Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
85.1.1
Τοῦ αὐτοῦ ἤγουν τοῦ Κερκύρας Ὦ γῆς ἁπάσης καὶ πόλου κρατῶν ἄναξ, ῥύστα, βασιλεῦ τῆς ἐμῆς διαρτίας, ὁ δρακὶ πάντων κατέχων τὰς ἡνίας καὶ τὰς ἀβύσσους χαλινῶν νεύσει μόνῃ, χρώμασι τυπῶν τὴν ἀναφῆ σου θέαν πόθῳ ζέοντι καὶ γέμοντι τῆς φρίκης προσέρχομαί σοι τῷ βασιλεῖ τῶν ὅλων, ὅπως λύσιν εὕροιμι τῶν ἐπταισμένων. Ἀλλ' ὦ μαθητῶν ἡ λογὰς ἡ κοσμία, παρρησίαν ἔχουσα πρὸς τὸν δεσπότην σύναψον αὐτῷ μυστικαῖς ἐντυχίαις ἡμᾶς ποθοῦντας τὴν ὑμῶν προστασίαν, ὦ ἱερὸν σύνταγμα τῆς τετρακτύος.