Poemata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
91.1.1
Εἰς τὸν στίχον Τέχνη τίς ἐστι τὸ στιχίζειν ἐντέχνως, τέχνη καλλίστη, μουσικωτάτη τέχνη, θέλγουσα καὶ τέρπουσα καὶ νοῦν καὶ φρένας καὶ τὴν ἄτεχνον ἡδύνουσα καρδίαν. Ἔχει κολάβους ἐκ λόγων ἠσκημένους, ἔχει δὲ χορδὰς εὐφυῶς κεκλωσμένας, ἔχει δὲ ῥυθμοὺς οὐκ ἀναβεβλημένους, οὐδ' αὖ χαλαρούς, ἀλλὰ συντεταγμένους, οὐ πρὸς μάχην κινοῦντας, ἀλλὰ πρὸς χάριν, πρὸς ἡδονὴν μάλιστα καὶ θυμηδίαν, ἔχει δὲ πῆχυν προσφυῶς ἐξεσμένον καὶ μαγάδα σάλπιγγος ἠχοῦσαν πλέον. Ὁ γοῦν μελουργὸς καὶ δίχα μελῳδίας σύμπασαν ἐκπλήξειε τὴν οἰκουμένην. ταύτην μετελθὼν Ὀρφικὴν κτήσῃ λύραν κηλοῦσαν ἡδύτητι καὶ λίθων φύσιν.