Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
90.1.1
Στίχοι τοῦ Ψελλοῦ εἰς τοὺς ιβʹ ἀποστόλους, περιέχει δὲ εἷς ἕκαστος αὐτῶν τὸ τέλος, τὸ ὄνομα, τὸν φονεύσαντα καὶ τὸν τόπον Σταυροῖ Πέτρον κύμβαχον ἐν Ῥώμῃ Νέρων. Ῥώμη ξίφει θνῄσκοντα τὸν Παῦλον βλέπει. εἰρηνικῷ τέθνηκε Λουκᾶς ἐν τέλει. ζωῆς ὕπνον πρύτανιν ὑπνοῖ Ματθαῖος. Μάρκον θανατοῖ δῆμος Ἀλεξανδρέων. καὶ μὴ θανὼν ζῇ καὶ θανὼν Ἰωάννης. σταυροῦσι Πατρεῖς ἄνδρες ὠμῶς Ἀνδρέαν. νεκροῦσι λόγχαι τὸν Θωμᾶν ἐν Ἰνδίᾳ. Βαρθολομαῖος σταυρικῷ θνῄσκει πάθει. καὶ τὸν Σίμωνα σταῦρος ἐξάγει βίου. μάχαιρα τέμνει τοὺς Ἰακώβου δρόμους. ἴσον Πέτρῳ δίδωσι Φίλιππος μόρον.