Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 7 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Τοῦ αὐτοῦ σύνοψις τῆς ῥητορικῆς διὰ στίχων ὁμοίων πρὸς τὸν αὐτὸν βασιλέα Εἰ μάθοις τῆς ῥητορικῆς τὴν τέχνην, στεφηφόρε, ἕξεις καὶ λόγου δύναμιν, ἕξεις καὶ γλώττης χάριν, ἕξεις καὶ πιθανότητα τῶν ἐπιχειρημάτων. Πολιτικῶν καὶ γάρ ἐστι θεωρὸς ζητημάτων, πολιτικὸν δὲ ζήτημα κατὰ τὸν τεχνογράφον ἀμφιβολία λογικὴ καὶ μερικὴ τυγχάνει ἐκ τῶν παρὰ ταῖς πόλεσιν ἐθῶν καὶ νόμων πλέον περὶ δικαίων καὶ καλῶν καὶ περὶ συμφερόντων. εἴδη γὰρ τῆς ῥητορικῆς ταῦτα τὰ τρία μόνα, δικανικὸν καὶ συμβουλή, καὶ πανήγυρις τρίτον· καὶ τέλος μὲν δικανικοῦ τὸ δίκαιον τυγχάνει, τὸ καλὸν πανηγυρικοῦ, συμβουλῆς τὸ συμφέρον. Τὸ λογικὸν δὲ ζήτημα, δέσποτά μου, τῆς τέχνης οὐκ ἔστι περατούμενον (τοῦτο γὰρ τὸ τῶν νόμων), ἀλλ' ἕστηκε ζητούμενον εἰς ἅπαντα τὸν χρόνον. Οὐκ ἔστι δ' ἰσοδύναμος φύσις τῶν ζητημάτων· πρόσωπα γὰρ καὶ πράγματα κρείττω καὶ χείρω φέρει. πολλάκις δ' ἐστὶν ἄχρηστον ἓν ἐκ τῶν δύο τούτων· καὶ τηνικαῦτα φαίνεται τοῦ ῥήτορος τὸ κράτος, ὅταν λαμβάνων ζήτημα χαῦνον ἐξ ἑκατέρων ταῖς λογικαῖς δυνάμεσιν αἴρῃ τε καὶ κρατύνῃ. εἰσὶ δὲ καὶ κακόπλαστα πολλὰ τῶν προβλημάτων, ὧν φύσις ἑτερορρεπής, πρὸς δὲ προειλημμένη· τὰ δὲ καὶ πάντῃ πέφυκεν ἀσύστατα τὴν φύσιν ὡς ἑτερομερέστατα, ὡς ἄπορα τελείως. ἐκεῖνα δὲ συνέστηκε, κρίνεται, μελετᾶται, ὧν κρίσιν καὶ τὸ πρόσωπον λαμβάνει καὶ τὸ πρᾶγμα, φύεται δ' ἑκατέρωθεν τῶν λόγων πιθανότης. Εἰσὶ δὲ ταῦτα σύμπαντα, δέσποτα, δεκατρία, στάσεις ὀνομαζόμενα παρὰ τὸ στασιάζειν τοὺς ῥήτορας τῷ πιθανῷ τῶν ἐπιχειρημάτων. Ὧν στοχασμὸς τὸ πρότερον· ὑπάρχει δ' οὗτος, ἄναξ, ἔλεγχος οὐσιοποιὸς ἐκ φανεροῦ σημείου ἢ τῆς περὶ τὸ πρόσωπον ἀκριβοῦς ὑποψίας. Ὅρος ἐστὶ τὸ δεύτερον οὕτως ὠνομασμένος, ὀνόματός τις ζήτησις πράγματός τινος χάριν. Τὸ τρίτον δὲ πραγματική, ζητοῦσα τὸ πρακτέον· ἐντεῦθεν γὰρ ἐδέξατο τὴν κλῆσιν, στεφηφόρε. Τὸ τέταρτον ἀντίληψις δοκοῦντος ἀνευθύνου ὡς ὑπευθύνου πράγματος δεινὴ κατηγορία. Τὸ πέμπτον δ' αὖ ἀντίστασις, ὁ φεύγων γὰρ ἐν ταύτῃ ὁμολογῶν τὸ ἔγκλημα τὸ προσενηνεγμένον ἀνθίστησιν εὐτύχημα αὐτόθεν πεπραγμένον. Εἰ δέ τις φόνον δεδρακὼς ὁμολογῶν τὸν φόνον ἄξιον φόνου δείκνυσιν αὐτὸν τὸν πεπονθότα, ἀντέγκλημα συνίστησιν ἀντεγκαλῶν δικαίως. Εἰ δ' ἄλλῳ περιτίθησιν εὐφυῶς τὴν αἰτίαν, εἰ μέν τι κολαζόμενον, μετάστασις τυγχάνει· εἰ δ' ἐστὶν ἀτιμώρητον, τὸ ζήτημα συγγνώμη. Εἰ δὲ συμβάντος πράγματος νόμῳ κολαζομένου ὁ μὲν τοῦ νόμου τὸ ῥητὸν προβάλλεται δικαίως, ὁ δὲ τὸν νόμον ἀναιρεῖ σοφῶς ταῖς διανοίαις, ῥητόν τε καὶ διάνοια τὸ ζήτημα τυγχάνει. Εἰ δέ τις πρᾶγμα τῷ ῥητῷ προσφυῶς ἀντιξέει, συλλογισμὸν ἐργάζεται ῥητορικὸν ἐνταῦθα· παράθεσις οὗτός ἐστι πρὸς ἔγγραφον ἀγράφου. Εἰ δ' ἔστιν ἀμφισβήτησις νόμων δυοῖν ἢ πλέον κἂν μὴ πολλῶν τὸ ζήτημα, ἑνὸς δὲ τεμνομένου, ἀντινομία πέφυκεν ἡ ζήτησις εἰκότως. Ἀμφιβολία δέ ἐστι ζήτησις προχωροῦσα ἐκ προσῳδίας τονικῆς ἢ μερισμοῦ ῥημάτων. Εἰ δ' ἔστιν ἀμφισβήτησις εἰ δεῖ γενέσθαι κρίσιν, μετάληψις τὸ ζήτημα, ἣν οὕτω διαιρήσεις· τὸ μὲν γὰρ ταύτης ἔγγραφον, τὸ δ' ἄγραφον τυγχάνει. παραγραφὴν τὸ ἔγγραφον ὀνόμαζε τελείαν, ἐκ νόμων ἔχον τὴν ἰσχὺν τοῦ λόγου καὶ τὸ κράτος, τὸ δ' ἄγραφον οὐ νομικόν, οὐ γὰρ προβάλλει νόμον, ἀλλ' ἔστι λογικώτερον· καὶ γὰρ αἱ δύο στάσεις, πραγματική, μετάληψις, ὥσπερ ἡ τέχνη λέγει, τῶν λογικῶν καὶ νομικῶν μέσαι τυγχάνουσί πως, οὐχ ὅλαι, τοῖς δὲ μέρεσι πρὸς ἄμφω τεταγμέναι. Ἑκάστη δὲ τῶν στάσεων τῶν ἀπηριθμημένων καὶ ἰδικοῖς ὀνόμασι καὶ γενικοῖς καλεῖται· καὶ κεφαλαίοις ἰδικοῖς καὶ κοινοῖς τέμνεταί πως, ὧν τὰ μὲν τοῦ διώκοντος τυγχάνουσιν ἰδίως, τὰ δέ εἰσι τοῦ φεύγοντος, τὰ δὲ κοινὰ τῶν δύο. Πάλιν κατ' ἄλλον μερισμὸν τὰ μὲν τῶν ζητημάτων ὡς λόγον γένους ἔχοντα τέμνεταί πως εἰς εἴδη, τὰ δ' εἰσὶ μερικώτατα, τομὴν μὴ δεδεγμένα. Οὗτος ὁ λόγος πέφυκε τῶν ζητημάτων, ἄναξ· ἐντεῦθεν δὲ λεκτέον σοι καὶ περὶ προοιμίων καὶ τῶν λοιπῶν εὑρέσεων τοῦ λόγου καὶ σχημάτων. Ὁ κατὰ τέχνην, δέσποτα, συντεθειμένος λόγος ἔχει καὶ σῶμα καὶ ψυχὴν καὶ κεφαλὴν καὶ πόδας. ψυχὴ μὲν ἡ διάνοια, σῶμα δ' ἐστὶν ἡ λέξις, κεφαλὴ τὰ προοίμια, ἐπίλογος οἱ πόδες. Καὶ πλεῖστοι μὲν τυγχάνουσι τόποι τῶν προοιμίων, ὁ δ' Ἑρμογένης τέσσαρας τεχνογραφεῖ καὶ μόνους. Τὸν ἐκ τῆς ὑπολήψεως προσώπων καὶ πραγμάτων· δεῖ γὰρ πρὸς τὴν ὑπόληψιν τῶν ἀπηριθμημένων συντάττειν τὰ προοίμια καὶ χαίρειν ἢ λυπεῖσθαι. Τὸν ἐκ τῆς διαιρέσεως· οὗτος δ' ἐστὶ τοιοῦτος, ὅταν πραχθέντων, δέσποτα, δυοῖν ἀδικημάτων, ὧν ἕκαστον καὶ κρίνεται, πρὸς δὲ καὶ τιμωρεῖται, μερίζοντες ποιήσωμεν προοίμιον τοιοῦτον· εἰ καὶ δι' ἓν ἀδίκημα οὗτος τιμωρητέος, πόσῳ γε δι' ἀμφότερα τυγχάνει κολαστέος. τοιοῦτον καὶ τὸ δεύτερον, τοιοῦτον καὶ τὸ τρίτον εἶδος τυγχάνει, δέσποτα, τοῦδε τοῦ προοιμίου, τὸ μὲν ἐξ ὑπολήψεως, τὸ τρίτον ἐκ τοῦ χρόνου. Καὶ τρίτον πάλιν τίθησι τῶν προοιμίων τόπον, ὃν οὕτως κατωνόμασεν ὡς ἐκ περιουσίας, ὥσπερ ὅταν κατηγορῶν φόνου τινὸς προσθήσω ὡς ἠδυνάμην γράψασθαι καὶ ἱεροσυλίας, μείζονος ἀδικήματος καὶ χείρονος τοῦ πρώτου. Ἐκ τοῦ καιροῦ δ' ὁ τέταρτος τόπος τῶν προοιμίων, ὅταν ἀξίωσιν ποιῶν γράφῃς ὡς πεπραγμένον τυγχάνει τὸ ζητούμενον ὅσον τοῖς πεπραγμένοις. Ἔστι δὲ πᾶν προοίμιον ἐκ τούτων τῶν τεσσάρων· προτάσεως, κατασκευῆς, ἀξιώσεως τρίτης, καὶ τοῦ τετάρτου βάσεως, ὃ τέλος προοιμίου. Αὐτάρκης δὲ περιβολὴ τυγχάνει προοιμίου διπλασιάσαι ὄνομα, διπλασιάσαι κῶλον. Ὡς δ' ἐπὶ παραδείγματος τὰ τέσσαρα δεικτέον· «μαρτύρων μνήμης τίς ἂν ᾖ φιλομάρτυρι κόρος;» τοῦτο τοῦ λόγου πρότασις, εἶτα καὶ τἆλλα σκόπει· «ἡ γὰρ τοῦ μάρτυρος τιμὴ εὔνοια πρὸς δεσπότην»· κατασκευὴ προτάσεως τοῦτο σαφὴς τυγχάνει. «τῷ λόγῳ τοίνυν τίμησον τὸν μεμαρτυρηκότα»· τοῦτο σαφὴς ἀξίωσις. εἶτα τὴν βάσιν βλέπε· «ὅπως ἂν μάρτυς γένοιο καὶ σὺ τῇ προαιρέσει»· βάσις γὰρ πωνόμασται ὡς ἔσχατόν τι μέρος, ἐν ᾧ καὶ βαίνειν ἔοικε τὸ προοίμιον ὅλον, ἐπεὶ τῆς ἀξιώσεως κατασκευὴ καὶ τοῦτο, ὃ δρῶμεν ἐπιφώνημα τολμᾶν εἰσβεβηκότες, περὶ οὗ σε διδάξομεν τοῦ λόγου προϊόντος. Καὶ τέχνη μέν σοι σύντομος αὕτη τῶν προοιμίων· μέλλων δ' εἰς τὴν διήγησιν τὸν λόγον παρεισάγειν ζήτει τὴν προκατάστασιν, ὁπόθεν ταύτην λάβῃς. ἔστι δὲ τὸ πρεσβύτερον διηγήσεως μέρος, οἷόν τις προδιήγησις τῶν ἀπ' ἀρχῆς εἰς τέλος. ἄτεχνον γὰρ ὡς ἀληθῶς εἰ μὴ προκαταστήσας αὐτῆς τῆς διηγήσεως ἄρξαιο παραυτίκα. ἡ μετοικία τοιγαροῦν ἔχει προκαταστάσεις αἵ τε τῶν νόμων εἰσφοραὶ καὶ λύσεις καὶ τὰ πλείω μέρη τῶν ὑποθέσεων προκαταστάσεις ἔχει. εἰς οἵαν γὰρ διήγησιν πρεσβύτερόν τι λάβῃς, τοῦτό σοι προκατάστασις ἔστω συντεταγμένη. Προκαταστήσας τοιγαροῦν τὴν διήγησιν λέγε. ἡ δὲ πλατεῖά τέ ἐστι τῇ φράσει καὶ ποικίλη· οὐ γὰρ ἐστενοχώρηται μέτρῳ ῥητῷ τοῦ λόγου, ἀλλὰ πλατύνεται πολλοῖς κώλοις καὶ διανοίαις. εἰ βούλει δὲ καὶ τὴν αὐτὴν ἔννοιαν μεταπλάσαι ἐν διαφόροις λέξεσιν, ὀνόμασι ποικίλοις, ποικίλλων καὶ μετατιθεὶς πρῶτον μὲν τὸ πρακτέον, εἶτα τὸ τούτου αἴτιον, εἶτα τὸ παρειμένον, εἶτα τὸ τούτου αἴτιον, τέσσαρα ταῦτα μέρη. Τρόποι δὲ διηγήσεως τρεῖς οἵδε, στεφηφόρε· ἁπλοῦς, καὶ ἐγκατάσκευος, ἐνδιάσκευος τρίτος. ὅταν μὲν ᾖ τὰ πράγματα πολλά τε καὶ ποικίλα, ἰσχὺν αὐτόθεν ἔχοντα καὶ δίχα περινοίας, μηδὲν ποικίλλῃς, δέσποτα, ἁπλῇ χρῶ διηγήσει. ὁποῖον τὸ παράδειγμα τοῦ Δημοσθένους ἔνι· «ἐξήλθομεν ἐς Πάνακτον ἔτος δὴ τοῦτο τρίτον καὶ μεθ' ἡμῶν ἐσκήνωσαν Ἀρίστωνος οἱ παῖδες, εἶτα δὴ καὶ κατέπαιζον ἐπ' ὄψεσι τῶν πάντων, ὑβρίζοντες καὶ τύπτοντες, ῥηγνύντες τὰς ἀμίδας.» εἰ δ' ἐστὶν ἡ διήγησις σύντομος δεινοτέρα, ἐγκατασκεύως διηγοῦ πλατύνων ταῖς αἰτίαις. εἰ δὲ καὶ σύντομός ἐστιν ὁμοῦ καὶ φαιδροτέρα, θαρρούντως διασκεύαζε ἐνδιασκεύοις τρόποις. τί δ' ἐστὶν ἐνδιάσκευον; ποικιλλόμενος τρόπος. καὶ πρῶτόν σοι παράδειγμα ποιητικὸν ῥητέον· «αὖ εἴρυσαν τὸ πρότερον, ἔσφαξαν ἔδειράν τε, εἶτα μηροὺς ἐξέταμον, ἐκάλυψαν τῇ κνίσσῃ, ἐπιμελῶς ἐξώπτησαν εἰρύσαντό τε πάντα.» ῥητέον δὲ καὶ δεύτερον ἄλλο παράδειγμά σοι τοῦ θεολόγου πάνσοφον ἐκ τοῦ Ἐπιταφίου· «πηδῶσι γὰρ βοῶσί τε, πέμπουσιν ἄνω κόνιν, καθήμενοί τ' ἐλαύνουσι, παίουσι τὸν ἀέρα, ζευγνύουσι καὶ σύντομον μεταζευγνύουσί πως.» ἄνω δ' εἰπὼν ὁ πάνσοφος τὴν σοφιστομανίαν, εἶτα προσθεὶς τὸ αἴτιον, ὅτι πλῆθος καὶ νέοι, ἔκθεσιν ἐγκατάσκευον εἶρηκέ σοι συντόμως. Ἡ δέ γε προκατασκευή (καὶ τοῦτο γὰρ ῥητέον) πρεσβύτερον κατασκευῆς τυγχάνει φερωνύμως· ὅπερ σοι παραδείγματι καὶ πάλιν διδακτέον, οὐχὶ τῷ Δημοσθενικῷ, τῷ δὲ τοῦ θεολόγου. οὗτος καὶ γὰρ ὁ πάνσοφος φιλόσοφος καὶ ῥήτωρ κατασκευάζειν ὁρμηθεὶς τὴν θείαν μοναρχίαν προτίθησι κεφάλαια πάντα τοῦ λόγου τρία· «περὶ θεοῦ» γὰρ ἔφησεν «ἄνωθεν τρεῖς αἱ δόξαι, ἄναρχον, τὸ πολύαρχον, καὶ τρίτον μοναρχία.» ἡ τοίνυν τούτων ἔκθεσις τῶν τριῶν κεφαλαίων τυγχάνει προκατασκευὴ τεχνικῶς προκειμένη. Ἔστι καὶ εἶδος λύσεως βίαιον κεκλημένον, ὅταν λαβόντες τὸν δεινὸν λόγον τῶν ἀντιδίκων εἰς τούτους ἀντιστρέψωμεν ὡς κατ' αὐτῶν δεικνύντες, ὡς εἶπεν ὁ Χρυσόστομος ἐν τῷ Φιλογονίῳ. τὸν λόγον γὰρ εἰσάγοντος τὸν περὶ μυστηρίων καὶ κλείοντος τὴν πρόσοδον τοῖς ἀκολαστοτέροις, ὥσπερ τινὲς ἀντέφησαν ὡς οὐχὶ καθ' ἡμέραν τολμῶσι τὴν μετάληψιν, μόνον δ' ἅπαξ τοῦ χρόνου, «αὐτὸ γοῦν τοῦτο χαλεπόν», ἀντείρηκε βιαίως ὁ πάνσοφος διδάσκαλος, ἡ χρυσώνυμος γλῶττα, «ὅτι μηδ' ἅπαξ κοινωνῶν τῶν θείων μυστηρίων ἁγνίζῃ καὶ πρὸς κάθαρσιν ἀκριβῆ προσλαμβάνεις.» Τὸ δὲ τῆς ὑποθέσεως κεφάλαιον ἐν λόγῳ ἢ παρ' ἡμῶν εἰσάγεται ἢ τῶν ἀντιλεγόντων· ὃ δεῖται πάντως λύσεως τεχνικῆς καὶ ποικίλης. εἰσάγεται δὲ τεχνικῶς ἐν κόσμῳ τετρακύκλῳ, προτάσεσιν, ὑποφοραῖς ἀντιπροτάσεσί τε καὶ τῶν ἀντιπροτάσεων λύσεσιν ἀντιθέτοις. πρότασις μὲν ὑποφορᾶς ἐστὶν ἐπαγγελία, ὁ λόγος δ' ὁ ἀντίθετος ὑποφορὰ τελεία, καὶ πάλιν ἀντιπρότασις ὑπόσχεσις τοῦ λύειν, μεθ' ἣν ἡ λύσις γίνεται ἐξ ἐπιχειρημάτων. Τὸ μὲν γὰρ ἐπιχείρημα κατασκευάζει λύσιν, ἡ δ' ἐργασία δύναμις τῶν ἐπιχειρημάτων, ὥσπερ δὴ τὸ ἐνθύμημα πάλιν τῆς ἐργασίας, τὰ δὲ ἐπενθυμήματα τῶν προενθυμημάτων. εὑρίσκεται δ' ἡ δύναμις τῶν ἐπιχειρημάτων τόπῳ, προσώπῳ χρόνῳ τε καὶ τρόπῳ σὺν αἰτίᾳ· πρῶτον δ' αὐτῷ τῷ πράγματι, ἡ ὕλη γὰρ ἐν τούτοις. ἡ δ' ἐργασία σφίγγουσα τὰς προεπιχειρήσεις κρατύνεται παραβολαῖς καὶ παραδείγμασί πως, ἐλάττοσι, τοῖς μείζοσιν, ἴσοις, τοῖς ἐναντίοις. ἡ φύσις δ' ἐπεισάγεται ἡ τῶν ἐνθυμημάτων ἐκ πάσης περιστάσεως συγκριτικώτερόν πως· τὸ δ' ἐπενθύμημα διπλοῦν ἐνθύμημα τυγχάνει. Ἐνστάσει δὲ χρηστέον σοι καὶ ἀντιπαραστάσει ἐν πᾶσι τοῖς ζητήμασιν· εὔχρηστοι γὰρ τῷ τρόπῳ. ἀλλ' ἡ μὲν ἔνστασίς ἐστιν ὡς τυραννικωτέρα, ἀναίρεσιν εἰσάγουσα τοῦ πράγματος καὶ λύσιν, ἡ δὲ ἀντιπαράστασις τυγχάνει λειοτέρα. εἰ μὲν γὰρ οὕτω τις ἐρεῖ, «οὐκ ἔδει σε φονεῦσαι», ἀντίστασιν εἰσήνεγκε τὴν πρᾶξιν ἀναιροῦσαν· εἰ δ' εἴποι τις, «κἂν ἔδει σε, ἀλλ' οὐ τοιοῦτον τρόπον», εἶπεν ἀντιπαράστασιν, λύσιν ὁμαλωτέραν. ποῖον δ' εἰσάγειν πρότερον τοῖς ζητήμασι δέον, οὐκ ἔστιν ἀποφήνασθαι, σταθμῶ δὲ σὺ τῷ λόγῳ. πλὴν ἡ ἀντιπαράστασις ὥσπερ ὁδός τις λεία. Τὰ δ' ἀπ' ἀρχῆς λεγόμενα μέχρις αὐτοῦ τοῦ τέλους ἔστι συνεκτικώτατον κεφάλαιον τῶν ἄλλων, ὅπερ κατασκευάζεται ἰδιάζουσι τρόποις. οὐ γὰρ ταῖς περιστάσεσιν, ἀλλὰ τομαῖς ποικίλαις, ἀποταθεῖσι πνεύμασι, σφιγχθείσαις περιόδοις. ἑκάστη δ' ὑποδιαίρεσις δρᾷ προσωποποιίαν. ἐπὶ τῷ τέλει καὶ πλαστῷ χρήσῃ τεχνικωτάτως. ἐπὶ δὲ τῆς πραγματικῆς δυσχερῆ λύσιν ἔχει τὰ ἀπ' ἀρχῆς λεγόμενα μέχρις αὐτοῦ τοῦ τέλους· χρῶ δὲ τοῖς μεταληπτικοῖς μᾶλλον τῶν ἄλλων πλέον. Ἡ δέ γε τάξις, δέσποτα, τῶν ἐπιχειρημάτων διπλῆ τις, ἀποδεικτική, πανηγυρικωτέρα. ἡ μέν ἐστι δικανική, φράσεως δεομένη ἐναγωνίου μάλιστα τῆς πολιτικωτέρας, ἡ δὲ φαιδρὰ καὶ πάγκαλος, χρωννύουσα τὸν λόγον. εἰ τοίνυν λόγος πέφυκεν ἐκ δυοῖν τεθειμένος, φυλάξεις τὰ φαιδρότερα τῷ τελευταίῳ μέρει. Ὅρος δὲ σὺν ἀνθορισμῷ, συλλογισμὸς καὶ λύσις ὀνόματα μὲν τέσσαρα, τῇ δὲ δυνάμει δύο· τοῖς γὰρ αὐτοῖς κρατύνονται συλλογισμὸς καὶ ὅρος, ὥσπερ πάλιν ἀνθορισμὸς συλλογισμοῦ τε λύσις. ἐν μέσῳ δὲ τοῦ πράγματος τῷ λόγῳ προκειμένου ὁ μὲν συλλογισμὸς αὐτὸς ἥ τε δὴ τούτου λύσις ἑπόμενα τῷ πράγματι καὶ δεύτερα τυγχάνει, ὅρος δὲ σὺν ἀνθορισμῷ πρότερα προσηκόντως. Πρὸς τούτοις τὴν διασκευὴν τοῦ προβλήματος μάθε· λεπτὴ γὰρ διατύπωσις τοῦ πράγματος τυγχάνει, ὡς προλαβόντες εἴπομεν ἔν γε τῇ διηγήσει. ἐν ταύτῃ δεῖ τὸν ῥήτορα τολμᾶν τι τῶν εἰκότων. κἂν μὲν ἐμπίπτειν πέφυκε δὶς αὕτη καὶ πολλάκις, μὴ χρήσῃ ταύτῃ πανταχοῦ, ἀλλ' οἰκονομητέον, ἵνα μὴ δόξῃς φορτικὸς τοῖς αὐτοῖς κεχρημένος. εἰ δ' ἐπεισάγειν βούλοιο τῷ λόγῳ τι χωρίον, ἀφ' ἑνός που ὀνόματος πρόφασιν ἕξεις λόγων· οἷον γὰρ εἴποις «ἀριθμὸν σύλλεγέ μοι τοσοῦτον», ἐξ ἱστορίας, δέσποτα, τῷ λόγῳ προσηκούσης. Λόγου δὲ σχῆμα πέφυκεν ἀντίθετον τὸ πρῶτον, τὸν νοῦν τὸν ὑποκείμενον διπλοῦν σοι παρεισάγον. τοῦ κατὰ φύσιν γὰρ αὐτοῦ πράγματος ζητουμένου λαμβάνει τὴν ἀντίθετον ἔννοιαν ἐν τῷ τέλει, οἷον, «ἡμέρα πέφυκεν, εἰ μὴ γὰρ ἦν ἡμέρα,–» «ἐπεὶ δ' ἡμέρα πέφυκε»· τοῦτ' ἀντίθετον σχῆμα. Περίοδος δὲ πέφυκε κλεὶς ἐπιχειρημάτων, συνάγουσα καὶ σχήματα καὶ νοήματα πλέον, τούτων τὴν ὅλην ἔννοιαν ἐντέχνως, εὐθυβόλως. ποιοῦσι δὲ περίοδον αἱ πολύτροποι πτώσεις. ἡ κλητικὴ δὲ πνεύματος, οὐ περιόδου τόπος· «ὦ– τί γὰρ ἂν εἰπών σέ τις ὀρθῶς πάντως προσείποι;» οὐκ ἔσφιγξεν, ἐπλάτυνεν, οὐ περίοδος ἄρα. εἴδη δὲ πλεῖστα πέφυκε τῶν περιόδων, ἄναξ. ἔστι δ' ἡ μὲν μονόκωλος, ἡ δὲ καὶ διπλασίων, ἄλλη δ' ἐστὶ καὶ τρίκωλος, ἡ δὲ τοῦτο τετράκις· ἡ δέ τις καὶ χιάζεται, ἡ δ' ἀναστρέφεταί πως. σαφῆ τὰ παραδείγματα πάντων τούτων τυγχάνει. σὺ δ' ἔχε μοι τὴν σύνοψιν, εἶτ' ἐρώτα θαρρούντως, κἀγώ σοι τὴν διάλυσιν λέξω τοῦ ζητουμένου. εἶτ' οὐ θαυμάζεις, δέσποτα, τοῦ γράφοντος τὴν τέχνην, ἂν ἔχῃς εἰλητάριον βραχὺ τῆς ὅλης τέχνης; Ἔστι καὶ σχῆμα πνεύματος ῥητορικοῦ τοιοῦτον· σύνθεσις λόγου πέφυκε νοῦν ὅλον ἀπαρτίζον ἐν κώλοις τε καὶ κόμμασι τῶν κώλων μικροτέροις. τὸ μὲν γὰρ ἑξασύλλαβον καὶ βραχύτερον μᾶλλον κόμμα ἐστὶ μετρούμενον ἐπῳδῷ ἴσον μέτρῳ· τὸ δ' αὖ ὑπὲρ τὸ τρίμετρον ἡρωϊκοῦ πλησίον κῶλον κατονομάζεται ὀρθὸν καὶ τεταμένον. Εἴδη δὲ δύο πέφυκε τῶν τεχνικῶν πνευμάτων. ἢ γὰρ ἓν νόημα λαβὼν ποικίλως μεταλλάξεις ἐν κώλοις τε καὶ κόμμασιν, ἢ πολλὰ καὶ ποικίλα ἕκαστον ἐξεργάσαιο ἐν κόμμασι καὶ κώλοις. Ἀκμὴ μὲν λόγου πέφυκε (δεῖ γὰρ μαθεῖν καὶ τοῦτο) μεταβολή τις σύντομος σχημάτων κατὰ πνεῦμα· ἀκμὴ δὲ πάλιν πέφυκεν ἄλλη τῶν νοημάτων, ὅταν πληρώσας νόημα πνεύματι τεταμένον εἰς ἄλλο λάθῃς μετελθὼν κἀκεῖθεν αὖ εἰς ἄλλο. Τὸ δὲ διλήμματόν ἐστι σχῆμα δριμύ τι λόγου, ὅταν ἐρώτημα τεμὼν εἰς τμήματά πως δύο, ὧν ἕκαστον ἀμφίκρημνον, ἐχθρῶν τινων πυνθάνῃ· ἢ γὰρ ἐπιστομίσειας λέγειν μὴ δυναμένους ἢ καὶ τολμήσαντας εἰπεῖν ἔχεις νενικημένους. Παρήχησις κάλλος ἐστὶν ὁμοίων ὀνομάτων ταὐτὸν ἠχούντων, δέσποτα, ἐν διαφόρῳ γνώμῃ, ὡς εἴρηκεν ὁ Ξενοφῶν τὸ «πείθει τὸν Πειθίαν». Ὁ κύκλος δὲ τορνεύεται, εἴ τις ἀρχὴν καὶ τέλος ἀντωνυμίαν τὴν αὐτὴν ἢ μέρος ἄλλο θήσει. Τοῦ δέ γ' ἐπιφωνήματος μέρη τυγχάνει δύο. τὸ μὲν γάρ ἐστιν ἔξωθεν λόγος ἐμβεβλημένος, ἐφ' ᾧ δὴ λάβοις πράγματι προσκείμενος ἀπᾴδων, τετολμημένος ἀσφαλῶς, ἐπιπεφωνημένος. λεκτέον δὲ παράδειγμα Ὁμηρικὸν συντόμως· «σὺν δ' εὖρος νότος τ' ὄρωρεν ἀθρόως ἐπαΐξας ὁ δυσαής τε ζέφυρος, βορρᾶς αἰθρηγενέτης, ἐκάλυψε δὲ νέφεσι γαῖαν ὁμοῦ καὶ πόντον, ὄρωρε δ' οὐρανόθεν νύξ.» τοῦτο τὸ τελευταῖον πέφυκεν ἐπιφώνημα ἔξωθεν εἰσηγμένον, ἀλλότριον καὶ γνήσιον, ὡς ἂν λαβεῖν ἐθέλοις, τετόλμηται δ' ἐξ οὐρανοῦ τὴν νύκτα παρελκύον. δεύτερον ἐπιφώνημα τισὶν εἰσδεδεγμένον, ὅταν ταθέντος πνεύματος ἐν κώλοις διαφόροις ἓν κῶλον τέλος προστεθῇ πάντων συνδεδραγμένον, ὡς Ὅμηρος τὸν Αἴαντα ποικίλως διαγράψας αὖθις ἐπαλιλλόγησεν ἑνὶ τὰ πάντα κώλῳ, «ἄλλο δ' ἐπ' ἄλλῳ τι κακὸν ἦν ἐπεστηριγμένον.» καὶ τρίτον ἐπιφώνημα φθόνος οὐδεὶς εἰ λέγοις τὰ τῶν τροπῶν ὀνόματα τῷ προκειμένῳ λόγῳ οἰκείως προσφερόμενα καὶ καταλλήλῳ τρόπῳ. Τροπὴ γὰρ ὀνομάζεται ὀνόματος κοινότης τοῦ προτεθέντος πράγματος καὶ τοῦ παρεισηγμένου. Σεμνὸς δὲ λόγος ὄνομα ὀνόματι καλλύνων· εἰ γὰρ τὴν πόρνην φήσειας ἑταῖραν μεταλλάξας, τὴν κλῆσιν ἀπεσέμνυνας τεχνικῶς μεταφράσας. Πᾶν δ' εἴ τις λόγος ἄτεχνος μὴ προεξειργασμένος κακόζηλον ὀνόμαζε γενικωτάτῳ λόγῳ. Ἔστι δέ τι καὶ πρόβλημα τῶν ἐσχηματισμένων, κατ' ἔμφασιν καὶ πλάγιον, τρίτον κατ' ἐναντίον· καὶ μᾶλλον τὸ κατ' ἔμφασιν ῥητορικώτερόν πως. Προβλήματα συγκριτικὰ πανταχοῦ σοι γραπτέον, ἐν στοχασμῷ δὲ ῥᾴδιον βουλήσει καὶ δυνάμει· τὸ γὰρ «ἐγὼ» πρὸς βούλησιν καὶ τὸ «σὺ» τεθειμένα τὴν σύγκρισιν ἐργάσαιντο ῥᾷστά σοι, στεφηφόρε. τοῦτο καὶ τῶν εὑρέσεων τυγχάνει σοι τὸ τέλος. Ἔστι καὶ τρίτον μάθημα τῆς πυριπνόου τέχνης, ὅπερ ἰδέας λέγουσιν ἤτοι μορφὰς τοῦ λόγου, ἐξ ὧν χαρακτηρίζονται οἱ λόγοι τῶν ῥητόρων. ἑκάστη δὲ τῶν ἰδεῶν ὀκταμερὴς τυγχάνει. καὶ πρῶτον μέρος ἔννοια· ἡ λέξις μετὰ ταύτην· εἶτα δὴ τρίτον πέφυκε τῆς λέξεως τὸ σχῆμα· ἡ μέθοδος δὲ τέταρτον τυγχάνει τῆς ἐννοίας· μεθ' ἣν τὰ κῶλα πέφυκεν, εἶτα λοιπὰ τὰ τρία, ἀνάπαυσις καὶ σύνθεσις καὶ ῥυθμὸς τελευταῖος. τούτοις ἑκάστη τέμνεται τοῖς μέρεσιν ἰδέα. Εἰσὶ δὲ τρεῖς αἱ γενικῶς τεμνόμεναι εἰς εἴδη, σαφήνεια καὶ μέγεθος καὶ κάλλος εἰρημέναι. καὶ τοῦ σαφοῦς μὲν ἀσαφὲς ἀντίθετον τυγχάνει, τὸ μέγεθος δ' εὐτέλειαν ὑπεναντίαν ἔχει, τὸ δ' ἀμελὲς ἀντίρροπον τοῦ κεκαλλωπισμένου. τέσσαρες δὲ τυγχάνουσιν ἰδικαὶ τεταγμέναι, γοργότης, ἧς ἀντίθετον ἐστὶν ἡ ὑπτιότης, ἦθος καὶ ἐνδιάθετον, καὶ τέταρτον δεινότης. Τέμνεται δ' ἡ σαφήνεια εἰς δύο ταῦτα μέρη, εἰς καθαρότητά φημι καὶ εἰς εὐκρίνειάν γε· τῇ πρώτῃ μὲν ἀντίθετον περιβολὴ τυγχάνει καὶ τῇ δευτέρᾳ σύγχυσις, κακία τις τοῦ λόγου. τὸ μέγεθος δὲ τέμνεται εἰς ἓξ ταύτας ἰδέας, σεμνότητα, τραχύτητα, λαμπρότητα τὴν τρίτην, ἀκμήν τε καὶ σφοδρότητα, περιβολὴν τὴν ἕκτην. τοῦ ἤθους δ' εἰσὶ τέσσαρες ἰδέαι τεμνομένου, ἐπιεικές, ἀφέλεια, ἀλήθεια, βαρύτης, ἥτις αὐτὴ μὲν καθ' αὑτὴν οὐδαμῶς θεωρεῖται, συνίσταται δ' ἐξ ἀφελοῦς καὶ τῆς ἐπιεικείας. τῆς δ' ἀφελείας πέφυκε δριμύτης καὶ γλυκύτης. Ἔννοια καθαρότητος ἡ κοινὴ καὶ συνήθης. μέθοδος ἡ προσβάλλουσα τοῖς πράγμασιν αὐτόθεν. λέξις σαφής, μὴ τροπική, ἀλλ' ἡ συνηθεστάτη. σχῆμα τὸ κατ' ὀρθότητα πτώσεως τεταγμένον. κῶλα μικρὰ εἰς ἔννοιαν καθ' ἓν ἀπηρτισμένα. συνθήκη μὴ φροντίζουσα συγκρούσεως στοιχείων. ἀνάπαυσις ἰαμβική, κατάληξις τοιαύτη. Τῆς δ' εὐκρινείας ἔννοιαι ἐν κεφαλαίοις δύο· αἱ καταστατικώτεραι καὶ εἰς ἀρχὴν τὸν λόγον ἀνάγουσαι καὶ σφίγγουσαι καὶ πάλιν κατωτέρω διατυποῦσαι κάλλιστα τὴν τάξιν τῶν μελλόντων. μέθοδος ἡ τὰ πράγματα τιθεῖσα κατὰ φύσιν, τὰς ἀντιθέσεις πρότερον καὶ δεύτερον τὰς λύσεις. σχῆμα δὲ τὸ κατ' ἄθροισιν, ὁ μερισμός, ἡ τάξις. λέξεις καὶ κῶλα καὶ ῥυθμός, ἀνάπαυσις, συνθήκη, οἷα καὶ καθαρότητος τῆς ἀδελφῆς ἰδέας. Ἔννοιαι δὲ σεμνότητος περὶ θεῶν καὶ θείων. μέθοδοι ἀποφαντικῶς εἰπεῖν καὶ πεποιθότως καὶ μᾶλλον ἀλληγορικαὶ μέχρι παντὸς ἀρκοῦσαι. λέξις πλατεῖα καὶ καλή, τὸ στόμα διογκοῦσα. σχῆμα τὸ κατ' ὀρθότητα. κῶλα συντετμημένα. συνθήκη μίξιν ἔχουσα παντοίων φωνηέντων, δακτυλική, σπονδειακὴ καὶ ἡ δι' ἀναπαίστων. ἀνάπαυσις ἡ λήγουσα σπονδείοις καὶ δακτύλοις, ἐξ ὧν οἰκεῖος ὁ ῥυθμὸς καὶ γνώριμος τυγχάνει. Ἔννοια δὲ τραχύτητος ἡ κατὰ τῶν μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσα παραδόξως. μέθοδος μὴ λεαίνουσα τὴν ἀκοὴν τῇ τέχνῃ, ἀλλ' ἡ ἀπαρακάλυπτος καὶ μὴ συμπεπλεγμένη. λέξις σκληρὰ καθ' ἑαυτήν, πρὸς δὲ καὶ τετραμμένη. σχήματα τὰ προστακτικά, ἐλεγκτικὰ δὲ πλέον. καὶ κῶλα δὲ βραχύτερα καὶ ἄρρυθμος συνθήκη. Ἔννοιαι δὲ σφοδρότητος ἔλεγχος τῶν χειρόνων. μέθοδος ἀνενδοίαστος. λέξις ἡ καινοτέρα. σχῆμα τὸ κατ' ἀποστροφήν. κῶλα τρισύλλαβά πως. συνθήκη τὰ φωνήεντα συγκρούουσα πολλάκις. καὶ τἆλλ' ὡς ἐν τραχύτητι, οὐδὲν γὰρ διαφέρει. Ἔννοιαι δὲ λαμπρότητος λαμπραὶ πάντως τὴν φύσιν, αἱ μετὰ πεποιθήσεως, αἱ μετὰ παρρησίας. λέξεις αἱ τῆς σεμνότητος, αἱ διεξωγκωμέναι. σχῆμα τὸ κατ' ἀναίρεσιν τό τε τοῦ ἀσυνδέτου, πλαγιασμός, ἀπόστασις ἥ γε τεχνικωτέρα. ἀνάπαυσις δὲ καὶ ῥυθμὸς σεμνὰ σὺν τῇ συνθήκῃ. Ἔννοιαι δὲ καὶ μέθοδοι τῆς ἀκμῆς ἰσοτίμως ὅσαι καὶ τῆς τραχύτητος καὶ τῆς σφοδρᾶς ἰδέας. σχήματα τῆς λαμπρότητος. σφοδρότητος τὰ κῶλα. ἀνάπαυσις δὲ καὶ ῥυθμός, πρὸς τούτοις καὶ συνθήκη, ὅσα καὶ τῆς λαμπρότητος τυγχάνει τῆς ἰδέας. Λέξεις οὐδεὶς περιβολῆς εἴρηκε τῶν ῥητόρων, εἰ μή τις δογματίσειε τὰς ἰσοδυναμούσας. σχήματα δὲ τὰ τίκτοντα ἐννοίας διαφόρους, πλαγιασμὸς καὶ μερισμὸς καὶ τὸ κατὰ τὴν κρίσιν, πρὸς δὲ τὸ καθ' ὑπόθεσιν, εἶτα τὸ ἐπιτρέχον. τἆλλα δ' οὐκ ἔστιν ἴδια περιβολῆς ἰδέας. Κάλλους οὐκ ἔστιν ἔννοια, οὐ μέθοδος οἰκεία, σχήματα δὲ παμποίκιλα καὶ πολλὰ τῆς ἰδέας· αἱ παρισώσεις ἅπασαι τῶν ἄνω καὶ τῶν κάτω, αἱ κατὰ κῶλ' ἐπάνοδοι, ἀλλὰ μὴ κατὰ κόμμα, ἀντιστροφαὶ καὶ κλίμακες, ὑπερβατὰ πρὸς τούτοις, καινοπρεπῆ, πολύπτωτα, εὐειδεῖς ἀναιρέσεις. κῶλα δὲ τὰ μακρότερα, ἀσύγκρουστος συνθήκη. Ἀλλ' οὐδὲ τῆς γοργότητος ἔννοιάν τις εὑρήσει. κυρίως δ' ἔχει μέθοδον οὐδὲν ὁμοίαν ἄλλαις, χρῆσθαι ταῖς ἀπαντήσεσιν ἀθρόαις καὶ ταχείαις. σχήματα τῆς γοργότητος ἐστὶ τὸ ἐπιτρέχον, ἀσύνδετον κομματικόν, ἐξαλλαγαὶ ταχεῖαι, ἀναστροφαί, ἐπιστροφαὶ καὶ συμπλοκαὶ ταχεῖαι. συνθήκη μὴ συγκρούουσα φύσιν τῶν φωνηέντων. ἀνάπαυσις τροχαϊκὴ μηδαμῶς βεβηκυῖα. Τῆς ἀφελείας ἔννοιαι αἱ πρόχειροι τελείως, αἱ πάντῃ ἀπερίεργοι καὶ οἷον νηπιώδεις. μέθοδοι πλεονάζουσαι μᾶλλον τοῖς κατὰ μέρος. λέξεις αἱ ἰδιότροποι, οἷον τὸ ἀδελφίζειν. κῶλα τῆς καθαρότητος. συνθήκη λελυμένη. ἀνάπαυσις ἡ βαίνουσα. ῥυθμὸς τούτων οἰκεῖος. Ἔννοιαι τῆς γλυκύτητος αἱ μυθικαὶ τὸ πλέον ἢ μύθοις παραπλήσιαι προσφυῶς διηγήσεις, τὰ σαίνοντα τὴν αἴσθησιν, τὰ τοῖς ἀπροαιρέτοις προαίρεσιν προσπλάττοντα, γλυκὺ γὰρ τοῦτο πάντως. μέθοδος καθαρότητος. λέξεις τῆς ἀφελείας. σχήματα καθαρότητος, ὡσαύτως καὶ τοῦ κάλλους. συνθήκη δ' ἡ ἀσύγκρουστος ἐγγίζουσα καὶ μέτρῳ. ἀνάπαυσις σεμνότητος. ῥυθμὸς τῆς ἀφελείας. Ἔννοιαι δὲ δριμύτητος ἐπιπολῆς βαθεῖαι. μέθοδος μὴ περίνοιαν εἰσάγειν ἐν τῷ λόγῳ, τὰ δὲ ποικίλα καὶ δεινὰ ἁπλούστερον συγγράφειν. δεύτερον εἶδος πέφυκε δριμύτητος ἐν λέξει, ἥτις κυρία μέν ἐστι, κυρίως δ' οὐ κυρία. κυρίως γὰρ φιλάνθρωποι τυγχάνουσιν οἱ κύνες (φιλοῦσι γὰρ τὸν ἄνθρωπον), κυρίως δ' οὐ κυρίως, ἄλλην γὰρ ἔχει ἔννοιαν τὸ τῆς φιλανθρωπίας· καὶ τὸ καθ' ὁμοιότητα λέξεως εἰρημένον δριμύ πως, εἰ καὶ μὴ δριμὺ δοκεῖ τῷ τεχνογράφῳ. εἶδος ἄλλο δριμύτητος ἡ παρονομασία. καὶ πάλιν ἄλλο πέφυκε τὸ κατ' ἀκολουθίαν, τροπῆς μὲν πάνυ τι σκληρᾶς εἰσάγον σκληροτέραν. Ἐπιεικείας δ' ἔννοια μειονεκτεῖν ἑκόντα καὶ τῷ ἐχθρῷ χαρίζεσθαι καὶ πλέον τι διδόναι δεικνύειν τε ὡς εἴσεισι τὴν δίκην κατ' ἀνάγκην. μέθοδός τε ὑφίεσθαι τῶν ἑαυτοῦ δικαίων καὶ μὴ σφοδρῶς προσφέρεσθαι κατὰ τῶν ἀντιδίκων. ἡ λέξις δὲ καὶ τὰ λοιπὰ οἷα τῆς ἀφελείας. Τοῦ ἀληθοῦς δὲ ἔννοιαι καὶ τοῦ ἐνδιαθέτου αἱ ἀφελεῖς, ἐπιεικεῖς καὶ σχετλιάζουσαί πως. μέθοδος ἡ σχετλίασις εἰς ἔννοιαν τοιαύτην, ἐν ᾗ μὴ σχετλιάσεως χρεία τῆς εἰρημένης, τὸ χρῆσθαί τε τοῖς πάθεσιν, ὅρκῳ, φόβῳ καὶ λύπῃ, εὐχῇ, ὀργῇ καὶ θαύματι μηδὲν προειρηκότι καὶ τὸ τῶν ἀντιθέσεων μὴ συνδεσμεῖν τὰς λύσεις καὶ χωρὶς καταστάσεως ἐπάγειν τὰς ἐννοίας ἀκολουθίαν τε εἱρμῶν ἐν ταῖς ὁρμαῖς μὴ σῴζειν. λέξις ἡ τῆς τραχύτητος ἐλεεινολογοῦντι, ἡ καθαρὰ καὶ ἀφελὴς καὶ πλέον ἡ γλυκεῖα. σχήματα ταῖς ἐπιφοραῖς τὰ τῆς σφοδρᾶς ἰδέας, ἀποστροφαί, τὸ δεικτικόν, διαπορεῖν ἐντέχνως, ἐνδοιασμός, ἐπίκρισις ἐπιδιόρθωσίς τε. κῶλά τε καὶ ἀνάπαυσις καὶ ῥυθμὸς καὶ συνθήκη πάντα τὰ τῆς σφοδρότητος καὶ τὰ τῆς ἀφελείας. Ἔννοιαι δὲ βαρύτητος, εἴ τις ἀγανακτοίη, εὐεργεσίας ἀριθμῶν καὶ τυχὸν τιμωρίας, αἵ τε κατονειδίζουσι τοῖς ἠγνωμονηκόσι μᾶλλον ἐκ παραθέσεως τῶν τυχόντων κρειττόνων. αἱ εἰρωνείας μέθοδοι αἱ πρὸς ἐχθρὸν ἐλάττους. οὐδὲν ἄλλο βαρύτητος ἴδιον πλὴν τῶν δύο. Ἔννοιαι δὲ δεινότητος παράδοξοι, βαθεῖαι. λέξις ἀξιωματική, μᾶλλον δ' ἡ τετραμμένη. σχήματα, κῶλα καὶ ῥυθμοί, ἀνάπαυσις, συνθήκη, οἷα καὶ τῆς σεμνότητος καὶ τῆς ἀκμῆς τυγχάνει, λαμπρότητος, περιβολῆς, τῶν ἀπηριθμημένων. Ὁ λόγος δ' ὁ πολιτικὸς πᾶσι μὲν κεκοσμήσθω, τάσδε δὲ κατ' ἐξαίρετον ἐχέτω τὰς ἰδέας. τὸ ἠθικόν, τὸ ἀληθές, τὸ περιβεβλημένον, γοργότητα, σαφήνειαν, τὸ τραχύ, τὸ ἀκμαῖον, σεμνότητα, λαμπρότητα, δεινότητα μεθόδου, ἃς δή σοι συνοψίσομεν ὥσπερ ἐν κεφαλαίῳ. Λέξις ἧς ἐστιν ἄγνοια τρεῖς ἔχει τὰς μεθόδους εὑρέσεως νοήσεως τῆς ἀποκεκρυμμένης· ἢ ἐθνικὴ καὶ γάρ ἐστιν ἢ τέχνης ἢ καὶ νόμου. λέξεως ἁμαρτήματα φθορὰ καὶ ἀκυρία. ταὐτότητι χρησόμεθα τῶν ὀνομάτων τότε, ὅταν ἓν ᾖ τὸ ὄνομα τοῦ πράγματος οἰκεῖον. ἡ περιττότης πέφυκε καὶ λέξεως καὶ γνώμης, ἡ μὲν κατὰ διατριβήν, ἡ δὲ κατ' ἐνθυμήσεις. τῶν αὐθαδῶν καὶ τολμηρῶν ἐν λόγῳ νοημάτων δύο τὰ θεραπεύματα καὶ τὰ παραμυθοῦντα, τῆς τόλμης ὁμολόγημα βραχεῖά τε προσθήκη. παράλειψιν ἐργάσαιο τεχνικὴν ἐν τῷ λόγῳ μείζονα τὴν ὑπόνοιαν δηλῶν τῶν σιγηθέντων. τὸ περιπλέκειν ἐν καιρῷ οὐκ ἔστιν ἀτεχνίας. γνῶθι τὴν ἐπανάληψιν διδασκαλίας χάριν τοῦ πράγματος τυγχάνουσαν ἢ τοῦ βεβαίου τρόπου. τὸ σχῆμα τὸ τῆς πεύσεως ἀντίρρησιν οὐκ ἔχει. τὰ ἴσα, τὰ ὑπερβατά, προσποίησις σχεδίου, αὔξησις εἶτ' ἀπόδειξις, τὸ λέγειν ἐναντία, τὸ ἐγκωμίων ἑαυτὸν ἀξιοῦν ἐν τῷ λόγῳ, τὸ χρῆσθαί τε τοῖς ἔπεσι κολλήσει, παρῳδίᾳ, τὸ τραγικῶς ἐν τῷ πεζῷ λέγειν κατὰ τὴν τέχνην, ἅπαντα ταῦτα μέθοδοι δεινότητος ἰδέας. Ἔστω γοῦν σοι τεχνύδριον ἡ σύνοψις τῆς τέχνης, εὐσύνοπτόν τι μάθημα, σύντομον, τετμημένον, γλυκύτητος ἀνάμεστον, χάριτος πεπλησμένον, ἡδυεπές, ἡδύφθογγον, ἡδυμελὲς ἐκτόπως, ὡς ἂν καὶ παίζων λογικῶς κερδαίνῃς τι τοῦ λόγου. 8 Τοῦ σοφωτάτου Μιχαὴλ τοῦ Ψελλοῦ καὶ ὑπερτίμου Σύνοψις τῶν νόμων διὰ στίχων ἰάμβων καὶ πολιτικῶν πρὸς τὸν βασιλέα κῦριν Μιχαὴλ τὸν Δούκαν ἐκ προστάξεως τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέωσ Πολὺ καὶ δυσθεώρητον τὸ μάθημα τοῦ νόμου, ἐν πλάτει δυσπερίβλεπτον, ἀσαφὲς ἐν συνόψει, ἐν λόγῳ δυσερμήνευτον, ἀλλ' ὅμως ἀναγκαῖον· καὶ δεῖ τὸν αὐτοκράτορα τούτου μᾶλλον φροντίζειν, δικαίως γὰρ τὸ δίκαιον ἐν δίκαις φυλακτέον. ὅθεν ἐγώ σοι τὰ πολλὰ τοῦ λόγου συνοψίσας εὐθήρατόν τι σύνταγμα πεποίηκα τῶν νόμων. Πρῶτον δ' ἑρμηνευτέον σοι πόσα τοῦ νόμου μέρη. τὸ μὲν γὰρ τούτου Κώδικες οὕτως ὠνομασμένον, πτυχίον δωδεκάβιβλον, ὅ φασι Διατάξεις· ἔχει δὲ τοῦτο, δέσποτα, δόγματα βασιλέων ἀντιγραφάς τε νομικὰς καὶ δικῶν ἀποφάσεις. Τὸ δὲ καλοῦσι Δίγεστα, Ῥωμαϊκὴ δ' ἡ κλῆσις, ὑπάρχει δὲ τὸ Δίγεστα Ἑλληνικῶς Πανδέκτης, ὅτι καὶ νόμων πέφυκε παντοδαπῶν δοχεῖον καὶ πλεῖστοι συνεγράψαντο τοὺς νόμους τοῦ Πανδέκτου. τῶν δὲ Διγέστων, δέσποτα, παντοδαπὰ τὰ μέρη. τὰ μὲν γὰρ πρῶτα λέγουσι περὶ συναλλαγμάτων, τετράβιβλος δ' ἡ σύνταξις, κλῆσις πρῶτα τῶν πρώτων. τὸ μετὰ ταῦτα πέφυκεν ἑπτάβιβλον πτυχίον, Ῥωμαϊκῶς λεγόμενον οὕτω, διουδικίης, ἦτοι τῶν περὶ κρίσεων, εἴ τις ἐξελληνίζει. τὸ τρίτον δὲ συνάθροισμα, καλεῖται δὲ δε ῥέβους, ὀκτάβιβλόν τι σύνταγμα χωρητικὸν πραγμάτων. τέταρτος τόπος πέφυκε τῶν νομικῶν Διγέστων καθαπερεί τις ὀμφαλὸς τῶν ὅλων συνταγμάτων, ὀκτάβιβλον τὸν ἀριθμόν, νόμων πολλῶν δοχεῖον. τὸ πέμπτον δ' ἐννεάβιβλον, ἐκ μέρους δ' ὠνομάσθη περὶ διαθηκῶν, φησίν, ἔχει δ' ἄλλα μυρία. τὸ δ' ἕκτον ἔχει, δέσποτα, δύο βιβλία μόνα· σοφῶς δὲ διαλέγεται περὶ βαθμῶν ποικίλων, διαλαμβάνει τε σαφῶς περὶ κληρονομίας, τῶν Ὀρφιτίου μέμνηται καὶ Τερτουλίου νόμων, ἄλλην τε πλείστην σύνταξιν τῶν νόμων περιέχει. τὸ δ' ἕβδομον καὶ ὕστατον νόμιμον τῶν Διγέστων περὶ ἐπερωτήσεων ἀσφαλεστάτων λέγει, καὶ συμπληροῖ τὸ σύνταγμα δύο βιβλία μόνα· καὶ μετὰ τοῦτο πέφυκε δύο φρικτὰ βιβλία τὴν αὐστηρίαν ἔχοντα τῶν ποινῶν ἐγκειμένην. μετὰ δὲ τὴν ἑπτάτομον ταύτην τομὴν τῶν νόμων σύνταξις ἄλλη πέφυκε νομίμων διαφόρων πληροῦσα τὰ πεντήκοντα βιβλία τῶν Διγέστων. Πρὸς τούτοις μέρος πέφυκεν αἱ Νεαραὶ συντάξεις. Εἶτα συνοπτικώτατον τοῦ Λέοντος βιβλίον, τὸ πᾶν ἑξηκοντάβιβλον, πάντας τοὺς νόμους ἔχον, τοὺς Κώδικας, τὰ Δίγεστα, τὰς Νεαρὰς συντόμως, τὰ σύμφυλα καὶ σύμπνοα τῶν διαφόρων νόμων διευκρινοῦν, ὑποτιτλοῦν οἰκείως καὶ γνησίως· ἀλλ' ἔστι δυσερμήνευτον, ἀλλ' ἀσαφὲς ἐσχάτως. Ἔστι καὶ μέρος ἕτερον, οἷον πυλὶς τῶν νόμων, ὡς εἰσαγωγικώτερον τῶν ἄλλων δεδειγμένον, τῶν νόμων ἔχον ἅπασαν τὴν γενεαλογίαν, ἢ μᾶλλον οὕτως εἴποιμι, τὴν ἀρχαιογονίαν· ἡ κλῆσις Ἰνστιτούτια τούτῳ δὴ τῷ βιβλίῳ. Πολλοὶ δὲ συλλεξάμενοι τὰς ἀγωγὰς ἰδίᾳ σύνταγμα συνετάξαντο ἄξιον εὐφημίας. τὴν φύσιν γὰρ τῶν ἀγωγῶν ἑκάστης ἑρμηνεύει καὶ πάντα τὰ ζητήματα καὶ πάσας ὑποθέσεις εἰς τὴν οἰκείαν ἀγωγὴν πανσόφως ἀναφέρει. τοῦτο καὶ μόνον πέφυκε φιλόσοφον τῶν νόμων, κἂν εἴ τις ἀκριβώσαιτο τοῦτο δὴ τὸ βιβλίον, οὗτος ὁ νομικώτατος νομομαθὴς τυγχάνει. Ἕτεροι πάλιν, δέσποτα, τὰς ῥοπὰς καὶ τοὺς χρόνους τοὺς νομικοὺς συνέταξαν εἰς βραχύ τι βιβλίον· Ῥοπὰς δ' ἐκ μέρους λέγουσιν, ἔχει γὰρ καὶ τοὺς χρόνους. Ὁ δέ γε περιεκτικὸς τούτων ἁπάντων νόμος κοινὴ συνθήκη πέφυκε πάσης τῆς πολιτείας, πλημμελημάτων κώλυσις τῶν κατὰ γνῶσιν πλέον, δικαιοσύνης χορηγός, δόγμα συνετωτέρων. δικαιοσύνη δέ ἐστι σταθηροτάτη γνώμη τοῖς πᾶσι διανέμουσα τὸ κατ' ἀξίαν μέτρον. τὸ νόμιμον δὲ πέφυκε δικαιοσύνης μέρος· αὕτη γὰρ καὶ τὸ φυσικὸν ἄλλο τι μέρος ἔχει, τὸ κατὰ τὴν συνείδησιν κρειττόνων καὶ χειρόνων· τὸ γὰρ λοιπὸν τὸ φυσικὸν τρίτον τοῦ νόμου μέρος. τὸ μὲν γὰρ τούτων φυσικόν, τὸ δ' ἐθνικὸν τυγχάνει, τὸ δὲ πολιτικώτερον καὶ μερικώτερόν πως. τὸ μὲν γὰρ περὶ φυσικῶν πραγμάτων δογματίζον, συλλήψεως, γεννήσεως, σχέσεως, συναφείας, αὐτοῦ ψιλοῦ τοῦ πράγματος, οὐ τοῦδε καὶ τοιοῦδε, νόμιμον γενικῶς ἐστι, φυσικὸν δ' ἐπὶ μέρους. τὸ βλέπον δ' εἰς συμβόλαια, φύσεις συναλλαγμάτων, πάντων εἰπεῖν τῶν καθ' ἡμᾶς κοινῶν πολιτευμάτων, νόμιμον ἐθνικόν ἐστιν· οὐχὶ τὸ βαρβαρῶδες, τὸ γὰρ τοῦ ἔθνους ὄνομα νομικῶς εἰρημένον γενῶν συλληπτικόν ἐστι νόμοις ὑποκειμένων. πολιτικὸν δὲ νόμιμον τοπικὸν καὶ χρειῶδες· ὃ πάλιν τριμερές ἐστι, τούτου γὰρ τοῦ νομίμου ἔστιν ὁ δωδεκάδελτος τῶν δώδεκα λογίων, τὰ βασιλέων δόγματα, οἱ νόμοι τῶν πραιτώρων. Περὶ δ' ἃ πραγματεύεται τὸ νόμιμον ῥητέον· εἰσὶ δὲ ταῦτα πρόσωπα, ἀγωγαὶ πράγματά τε. πολλῶν δ' οὐσῶν τῶν ἀγωγῶν τέσσαρες αἱ μητέρες, ἃς ἐνοχὰς ὠνόμασαν, δεσμοί τινες δικαίου, ἡ ῥέ, βέρβις καὶ λίτερις, τέταρτον ἡ κονσέσο. {αἵτινες} τέσσαρές εἰσι τῶν ἀγωγῶν μητέρες· ἡ βέρβις, ἡ ῥέ, λίτερις καὶ κονσέσο. ἡ γοῦν ῥὲ γεννᾷ πραγματικὰς καὶ μόνας, μήτηρ δὲ βέρβις ἐστὶν ἐξ στιπουλάτο, ἡ κονσέσο πλάττει δὲ τὰς συναινέσεις, ἡ λίτερις γράμματα γυμνὰ πραγμάτων. καὶ ταῦτα τυγχάνουσιν ἀναργυρία· εἰ γάρ τις ἀνάργυρον ἐγγράψῃ χρέος καὶ διετὴς ῥεύσειεν ἐν μέσῳ χρόνος καὶ μὴ προσθήσει μέμψιν ἀναργυρίας, γράμμασι λοιπὸν κατακρατεῖται μόνοις τὴν λίτεριν πλάττουσιν ἐξ ἡσυχίας. ἡ ῥὲ σημαίνει πράγματα, ἡ βέρβις ψιλοὺς λόγους, ἡ λίτερις τὰ γράμματα, κονσέσο συναινέσεις. Ἑκάστη δὲ τῶν ἐνοχῶν ἀγωγὰς πολλὰς τίκτει. ἐπεὶ δέ τις ἐνέχεται πλημμελῶν ἢ συμβάλλων, ἢ φανερώτερον εἰπεῖν, πρός τινας συναλλάσσων, ἀπὸ τοῦ πλημμελήματος ἀγωγὰς εὕροις ταύτας· τὴν φούρτην, τὴν περὶ κλοπῆς, βι βονόρουμ ῥαπτόρουμ, ἥτις βιαίαν ἁρπαγὴν πραγμάτων ἑρμηνεύει, τὴν ἰνιουριάρουμ τε, ἥτις ὕβριν σημαίνει. τόν τε μὴν Ἀκουίλιον, τὸν περὶ τῆς ζημίας. ἐξ ὧν πάλιν ὡς ποταμῶν ῥευμάτων τε δευτέρων κρουνοὺς εὑρήσεις ἀγωγῶν προσφόρως ἐκχυθέντας. Ὅρος δὲ συναλλάγματος, ὡς ἤρεσε τοῖς πλείστοις, συναίνεσις καὶ σύννευσις πλειόνων θελημάτων, ἢ δύο τὸ ἐλάχιστον, εἰς ταὐτὸ συνδραμόντων, ὥστ' ἐνοχῆς ποιήσασθαι δύναμιν παραυτίκα. Εἰς χάριν δὲ ῥητέον σοι τῶν ἐνοχῶν ἑκάστης τὰς φυομένας ἀγωγάς, ἵν' ἔχῃς ἀσυγχύτως καὶ τὰς μητέρας ἀκριβῶς, πρὸς δὲ τὰς θυγατέρας. Τῆς ῥέ, τῆς ἐν τοῖς πράγμασιν, ἔστιν ἡ δεποσίτης, Ἑλληνιστὶ δὲ πέφυκεν ἡ παρακαταθήκη, ἡ κομμοδάτη δεύτερον χρῆσις τῶν δεδομένων, ἡ πιγνερατικία τε, ἡ περὶ ἐνεχύρων, ἡ περὶ ἀπαιτήσεως κληρονομίας ἄλλη, ἣν νερεδάτης λέγουσι πετίτιο Λατῖνοι, πρὸς δὲ ἡ ἀδεξιβενδοὺμ Λατίνως εἰρημένη, ἡ περὶ παραστάσεως πραγμάτων κεκρυμμένων. τῆς ῥὲ ὁ κονδικτίκιος, ἡ ἰν ῥὲμ ἡ καθόλου· πρὸς τούτοις τὰ ἰντέρδικτα ἤτοι παραγγελίαι. Τῆς βέρβις δὲ τῆς ἐνοχῆς τις ἡ ἐξ στιπουλάτο, ἀφ' ἧς ὁ κέρτος πέφυκε κονδικτίκιος τρέχειν· πρὸς τούτοις καὶ ὁ ἴνκερτος, ἀγωγαὶ δ' οὗτοι δύο. ἐξ στιπουλάτο δέ ἐστιν ἐπερώτησις, ἄναξ, πᾶσα δέ γ' ἐπερώτησις ἢ δήλων ἢ κρυφίων, ἐφ' οἷς ὁ κονδικτίκιος ἢ κέρτων ἢ ἰνκέρτων. ἔστι δὲ κονδικτίκιος ἀπαιτήσεως φύσις, ἢ κέρτος ἤτοι φανερός, ἴνκερτος κεκρυμμένος. τῆς βέρβις ἐνοχῆς ἐστιν ἀεστιματορία, ὅταν διατιμήσωμαι πρᾶγμα καί σοι παρέξω εἰπὼν ὡς πράσας, «κόμισον νομίσματά μοι τόσα, εἰ δὲ μὴ τόσα δοίη τις, δίδου τὸ δεδομένον.» τῆς βέρβις αὖθις ἐνοχῆς ἥ γε δάμνι ἰμφέκτι, ἥτις κινεῖται πίπτοντος γείτονος δωματίου. τῆς βέρβις πάλιν πέφυκεν ἰντερρογατορία, ἣ τὸν κληρονομήσαντα εὐλόγως καὶ προσφόρως ἐκ πόσου μέρους ἐρωτᾷ ζητεῖ κληρονομίαν. ἡ λεγατόρουμ ἄλλη τις ἀσφάλεια λεγάτου ἥ τε μὴν πεκουνίαε κονστιτούταε ταύτης, ἥτις τὴν ἀντιφώνησιν καὶ τὴν ἐγγύην ἔχει. Τῆς δ' ἐνοχῆς τῆς λίτερις ἀγωγὴ νοβατίο, τὸ χρέος μεταφέρουσα τὸ παλαιὸν εἰς νέον. ταύτης ἡ δε λεγάτιο ἤτοι περὶ λεγάτου. Τῆς δὲ κονσέσο ἐνοχῆς ἔστιν ἡ ἐξ βενδίτο, ἣν οὕτως ἑρμηνεύουσι, περὶ ἀγορασίας, ἐξέμπτο, περὶ πράσεως, λοκάτι, μίσθωσίς τις, κονδούκτι, ἡ ἐκμίσθωσις, ἐντολή, ἡ μανδάτι. ἡ προ σοκίο δέ ἐστιν ἡ περὶ κοινωνίας· ἥ τε περὶ μνηστεύσεως καὶ δωρεῶν καὶ γάμων καί τινων ἄλλων ἀγωγῶν καὶ τριῶν ἰντερδίκτων, σύμπασαι αὗται ἀγωγαὶ ἐνοχῆς τῆς κονσέσο. Ἡ περὶ προστασίας δὲ πραγμάτων ἀλλοτρίων, τουτέστι μὴ γινώσκοντος μηδ' ὅλως τοῦ δεσπότου (νεγοτιόρουμ λέγουσι ταύτην τινὲς γεστόρουμ), ἔοικε συναλλάγματι συνάλλαγμα τυγχάνον. ὁμοίως ἡ τουτέλαε, ἡ κατὰ ἐπιτρόπων, ἡ περὶ διαιρέσεως πραγμάτων ἐπικοίνων, ἡ περὶ πεκουλίου τε ἥ τε ἐκ διαθήκης ἡ ἰνστιτουτορία τε ἥ τ' ἐξκερκιτορία, ἡ κατὰ τοῦ προστήσαντος τινὰ ἐργαστηρίου καὶ κατὰ τοῦ προστήσαντος τινὰ ἐπὶ θαλάσσης, τὸ κούοδ λεγατόρουμ τε, ἰντέρδικτον τυγχάνον, ὁ οὖσος, ὁ οὐσούφρουκτος, ἄλλαι τ' ἀγωγαὶ πλεῖσται τῶν ὡσανεὶ τυγχάνουσι πᾶσαι συναλλαγμάτων. Αἱ δ' ἀγωγαὶ τῶν ὡσανεὶ πάλιν ἁμαρτημάτων, ἡ κατὰ τοῦ δικάσαντος καὶ παρηνομηκότος, ἡ κατὰ τοῦ συρρήξαντος ἔδικτον ἀναισχύντως, ἄλλαι τέ τινες ἀγωγαὶ καί τινες τῶν ἰν φάκτουμ. Δέχου πάλιν διαίρεσιν τῶν ἀγωγῶν ποικίλην. τῶν ἀγωγῶν αἱ μέν εἰσιν ἀπὸ συναλλαγμάτων, αἱ δὲ πάλιν κατάγονται ἀπὸ ἁμαρτημάτων· αἱ μέν εἰσι πραγματικαί, αἱ δὲ κατὰ προσώπων· αἱ μέν εἰσι πίστει καλῇ, αἱ δέ εἰσί πως στρίκται· αἱ μὲν πρᾶγμα εἰσπράττουσιν, αἱ δὲ ποινήν, αἱ δ' ἄμφω· αἱ μὲν κινοῦνται εἰς τὸ πᾶν, αἱ δὲ εἰς μέρος μόνον· αἱ μὲν ἁπλοῦν εἰσπράττουσιν, αἱ δὲ διπλοῦν τριπλοῦν τε, αἱ δὲ καὶ τετραπλάσιον, αἱ δὲ καὶ πλέον τούτου, αἱ τούτων δὲ βαρύτεραι πρὸς τούτοις ἀτιμοῦσιν· αἱ μέν εἰσιν ἐπίκαιροι, τινὲς δὲ τῶν χρονίων, αἱ δὲ περιορίζονται τεσσαράκοντα χρόνοις, τινὲς δὲ διαβαίνουσι καὶ κατὰ κληρονόμων· αἱ μέν εἰσιν, ὡς λέγουσι, τούτων ἀρβιτραρίαι, ὁπότε τῆς δικαστικῆς ἤρτηνται μεσιτείας, ταῖς δὲ τῆς ὑπολήψεως τοῦ κρίνοντος οὐ μέλει. ἄλλη τε πλείστη πέφυκε διαίρεσις τῶν νόμων. Καὶ τοῦτο δέ μοι πρόσλαβε, τυγχάνον ἀναγκαῖον, ὡς οἱ κανόνες ἅπαντες τῶν νόμων, στεφηφόρε, ὑπόσαθροι τυγχάνουσι, ψεύδονται γὰρ ἐν μέρει. κανὼν δ' ἐστὶ τοῦ πράγματος συντετμημένος λόγος ὅπερ ὡς ὑποκείμενον τυγχάνει τῷ κανόνι· σφαλεὶς δ' ἐκπίπτει, δέσποτα, καὶ τοῦ ὑποκειμένου. τοὺς νόμους δὲ βουλόμενος πάντας σοι συνοψίζειν ὁριστικοῖς προσχρήσομαι ῥήμασι καὶ συντόμοις. δικαιοσύνη πέφυκε νέμησις τοῦ δικαίου. δίκαιον φυσικόν ἐστι κοινὸν πᾶσι τοῖς ζῴοις. τῶν νόμων ὁ μὲν ἔγγραφος, ὁ δ' ἄγραφος ὡς ἔθος. ἐλευθερία πέφυκεν ἄδεια φυσική τις, δουλεία δὲ ὑποταγὴ τυγχάνει δεσποτείας, ἥτις ὡς ἀδιάφορος ἄτομόν τι τυγχάνει. ἡ συμφορὰ δὲ τῆς μητρός, τουτέστιν ἡ πορνεία, οὐ βλάπτει τὸν ἐν τῇ γαστρί, στεροῦσα τῶν πατρῴων. οὐ σθένει τις ἐλευθεροῦν δανειστὰς περιγράφων. μετὰ τὴν ἥβην γράφειν τις δύναται διαθήκην· ἐλευθεροῦν δὲ δύναται ἑπτακαιδεκαέτης. τῶν παίδων ὑπεξούσιοι οἱ ἐκ νομίμων γάμων, οὗτοι γὰρ μόνοι νομικῶς ὑπείκουσι πατράσιν. εἴ τις ἐκ φίσκου λάβοι τι δωροῦντος βασιλέως ἢ συναλλάττων πρὸς αὐτόν, εὐθὺς τούτου δεσπόζει, ἐκεῖνος δὲ ἐνάγεται μέχρι τετραετίας. ἡ μόρτις καῦσα δωρεὰ ἔοικε τῷ λεγάτῳ. τὰ τῆς προικὸς ἀκίνητα οὐχ ὑποτίθησί τις οὐδὲ πιπράσκειν δύναται οὐδ' ἐκποιεῖν οὐδ' ὅλως. ἐκποίησιν ὁ πούπιλος πραγμάτων οὐ ποιεῖται, οὐδέ τι πράττειν δύναται χωρὶς τῶν ἐπιτρόπων. καὶ υἱὸς ὑπεξούσιος καὶ δοῦλος προσπορίζει, ὁ μέν γε τῷ δεσπόζοντι, ὁ δὲ τῷ φυτοσπόρῳ, κἂν μὴ τυγχάνωσιν αὐτοὶ τὴν πρᾶξιν ἐγνωκότες· υἱὸς δὲ δίχα τοῦ πατρὸς ἢ δοῦλος τοῦ δεσπότου οὐ δύναται κληρονομεῖν, ἀλλ' οὐδὲ ἀδιτεύειν. κἄν τις οὐσουφρουκτάριος ἡμῖν ἐστιν οἰκέτης, εἰσάγει τὸν προσπορισμόν, ὥσπερ ὁ βοναφίδε. ὁ φιδικομισάριος σὺν τῷ λεγαταρίῳ ὁλόκληρον διαδοχὴν οὐκ ἔχουσι δικαίου· ὁ κληρονόμος μόνος γὰρ τὸ δίκαιον τοῦτ' ἔχει. ἀγράφως διατίθεσθαι οὐκ εἴργουσιν οἱ νόμοι· οἰκειακοὺς δὲ μάρτυρας ἀθετοῦσιν εἰκότως. εἴ τις διάθοιτο τυχὸν τῶν ἐξεστρατευμένων, ἡ διαθήκη ἔρρωται εἰς ὁλόκληρον χρόνον καὶ μετὰ τὴν ἀθέτησιν τῆς προτέρας στρατείας· ὁ δ' ὑπεξούσιος υἱὸς οὐ ποιεῖ διαθήκας, κἂν ὁ πατὴρ κελεύσειε, χωρὶς τῶν κανστρεσίων. οὐκ ἀνατρέπει ἔκστασις προβᾶσαν διαθήκην. εἰ δέ τις ἐμμαγκίπατος, κόντρα ταβούλλας ἔχει. καὶ δοῦλον, εἴ τις βούλοιτο, ἐνιστᾷ κληρονόμον. οὐγκιασμοὶ δὲ δώδεκα μέτρον κληρονομίας. ὡς ὁ τεστάτωρ, δύναται οἰκέτης κληρονόμος. οὐδεὶς διατιθέμενος, εἰ μὴ ᾖ στρατιώτης, μέρει μὲν διατίθεται, μέρει δ' οὔ, τῆς οὐσίας. ἔστιν ὑποκατάστασις, οὕτω δὴ τυπουμένη· «κληρονομείτω Τίτιος τῶν ἐμαυτοῦ πραγμάτων· εἰ δ' οὗτος οὐ βεβούληται, Πρίμος κληρονομείτω.» ἀθεμιτογαμήσας τις καὶ δεινῶς τιμωρεῖται καὶ τῶν τεχθέντων ἐξ αὐτοῦ οὐ κατεξουσιάζει. εἰ δέ τις παῖδας ἔτεκεν ἐξ παλλακῆς προτέρας, νομίμους ἀπεργάσεται προικῴοις ἐν συμφώνοις. τέταρτον μέρος χρεωστεῖ τῷ υἱοθετηθέντι υἱοθετήσας τίς τινα τῶν ἑαυτοῦ πραγμάτων. ἀτελὴς συγγινώσκεται μήτηρ μὴ ἀπαιτοῦσα τοῦ ἀνδρὸς τελευτήσαντος ἐπίτροπον τοῖς τέκνοις. ἐπιτροπὴ δὲ πέφυκε νομικὴ ἐξουσία κατ' ἐλευθέρας κεφαλῆς εἰς βοήθειαν ταύτης. ἐπίτροπος δὲ διοικεῖ μέχρι τῆς ἥβης μόνον, ἐντεῦθεν δὲ ἀνθέξονται κουράτορες τοῦ νέου. ἀδνάτους μὲν ὀνόμαζε τοὺς ἐξ ἀρρένων τόκους, κογνάτους δ' ἐπονόμαζε τοὺς ἐκ θηλυγονίας. ἔφηβος γίνεται ὁ παῖς ἐτῶν δεκατεσσάρων, ἔφηβος δέ γ' ἡ θήλεια οὖσα δωδεκαέτις. τῷ ἔχοντι ἐπίτροπον κουράτωρ δίδοταί τις. κατηγορεῖν οὐ δύναται ἄνηβος ἐπιτρόπου, ἔφηβος τοῦ κουράτορος συγγενῶν συνεργούντων. τὰ μηδενὸς τὸ πρότερον τοῦ προκαταλαβόντος. τὸ κῦμα τὸ χειμέριον αἰγιαλὸν ὁρίζει. εἴκει τὰ ἐπικείμενα τοῖς γε ὑποκειμένοις. ἴτερ ἐστὶν ὁδὸς στενή, ἄκτους ἡ πλατυτέρα. ὁ πρᾶγμα τὸ ἀλλότριον ἐκποιῶν ἐν εἰδήσει ἢ ἄλλῳ τραδιτεύων τις ὡς κλοπὴν ἁμαρτάνει. δευτέρα διατύπωσις ῥήγνυσι τὴν προτέραν. τὴν δε ἰνοφικίοσσο παῖδες κινοῦσι μόνοι. οὐδεὶς ὑποκαθίστησι παιδὶ πουπιλαρίως, εἰ μὴ ποιήσει πρότερον εἰς αὐτὸν διαθήκην. ὁ ἔχων τὴν ἐναγωγὴν ἀποδείξει βαρεῖται. τὰ τῆς προικὸς ἀκίνητα εἰσπράττεται αὐτίκα, τοῖς κινητοῖς ὁλόκληρος εἰς ἀπαίτησιν χρόνος. τῆς διαθήκης ἡ κρηπὶς ἔνστασις κληρονόμου. καὶ τομὴ καὶ μετάθεσις γίνεται τοῦ λεγάτου ἔν τε διατυπώσεσιν ἔν τε τοῖς κωδικέλλοις. τὸ τρίτον ὁ Φαλκίδιος σῴζει τῷ κληρονόμῳ, ἐκ τῶν λεγάτων ἀπαιτῶν κατὰ ἀναλογίαν. ὁ Αὔγουστος προσέταξε, φασί, τοὺς κωδικέλλους ἐν οἷς οὔτε ἐνίστησιν ὁ γράφων κληρονόμον οὔτ' ἀφαιρεῖ ὃν ἔγραψεν ἐν τῇ διατυπώσει. τὸ μὲν Τερτουλιάνειον δόγμα καλεῖ προσφόρως εἰς τὰ τῶν τέκνων πράγματα τὰς ἐκείνων μητέρας, τὸ δέ γ' Ὀρφιτιάνειον αὖθις ἐκ τοὐναντίου εἰς τὰ μητέρων πράγματα τοὺς παῖδας προκαλεῖται. ἡ μήτηρ ἔχει πρόκλησιν ἁπάντων τῶν ἀδυνάτων εἰς τὰ τοῦ τέκνου πράγματα, χωρὶς τῶν ὁμογνίων, μετὰ γὰρ τούτων ἔρχεται εἰς τὴν κληρονομίαν· ἀλλ' εἰ μὲν ἀδελφαί εἰσι, τὸ ἥμισυ λαμβάνει, εἰ δ' ἀδελφαὶ καὶ ἀδελφοί, ἵσα κληρονομοῦσιν. ὑπούσης διακατοχῆς παῖς καὶ γονεὺς ὡσαύτως ἐνιαυτὸν ὁλόκληρον ἔχουσι βοηθοῦντα, ἡμέρας μόνας ἑκατὸν τῶν συγγενῶν ἐχόντων. ποινὴ ὀφείλει τίθεσθαι εἰς τὰς ἐπερωτήσεις. ἡ περπετοῦα μίσθωσις ἐμφύτευσις τυγχάνει. τὸ διπλασιαζόμενον ἔκ τινος ἠρνηκότος καταβληθὲν ἰνδέβιτον ἀπαίτησιν οὐκ ἔχει. κλοπή ἐστι ψηλάφησις πραγμάτων κατὰ δόλον. χωρὶς κακῆς προθέσεως κλοπὴν οὐχ ἁμαρτάνεις. κατὰ τοῦ κλέπτου φούρτιβον, κἂν μὴ νέμηται, δώσεις. τῷ ἐκπεσόντι πράγματος Πουβλιανὴ ἁρμόζει. παυλιανὴ δὲ δίδοται τῷ περιγεγραμμένῳ εἰς πρᾶσιν, εἰς ἐκποίησιν τῶν ἑαυτοῦ πραγμάτων. τὴν φούρτην διπλασίαζε σὺν τῷ Ἀκουιλίῳ. νόμος ὁ δωδεκάδελτος τὴν νοξαλίαν φούρτην καὶ τὸν νοξάλιον αὐτὸν Ἀκουίλιον γράφει. παραγραφή ἐστι σαφὴς ἡ δικαιολογία τοῦ ῥέου πρὸς τὸν ἄκτορα κατ' ἀγωγῆς βεβαίας, τῷ νόμῳ μέν πως ἰσχυρᾶς, τῇ φύσει δ' ἀδικούσης. δίκην οὐδεὶς συνίστησιν ἀγνώστων ἀντιδίκων. ἐπ' ἴσης δικαιώσεως ὁ νεμόμενος κρείττων. ὁ φθείρας βίᾳ τὴν σεμνήν, εὔπορος μὲν τυγχάνων ἡμίσεος ἀφαίρεσιν ἔχει τῶν κεκτημένων· ὁ δ' ἄπορος ἐξόριστος γίνεται παραυτίκα. τῷ Κορνηλίῳ ἔνοχος πᾶς ὁ φονεὺς τυγχάνει. τῷ ῥεπετοῦνδις ἔνοχος δικαστὴς δωροδόκος. τῷ δὲ δε φάλσις ἔνοχος ὃς ἁλοίη πλαστεύων. Τὸ χρόνιον δὲ σύνηθες νόμου λαμβάνει τόπον. οἱ ἰδικοὶ τῶν γενικῶν ἐγκρατέστεροι νόμων. ἥττων ἐστὶ τῶν θηλειῶν αἵρεσις τῶν ἀρρένων. οἱ μὲν τεχθέντες νόμιμοι ἕπονται τοῖς πατράσιν, οἱ φύντες δ' ἐκ πορνεύματος ἕπονται ταῖς μητράσι. τὸ φύσει χρεωστούμενον καταβληθὲν οὐκ ἔχει αὖθις ῥεπετιτίονα, ὡς ἔδοξε τῷ νόμῳ. πάκτα τὰ ἰδιωτικὰ δημόσιον οὐ βλάπτει. ἀποκαθίστατ' ἀβλαβὴς ὁ νέος κατὰ νόμους. ὅπερ ἐστὶ τοῖς ἥττοσι τὸ ἀποκαθιστάναι, τοῦτο μείζοσιν ἔκκλητος πρὸς λόγους ἀναλόγους. πατρὸς καὶ παίδων μεταξὺ τῶν γε ὑπεξουσίων οὐ πέφυκε συνίστασθαι δίκης ἀμφιβολία. ὅπου δὲ ἡ προκάταρξις, ἐκεῖ καὶ καταδίκη. τὸ μεῖζον δικαστήριον τὸ ἔλαττον προκρίνει. ὁ διδοὺς τὸ ἰνδέβιτον ἔχων εἴδησιν τούτου οὐκ ἔχει πάλιν εἴσπραξιν τοῦ καταβεβλημένου. ὁσάκις ἐξετάζοντες περὶ καρπῶν σκοποῦμεν, ὅσα λαβεῖν ἠδύνατο ὁ νομεὺς ἀκριβοῦμεν. εἰς ἔδαφος ἐπίκοινον ὁ κοινωνὸς οὐ κτίζει. ἐξωτικὸς οὐ δύναται δουλείαν προσπορίζειν. ἐφ' ὧν ὁ Ἀκουίλιος θεμάτων οὐχ ἁρμόζει, τούτοις ἰμφάκτουμ δίδοται· σαθρὸς δ' ὁ κανὼν οὗτος. ὁπόσα δὲ μὴ ἔχουσιν ἰσχὺν κατὰ τῶν νόμων, χωρὶς ἀποτελέσματος δοθέντα κατὰ πλάνην, οὐκ ἔχει ῥεπετίτιον οὔτ' εἴσπραξιν ὀπίσω. χείρονα ποιεῖν αἵρεσιν γυνὴ προικὸς ἰδίας σαφῶς οὐκ ἔχει δύναμιν ἐν συνεστῶτι γάμῳ. τῷ ἔχοντι ἐπίτροπον ἕτερος οὐ δοτέος. τὸ μεῖζον δικαστήριον κρεῖττον τῶν ἐλαττόνων, ἤτοι τὸ ἐγκληματικὸν τοῦ περὶ τῶν χρημάτων. ἐκδίκησιν ἐγκλήματα λαμβάνει τὴν δικαίαν ἐν τόποις οἷς ἡμάρτηται, ἔνθα κρείττων ἡ γνῶσις. ὅπου δὲ ἡ προκάταρξις, ἐκεῖ καὶ καταδίκη. Ἐντεῦθεν καὶ κανόνας σοι τῶν Νεαρῶν εἰσφέρω. δηλούσθω τὰ βουλήματα πάντων τῶν τελευτώντων, ὅσα μὴ διαμάχονται τοῖς νόμοις τοῖς κειμένοις. προῖκα μὲν γάμος ἐνεργεῖ, γάμον δ' οὐ δρῶσι προῖκες. ὅπερ ὁ νόμος δίδωσιν οὐκ ἂν ἀφέλοιτό τις. παραγραφῆς ἀντίθεσις οὐκ ἔστι δημοσίῳ. ἡ δευτερογαμήσασα πρὸ τοῦ πενθίμου χρόνου πάντων ἐκπίπτει καὶ προικῶν καὶ κερδῶν παραυτίκα. ἐξ ἐλευθέρας δὲ γαστρὸς οὐ τίκτεταί τις δοῦλος. τῶν τελευτώντων βούλησιν μηδεὶς ἀνατρεπέτω. γάμος ἐκ διαθέσεως συνίσταται καὶ μόνης, κἂν μὴ προβῶσι γαμικὰ συμβόλαια πρὸς ταύτην. δεφένσωρ ἐπιτήδειος οὐδεὶς χωρὶς ἐγγύης. ὁ δοῦναι προελόμενος ἴσος τῷ δεδωκότι. ἐπιτροπεύειν δύνανται τῶν τέκνων αἱ μητέρες. ἐν μέσῳ δίκης ἄδικον γίνεσθαι θείους τύπους. ἡ γνώμη τοῦ τεστάτωρος πάντων προτιμητέα. τόκος ἀνεπερώτητος εἰς δάνειον οὐ τρέχει. τὴν τῶν κακῶν εἰσαγωγὴν οὐ σφίγγει μακρὸς χρόνος. τῶν γάμων οἱ ἀθέμιτοι ποιναῖς τιμωρητέοι. οἱ πλημμελοῦντες κόλασιν διδότωσαν δικαίως φυλαττομένων νομικῶς νομίμοις διαδόχοις ὧν ἔχουσιν οἱ πταίσαντες νομίμων καὶ πραγμάτων. ὁ ἄρχων ὑπερόριος οἴκοθεν δαπανάτω. μοιχὸς δέ τις ἀποδειχθεὶς τὰς ποινὰς ὑπεχέτω, διδόσθω δὲ τῇ γυναικὶ ἐκ τῶν αὐτοῦ πραγμάτων, ἡ προὶξ σὺν ἕδνοις ἅπασα· εἰ δ' ἄπροικος τυγχάνει, μέρος ἐχέτω τέταρτον τῶν ἐκείνου πραγμάτων, τὰ δὲ λοιπὰ τοῦ πταίσαντος πράγματα μεριζέσθω εἰς παῖδας, εἰς τοὺς φύσαντας ἄχρι βαθμοῦ τοῦ τρίτου· εἰ δ' οὔτε παῖς οὔτε γονεὺς ὑπάρχουσι τῷ πταίστῃ, τῷ φίσκῳ προσκυρούσθωσαν τἀκείνου προσηκόντως, τῆς μοιχευθείσης γυναικὸς ἀκριβῶς τηρουμένης· εἰ δ' ὁ σύνοικος βούλοιτο, θαρρούντως λαμβανέτω τὴν πταίσασαν ἀζήμιον ἐντὸς τῆς διετίας, χρόνου δὲ διαρρεύσαντος τοῦ διηγορευμένου ἡ μὲν εἰς μοναστήριον ἐνδίκως διαγέτω μελαμφοροῦσα πάντοτε κατὰ τὰς κεκαρμένας, οἱ παῖδες δὲ τὸ δίμοιρον ἐχέτωσαν ὧν ἔχει, τὸ δέ γε μοναστήριον τὸ τρίτον λαμβανέτω. αἱ κτήσεις τῶν ἐγκλήματι θανάτου πεπτωκότων τοῖς παισὶν ἁρμοζέτωσαν ἢ ἄνω τοῖς γονεῦσι. τὰς δίκας τὰς ἐν χρήμασι τὰς κατὰ τῶν ἐν κλήρῳ ἐπίσκοποι κρινέτωσαν ἠκριβωμένῳ λόγῳ· ἑνὸς δὲ μὴ στοιχήσαντος τοῦ κρίναντος τῇ ψήφῳ ὁ ἄρχων ἐξετάσειε ταύτην ἀκριβεστέρως· ἐν δὲ τοῖς ἁμαρτήμασι τοῖς πολιτικωτέροις οἱ κληρικοὶ τοῖς ἄρχουσιν ὑπόκεινται δικαίως. τοὺς εὐτελεῖς δὲ μάρτυρας ὁ κριτὴς κολαζέτω πρὸς ἀληθείας εὕρεσιν καὶ μηδεὶς αἰτιάσθω. ἐπὶ τῶν ἐγκλημάτων δὲ τῶν ἐν δικαστηρίοις οἱ μάρτυρες τοῖς δικασταῖς προσίτωσαν ἐννόμως. κηδεμόνας τοῖς ὀρφανοῖς ὁ ἄρχων προσδιδότω. χρὴ τὸν ἐξ αἰτιάσεως ὑπομνησθέντα πρώτης βιβλίον ὑποδέχεσθαι τῆς κινουμένης δίκης καὶ προθεσμίαν ἡμερῶν εἴκοσι προσλαμβάνειν. ὁ δὲ ἐκ παραιτήσεως λαβὼν δευτέραν κρίσιν οὐ δύναται τὸν δεύτερον δικαστὴν παραιτεῖσθαι. μετὰ διωμοσίαν δὲ τοῦ ῥέου κρυπτομένου καὶ μὴ προσαπαντήσαντος κατὰ τὴν προθεσμίαν εἰς τὰ ἐκείνου πράγματα πεμπέσθω ὁ ἐνάγων, οὐκ ἄλλως δ' ἀναδίδωσι τὰ πράγματα τῷ ῥέῳ, εἰ μὴ τὴν πᾶσαν πρότερον δαπάνην ἀπαιτήσει. γυνή τις ἴσως ἄπορος ἐπὶ ἀνδρὶ εὐπόρῳ θανοῦσα δίχα γαμικῶν τελείως συμβολαίων, ὣς δὲ κἂν ἄπορος ἀνὴρ ἐπὶ εὐπόρῳ θάνοι, εἰς μόνον μέρος τέταρτον τῶν ἑαυτοῦ κτημάτων ὑπὸ τοῦ ζῶντος ὁ θανὼν καλῶς κληρονομείσθω. ὁ τρὶς κομίσας μάρτυρας αὖθις μὴ παραγέτω. ὁ μέσος δὲ τοῖς μέρεσι γεγονὼς γνώμῃ τούτων ἐφ' οἷς οὗτοι δικάζονται καὶ ἄκων μαρτυρείτω. Μὴ πάσας δ' οἴου, δέσποτα, τὰς Νεαρὰς εὐχρήστους· αἱ μὲν γὰρ οὐκ ἐτέθησαν τοῖς Λέοντος βιβλίοις, ὧν ἡ μὲν γνῶσις ἀσφαλής, βασιλικὴ δ' ἡ κλῆσις· αἱ δ' εἰ καὶ κατεστρώθησαν, ἐσχόλασαν τῷ χρόνῳ· αἱ δ' ἤργησαν ἀλλοίωσιν τοῦ βίου δεξαμένου, οἷον τὰ περὶ βουλευτῶν, τὰ περὶ τῶν πραιτώρων, τὰ περὶ μοδεράτωρος, τὰ περὶ κοιαιστώρων, τὰ περὶ τῶν ἐπαρχιῶν τῶν ἀπηριθμημένων, ὅσα κατὰ συναίνεσιν τὸν γάμον διαιροῦσι, τὰ περὶ συγχωρήσεως λοιπάδων δημοσίων τὰ περὶ τῶν ἐκκλήσεων τῶν ἐν τῇ Σικελίᾳ, τὰ περὶ τοῦ μὴ γίνεσθαι οἴκοι τὰς λειτουργίας, τὰ περὶ τοῦ διηνεκῶς ποιεῖν τὰς ἐμφυτεύσεις, τὰ περὶ τῶν ἐν Ἀφρικῇ θείων ἀφιδρυμάτων. εὔχρηστα δὲ καὶ θαυμαστὰ τὰ περὶ Φαλκιδίου, τὰ περὶ γάμων λύσεως τοῖς καθήκουσι τρόποις, τὰ περὶ ἀποδόσεως πραγμάτων προικιμαίων, τὰ περὶ καινοτομιῶν, τὰ περὶ κηδεμόνων, τὰ εἰς ἀμέτρους δωρεὰς ἀποτετοξευμένα, τὰ περὶ τῆς ἐπὶ προικὶ σαφοῦς ἀναργυρίας. οὐ τοίνυν ὅλον εὔχρηστον τὸ Νεαρῶν βιβλίον, ἀλλ' ὧν ἡ πρᾶξις συνεχής, νόμοις κεκροτημένη. Τῶν δ' ἀγωγῶν ἡ σύνταξις πολλή τε καὶ ποικίλη, Ἰταλικοῖς ὀνόμασι μὲν κατωνομασμένη, Ἑλληνικαῖς δὲ κλήσεσιν αὖθις ἀντικληθεῖσα. τούτων ἡτοιμολόγηται τὰ πλείω θαυμασίως. ἀδουλτερίης ὄνομα κεῖται περὶ μοιχείας, καὶ θαύμασον τὴν σύνεσιν τοῦ ὀνοματοθέτου· ὁ Ἰταλὸς τὴν νόθευσιν καλεῖ πως ἀδουλτέραν, ἔνθεν γοῦν κατωνόμασται τὸ στροῦπτον τῆς μοιχείας, ἡ γὰρ μοιχεία νόθευσις καὶ παραχάραξίς τις. κινοῦσι δὲ τὸ μοιχικὸν ἀνέρ, πατὴρ καὶ θεῖος πρὸς τῆς μητρός, πρὸς τοῦ πατρός, σύγγονός τε πρὸς τούτοις, μετ' ἐγγραφῶν οἱ σύμπαντες, κἂν εἰ τὸν ἄνδρα λέγῃς. ἡ ἀδοπτίων, δέσποτα, θέσεως ὄνομά τι, εἰς δύο δὲ ὀνόματα τὴν διαίρεσιν ἔχει, ὧν τὸ μὲν ἀδρογάτιον, τὸ δ' ἀδόπτιον λέγε. τὸν τοίνυν αὐτεξούσιον λαμβάνει τις εἰς θέσιν τῇ τῆς ἀδρογατίονος κλήσει τε καὶ δυνάμει· ὁ δέ γε υἱοθετηθεὶς ἄνηβος ἑκουσίως ἐξνερεδάτος γεγονὼς τρίτον λαμβάνει μόνον. ὁ δέ γε Ἀκουίλιος ἀγωγή τις τυγχάνει κατὰ τοῦ μὴ παρέχοντος τῷ σεβασμίῳ τόπῳ ὅπερ λεγάτον ὥρισε σαφῶς ὁ τελευτήσας· ἔχει δ' ἀπαίτησιν καρπῶν, εἴπερ ὑπέρθοιτό τις. ἡ δέ γε ἀδεξιβενδοὺμ λίαν ἐστὶ χρειώδης· πραγμάτων δ' ἐστὶν εἴσπραξις τῶν ἀποκεκρυμμένων· περσοναλία τέ ἐστι, πρὸς δὲ ἀρβιτραρία, εἰσπράττει δὲ ὁλόκληρον τὸ πρᾶγμα προσηκόντως μετὰ γονῶν καὶ τοκετῶν, μετὰ πάσης αἰτίας. ἀμβίτους νόμος πούβλικος κινούμενος πρὸς πάντων· οὐκ ἔστι δὲ κεφαλικόν, κἂν ἀτιμοῖ τελείως· κινεῖται δ' εἴ τις τὴν ἀρχὴν χρήμασιν ἀγοράσοι. καὶ ἡ ἀννόνα πούβλικον καὶ πλέον τῶν πουβλίκων, κινοῦσι γὰρ τὴν ἀγωγὴν καὶ δοῦλοι καὶ γυναῖκες· κινεῖται δ' εἴ τις τυραννεῖ τὴν εὐθηνίαν Ῥώμης καὶ καταπραγματεύεται πρὸς χάριν τῶν βαρβάρων. ἦν δέ τις Ἀκουίλιος δήμαρχος ἐν τῇ Ῥώμῃ, καὶ νόμον εἰσηγάγετο περὶ ζημίας τότε, ἐκλήθη δ' Ἀκουίλιος ὁ νόμος φερωνύμως· διεῖλε δὲ τὸ προταθὲν ἐν τρισὶ κεφαλαίοις, ὧν ἄχρηστον τὸ δεύτερον τοῖς πράγμασι τυγχάνει. οὗτος δ' ὁ νόμος, δέσποτα, πολύχρηστος ὑπάρχει, καὶ περὶ φόνου γὰρ πολλὴν ἀκρίβειαν εἰσάγει, κἂν εἴ τις τὸ τετράποδον νεμόμενον φονεύσοι. ἡ ἀγωγὴ δὲ πέφυκεν αὕτη καὶ ποιναλία, ἔστι δὲ καὶ οὐτίλιος, ἔστι δὲ καὶ διρέκτα· εἰ μέν τις σῶμα σώματι βλάψει, τότε διρέκτα, εἰ δέ τις ἄλλως ἔβλαψεν, οὐτίλιος τυγχάνει, εἰ δὲ μήθ' οὕτως ἔβλαψε μήτε σώματι σῶμα, ζημία δὲ προσγέγονεν, ἡ ἰμφακτοὺμ κινεῖται. ὁ δέ γε Ἀκουίλιος κατὰ μὲν ἀρνουμένων διπλῆν ποιεῖται εἴσπραξιν, τοὺς δὲ ὁμολογοῦντας εἰσπράττει μόνον τὸ ἁπλοῦν, οὐδὲ ζητῶν τι πλέον. ἡ βι βονόρουμ δ' ἀγωγὴ ῥαπτόρουμ κεκλημένη κινεῖται κατὰ ἅρπαγος πραγμάτων ἀλλοτρίων, ἐντὸς μὲν χρόνου ἔσωθεν τετραπλοῦν ἀπαιτοῦσα, τοῦ πράγματος τῷ τετραπλῷ ἐνταῦθα προσκειμένου, ὥστε συμβαίνειν τὴν ποινὴν εἰς τὸ τριπλοῦν τυγχάνειν· ἐκτὸς δὲ χρόνου πέφυκεν ἁπλοῦν εἰσπράττειν μόνον. καὶ κινηθεῖσα πρότερον τὴν φούρτην καταπαύει, εἰ δὲ τὴν φούρτην πρότερον κινήσει τῆς ῥαπτόρουμ, κινεῖ καὶ ταύτην, δέσποτα, οὐχ ὑπερβαίνει δέ γε τοῦ τετραπλοῦ τὴν εἴσπραξιν, κἂν ἄμφω τις κινήσῃ. ἡ δεποσίτη δέ γ' ἐστὶν ἡ περὶ παραθήκης, ἥτις καὶ δόλον ἀπαιτεῖ, πρὸς δὲ καὶ λάταν κούλπαν καὶ τόκους ὑπερθέσεως καὶ συγχρήσεως ἅμα· καὶ κληρονόμοις δίδοται καὶ κατὰ κληρονόμων, οὐκ ἔστι γὰρ ἀτιμουργός, εἰ μὴ οἰκείῳ δόλῳ. ἡ περὶ δόλου δέ ἐστι ποινὴ καὶ ποιναλία, δίδοται καῦσα κόγνιτα, ἔστι περσοναλία, ἐν δυσὶ δὲ ἐνιαυτοῖς ἄρχεται καὶ πληροῦται· ἄλλης δ' ὑπούσης ἀγωγῆς οὐ κινεῖς τὴν δε δόλο. ἡ δὲ δε φάλσις ἀγωγὴ νόμος τοῦ Κορνηλίου, κινεῖται δὲ κατά τινος πλαστὸν πεποιηκότος. τοῦ δὲ Πουβλίκου, δέσποτα, δε φάλσις τιμωρία· κατ' ἐλευθέρων μέν ἐστιν ἥ τε δεπορτατίων καὶ ἡ τελεία δήμευσις, κατὰ δὲ δούλων πάλιν ἐσχάτην ἔχει κάκωσιν, πάνδεινον τιμωρίαν. νόμος ἐστὶν Ἰούλιος ὅ γε δε πεκουλάτις, ὅστις κατὰ τοῦ κλέψαντος ἐξ ἱερῶν ἀδύτων ἢ ἐκ μνημάτων ἀσφαλῶν ἤτοι ῥελεγιόσων κινεῖται καὶ τραχύνεται καὶ τιμωρεῖ πανδείνως· ἐπάγει γὰρ ἐναλλαγὴν τάξεως τῆς προτέρας, δεπορτατεύει, δέσποτα, τὸν ἐξεληλεγμένον· ἔχει δέ γε τὴν δύναμιν ἐντὸς πενταετίας. ἡ δονατεονίβους δὲ ἀγωγὴ διαιροῦσα τῶν δωρημάτων τὸ διττόν· δόνουμ γάρ τοι τὸ δῶρον, τὸ μέν ἐστιν ἰντέρβιβον, τουτέστιν ἀπεντεῦθεν, τὸ δέ γε μόρτις καῦσά πως, θανάτου γὰρ αἰτίᾳ· μόρτις καὶ γὰρ ὁ θάνατος, τὸ καῦσα δ' ἕνεκά του, ἤτοι τὸ δι' ὑπόνοιαν θανάτου δεδομένον. τυχὸν γὰρ ἔμελλέ τις πλεῖν πλοῦν ἐπικινδυνώδη καὶ δέδωκέ τῳ χρήματα τῷ φόβῳ τοῦ θανάτου· ἐνταῦθα γὰρ ἀπαλλαγεὶς ὁ δεδωκὼς τοῦ φόβου δεσπότης πάλιν πέφυκε τῶν γε δεδωρημένων, ὁ δὲ λαβὼν τὴν δωρεὰν φυσικὴν νομὴν ἔχει. ἡ δέ γε ἐπερώτησις τινὶ προσπορισθεῖσα εἰς κληρονόμον πέφυκε καὶ μόνον μεταπίπτειν. ἡ δε ἰνοφικίοσο, ἡ διαθήκης μέμψις, εἰσαγωγὴ πρὸς ἀγωγήν, οὐκ ἀγωγὴ τυγχάνει· τὴν περὶ ἀπαιτήσεως λέγω κληρονομίας. δίδοται δ' αὕτη καὶ παισὶ κατὰ πατρός, εἴ γέ πως ἐξνερεδάτους ἔγραψε τούτους ἐν διαθήκῃ, καὶ κατὰ παίδων τῷ πατρὶ ἐξ ὁμοίας αἰτίας. ἡ δὲ ἰν ῥὲμ πολυσχεδὴς καὶ πολυώνυμός τις, καθόλου γὰρ καὶ μερική, ἔστι δὲ βοναφίδε· ἡ μὲν γὰρ οὐτιλία τις, δανεισταῖς διδομένη, ἡ δὲ κομφεσορία τις, ἡ δὲ νεγατορία, ἡ δὲ προιβιτορία τις, ἡ δὲ σπεκιαλία, ἑτέρα τις Σερβιανή, ἄλλη Πουβλικιάνα. καὶ αἱ ἰμφάκτουμ ἀγωγαὶ πολλαί τε καὶ ποικίλαι· τούτων αἱ μὲν πραιτώριαι, αἱ δὲ πουπιλαρίαι, αἱ μὲν ἐκ νόμου τρέχουσιν, αἱ δὲ ἀρβιτραρίαι· αἱ μὲν ἁπλοῦν, αἱ δὲ διπλοῦν, αἱ δὲ τὸ διαφέρον, αἱ δὲ τὸ τετραπλάσιον τοῦ χρέους ἀπαιτοῦσιν· αἱ μὲν αὐτῶν ἀνάλιαι, αἱ δὲ καὶ περπετοῦαι· ἡ χρῆσις γὰρ τῶν ἰμφακτοὺμ πολύμορφος τυγχάνει. ἰουδικάτη δ' ἀγωγὴ μηνῶν τεσσάρων ὅρον πρὸς καταδίκην ἔλαβε παρὰ τοῦ νομοθέτου. ἡ δέ γε περὶ ὕβρεως ἀγωγὴ ἀναλία· γίνεται δὲ καὶ πράγμασι καὶ ῥήμασι τὸ πλέον, εἰς σῶμα εἰς ἀξίαν τε, πρὸς δὲ καὶ ἀτιμίαν· κινεῖται δ' ἐγκληματικῶς, χρηματικῶς δ' εἰ θέλεις, καὶ σβέννυται παραδρομῇ ἑνὸς καὶ μόνου χρόνου. Ὡς τῶν ἰν ῥέμ, τῶν ἰμφακτούμ, οὕτω τῶν ἰντερδίκτων ἡ χρῆσις πολυδύναμος, πολλὰς ἔχουσα κλήσεις. ἔστι δὲ τὸ ἰντέρδικτον πραίτωρος ὁμιλία, οὐ τέμνει δὲ ὑπόθεσιν, ἀλλὰ ῥυθμίζει μόνον, πῶς χρὴ τεμεῖν τὸν δικαστὴν τὴν κινουμένην δίκην, εἴ τινες ἀμφιβάλλουσι περὶ νομῆς ἀλλήλοις. καὶ φυσικὴ μέν τις νομὴ κατοχὴ τῶν πραγμάτων, ἡ δ' ὡσανεὶ νομή ἐστι χρῆσις, ἀλλ' ἀσωμάτων. τῶν δ' ἰντερδίκτων πέφυκε τὰ μὲν πρὸς παραστάσεις, τὰ δ' εἰς ἀποκατάστασιν, τὰ δὲ κωλυτικά πως· τὰ μέν εἰσι διηνεκῆ, τὰ δ' ἐνιαυσιαῖα· τὰ μέν εἰσι δημοτικά, τὰ δὲ τισὶν ἁρμόζει. ἰντέρδικτον τὸ οὖνδε βί, πρὸς δὲ τὸ ἀρβορίβους, ἰντέρδικτον τὸ κοῦοδ βὶ αὖτ κλὰμ ὠνομασμένον, ὅπερ ἐφερμηνεύεται τὸ βίᾳ ἢ τὸ λάθρα. καὶ μὴ μηκύνω, δέσποτα, ὀνόματα συλλέγων, καθολικῶς εἰπεῖν καὶ γὰρ ἰντέρδικτον τυγχάνει ῥυθμίζουσα τὸν δικαστὴν πρὸς δίκην ὁμιλία. Καὶ τἆλλα κατ' ἐπιδρομὴν οὑτωσί σοι ῥητέον· κονδούκτιο ἡ μίσθωσις, λοκάτι ἀγωγή τις ἥτις ἁρμόζει, δέσποτα, τῷ γε μισθωσαμένῳ κατὰ τοῦ ἐκμισθώσαντος τοῦ μισθωθέντος χάριν. μανδάτι περὶ ἐντολῆς, ἔστι δὲ τῆς κονσέσο. ἡ μέτους καῦσα πρόσεστι τῷ φόβῳ δυναστείας ἢ δόντι πρᾶγμα τῶν αὐτοῦ ἢ χρέος ἀφεικότι· περσοναλία δέ ἐστι καὶ χρόνῳ περατοῦται. ὁ μαεστάτης, δέσποτα, νόμος ἦν Ἰουλίου, κινεῖται δ' εἴ τις ἔπραξέ τι κατὰ βασιλέως· καθοσιώσεώς ἐστιν ἔγκλημα τοῦτο μέγα· καὶ παίδων ὄντων δήμευσιν ἔχει τοῦ κολασθέντος. νερεδιτάτις δέ ἐστι περὶ κληρονομίας, ἔνθ' οὐκ ἔστι διαφορὰ ἀδνάτων καὶ κογνάτων, ἀλλ' οὐδὲ σούων, δέσποτα, καὶ τῶν ἐμαγκιπάτων. αἱ νοξαλίαι ἀγωγαὶ πᾶσαι πραετωρίαι· κινοῦνται κατὰ δεσποτῶν οἰκετῶν πλημμελούντων. ὁ ῥεπετοῦνδις φέρεται κατὰ τῶν δωροδόκων, καὶ μάλιστα τῶν ἐν ἀρχαῖς καὶ κατὰ τῶν συνέδρων· κινεῖται δ' εἰ καὶ τέθνηκεν ὁ κατηγορημένος. ἡ ῥέρουμ ἀμουτάρουμ δὲ κονδικτίκιος λόγος, ἁρμόζει δὲ καὶ γυναικὶ κατὰ τοῦ συνοικοῦντος ἀνδρί τε κατὰ γυναικὸς κλέψαντος ἢ κλεψάσης. στελιονάτους δέ ἐστι πράξεως πονηρία, ὁποῖον εἰ χρεώστης τις τινὶ τῶν δανεισάντων εἰς ὑποθήκην πρᾶγμα δῷ προϋποτεθειμένον· ἔχει δ' ἐξορδινάριον τοῦτο τὴν τιμωρίαν. ἀγωγὴ διαιρετικὴ ἥ γε τριβουτορία. ἡ δέ γε μὴν τουτέλαε ἡ κατὰ ἐπιτρόπων. τὸ δὲ Τουρπιλιάνειον δόγμα πρὸς συκοφάντας. τὸ δέ γε φαμιλίαε ἐρκισκούνδαε τύπος ἐν ᾧ τὰ δικαστήρια διπλῆν ἔχει τὴν φύσιν, τῶν δ' ἐγκαλούντων ἕκαστος ἄκτωρ ἐστὶ καὶ ῥέος. ἡ φουγνερατικία δὲ ἀπαιτεῖ τὴν δαπάνην τῶν ἐν ταφῇ παρά τινος καλῶς καταβληθέντων· καὶ προτιμᾶται τῶν χρεῶν ἡ τοιαύτη δαπάνη. Δόγμα δὲ Ἀδριάνειον τὸν ἀκριβῆ νομέα μήτε κερδαίνειν περιττὸν μήτε μὴν ζημιοῦσθαι. δόγμα τὸ Ἀφιάνειον παντελῶς ἀνῃρέθη. δόγμα τὸ Ἀδριάνειον τελείως ἠθετήθη. δόγμα δὲ τὸ Ἀτίλειον κωλύει τὰ κλαπέντα διὰ νομῆς δεσπόζεσθαι χρονίας προσηκόντως. ὁ νόμος ὁ ἀγράριος τὸν ὅρους μεταθέντα χρυσοῦς εἰσπράττει ἑκατὸν ἐφ' ἑκάστῳ τῶν ὅρων. ὁ νόμος ὁ Βοκώνιος παντελῶς ἀνῃρέθη. δόγμα Δασουμνιάνειον ἔστι τοιοῦτον, ἄναξ· ἐάν τις ὑπὸ αἵρεσιν ἢ ἴσως ὑπὸ ὅρον ἐλευθερίαν χρεωστῇ φιδικομισσαρίαν, ἔπειτ' ἀπολιμπάνηται δι' εὔλογον αἰτίαν, αὕτη μὲν ἵνα προχωρῇ τοῦ ὅρου πληρωθέντος, αὐτὸς δ' ἐστὶν ἀνέκπτωτος πατρωνικῶν δικαίων. ὁ νόμος ὁ Ἰούλιός ἐστι περὶ μοιχείας, περὶ καθοσιώσεως, περὶ βίας ἐνόπλου. δόγμα τὸ Κλαυδιάνειον τελείως ἀνῃρέθη. τὸ δὲ Καρβωνιάνειον βοηθεῖ τοῖς ἀνήβοις. ὁ νόμος δ' ὁ Κορνήλιος κατὰ τῶν πλαστογράφων. δόγμα Λαργιτιάνειον ἐσχόλασε τελείως. δόγμα τὸ Νινιάνειον τὰ νῦν οὐκ ἔχει χρῆσιν. τὸ δὲ Ὀρφιτιάνειον παρέχει τοῖς ἐκγόνοις νόμιμα δίκαιά τινα διαδοχαῖς μητέρων. ὁ νόμος δὲ ὁ Πάπιος παντελῶς ἀνῃρέθη. δόγμα τὸ Σιλιάνειον ἐκδίκησιν εἰσάγει εἴ τις βίαιον θάνατον πέπονθεν αἰφνιδίως. δόγμα Τερτυλιάνειον βοηθεῖ ταῖς μητράσιν εἰς τὴν τῶν παίδων νόμιμον πάντως κληρονομίαν. ὁ νόμος ὁ Φαλκίδιος αὐτίκα σοι ῥητέος· ἔχει γὰρ πρὸς κατάληψιν οὐ μικρὰν δυσκολίαν. Ὁ εἰκοστόπεμπτος καιρὸς τῶν ἐνηλίκων, ἄναξ, ἀπὸ ῥοπῆς μέχρι ῥοπῆς νομικῶς ἀριθμεῖται. ἂν αἵρεσις τεθῇ τινι καιροῦ μὴ ὁρισθέντος εἰς πλήρωσιν αἱρέσεως ἡμέρας ἔχει δύο. ὁ νομικὸς συμψηφισμὸς τῶν χρόνων, στεφηφόρε, ἑβδόμης ὥρας ἄρχεται νυκτὸς καὶ μέχρις ἕκτης νυκτὸς τῆς ἄλλης ἀκριβῶς τὴν περαίωσιν ἔχει. ἡ ἔκκλητος ἐκδίδοται ἐντὸς ἡμερῶν δέκα. μετὰ διάζευξιν ἀνδρὸς ἐν τριάκονθ' ἡμέραις διαλαλείτω ἡ γυνὴ ὡς πέφυκεν ἐγκύμων. καὶ μετὰ τὴν φανέρωσιν τῆς διαθήκης, ἄναξ, ὁ κληρονόμος ἴνβεντον ἐν τρισὶ μησὶ δράτω. τῶν ἐκ πλαγίου συγγενῶν αἱ διακατοχαὶ δὲ ἡμερῶν ψῆφον ἑκατὸν ἔχουσι προθεσμίαν. τέσσαρας μῆνας ἔχουσιν οἱ κατακεκριμένοι ἕνεκεν ὑπερθέσεως, καὶ μετὰ ταῦτα τόκους διδοῦσι τοῖς ἐνάγουσιν ἑκατοσταίους, ἄναξ. ἡ ῥεδνιβιτορία δὲ ἀγωγή, στεφηφόρε, ἤτοι ἡ ἀναστρέφουσα πρᾶγμα τὸ πεπραμένον μηνῶν ἓξ πάντως ἔσωθεν κινεῖται οὐτιλίων. καὶ ἡ μειοῦσα τίμημα ἀγωγὴ τοῦ πραθέντος τοῖς ἓξ περιορίζεται μησὶν εἰς προθεσμίαν· εἰ δ' ὁ πωλήσας τὸ πραθὲν ἀντιφωνεῖ βεβαίως, ὁ χρόνος ἐνιαύσιος, οὐκέτι περαιτέρω. ἐνιαυτὸς ἀφώρισται τῇ δόσει τοῦ λεγάτου ὅπερ τις καταλέλοιπεν εἰς σεβάσμιον οἶκον. ἐνιαυτὸς ἀφώρισται τῷ ἀντιτιθεμένῳ μετὰ συνοίκου τελευτὴν περὶ ἀναργυρίας ἀντεγκαλοῦντι τῆς προικὸς πρὸς τὸν κατηγοροῦντα. ὁ διὰ μέγα ἔγκλημα ζητούμενος εἰς δίκην, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ νομίμως ἀπαντήσοι, περιουσίας ἔκπτωσιν ὑφίσταται δικαίως. ἡ κατὰ τοῦ ἁρπάσαντος ἀγωγὴ πρᾶγμα ξένον ἢ ἀπὸ ἐμπρησμοῦ τινος ἢ ἀπὸ ναυαγίου χρόνῳ περιορίζεται τοῦ τετραπλασιάζειν ὅπερ οὗτος ἀφήρπασεν, οὐδέ γε περαιτέρω· μετὰ δὲ χρόνου πλήρωσιν τὸ ἁπλοῦν ἐκδικεῖται. πᾶσα γυνὴ χηρεύουσα πενθείτω χρόνον μόνον. ἡ περὶ δόλου ἀγωγὴ χρόνοις ὥρισται δύο. περὶ ἀναργυρίας δὲ περιγραφόμενός τις δύ' ἔτη ἕξει συναπτὰ ὡς πρὸς τὰς ἀντιθέσεις. ἐμφυτευτὴς καὶ μισθωτὴς εὐαγοῦς τυχὸν τόπου χεῖρον ποιῶν τὸ μισθωθὲν ἢ δρῶν ἀγνωμοσύνην ἐν δύο ὅλοις ἔτεσι τοῦ πράγματος στερεῖται. ἐὰν ἐν ἔτεσι δυσὶν ὁ γάμος ἐξετάθη καὶ μετὰ ταῦτα λέλυται ἐννόμῳ τυχὸν λύσει, ἀπαιτουμένῳ τῷ ἀνδρὶ τὴν γεγραμμένην προῖκα ἔξεστι παραγράφεσθαι ὡς ἐξ ἀναργυρίας· εἰ δ' ἐπὶ δέκα ἔτεσιν ὁ γάμος παρετάθη, τρεῖς μόνοι μῆνες δίδονται τούτῳ κινεῖν τὴν δίκην. δίκη πᾶσα χρηματικὴ ἐννόμως κινουμένη οὐκ ὀφείλει μηκύνεσθαι τῶν τριῶν χρόνων πλέον. μετὰ τὸν εἰκοστόπεμπτον τοῖς ἀφήλιξι χρόνον εἰς τὴν ἀποκατάστασιν τετραετίαν δίδου. τῇ δε ἰνοφικίοσο χρόνος πενταετία. πενταετίᾳ σβέννυται τὸ περὶ τῆς μοιχείας. καὶ τὸ δε πεκουλάτους δὲ ἔγκλημα πέντε χρόνοις ὁρίζεται πρὸς ἀγωγήν, οὐκέτι περαιτέρω. ὁ ἴμφας ἤτοι νήπιος ἐτῶν ἑπτὰ τυγχάνει. ὀκτὼ δὲ χρόνων ἔσωθεν οὐκ ἔστιν ἀναγνώστης. τῶν ἀκινήτων πέφυκεν, ἄναξ, ἡ προθεσμία τοῖς μὲν παροῦσι δέκατος ἐνιαυτὸς καὶ μόνος, τοῖς δέ γ' ἀποῦσιν εἰκοστός, οὐκέτι περαιτέρω. τὰ ἔτη τῆς περὶ προικὸς ἀναργυρίας δέκα. ἡ πρὸ τῶν δώδεκα ἐτῶν ἀθέσμως γαμουμένη οὐκ ἂν γάμον ποιήσειεν· εἰ δὲ προῆν μνηστεία, αὕτη καὶ πάλιν πέφυκε τῷ νόμῳ παραμένειν, εἰ μή τις λῦσαι βούλοιτο ταύτην ὡς ἀπὸ νόμου. ταῖς μὲν θηλείαις δώδεκα εἰς ἐφηβίαν χρόνοι, οἱ δὲ τεσσαρεσκαίδεκα τοῖς ἄρρεσι κριτέοι. συνηγορεῖν δὲ δύναται ὁ ὀκτωκαιδεκαέτης. ὁ δὲ υἱοθετῶν τινα μείζων ὀφείλει εἶναι χρόνοις ἐν ὀκτωκαίδεκα τοῦ υἱοθετουμένου. θήλεια μὲν αἰτήσεται συγγνώμην ἡλικίας ἐννόμως τοῦτο πράττουσα ἡ ὀκτωκαιδεκαέτης, ἀνὴρ δὲ εἰκοστοετὴς ἔστω πρὸς τὴν συγγνώμην. ὁ ἥττων εἴκοσι ἐτῶν οὐ δύναται δικάζειν. περάτωσις ἐγκλήματος ὅρος εἴκοσι χρόνων· πενταετία μόνη δὲ σβεννύει τὴν μοιχείαν. ταύτῃ γὰρ πεπεράτωται καὶ τὸ δε πεκουλάτους. ὁ χρόνον εἰκοστόπεμπτον πληρώσας ἡλικίας ἐρχέσθω πρὸς διοίκησιν τῶν ἑαυτοῦ πραγμάτων. ἀφῆλιξ αἰτησάμενος συγγνώμην ἡλικίας εἴπερ δωρήσεταί τινι ἀκίνητόν τι πρᾶγμα, ἡ δωρεὰ οὐκ ἔρρωται εἰ μὴ διέλθοι χρόνος μετὰ τὸν εἰκοστόπεμπτον δεκέτης ἢ καὶ πλέον. τὴν ἐπὶ πράσει ἀγωγὴν μακρὸς χρόνος οὐ τέμνει. ἡ περὶ ἀπαιτήσεως πάσης κληρονομίας προσωπική τε σύμπασα τριακονταετίᾳ σβέννυταί τε καὶ φθείρεται, οὐδαμῶς περαιτέρω. τὸ φινιοὺμ ῥεγουνδοροὺμ ἤτοι τὸ περὶ ὅρων χρόνοις ἐν τοῖς τριάκοντα τοῖς ἀνεπιφωνήτοις σβέννυταί τε καὶ φθείρεται, οὐδαμῶς περαιτέρω· ἀγωγή τε προσωπικὴ ταύτῃ τῇ προθεσμίᾳ, εἰ μὴ τμηθῇ τὸ μεταξύ, σβέννυται προσηκόντως· ἀγωγαὶ τεμποράλιοι ταύτῃ σβέννυνται μόνῃ. διπλᾶ δὲ δικαστήρια ταῦτα τὰ τρία μόνα· τὸ περὶ διαιρέσεως κοινῶν τινων πραγμάτων, τὸ περὶ φαμιλίας τε, τὸ περὶ ὅρων τρίτον. οὔτε ἡ φούρτη ἀγωγὴ οὔτε ἡ προ σοκίο οὔτε ἡ περὶ κινητῶν ἁρπαγῆς, ἣν Λατῖνοι οὕτω κατωνομάκασι, βι βονόρουμ ῥαπτόρουμ, ἐτῶν πλέον τριάκοντα εἰς ἀγωγὴν ἰσχύει· ἡ δ' ἀπαιτοῦσα τὸ διπλοῦν ἐπὶ τοῦ κλοπιμαίου τῷ χρόνῳ παρατείνεται τοῦ κλέψαντος τὸ πρᾶγμα. ἔτεσι τεσσαράκοντα ἡ ὑποθηκαρία ἀγωγὴ παρατείνεται, τοῦ χρεώστου τὸ πρᾶγμα ἔχοντος καὶ κατέχοντος καὶ σαφῶς νεμομένου. Καλῇ δὲ πίστει ἀγωγαὶ τοσαῦται καὶ τοιαῦται· πρᾶσις ἀγορασία τε, μίσθωσις, κοινωνία, ἐκμίσθωσις, διοίκησις πραγμάτων ἀλλοτρίων, κατ' ἐπιτρόπων ἀγωγή, ἐντολή, παραθήκη, ἀγωγὴ περὶ τὸ χρησθέν, ἡ περὶ ἐνεχύρου, ἡ περὶ διαιρέσεως τῶν συγκληρονομούντων, ἡ διαιροῦσα τὰ κοινὰ καὶ χωρὶς κοινωνίας, ἡ πραεσκρίπτις βέρβις τε τῶν ἀνταλλαττομένων, ἄλλη δ' αὖθις ὁμώνυμος ἀεστιματορία. ἡ δὲ νερεδιτάτις τε κληθεῖσα πετιτίων, ἡ ἀπαιτοῦσα, δέσποτα, τὰ τῆς κληρονομίας, στρίκτα τὸ πρὶν ἐτύγχανε, νῦν δ' ἐστὶ καλῇ πίστει· στρίκτα τὸ πρὶν ἐτύγχανε καὶ ἡ ἐξ στιπουλάτο. ὁ νόμος δ' ὁ Φαλκίδιος τοιαύτην ἔχει φύσιν· εἴπερ τις τελευτήσειε πατὴρ ἑνὸς παιδίου, γράψας δὲ διατύπωσιν τοῦ παιδὸς οὐκ ἐμνήσθη, ἀλλ' ἄλλοις καταλέλοιπεν ἀκέραιον τὸν κλῆρον, ὁ παῖς τὸ τρίτον λήψεται πραγμάτων τῶν πατρῴων· εἰ δ' ὁ θανὼν ἐγέννησε παῖδες ἐν βίῳ δύο, οὐδ' ἑνὸς δ' ἐμνημόνευσε ποιήσας διαθήκην, ἕκαστος ἕκτον λήψεται τῶν πατρικῶν πραγμάτων· εἰ δέ γε τρεῖς τυγχάνουσιν οἱ παῖδες τοῦ θανόντος, ἕκαστος ἕξει ἔννατον τῆς πατρικῆς οὐσίας· δωδέκατον δ' εἰ τέσσαρες τυγχάνουσιν οἱ παῖδες· εἰ δὲ πλείους τυγχάνουσι, δέσποτα, τῶν τεσσάρων, τούτοις ἀποκεκλήρωται τῆς πατρικῆς οὐσίας μερὶς πάντων ἡμίσεια, δοκοῦν τῷ Φαλκιδίῳ. οἱ ἄνευ δεφενσίωνος πρᾶσίν τινος ποιοῦντες εἰς μόνην κατακρίνονται τὴν τιμὴν τοῦ πραθέντος, οἱ δέ γε δεφενδεύοντες καὶ τὴν τιμὴν διδοῦσι τοῦ διπλασίου τε ποινήν, οὕτω γὰρ ἐτυπώθη. τοὺς ἀντελλόγους, δέσποτα, τῷ δικαστῇ δεκτέον, τῆς παραθήκης μόνης δὲ ἀντέλλογος οὐκ ἔνι. τὴν καταδίκην τὴν ἁπλῆν ἔχει ἐξ στιπουλάτο, ἡ ἀπὸ τοῦ δανείσματος, ἡ ἐξ ἀγορασίας, ἡ ἀπὸ τῆς μισθώσεως, ἡ ἀπὸ ἐνταλμάτων· διπλῆν δ' ἔχουσιν εἴσπραξιν ἡ τοῦ Ἀκουιλίου, ἡ ἀφανὴς ἀφαίρεσις, ἡ παρακαταθήκη· τὸ δέ γε τετραπλάσιον κλοπῆς ἐστι προδήλου ἄλλων τε πλείστων ἀγωγῶν καὶ ἰμφακτοὺμ πλειόνων, φόβου, συκοφαντίας τε, καὶ δικῶν ἄλλων πάλιν· διπλοῦν δὲ τετραπλάσιον ὁ ἀπὸ ναυαγίου ἁρπάσας πρᾶγμα, δέσποτα, εἰσπράττεται δικαίως, καὶ τὸ μὲν τετραπλάσιον τῷ φίσκῳ προσκυροῦται, τὸ δ' ἄλλο τετραπλάσιον ὁ ναυαγήσας ἔχει. οὐδεὶς δὲ ἐναγόμενος ὀνόματι οἰκείῳ ἱκάνωσίν τινα διδοῖ τὴν ἀπὸ καταδίκης· ὁ δ' ἀλλοτρίαν ἀγωγὴν ἐν δικασταῖς γυμνάζων μὴ ἐμφανίσας ἔγγραφον ἐντολὴν πρωτοτύπου καλῶς ἀπαιτηθήσεται τὴν ἱκανοδοσίαν. αἱ μὲν ἐκ νόμου ἀγωγαὶ αἵ τε ἀπὸ δογμάτων αἵ τε ἐκ διατάξεων τῶν βασιλικωτάτων διηνεκεῖς τυγχάνουσιν, ὡς ἤρεσε τοῖς νόμοις, οἱ νόμοι τῶν πραιτώρων δὲ μονόχρονοι τὴν φύσιν· εἰσὶ δὲ καὶ πραιτώριαι διηνεκεῖς ὀλίγαι, ὡς ἡ περὶ τοῦ κλέμματος ἡ τοῖς διακατόχοις παρεχομένη, δέσποτα, τοῖς γε νομικωτέροις. αἱ δέ γε μὴν ποινάλιαι ἀγωγαὶ κεκλημέναι τοῖς κληρονόμοις δίδονται, οὐ κατὰ κληρονόμων, ὁποῖόν ἐστιν ἡ κλοπὴ ἁρπαγή τε πραγμάτων, αὐτὸς ὁ Ἀκουίλιος ὁ περὶ τῆς ζημίας· ἡ δέ γε περὶ ὕβρεως οὐδ' ἐν τοῖς κληρονόμοις, εἰ λάβοι δὲ προκάταρξιν ἐν τοῖς δικαστηρίοις, καὶ κληρονόμοις δίδοται καὶ κατὰ κληρονόμων. Γυνὴ δὲ μετὰ χήρευσιν μὴ δευτερογαμοῦσα σὺν τοῖς παισὶ μερίζεται τὸν κλῆρον τὸν πατρῷον λαμβάνει τε ἰσάριθμον μοῖραν ἑνὶ τῶν παίδων, καὶ κατὰ χρῆσιν κατ' αὐτὸ καὶ κατὰ δεσποτείαν· ἡ δὲ αὐτὴ ἀντιστροφὴ καὶ τῷ ἀνδρὶ τυγχάνει. ὁ αὐτεξούσιος υἱὸς ἄτεκνος ἀποθνήσκων νόμιμον ποστημόριον τοῖς γονεῦσι διδότω. ὁ κόρην βιασάμενος καὶ βιαίως ἁρπάσας μετὰ ξιφῶν βαρβαρικῶς ξίφει τιμωρητέος· εἰ δέ τις ὅπλων ἄνευθεν ἁρπάσειε τὴν κόρην, καὶ δήμευσιν ὑφίσταται καὶ τέμνεται τὴν χεῖρα, ἢ μᾶλλον οὐ δημεύεται, τῇ δέ γε βιασθείσῃ ἡ κτῆσις τούτου σύμπασα προσάπτεται δικαίως· ἐκ δέ γε τοῦ τολμήματος γάμος οὐ τελεστέος. δεῖ κατὰ τὴν συνήθειαν τὴν πάλαι τυπωθεῖσαν τὰς ἐποχὰς ἀφίστασθαι ἀλλήλων ἐν θαλάσσῃ ταῖς ἀκριβέσιν ὀργυιαῖς καὶ προδιαταχθείσαις πέντε πρὸς ταῖς ἑξήκοντα καὶ ταῖς τριακοσίαις, ὡς εἶναι τὸ μὲν ἥμισυ τούτου παντὸς τοῦ μέτρου ἐκ τῶν ὁρίων, δέσποτα, τοῦ γε θατέρου μέρους, μέχρι τοῦ γειτονεύοντος τοῦ λοιποῦ τεταμένου. ἔχει τὴν ταὐτοπάθειαν εἴ τις τυφλώσει κόρας· πλὴν ὀφθαλμὸν ἀντ' ὀφθαλμοῦ εἰκότως ἀποδώσει, εἰ δέ τις ἐξορύξειεν ὄμματα, φεῦ, τὰ δύο, αὐτὸς ἐξορυχθήσεται ὀφθαλμὸν ἕνα μόνον, ἀντὶ δέ γε τοῦ λείποντος διδότω διμοιρίαν τῷ τυφλωθέντι παρ' αὐτοῦ τῶν ἰδίων πραγμάτων· εἰ δ' ἐστὶν ἀπορώτατος, ἐξωρύχθω τὰ δύο. αἱ ἄποροι καὶ ἄπροικοι μὴ δευτερογαμοῦσαι τέταρτον μέρος λήψονται τῶν ἀνδρικῶν πραγμάτων, καὶ τούτου δεσποζέτωσαν καὶ παίδων ὑπαρχόντων. ἑξαετοῦς οὐ γίνεται μνηστεία κατὰ νόμους. ὁ τὸν φυγάδα δοῦλον δὲ πιπράσκων παρανόμως τὸ διαφέρον δίδωσιν ἢ διπλοῦν ἀπαιτεῖται. Ἀτιμουργοὶ τυγχάνουσιν ἀγωγαί, δέσποτά μου, ἡ ὕβρις, ἡ περὶ κλοπῆς, ἐπιτροπῆς καὶ δόλου, ἡ περὶ καταθήκης τε καὶ ἁρπαγῆς βιαίας· ἐπὶ κλοπῆς δέ, δέσποτα, καὶ ὕβρεως καὶ δόλου καὶ τῆς βιαίας ἁρπαγῆς πραγμάτων ἀλλοτρίων, κἂν μή τις καταδικασθῇ, ἀλλά τι δοὺς ἀπέλθῃ, τῆς καταδίκης πέφυκεν ἐντὸς τῆς ἀτιμίας. πρὸ τῆς ἐν πράγμασι νομῆς, νομῆς ψυχῇ καὶ μόνῃ οὐδεὶς ἐπιλαμβάνεται· νομὴν δὲ σώματί μοι παραδοθεῖσαν δύναμαι ψυχῇ μόνῃ φυλάττειν. τὸ οὖνδε βὶ ἰντέρδικτον κινεῖται προσηκόντως, εἴ τις τὸν ἔχοντα νομὴν πράγματος ἀκινήτου τῆς νομῆς ἀπελάσειεν ὡς βίαιος τὴν γνώμην· κἂν μὲν ἦν ἡ ἀκίνητος κτῆσις τοῦ νεμομένου, εἰσπράττεται καὶ τὴν νομὴν τὴν ἀποτίμησίν τε· εἰ δ' ἦν αὐτὸς ὁ βίαιος τοῦ πράγματος δεσπότης, τὴν τούτου πάντως στέρησιν ἔχει ποινὴν τῆς τόλμης. ὄνομα γενικόν ἐστιν ὁ δανειστὴς τῷ νόμῳ· πᾶς γὰρ ὁ χρεωστούμενος ἐξ οἱασοῦν αἰτίας ἐκ νόμου δανειστής ἐστι τοῦ κεχρεωστημένου· καὶ πάλιν ἄλλος δανειστὴς ἰδικῶς κεκλημένος ὅστις ἀπηριθμήσατο τῷ χρεώστῃ χρυσίον ἢ πρᾶγμά τι σταθμώμενον καὶ μετρούμενον φύσει, ὅπερ ἐστὶ τὰ πόνδερε νούμερε μένσουρέ τε, ὅσα σταθμοῦ καὶ μέτρου τε καὶ ἀριθμοῦ τυγχάνει, πόνδερε μὲν οἷον χρυσὸς ἄργυρος μόλιβδός τε, νοῦμμοι λεπτοὶ τὰ νούμερε, οἶνος τὰ μένσουρέ τε. τῶν δὲ δανείων πέφυκεν ἡ διαίρεσις αὕτη· τὰ μὲν γὰρ ἐνυπόθηκα, τὰ δ' ἄνευ ὑποθήκης, καὶ τῶν ἀνυποθήκων δὲ δανείων λεγομένων τὰ μὲν ἔχει προνόμια, τὰ δ' ἄνευ προνομίων· καὶ τὰ μὲν ἀνυπόθηκα προσωπικά μοι λέγε, τὰ δ' ὑποθήκην ἔχοντα πραγματικὰ κλητέον. καὶ τὰ μὲν προγενέστερα δημόσια τῷ χρόνῳ προτιμητέα πέφυκε χρεῶν ἐνυποθήκων καὶ τῆς προικὸς αὐτῆς, φημὶ τῆς μεταγενεστέρας· δανειστὴς δ' ἐνυπόθηκος ἔχων προγενεσίαν, κἂν γενικήν, κἂν ἰδικήν, τοῦ μεταγενεστέρου προτιμητέος πέφυκε πάντοτε δημοσίου. ἡ προὶξ δὲ καὶ τῶν δανειστῶν τῶν ὑποθηκαρίων προτιμητέα πέφυκε, καὶ μεταγενεστέρα· εἰσὶ δ' ἕτερα δάνεια τῶν μεταγενεστέρων τὴν δύναμιν νικήσαντα τῆς προικὸς παραδόξως, ὁποῖον τὸ διδόμενον ἀκοντισταῖς τοῖς πρώτοις καὶ τὸ προφάσει δανεισθὲν στρατείας κινουμένης. ἐξ λέγε κονδικτίκιος εἴσπραξίς τις ἐκ νόμου. δανειστὴς δ' ἐνυπόθηκος τῶν μεταγενεστέρων νικᾷ τὸν ἀνυπόθηκον καὶ προγενέστερόν πως. Μάρτυς ἐστὶν ἀπόβλητος πᾶς ὁ διεφθαρμένος, ὁ μῖμος, ὁ θυμελικὸς καὶ ὁ θηριομάχος, καὶ ὅσοι κατεκρίθησαν ἐν τοῖς δικαστηρίοις ὡς συκοφάνται ἢ μοιχοὶ ἢ κλοπὴν εἰργασμένοι. οὐκ ἔστι μάρτυς ἄνηβος οὐδὲ τῶν γυναικῶν τις· εἰ δ' ἐστὶ τὸ γενόμενον μὴ δυνάμενον θέαν ἀνδρικὴν καταδέξασθαι, γυναῖκες μαρτυροῦσι. καὶ δοῦλος ἔτι μαρτυρεῖ ἐν σπάνει τῶν μαρτύρων εἰς ἅπαν ἄλλο πρόσωπον ἄνευ αὐτοῦ δεσπότου. οἱ δ' ἀσθενεῖς καὶ γέροντες σύν γε τοῖς στρατιώταις καὶ οἱ πρωτοσπαθάριοι μετὰ τῶν ἱερέων οὐ μαρτυροῦσιν ἄκοντες, ἀλλ' ἑκουσίως μόνον· ἀρχιερεὺς δ' οὐ μαρτυρεῖ, οὔτ' ἄκων οὔθ' ἑκών πως. τοὺς δ' ἄλλους ἀναγκάσειας μαρτυρεῖν ἀκουσίως, καὶ μᾶλλον εἰ τυγχάνων τις τῶν καταδεεστέρων πρὸς ἄνδρα δίκην ἔλαχε τῶν ἐπὶ δυναστείαις κἀντεῦθεν ὑποκλάζουσι τῷ φόβῳ τοῦ δυνάστου τοῦ πένητος οἱ μάρτυρες· τότε γὰρ καὶ πρὸς βίαν εἰς μαρτυρίαν ἕλκονται καὶ τἀληθῆ τιθέναι. ἀρκοῦσιν εἰς καταβολὴν δύο φωναὶ μαρτύρων, εἰ λίτρα μόνη πέφυκεν ἡ καταβαλλομένη· εἰ δέ τι πλέον πέφυκε, τρεῖς μάρτυρας δεκτέον· ἐπὶ δὲ καταθέσεως πέντε μάρτυρας δέχου, τὰς δέ γ' ἐκ τοῦ παρήκοντος ἀθέτει μαρτυρίας. εἰ λάβοι τις ἐν γράμμασιν ἐκ δανειστοῦ τι χρέος, ἀποδιδοὺς ἀπόδειξιν ἔγγραφον λαμβανέτω τριῶν μαρτύρων ἔχουσαν ὑπογραφὰς βεβαίας· εἰ δὲ μὴ τοῦτο δράσειεν, αὖθις ἔνοχος ἔσται, εἰ μή γε πέντε μάρτυρες εἴποιεν παραχθέντες, ὡς γέγονεν ἀπόδειξις τοῦ κεχρεωστημένου, ἢ τούτων κατενώπιον ὁ δανειστὴς ἐξείποι ἀπολαβεῖν τὸ ἴδιον χρέος ἐκ τοῦ χρεώστου. εἰ δανειστὴς ἀπόδειξιν ποιήσεται τοῦ χρέους καὶ μετὰ ταῦτα ῥεύσουσι τριάκοντα ἡμέραι, ἀντεγκαλεῖν οὐ δύναται περὶ ἀναργυρίας καὶ λέγειν ὡς «ἀπόδειξιν ἔγγραφον ἐξεθέμην, πρὸ δὲ τῆς ἀποδείξεως οὐκ ἔλαβον χρυσίον»· εἰ δὲ ἐντὸς τριάκοντα ἡμερῶν ἐναγάγῃ, τότε καταναγκάζεται ὁ χρεώστης δεικνύειν, ὡς ἀληθῶς διέλυσε τῷ δανειστῇ τὸ χρέος. καὶ προικός τις ἀπόδειξιν ἐκθέμενος νομίμην, τὸ πᾶν ἀναταξάμενος κατ' εἶδος τῶν πραγμάτων, οὗτος οὐκ ἀντιτίθησιν ἀναργυρίαν ὅλως. εἰ δέ τις ὡμολόγησε δανείσασθαι ἐγγράφως, δυσὶ χρόνοις ὁρίζεται κινεῖν ἀναργυρίαν, καὶ τότε τις τὸν δανειστὴν δικάζων ἀναγκάζει δεικνύειν τὴν καταβολὴν ἐννόμως τοῦ δανείου. εἰ δέ τις ὡμολόγησεν ἐν γράμμασί τι χρέος, ἀλλ' οὐκ ἐξ ἀριθμήσεως, ἀλλ' ἐξ ἄλλης αἰτίας, τυχὸν ὡς ἀπὸ πράσεως, καὶ φανερώσας τοῦτο ὕστερον ἀπαρνήσαιτο μὴ χρεωστῶν ἐκθεῖναι πρὸς τὸν κατήγορον αὐτὸν ὁμολογίαν χρέους, αὐτὸς βαρεῖται μάλιστα σαφῶς ἀποδεικνύειν, ὅτι καθωμολόγησε μὴ χρεωστῶν τι χρέος καὶ κατὰ βίαν ἔγραψεν ἢ τυχὸν κατὰ δόλον. υἱοὶ δὲ ὑπεξούσιοι καὶ πατὴρ μαρτυροῦσιν εἰς τὴν αὐτὴν ὑπόθεσιν, κἀν τῇ διατυπώσει· ἡ δέ γε διατύπωσις πέντε χερσὶ μαρτύρων ὑπογραφέσθω κατ' αὐτὸ καλῶς καὶ σφραγιζέσθω. ὁ δὲ τὸ δάνειον δεικνύς, χρεωστῶν ἀρνουμένων, χρόνον ἀρκοῦντα εἴληφε τριακονταετίαν· εἰ δ' ἴσως πρὸς παράστασιν ἠτόνησε μαρτύρων, ὅρκον ἐπάγειν δύναται οὗτος τῷ ὀφειλέτῃ, κἂν οὗτος ἐπομόσηται, ὁ δανειστὴς ἡττᾶται· εἰ δὲ ὁ ἐναγόμενος ὅρκον ἀντεπαγάγοι, ὁ δανειστὴς δ' ὀμόσειε, λαμβάνει τὸ χρυσίον. ὡραῖον δὲ σημείωσαι καὶ ζητούμενον πρᾶγμα, ὡς ἔξεστι μεταπηδᾶν ἐκ δικαιολογίας ταύτης πρὸς ἄλλην, δέσποτα, μέμψεώς τινος δίχα. ἡ κομβεντίων, δέσποτα, εἰς τρία διαιρεῖται· ἢ γὰρ πουβλίκα πέφυκεν, εἰ τύχοι, ἢ πριβάτα, τὴν δὲ πριβάταν δίελε εἰς δύο πάλιν μέρη, εἰς λεγιτίμαν, κράτιστε, καὶ ἰουρισγεντίαν. μὴ τοίνυν τίθει τέσσαρα, μόνα δὲ τρία λέγε, ἡ λεγιτίμα γὰρ αὐτὴ καὶ ἰουρισγεντία πᾶσαν κατεδαπάνησαν τὴν γενικὴν πριβάταν. οὐκοῦν τὴν κομβεντίονα εἰς τρία ταῦτα τέμνε, πουβλίκαν λεγιτίμαν τε καὶ ἰουρισγεντίαν· καὶ πούβλικον μὲν πέφυκεν εἰρήνη δημοσία, λεγίτιμον τὸ ἰδικῷ νόμῳ κεκυρωμένον, τὸ δὲ μήτε λεγίτιμον μήτε τὴν τῶν πουβλίκων ἰουρισγέντιόν ἐστι κομβέντιον ἐν γένει. τῶν δὲ τοιούτων, δέσποτα, πάλιν κομβεντιόνων αἱ μὲν γεννῶσιν ἀγωγήν, αἱ δὲ παραγραφήν πως· ἀλλ' ὅσαι μὲν ὁμώνυμον ἐναγωγὴν γεννῶσιν, φημὶ τοῖς συναλλάγμασιν ἀφ' ὧν ἀπογεννῶνται, εἰσὶ μὲν κομβεντίονες γενικῶς κεκλημέναι, εἰς ἰδικὴν δὲ πίπτουσι συναλλάγματος κλῆσιν, εἰς πρᾶσιν, εἰς τὴν μίσθωσιν, ἢ καὶ τὴν κοινωνίαν. εἰ δ' ἴσως ἀμετάπτωτος εἰς ἰδικόν τι μείνοι, καὶ μᾶλλον εἰ προβέβηκεν ἢ δόσις ἐπὶ δόσει ἢ ἐπὶ δόσει ποίησις ἢ ἐν ποιήσει δόσις ἢ δόσις διὰ ποίησιν (τετράτροπον γὰρ τοῦτο), τίκτεται πάλιν ἀγωγὴ ἡ πραεσκρίπτις βέρβις· μὴ γὰρ εὑροῦσα εὔλογον ἡ κομβεντίων αὕτη ἐναγωγὴν ὁμώνυμον τῷ συναλλάγματί πως, τῷ γενικῷ ὀνόματι συνάλλαγμα καλεῖται καὶ δίδωσιν ἐναγωγὴν τὴν πραεσκρίπτις βέρβις. ἡ ἐν δημοστρατίωνι τὸ πρᾶγμα διηγεῖται. ἡ δ' ἀπὸ ἰντετίωνος ἰνκέρτα καλουμένη εἰς τὴν κονδεμνατίονα τὸ τέλος καταλήγει. τῶν δέ γε πάκτων πέφυκε τὰ μὲν ἐξ ἰντερβάλλο, ὅσα τοῖς συναλλάγμασι σύγχρονά πως τυγχάνει, τὰ δέ φασιν οἱ παλαιοὶ ἐξ κοντινέκτι νόμοι, ἤτοι μεταγενέστερα τῶν πρὶν συναλλαγμάτων· ταῦτα κατονομάζουσιν ἐκεῖνοι νοῦδα πάκτα, τουτέστι σύμφωνα ψιλά, ἀγωγὴν μὴ ποιοῦντα. οὐ γάρ τις μεταχρόνιος σκληρὸν ποιήσας πάκτον ἐντεῦθεν ἕξει ἀγωγὴν τὴν περὶ τοῦ συμφώνου· εἰ δέ τις περιστατικῶς ἀντεναγάγοι τούτῳ, ἐντεῦθεν παραγράφεται τὸν ἀντεναγαγόντα. σάρκα μὲν κατονόμαζε ναοὺς τοὺς δημοσίους, σάκτα δὲ προσαγόρευε τῶν πόλεων τὰ τείχη, τοὺς τάφους ῥελεγίοσσα τοὺς σεβασμίους κάλει, καὶ πούβλικα τὰ πάνδημα χρήσεως τῆς παγκοίνου, τὴν θάλασσαν, τοὺς ποταμούς, ὅρμους καὶ τοὺς λιμένας, τὰ δέ γε πουπιλάρια δημοτικὰ τυγχάνει, τὰ θέατρα καὶ στάδια καὶ βουλευτήριά τε. κινῶν δὲ ἅπας δανειστὴς τὴν ὑποθηκαρίαν κατὰ ἀνδρὸς ἐξωτικοῦ τὸ πρᾶγμα νεμομένου παραγραφῇ μὲν εἴργεται τῶν ὡρισμένων χρόνων, προσωπικὴν δ' ἐναγωγὴν ἔχει πρὸς τὸν χρεώστην. ὁ ἄνηβος εἰς ἔγκλημα εἴργεται μαρτυρίας. Κατὰ πολλοὺς δὲ λέγεται ἀδιάθετος τρόπους· ὁ γὰρ μὴ διαθέμενος καὶ ὁ μὴ κατὰ νόμους καὶ ὁ τὴν διατύπωσιν ἔχων σπαραττομένην καὶ ὅταν ἐστὶν ἄκυρος καὶ χωρὶς κληρονόμου. καὶ ὁ μὴ διαθέμενος ποιεῖ κωδίκελλόν πως, καὶ πρὸ διατυπώσεως κωδίκελλόν τις γράφει. ἀπόκληρος οὐ γράφεται, φησίν, ἐν κωδικέλλῳ, οὐδὲ κληρονομία τις φιδικομισσαρία, οὐδὲ κληρονομίαν τις ἐν κωδικέλλῳ γράφει, οὔθ' αἵρεσις προτίθεται κἂν ὅλως κληρονόμοις. τῶν δὲ ἐπερωτήσεων ταύτην τὴν γνῶσιν ἔχε· ἡ μέν ἐστι δικαστική, ὥσπερ ἡ περὶ δόλου, ἡ δέ ἐστι τοῦ πραίτωρος, ἡ δὲ μικτὴ τὴν φύσιν, ἡ δὲ ἐκ συναινέσεως τῶν μερῶν ἑκατέρων. αὐθεντικὴ ὀρφανικὴ διατύπωσις μία, κληρονομίαι δὲ διτταὶ τῆς μιᾶς διαθήκης. ἀκυρουμένης, δέσποτα, δευτέρας διαθήκης, καὶ τῆς προτέρας δι' αὐτὸ εἰκότως ῥηγνυμένης ἀδιατύπωτός ἐστιν ὁ ποιήσας τὰς δύο· ὁ κληρονόμος γὰρ γραφεὶς δευτέρᾳ διαθήκῃ ταύτην μὴ ὑπερχόμενος ἀκυροῖ παραυτίκα, τοῦτό ἐστιν ἀκύρωσις εἰκότως διαθήκης. πολλοὶ καὶ ἄλλοι τρόποι δὲ τῆς γε μὴ κυρουμένης· πολλὰ γὰρ πάθη πέφυκε τῆς διαθήκης, ἄναξ, ἀκύρωσις, ἀτέλεια, ῥῆξις, πρὸς δὲ καὶ μέμψις. ἡ μέμψις δὲ τῶν φυσικῶν μόνων τυγχάνει παίδων, ὁπόταν ἀμνημόνευτοι γένωνται τοῖς πατράσι· καὶ ἀδελφοὶ δὲ μέμφονται συγγόνων διαθήκαις, εἰ κληρονόμους γράψουσι πάντῃ κατεγνωσμένους. Τὸ «τὶς» μέρος πέφυκε τοῦ παντὸς λόγου· κοινὸν δέ γ' ἐστὶ καὶ γυναικῶν κἀρρένων· τὸ «τὶς» γὰρ εἰπὼν τὰ δύο γένη λέγει. ἄλλη μέν ἐστι τῆς ἀγωγῆς ἡ φύσις, ἄλλη δέ ἐστι τῆς παραγραφῆς πάλιν, κἂν ἐγκαλοῦντος ὃς παραγραφὴν ἔχει ἐν ταῖς δίκαις εἴληφε τάξιν καὶ τύπον. φύσει χρεωστεῖ πᾶς ἄνηβος τὸ χρέος, καὶ πᾶς δανειστὴς τῶν ἀνήβων τυγχάνων φύσει δανειστής ἐστιν, οὐχὶ τῷ νόμῳ. τὸ τῆς κλοπιμαίας δὲ δούλης παιδίον οὐκ ἔστιν αὐτῆς ἐν κλοπῇ τεχθὲν μέρος ποινὴ γὰρ οὐ πέφυκεν αὐτοῦ τοῦ τόκου. ὁ συμπλοκὴν δ', ἔχων δὲ μὴ τομὴν λόγος ἐκ τοῦ προενέγκαντος εἰς γνῶσιν πέσοι· εἰ γάρ τις οἴκων χωρίων τε δεσπότης γράψειεν οὕτως, «ληγατεύω τῷ φίλῳ οἴκους ἀγρούς» (ἄδεσμον εἰπὼν τὴν φράσιν), συμπλεκτικῶς ἔγραψεν· εἰ δ' οὕτως φράσει, «οἴκους Πέτρῳ δίδωμι ἀγροὺς (ἀδέτως), Παύλῳ δ' ὁ Πέτρος ἐκλογὴν ποιησάτω», διεῖλεν, οὐκ ἔπλεξε τῷ Παύλου λόγῳ. «πρόδηλόν» ἐστι πλήθεσιν ἐναντίον· δεῖ γὰρ παρόντων τῶν ἁπάντων μαρτύρων ἢ λέξιν εἰπεῖν ἤ τι πρᾶξαι συντόμως. ἡ τῆς ἀγωγῆς κλῆσις εἴσπραξιν φέρει· ὁ γὰρ πιπράσκων τὴν ἀγωγὴν ἣν ἔχει τῇ τῆς ἀγωγῆς ἐν πρατηρίῳ φράσει δοκεῖ πιπράσκειν τὴν ἀπαίτησιν τάχα. τὸ τῆς δίκης ὄνομα κυρίως γένος δηλοῖ τε πᾶσαν τὴν ἀγωγὴν κυρίως. ὅπλον τις εἰπὼν καὶ λίθους προσλαμβάνει. ἐλευθερία τῇ δόσει ταὐτὸν φύσει· εἰ γάρ τις εἴποι μαρτύρων παρουσίᾳ, «ἐλευθερός μοι ὁ χρεώστης τοῦ χρέους», εἴρηκεν ὡς εἴληφε σαφῶς τὸ χρέος. ἅπαν μέγα ῥάθυμον τυγχάνει δόλος. βάλανον εἰπὼν πάντα καρπόν μοι λέγεις καὶ πάντα δένδρα τῆς δρυὸς μνησθεὶς μόνης. υἱόν τις εἰπὼν καὶ τὸν ἔγγονον λέγει καὶ φύντα φάσκων τόν τε πάππον εἰσάγει. ἄπεστιν αἰχμάλωτος οὐδαμῶς χρόνῳ, λῃστῶν δὲ χερσὶν ἐγκρατὴς δεδειγμένος· κατ' αἰχμαλώτων οὐδεὶς γὰρ χρόνος τρέχει, τοῖς δ' αὖ γε λῃστευθεῖσιν εἰκοστὸς ῥέει. τῶν χρημάτων ἡ κλῆσις ὡς γένους τύπος, καὶ τῶν κινητῶν τῶν τε μὴ κινουμένων, τῶν σωματικῶν τῶν τε μὴν ἀσωμάτων, ἔχει δίκαια τῷ συνεκτικῷ λόγῳ. φίλους λέγομεν οὐχὶ τοὺς ἐγνωσμένους ἐκ τοῦ τυχόντος, ἀλλὰ τοὺς κεκτημένους σαφεῖς προφάσεις εὐπροσώπου φιλίας. τὰ δεσμὰ κοινόν ἐστι κοινῶν, ἰδίων, ἡ δ' αὖ φυλακὴ δημοσία καὶ μόνη. ἀποκαθιστᾶν ἐστι κυριοτρόπως ἀποκατάστασίς τις ἀκριβεστάτη τύχης ἁπάσης αἰτίας τε σωμάτων. Τοῦ νόμου μὲν ἡ ἄγνοια συγγνώμην οὐ λαμβάνει, τοῦ φάκτου συγγινώσκεται τοῖς νόμοις προσηκόντως. παράνομος ἀντιγραφὴ ἐρρώσθω βασιλέως ἐπ' ἐξουσίας νέμουσα ἄφεσιν τιμωρίας. τῆς ἀκριβείας, δέσποτα, τὸ δίκαιον προτίμα. ἔγκλημα περατούσθω σοι ἐντὸς τῆς διετίας. ὁ προσφυγὼν τοῖς δυνατοῖς εἰς δίκης προστασίαν πάσης ἐκπίπτει, δέσποτα, τῆς δίκης κατὰ νόμον. ὁ καταδικαζόμενος ἐντὸς τοῦ τετραμήνου εἴσπραξιν οὐχ ὑφίσταται τῶν ἀπὸ καταδίκης. εἴ τις ψευδέσι μάρτυσι κρατήσειε τῆς δίκης, καὶ κόλασιν ὑφίσταται καὶ λύσιν τῶν κριθέντων. τὸ κατὰ φόβον γεγονὸς οὐκ ἔστιν ἐρρωμένον. ἅπας ὁ βιασάμενος εὐθύνεται καὶ δόλῳ. ἡ περὶ δόλου δίδοται αἰτίας ἐξ εὐλόγου ἄλλης ἀπούσης ἀγωγῆς, ἐσχάτη γὰρ τυγχάνει. ὁ ἥττων ἀβοήθητος ἐπὶ τῶν ἐγκλημάτων. σύμφωνον κατὰ δωρεὰν δήλων ἐστὶ πραγμάτων, τῶν ἀμφιβόλων δέ ἐστιν ἡ διάλυσις λύσις. ἐπὶ τοῖς συναρέσασιν ἡ διάλυσις μόνοις. ἐπὶ μὲν τῶν δι' αἵματος ἐχόντων τιμωρίαν ἔξεστι διαλύεσθαι, ἔξωθεν τῆς μοιχείας. ἐπὶ τῶν ἀναιμάκτων δὲ χωρὶς πλαστογραφίας οὐκ ἔξεστι διάλυσιν τοὺς ἀντιδίκους πράττειν. ὁμολογίας δ' ἄνευθεν ἢ δόσεως πραγμάτων διάλυσις οὐκ εἴωθε προβαίνειν κατὰ νόμους. καὶ πρόσκαιρος καὶ πάντοτε προβαίνει κοινωνία. προβᾶσα δὲ διαίρεσις, δέσποτα, κατὰ δόλον τοῖς νόμοις ἀνυπόστατος δικαστηρίου δίχα. κἂν χεῖρον τὸ παρατεθὲν γένηται διὰ χρόνον, κινείτω τις τὴν ἀγωγὴν τὴν περὶ παραθήκης. ἀφανὴς ἐπερώτησις ἀπαίτησιν οὐκ ἔχει. εἰ τὸ τικτόμενόν ἐστιν ἐξ ἵππου καὶ φορβάδος, ὁ τῆς φορβάδος κύριος τοῦ τόκου δεσποζέτω. εἰ ἀγοράσω ἔδαφος καλῇ τὰ πρῶτα πίστει, εἶτα μαθὼν ἀλλότριον οἰκοδομήσω τοῦτο, τῶν οἰκοδομηθέντων μὲν δαπανὰς οὐ λαμβάνω, τὰ δ' ἐκτισμένα δύναμαι λαμβάνειν ἀζημίως. ἐκδικουμένου τοῦ ἀγροῦ ὁ νομεὺς οὐ λαμβάνει τὸν σπόρον ὃν κατέσπειρεν εἰς τὸν ἀγρὸν ἐκεῖνον. ὁ χρῆσιν ἔχων τῶν καρπῶν δίδωσι καὶ τὰ τέλη. ὁ ἔχων χρῆσιν νομικῶς τυχόν τινος οἰκίας οἰκείοις ἀναλώμασι ταύτην ἐπισκευάσθω, ἤτοι τὰ κατακέραμα ταύτης ἐπανορθούσθω· εἰ δέ τι κατανάλωσε τούτου τι περαιτέρω, εἰκότως ἀπολήψεται τοῦτο πρὸς τοῦ δεσπότου. ἀπείργεται δανείζεσθαί τις τῶν ὑπεξουσίων, μᾶλλον ἀξιωματικός· μόνος δ' ὁ κεκτημένος πεκούλιον δανείζεται καὶ τοῦτο κατὰ νόμους. ἐπίτροπος ὀρφανικὸν οὐκ ἐξωνεῖται πρᾶγμα. διὰ μικρόν τι αἴτιον πρᾶσιν οὐκ ἀνατρέψεις. ὁ σῖτον ὠνησάμενος κανόνος δημοσίου κεφαλικὴν ὑφίσταται, δέσποτα, τιμωρίαν. ὁ πράτης μὴ παραδιδοὺς ἀγοραστῇ τὸ πρᾶγμα τὸ διαφέρον δίδωσιν εἰκότως κατὰ νόμους· ἐν τῷ δικαστηρίῳ δὲ τῆς νομῆς, δέσποτά μου, διδοὺς ὁ πράτης τὸ διπλοῦν οὐκ ἀπαιτεῖται πλέον προφάσει τῶν ἐξ ἔθους πως τῇ πράσει γεγραμμένων. οἱ μετὰ τὸ συνάλλαγμα καρποὶ βεβλαστηκότες τῷ τὸν ἀγρὸν προσήκουσι πάντως ἠγορακότι. τοῦ πράγματος δι' ἄδικον ἀποσπασθέντος γνώμην κατὰ τοῦ πράτου ἀγωγὴν ἀγοραστὴς οὐκ ἔχει. εἰ δέ τις τὸ ἀλλότριον ὡς εἰδὼς ἀγοράσει, οὐδέποτε δι' εἴδησιν τοῦ πράγματος δεσπόσει· εἰ δέ τις ἐξωνήσεται ἀλλότριόν τι πρᾶγμα, οὐκ εἰδὼς ὡς ἀλλότριον ἐστὶ τὸ πεπραμένον, αὐτὸς μὲν διὰ χρήσεως τοῦ πράγματος δεσπόσει, ὁ πεπρακὼς δ' ἐνέχεται δικαίως τῷ δεσπότῃ. εἰ δέ τις πρᾶγμα λήψεται ἐπί τινι αἰτίᾳ, πληρούτω τὴν ὑπόσχεσιν ἢ τὸ πρᾶγμα διδότω. ὁ τῷ ἐγκλήματι ληφθεὶς τῷ περὶ ἀδικίας οὐ δύναταί τι βεβαιοῦν οἰκείᾳ μαρτυρίᾳ. ὁ ἀγοράσας δείκνυσι τὸν δοῦλον πεφευγότα, εἰ λέγει πρὸ τῆς πράσεως, οὕτω δοκοῦν τοῖς νόμοις. ἐπικρατέστερός ἐστιν ὁ κῆνσος τῶν μαρτύρων. οὐκ ἔστιν ἀξιόπιστος τοῦ χρέους μαρτυρία, εἴπερ τις ἀπὸ τῶν αὐτοῦ δεικνύει συμβολαίων. τελευτησάντων δέ ποτε συμπάντων τῶν μαρτύρων αὐτοῦ τε ταβελλίωνος σύγκρισις προβαινέτω. ὅρκος ἐπιφερόμενος ἀμφισβήτησιν τέμνει. ὁ μηδενὸς ἐπάγοντος ὀμνὺς οὐκ ὠφελεῖται. ὀμόσας δέ τις ἴδιον τὸ πρᾶγμα πεφυκέναι καὶ τοὺς καρποὺς εἰσπράξεται καὶ γονὴν τῶν θρεμμάτων. εἴ τις ἐξ ἀγωγῆς τινος διπλασιαζομένης, τυχὸν ὡς ἐξ ἀρνήσεως, τὸν ὅρκον ἀποδώσει, οὐ τοῦ διπλοῦ τὴν εἴσπραξιν, ἀλλ' ἁπλοῦ μόνον ἔχει· μετὰ τὸν ὅρκον δὲ κινῶν τὴν πρωτότυπον δίκην ἀπαιτεῖ τὸ διπλάσιον τὸ χρέος ἀποδείξας. ὁ μήτ' ὀμνύναι βουληθεὶς μήτε μὴν ἀντεπάγων αὐτόθεν κατακρίνεται ὡς ἐξ ὁμολογίας. ὅρκον δέ τις ἐπενεγκών, εἰ μεταμεληθείη ὡς εὐπορήσας ἀσφαλῶν ἄλλων δικαιωμάτων, εἴπερ ἐντεῦθεν ἡττηθῇ, δεύτερον ὅρκον πάλιν οὐκ ἐπενέγκοι, δέσποτα, καὶ τοῦτο προσηκόντως· μέχρι γὰρ ἀποφάσεως τὸν ὅρκον παραιτείσθω. οὐκ εὐχερὴς ἡ ζήτησις ἐστὶν ἐνδίκων ὅρκων. εἰ τόκον τις ὑπέρμετρον ἴσως ὁμολογήσει, παύεται τὸ παράνομον καὶ διδοῖ τὸ προσῆκον. τόκος μὴ χρεωστούμενος εἰ πρὸ τοῦ κεφαλαίου καταβληθῇ τῷ δανειστῇ, τοῦ κεφαλαίου μέρος· εἰ δέ γε καταβάλλει τις ἐπὶ τῷ κεφαλαίῳ, πάντως ἀναλαμβάνεται, δόξαν οὕτω τῷ νόμῳ. οἱ κατὰ μέρος τόκοι δὲ διδόμενοι τοῦ χρέους καλῶς οὐχ ὑπερβαίνουσι τοῦ διπλοῦ περαιτέρω. ὁ μόρτις καῦσα δωρεὰν πρός τινα πεπραγμένος ῥωσθεὶς ἀναλαμβάνεται τὸ δοθὲν παραυτίκα μετὰ καρπῶν καὶ τοκετῶν καὶ τῶν ἐπηυξημένων. ὡς κληρονόμος δέ τι δοὺς ὁ μὴ ὢν κληρονόμος ἀναλαμβάνει τὸ δοθὲν δικαίως, στεφηφόρε. ἡ προὶξ οὐχὶ δημεύεται συζύγου δημευθέντος. ἐπίτροπος καὶ φροντιστὴς ἄμφω καταβαλόντες οὐδὲν ἀναλαμβάνουσι τῶν καταβεβλημένων. ἂν ὁ χρεώστης ἄτοκον ἴσως ἔχῃ τὸ χρέος, παρακρατεῖν ὁ δανειστὴς ἐκ τῶν καρπῶν ἰσχύει, καὶ τοῦτο πράττει προχωρῶν ἄχρι νομίμου τόκου. εἰ δ' ἴσως τὸ ἐνέχυρον πωλοῦντος δημοσίου καθεύδει πως ὁ δανειστής, ἀπόλλυσι τὸ πρᾶγμα. ὁ δανειστὴς ἐνέχυρον μέλλων ἴσως πιπράσκειν δῆλον τὸ βουλευόμενον ποιείτω τῷ χρεώστῃ. ὁ πενθερὸς καὶ πενθερὰ τῷ μνηστεύσαντι κόρην διδόντες οὐ λαμβάνουσι τοῦ γάμου λυομένου. τὸν γάμον ἡ διάθεσις ποιεῖ ἡ ἀμοιβαία, προσθήκης γὰρ οὐ δέεται προικῴων συμβολαίων, εἰ μὴ πρωτοσπαθάριος ἢ πλέον τις τυγχάνει. εἰ γάμον τις ἀθέμιτον ποιήσει παρὰ νόμον, ἔκπτωσιν κατακρίνεται τῶν οἰκείων πραγμάτων, εἰ μή που γέγονε πατὴρ ἐκ γάμων πρὶν νομίμων. αὐτεξουσία γαμετὴ τοῦ γάμου λυομένου εὐθὺς ἀποκαθίσταται, οὕτω δοκοῦν τοῖς νόμοις· εἰ δ' ἐστὶν ὑπεξούσιος, ταύτῃ δ' ἡ προὶξ πατρόθεν, αὐτῆς τε καὶ τοῦ φύσαντος κοινὴ καθέστηκέ πως. δίδοται προὶξ τῇ γυναικὶ καὶ συνεστῶτος γάμου ἐπὶ τῷ δοῦναι δανεισταῖς ἢ ἀγροὺς ἀγοράσαι ἢ ὥστε προνοήσασθαι παίδων ἑτέρου γάμου. διαίρεσις δὲ πέφυκεν αὕτη δαπανημάτων· τὰ μὲν ὡς ἀναγκαῖα γάρ, τὰ δὲ καὶ διὰ κέρδος, τὰ δὲ πρὸς τέρψιν πέφυκεν ἐκδεδαπανημένα· τῶν ἀναγκαίων πέφυκεν ὁ μόλος τῆς θαλάσσης, ποιῆσαί τε νεόφυτα ἄμπελόν τε καὶ δένδρα, ἐπί τε χρησιμότητι ἀγροῦ σπερματοθήκας· διὰ κέρδος τὰ πράττοντα βελτίονα τὴν προῖκα, ὁποῖον τὸ νεόφυτον ἢ τὸ ἀρτοκοπεῖον, ἃ προῖκα οὐ μειοῦσι μέν, ἀλλ' ὅμως ἀπαιτοῦνται· περιττὰ δαπανήματα τὰ τέρψιν ἐμποιοῦντα. μηδεὶς κατὰ τῆς γυναικὸς κλοπῆς κινείτω δίκην, ἀφαίρεσιν κινείτω δὲ τῶν κλαπέντων πραγμάτων. προῖκα λαβὼν ὁ σύζυγος διατετιμημένην οὐχὶ τὰ πράγματα δοκεῖ λαμβάνειν τὰ προικῷα, μόνην δὲ διατίμησιν ὧν ἔλαβε πραγμάτων, ὧν τὴν τιμὴν εἰσπράττεται τοῦ γάμου λυομένου. ἡ μήτηρ ὑπὲρ θυγατρός, ὡς ἔδοξε τοῖς νόμοις, οὔ φασιν ἀναγκάζεται προῖκα ἐπιδιδόναι. γυνὴ τῶν γάμων δύναται ἔτι συνισταμένων, βλέπουσά πως τὸν σύζυγον ἄπορον πεφυκότα, ὡς ἐνυπόθηκον κρατεῖν τὴν ἐκείνου οὐσίαν, οὐ μόνον ὑπὲρ τῆς προικός, ἀλλὰ καὶ ἐξωπροίκων, ὑπὲρ προγαμιαίων τε δικαίως δωρημάτων. οὐχὶ συναίνεσις πατρός, ἀλλὰ νόμιμος πρᾶξις τῆς ὑπεξουσιότητος ἐλευθεροῖ τὸν παῖδα. εἰ δέ τις ἔχων φυσικοὺς παῖδάς τε καὶ νομίμους, καὶ τῆς τῶν φυσικῶν υἱῶν ἔτι ζώσης μητέρος, τοῖς φυσικοῖς αὐτῆς παισί, πρὸς δὲ καὶ τῇ τεκούσῃ, οὐ δύναται καταλιπεῖν πλέον μιᾶς οὐγγίας· παίδων δ' οὐκ ὄντων φυσικῶν ἡ συνοικοῦσα μόνον ἐχέτω ἡμιούγγιον τῶν ἐκείνου πραγμάτων· εἰ δ' οὔτε παῖδας ἔχοι τις ἐννόμους ἢ γονέας, διδότω πᾶν εἰ βούλεται τὸ μέτρον τῆς οὐσίας τοῖς φυσικοῖς αὐτοῦ παισίν, οὐδεὶς γὰρ ὁ κωλύων· εἰ δ' ἀποθνήσκων ἔχοι τις τινὰς τῶν ἀνιόντων, διδότω μὲν τὴν νόμιμον οὗτος αὐτοῖς μερίδα, τὸ δὲ λοιπὸν τοῖς φυσικοῖς παισὶν ἀποκληρούτω. εὐνοῦχος σπάδων δύναται υἱοθετεῖν καὶ μόνος, τοῦτο γὰρ ἀπηγόρευται καστράτοις καὶ θλιβίαις· ὁ γάρ τοι σπάδων δύναται παιδοποιῆσαι τάχα. εἴ τις ποιήσας πρότερον ἐννόμως διαθήκην δευτέραν ἄλλην γράψειεν, ἡ πρώτη μὴ ῥηγνύσθω εἰ μή γε πρῶτον κυρωθῇ νομίμως ἡ δευτέρα. οὐ διατίθεται ἐτῶν ἥττων δεκατεσσάρων. ὁ μὴ διδοὺς τοῖς μάρτυσι πάροδον μαρτυρίας ὑφίσταται τὴν ἔκπτωσιν τοῦ κλήρου παραυτίκα. τὰ παραχαραττόμενα ἢ ἀπαληλειμμένα, εἰ μὲν κατ' εἴδησίν εἰσι τοῦ διατιθεμένου, ἄκυρα πάντως πέφυκεν, εἰ δ' οὖν, ἐρρώσθω πάντα. αἱρετική τις ἔνστασις, εἴ τις οὕτω συγγράφοι· «ἐὰν ἐντὸς πεντήκοντα ἐτῶν ἀποβιώσω, ὁ Νικηφόρος ἔστω μοι τοῦ βίου κληρονόμος.» τί ἐστι φιδικόμισσον; ἐάν τις οὕτως εἴποι· «ἀποκατάστησον, υἱέ, τῷ δεῖνι τόδε πρᾶγμα.» τὸ δέ γε φιδικόμισσον τὸ καθ' ὁμάδα τοῦτο· «πᾶσαν ἀποκατάστησον τὴν ἐμὴν τούτῳ κτῆσιν.» ἐν διαθήκῃ ἄχρηστον οὐδεὶς κληρονομίαν ἐν κωδικέλλοις βεβαιοῖ, δόξαν οὕτω τῷ νόμῳ. πρὸ δὲ διατυπώσεως κωδίκελλοι γραφέντες μετὰ τὴν διατύπωσιν εἰ μὴ βεβαιωθῶσιν, οὐδὲν ὅλως ἰσχύουσιν ὥσπερ ἠθετημένοι. ἐπίτροπος ἐπιτροπῆς παυθείσης διδοῖ τόκους, μέχρις ἂν ἐκλογιστευθῇ τὰ τῆς ἐπιτροπίας. ἐπίτροπος ὠνούμενος προσώπῳ παρενθέτῳ οὐκ ἔχει τὴν ἐξώνησιν τοῖς νόμοις ἐρρωμένην. εἰ καὶ μετὰ προκάταρξιν τῆς κατὰ διαθήκης μέμψεως ἡ διάλυσις προβαίη κατὰ νόμους, ἔχε τὴν διατύπωσιν τελείως ἐρρωμένην. ὁ παρὰ γυναικός τινος υἱοθεσίαν ἔχων καθ' ὧν αὐτὴ διέθετο κινεῖν οὐκ ἐξισχύει. αἰτεῖν μὲν διακατοχὴν ἐπίτροπος ἰσχύει, ὑποῦσαν παραιτεῖσθαι δὲ οὐ δύναται κἂν ὅλως. πρῶτος βαθμὸς οὐ πέφυκε τοῖς ἐκ πλαγίου γένους, μόνος γὰρ οὗτος πέφυκε τῶν ἄνω καὶ τῶν κάτω, τῶν ἄνω μὲν οἱ φύσαντες, οἱ φύντες δὲ τῶν κάτω. ἀμφοῖν δὲ τέκνου καὶ πατρὸς ὄντων βαθμοῦ τοῦ πρώτου οἱ παῖδες προτετίμηνται εἰς τὴν κληρονομίαν, οἱ δὲ γονεῖς τυγχάνουσι πρῶτοι τῶν ἐκ πλαγίου, ἐξῃρημένων ἀδελφῶν καὶ τῶν ἀδελφοπαίδων. οἷς μέλη περισσεύουσι, παῖδές εἰσιν εἰκότως. κεφαλικῶς ἡ ἔγκυος ἐγκαταδικασθεῖσα ἐλεύθερον υἱὸν γεννᾷ, δόξαν τοῦτο τοῖς νόμοις. θείου δικαίου πέφυκεν ἔνια τῶν πραγμάτων, ὡς ἱερὰ καὶ μνήματα καὶ πόρται καὶ τειχία· τὰ δέ εἰσιν ἀνθρώπινα, ἃ δὴ καὶ τέμνων κάλει τὰ μὲν ὡς ἰδιωτικά, τὰ δὲ δημόσιά πως, ταῦτα μὲν τῆς κοινότητος, τὰ πρῶτα τῶν καθ' ἕνα. εἰς πόρνην δόσις ἄσεμνος ἔρρωται κατὰ νόμους. τὴν δ' ἐρρωμένην δωρεὰν οὐδ' αὐτακράτωρ παύει. Πάντα μὲν χρησιμώτατα τὰ Λέοντος βιβλία, πολύχρηστον δὲ πέφυκε τούτων τὸ τελευταῖον. Τῆς συγγενείας οἱ βαθμοὶ σταυρικῶς γεγραμμένοι ἄνω καὶ κάτω, δέσποτα, διχόθεν ἐκ πλαγίου δηλώσουσί σοι τοὺς βαθμούς, τοὺς πρώτους, τοὺς ἐσχάτους, κἂν εἴ τις παραγράψειε τούτοις, ἄναξ, στοιχεῖον, εὐσύνοπτον ποιήσει σοι τὴν γνῶσιν τῶν γραφέντων. Μάθε καὶ τὸν ζητούμενον σήμερον πλέον νόμον ὃν ὁ πρεσβύτης Ῥωμανὸς εἰσήνεγκε τῷ βίῳ. οὗτος καὶ γὰρ ἐκώλυσε τὰς πράσεις τοῖς χωρίταις τὰς πρὸς μεγάλα πρόσωπα τὸ πρῶτον γινομένας· τούτοις γὰρ ἀπετείχισε μέχρι καὶ τῶν ἐσχάτων χωριτικὴν ἀγροικικὴν ὅλως κτήσασθαι κτῆσιν ἢ ἀγοραῖς ἢ δωρεαῖς ἢ καὶ κληροδοσίαις· ἀντιστροφὴ καὶ γὰρ αὐτοῖς ἀνάργυρος ἐτάχθη. καὶ τοῖς πωλῆσαι μέλλουσι τῶν χωριτῶν ἐνίων τὴν κτῆσιν τὴν ἀκίνητον ἣν ἔσχον ἐν χωρίοις δέδωκεν εἰς ἐξώνησιν τοὺς συμπαρακειμένους· ὧν πρῶτοι μὲν οἱ κείμενοι τῶν συγγενῶν πλησίον, μεθ' οὕς εἰσιν οἱ κοινωνοὶ οὕτω συμπεπλεγμένοι, μεθ' οὓς οἱ μόνον ἀναμὶξ τούτοις συμβεβλημένοι καὶ μετ' αὐτοὺς ὁμοτελεῖς συμπαρατεθειμένοι, μεθ' οὓς οἱ μέρει συναπτοί, οὗτοι γὰρ τελευταῖοι. τυγχάνουσι δ' ὁμοτελεῖς, ὡς ἤρεσε τοῖς νόμοις, ὁμοῦ πάντες οἱ τῆς αὐτῆς ὑποταγῆς τυχόντες, κἂν διαφόρων ἔχωσι τελέσματα τοπίων. Ὁ δὲ πορφυρογέννητος Βασίλειος δεσπότης τοῖς δυνατοῖς ἀπέκλεισε πᾶσαν ἰσχὺν τοῦ χρόνου, κἂν εἴποις τεσσαράκοντα, κἂν εἴποις δὶς τοσούτους· ἀπεῖπε δὲ τοῖς δυνατοῖς τιμὰς ἀναλαμβάνειν ὧν ἴσως ἠγοράκασιν ἐκ χωριτῶν τοπίων. τὸν νόμον δ' ἀντανέλυσε τοῦτον ἀπὸ τοῦ πάππου τὴν πᾶσαν ἔχειν δύναμιν τῶν διηγορευμένων. εἰ δέ τινες τῶν χωριτῶν εὐκτήρια τελοῦντες κλήσεις ἐπιτεθείκασι τούτοις μοναστηρίων, κἀντεῦθεν εὐπροφάσιστον ὁρμὴν ἐφευρηκότες τῶν ἐπισκόπων ἔνιοι ἐκράτησαν τῶν τόπων, ἀναίρεσιν ἡ νεαρὰ τούτων πάντων ποιεῖται καὶ πάλιν ἀποδίδωσι τὰς κτήσεις τοῖς χωρίταις. εἰ δ' ἴσως ἐπηυξήθησαν αἱ κτήσεις αἱ τοιαῦται πολλοί τε ἀπεκάρησαν τῶν πεπλησιακότων ἐπίδοσίς τε γέγονε τούτων τῶν εὐκτηρίων, ὀκτὼ καὶ δέκα μοναχῶν τούτοις ἀποκαρέντων, τούτων οὐδὲν ἀνῄρηκε καλῶς ὁ νομοθέτης. πρὸς τούτοις ἐδογμάτισεν ὑπὲρ τοῦ δημοσίου ἵνα μὴ χρόνος κατ' αὐτοῦ τὸ σύνολον ἰσχύῃ. ἐπεὶ δὲ νόμον εὕρατο τοὺς πρωτοσπαθαρίους καὶ τοὺς ἄνω συγκλητικοὺς φονέας γινομένους τὴν κόλασιν ὑφίστασθαι μόνην τῆς ἀτιμίας, ἕτερον αὐστηρότερον εἰσήνεγκε τῷ βίῳ, τοὺς ἐκ μελέτης ἅπαντας φονέας δεδειγμένους, κἂν εἶεν τῶν συγκλητικῶν, φονεύεσθαι δικαίως. Ἀρκεῖ σοι ταῦτα, δέσποτα, τῶν νόμων εἰρημένα· τὰ μὲν γὰρ ἰδικώτερον τυγχάνει γεγραμμένα, τὰ δὲ κανονικώτερον ἐγράφη, στεφηφόρε. πάντων δ' ἡψάμην τῶν μερῶν, δέσποτα, τῶν νομίμων καί σοι συνοπτικώτατον βιβλίον εἰργασάμην ἕτοιμον εἰς κατάληψιν καὶ πρόχειρον εἰς γνῶσιν. αδδιταμεντυμ παρισινυμ Ὁ δὲ πορφυρογέννητος βασιλεὺς Κωνσταντῖνος προσέταξεν ἐν νεαρᾷ περὶ τῶν τελευτώντων ἀδιαθέτων καὶ παιδὸς μηδενὸς εὑρεθέντος μὴ τοῖς ἐκ νόμων ἅπασαν προσεῖναι καλουμένοις συγγενέσι τὴν ἑαυτῶν τυχὸν περιουσίαν, ἢ τούτων μὴ προσόντων γε προσκυροῦσθαι τῷ φίσκῳ, ἀλλὰ τὸ δίμοιρον αὐτοῖς, τῷ δὲ θεῷ τὸ τρίτον ἀφοσιοῦσθαι δούλων τε πάντων ἐλευθερίαν, διατιμήσεως αὐτῶν εἰκὸς ἀριθμουμένης τῶ δεδομένῳ τῷ θεῷ μέρει τῷ πλουτοδότῃ εἰ δὲ τὸ πλεῖστον ἢ καὶ πᾶν δούλους εἶναι συμβαίνει, ἅπαντας ἀπολύεσθαι ζυγοῦ τοῦ τῆς δουλείας. τοῦτο γὰρ ἀπελευθεροῖ καὶ τοὺς ἀποιχομένους καὶ διαδόχοις οὐ μικρὸν καταλιμπάνει κλῆρον.

Intertext edge

Open linked passage

Note