ δασεῖς δασυλίδες. δικτάτωρ ὁ δισύπατος. διπλοῒς διπλῆ χλαῖνα. διχόμηνος σελήνη δὲ πεντεκαιδεκαταία. Ἐγκρὶς ἐλαίου γλύκασμα εὔχυτον ὑδαρῶδες. ὁ δ' ἐγκρυφίας ἄρτος τις σποδιασθεὶς ἐν μέρει. ἐγκίσσωσις ἡ ὄχευσις, ἡ σύλληψις δὲ πλέον. ἐξήνιοι ἀλλότριοι καὶ πόρρω τῶν ἡνίων. ἐπαρυστρὶς δὲ τρύβλιον τυγχάνει τοῦ λυχνάπτου. ἐπιφυλλὶς βραχύτατον βοτρύδιον ἀμπέλου. ἐχῖνος πολυώνυμον· ζῷον καὶ εἶδος χύτρας ὅ τε μὴν ἀκανθόχοιρος καὶ ἡ γαστὴρ καὶ πόλις. κορύμβοις ἐνδιάζεσθαι τὸ σκιάζεσθαι φύλλοις. εὐναῖος δὲ ὁ λαγωός. ἔνναιον ὕδωρ βλύζον. ἐπαίκλια τραγήματα. ἐλεὸν τράπεζά τις. εἰρεσιώνη πλέγμα τι ἐρίων προβατείων. ἐπώμαιος ὁ τράχηλος. ἔρσεον τὸ δροσῶδες. ἐγκιλικίζειν δέ ἐστι τὸ πονηρεύεσθαί τι. ἐννεός τε ὁ ἄφωνος. εὐέδρως τὸ βεβαίως. ἑδώλια αἱ ναυτικαὶ τυγχάνουσι καθέδραι. τὸ δὲ θυμιατήριον ἐσχάριόν μοι κάλει. καὶ πάλιν τὸ ἀσύμφωνον ἑτερόστοιχον λέγε. ἐντεριώνη τὸ ἐντός. ἐνώπια εὐθέα. ἐξεστακέναι δέ ἐστι θαυμάσαι, καταπλῆξαι. ἔπαυλις μάνδρα τῶν βοῶν, πρὸς δὲ καὶ τῶν προβάτων. ξυρός ἐστιν ὁ κίνδυνος. ἐρικτὰ τὰ σχιστὰ δέ. ἐρίπνη μέρος ὑψηλόν. ἑρσήεντα δροσώδη. Εὔιος ὁ Διόνυσος. ἔφεδρος ὁ κυβεύων. ἐχέγγυος ὁ ἀσφαλής. Ἡ λόγχη δὲ ζιβύνη. κορωνὶς τὸ κεφάλαιον. Ἠλαίνω τὸ μωραίνω. ἡμίοπος μικρὸς αὐλός. ἦτρον ὀμφαλοῦ μέρος. ἠρδαλωμένος ὁ λεπρός. ἤνυστρον δὲ τὸ κῶλον· ἐχῖνος γὰρ καὶ ἤνυστρον καὶ κεκρύφαλος μέρη ὁμοῦ γαστρὸς πεφύκασι, ταῦτα δὴ τρία μόνα. Θώμιγξ σπάρτος καννάβινος. θηβάνης ἄνεμός τις. θυμάλωπες οἱ ἄνθρακες. θίβη κιβώτιόν τι. θρῖα τὰ φύλλα τῆς συκῆς. Ἱμάντωσις ἡ δέσις. κεραία δὲ τὸ πλάγιον πρὸς τὸ ἱστίον ξύλον. ἴκταρ ἐστὶ τὸ σύντομον. ἵππερος ἵππων ἔρως. Κάμασον τὸ πικούτζουλον. κέπφος εἶδος ὀρνέου. κηκὰς ἀλώπηξ πέφυκε. καὶ κυφὼν ἡ κυνάγχη. κίμβιξ ὁ φιλοχρήματος. κνημὸς ὁ τραχὺς τόπος. καλχαίνειν τὸ ταράττεσθαι. κωμαίνειν τὸ νυστάζειν. κυρίβια ἐρείγματα τὰ ἀπὸ τῶν κυάμων. κυνοῦχος τὸ βαλάντιον. κύρβεις ἄξονες νόμων. κορκορυγὴ ὁ θόρυβος. ὁ δόλιος δὲ κέρκωψ. κλάρια δὲ τὰ ψέλια. κιχλισμὸς λεπτὸς γέλως. κρητίζει μὲν τὸ ψεύδεται. κόβαλος δ' ὁ πανοῦργος. κορδακισμὸς ἡ ὄρχησις. κωμάζει κῶμον ᾄδει. Λάγανον τὸ καπύριον. λορδὸν συγκεκαμμένον. λυκάβας ὁ ἐνιαυτός. ἡ ἅμαξα λαπίνη. Μαγὰς σανὶς τετράγωνος. μαιμάσσειν δὲ τὸ σφύζειν. μύρτα μυρρίνης ὁ καρπός. ὁ δὲ ποιμὴν μηλάτης. μήρυμα νῆμα, κάταγμα. φωλεὸς μυωξία. μονόζωνος ὁ μάχιμος. μαμωνᾶς δὲ ὁ πλοῦτος. Κουρεῖς οἱ τῶν προβάτων δὲ νακοτιλταὶ καλοῦνται. Ξυστὶς τὸ περιβόλαιον. Ὁ λῃστὴς ὁδοιδόκος. οἰσυπηρὸς ὁ ῥυπαρός, οἰσύπη γὰρ ὁ ῥύπος. οἴδακες τὰ μὴ πέπειρα ἀκρόδρυα τῶν δένδρων. γυναῖκα δὲ τὴν φίλοινον οἰνοκάχλαιναν λέγε. Πλούμβατον τὸ μολίβδιον. τὸ σήπομαι πλαδόω. τὰ τῶν ποδῶν εἰλήματα ὀνόμαζε ποδεῖα. πρυτανεῖον τὸ νόμισμα, ὁ τόπος δὲ πολλάκις. ποταίνιον τὸ πρόσφατον. πυρὴν ὀστοῦν ἐλαίας. προύνικος ὁ εὐκίνητος. πέριλος τὸ αἰδοῖον. ὁ κύριος τοῦ ἅρματος καλεῖται παραιβάτης. περίτταινος ὁ περιττῶς αἰνούμενος εἰς κάλλος. Ῥαικὸς ὁ Ἕλλην λέγεται. ῥῶπος ποικίλος φόρτος. ῥάδαμνος κλάδος καὶ βλαστός. Σκυτόμος λωροτόμος. στόρθυξ ἡ ἐπιδορατίς. σχαδόνες τὰ κηρία. σκυτάλη τὸ φραγγέλιον. στίβη ψῦχος καὶ πάχνη. στραγγαλίδες τὰ δύσλυτα. Τορεύειν δὲ τὸ γλύφειν. τηλαύγημα λέπρας ἀρχή. τευτάζειν τὸ πλανᾶσθαι. τυπὰς ἡ σφύρα πέφυκε. τυμβὰς ἡ φαρμακὶς δέ. τετύφωται τὸ μέμηνε. τριγχὸς δὲ τὸ τειχίον. Ὑπερμαζᾶν δὲ τὸ πλουτεῖν. ὑδατίδες σταγόνες. Φάτνωμα τὸ σανίδωμα. φοίδερα αἱ συνθῆκαι. Χελιδωνὶς τὸ πάτημα τὸ κάτω τῆς εἰσόδου. Ψαίρειν τὸ ψαύειν, τὸ κινεῖν. ψεφαῖον τὸ σκοτῶδες. Ὁ δὲ ἀγκὼν ὠλέκρανον. ὡραῖος ὁ ἀκμαῖος. Ζάγκλον ἐστὶ τὸ δρέπανον. ζάκορος νεωκόρος. ζατρεύειν τὸ ἐν μύλωνι κυρίως βασανίζειν· τὸ δὲ βασανιστήριον ὀνόμαζε ζητρεῖον. ζευγίσιον τὸ τέλεσμα τυγχάνει τοῦ ζευγίτου. Ἡγητορία πέφυκε τῶν σύκων ἡ παλάθη. καὶ ἤια τὰ βρώματα. ἠίθεος ὁ νέος. ἥκιστος ὁ μικρότατος. ἠλαίνω τὸ μωραίνω. ἠλέματος ὁ μάταιος. Ἠλέκτραι Θηβῶν πύλαι. τὴν ἐκ πολλῶν συναγωγὴν καλοῦσιν ἡλιαίαν. ἠλίβατον τὸ ὑψηλόν. ἠλύγη ἡ σκοτία. τὸ καθ' ἑκάστην ἀριθμεῖν ἡμερόλεκτον κάλει. τὸ δὲ ἡμιδιπλοίδιον ἔσθημα γυναικεῖον. τὸ δίκροσσον ἐξύφασμα ἡμιτύβιον λέγε. ἡμιδαὴς ἡμίφλεκτος. ἡνία δὲ τὰ λῶρα. ἦνις ὁ ἐνιαύσιος. ἀνδρεία ἠνορέα. Ἤπυτον ὄρος Θρᾳκικόν. ἠπύτης ὁ κεκράκτης. ἦτρον τὸ ὑπομφάλιον. ἤτριον ἔνδυμά τι. Θαιροὺς δὲ κατονόμαζε τῶν θυρῶν τοὺς στροφέας. θαμάλωπες ἡμίφλεκτοι. θεόφιν θεοῖς ἴσος. τὸ ὑπὸ σκώληκος βρωθὲν θριπηδέστατον λέγε. θωμοὶ σπερμάτων οἱ σωροί. θωμίζω τὸ κεντρίζω. Ἴακχος ὁ Διόνυσος. ἰάλεμος ὁ θρῆνος. ἴθματα τὰ βαδίσματα. ἴθρις ὁ ἐκτομίας. ἰλλόμενος δεσμούμενος. ἰλίζειν διανεύειν. ἰμαῖος ἐπιμύλιος ᾠδή πως καλουμένη. ἴξαλος ὁ ὁρμητικός. ἶνις υἱὸς ὁ νέος. ἶπος ἡ τῶν μυῶν παγίς. Ἴσμαρος Θρᾴκης πόλις. ἰωκὴ μὲν ἡ δίωξις. ἰωχμὸς δὲ ὁ κλόνος. Καλλύντρω τὸ φιλοκαλῶ. ὁ πάσσαλος δὲ κάμαξ. καρβάν ἐστιν ὁ βάρβαρος. ἡ μάκτρα δὲ καρδόπη. κάσσας καὶ κασσωρίδας δὲ ὀνόμαζε τὰς πόρνας. καταῖτυξ περικεφαλαία δὲ μὴ ἔχουσα τὸν λόφον. κεγχρίνης εἶδος ὄφεως. κέραιρε δὲ τὸ κίρνα. κοάλεμος μὲν ὁ μωρός. κόβαλος ὁ λῃστεύων. κνώδαλα τὰ θαλάσσια ὀνομάζονται ζῷα. κολλούριον ἄρτος μικρός. κομψὸς δὲ ὁ πανοῦργος. κυρηβάσει μαχήσεται. Κύρητα ἡ Δημήτηρ. Λευρὸν τὸ λεῖον καὶ πλατύ. λήδιον ἔσθημά τι. λειρόφθαλμος, εἰ δίφθογγον, τὸν προσηνῆ σημαίνει, εἰ δὲ ἰῶτα γράφουσι, τὸν ἀναίσχυντον κάλει. λέπεδνα ἱμαντόδετα. τὰ χέρνιβα δὲ λέβης. Μαζονομεῖον ἄγγος τι ἐν ᾧ φυρᾶται μᾶζα. μαργίτης ὁ ἀνόητος. μακοᾶν τὸ μωραίνειν. τὸ μεταξὺ δὲ τῶν μαζῶν μεταμάζιον κάλει. Νάκος δέρμα τὸ αἴγειον. νασμὸς ὁ μέγας ὄμβρος. Οἶνος δὲ Βίβλινός ἐστιν ὁ βλύζων ἐκ τῆς Θρᾴκης. ἄλφιτα δὲ προκώνια τὰ ἐκ κριθῶν ἀφρύκτων, ἄλφιτα δὲ προταίνια τὰ πρόσφατα τὴν φύσιν. ἔτνος δὲ ῥόφημά ἐστιν ἐξ ἀλεύρων παντοίων. ἱππάκη τυρὸς ἵππειος, τρύφαλος τυροῦ τμῆμα. ὀρρὸς τὸ γάλα πέφυκε, τάμισσος ἡ πιτύα. ὁ μυττωτὸς ὑπότριμμα ἐκ τυροῦ καὶ σκορόδων. τὰ ὄστρεα δὲ τήθεα. φιρήνη δὲ τὸ δέρμα. κογχύλια τὰ ὄστρεα. ὦχρος εἶδος ὀσπρίου, ὡσαύτως δὲ καὶ βέλεκος, ἐοικὼς τοῖς λαθύροις. ἀτέρεμνα ἀνέψητα, οἷα τὰ κερασβόλα. Διὸς βαλάνους λέγουσι τὰ κάρυα οἱ πλείους· καὶ πιτύινα πέφυκεν ὁ καρπὸς τῆς πιτύας. κόκαλον δὲ ὁ στρόβιλος· τὸ δὲ κρόμμυον γῆθυ. αἱ τῶν σκορόδων κεφαλαὶ μώλυζαι γέλγιθές τε. ἡ μίνθη τὸ ἡδύοσμον· ἄρινον δὲ τὸ νάπυ. ἡ σίδη τὸ ῥοΐδιον· συκάμινα δὲ μόρα. ὁ πέπων δέ γε σικυός· ὁ δὲ βρυτὸς πόμά τι. ἡ φύστη εἶδος πέφυκε μάζης ὑδατουμένης. ὑπότριμμα βαρβαρικὸν κάλει τὴν ἀβυρτάκην· καὶ σίραιον τὸ ἕψημα· πικαίριον τὴν ῥίζαν. τὸ δὲ μαλάξαι λέγουσι πολλάκις ἀνοργάσαι. Σκύταν καλεῖ τὴν κεφαλὴν πολλάκις Ἱπποκράτης· στροφέα δέ γε σπόνδυλον φησί που τὸν ὀδόντα· καὶ ἀετοὺς ὠνόμασε τὰς φλέβας τῶν κροτάφων· τὰς δ' ἀρτηρίας εἴρηκεν αὐτὸς οὗτος ἀόρτας· καὶ κέβλην μὲν τὴν κεφαλήν, κύβιτον τὸν ἀγκῶνα, τὸν θώρακα δὲ κίθαρον, κραντῆρας τοὺς ὀδόντας· τὸ κῶλον δὲ τὸ ἔντερον ἐσχάτην που γαστέρα, ἔστι δ' ὅπου τὸν τράχηλον στόμαχον τῆς ὑστέρας· τοῦ δὲ ἐντέρου τὸ λεπτὸν κατονομάζει δέρτρον. τίτιδας φλέβας λέγουσι τὰς περὶ τὴν καρδίαν· ποτιπτερνίδας δέ φασι τὰς οὔσας ἐν ταῖς πτέρναις· τὸ δὲ ἀνδρῷον μόριον πειρῆνά που καλοῦσι· κορώνην δὲ τὸ κόρωνον λέγουσι τοῦ ἀγκῶνος· ἦτρον τὸν ὑπομφάλιον ὀνομάζουσι τόπον, ἐπίσιον ἐφήβαιον, θαλάμας δὲ τὰ κοῖλα. ὕπαφρον μὲν τὸ κρύφιον· πέζας τὰ πρὸς τοὺς πόδας· τὰς ἀρτηρίας ἴριγγας· τὰ δὲ ὀστᾶ ῥοώδη. ὑπόξυρον τὸ ἄποξυ. σφάκελος τὸ φλεγμαίνειν καὶ τὴν φθορὰν καὶ νέκρωσιν καὶ κάκωσιν παντοίαν. φωΐδες τὰ φλογίσματα· καταφορὰ δὲ κῶμα. χρόνια δὲ ἀλγήματα τὰ κέδματα τυγχάνει. φλογμός ἐστιν ἡ φλεγμονή· χελύσσειν δὲ τὸ βήσσειν· τινὲς δὲ καὶ τὴν πύρωσιν ὀνομάζουσι φλέγμα. σπάδωνα δὲ τὰ σπάσματα· πάθος δέ τι χυόνην· ἐκχύμωμα παρέκχυσιν· τὴν ἐφελκίδα μύκην. ὑπέρινος κατάξηρος· βληστρισμὸς ἀπορία· ἔκφυμα τὸ ἐξάνθημα· τὸ βλάπτεσθαι γυιοῦσθαι. Ἄλλα τε πλεῖστα πέφυκεν ὀνόματα σκοταῖα, ἀλλ' ἀποχρῶντα πέφυκε καὶ ταῦτα, στεφηφόρε.

Intertext edge

Open linked passage

Note