Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Poemata
Michael PsellusPoem 9 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
Τοῦ σοφωτάτου Ψελλοῦ καὶ ὑπερτίμου πόνημα ἰατρικὸν ἄριστον δι' ἰάμβων Ἰατρικῶν ἄκουε συντόμως ὅρων νοσημάτων ὁμοῦ τε καὶ συμπτωμάτων. Ἄφθα διπλοῦν πέφυκεν ἕλκος παιδίοις· ἡ μὲν γάρ ἐστιν εὐίατος, λευκόχρους, ἡ δ' ὑπέρυθρος, νηπίων ἀναιρέτις. Γυμνάσιον κίνησις εὐτονωτάτη, ἀναπνοῆς ἄμειψις, ἰσχὺς σωμάτων. ἡ μέν τίς ἐστι τρίψις εὐτονωτάτη, δεσμοῦσα σάρκας τὰς λελυμένας πλέον· ἡ δ' εὔλυτος, λύουσα τὰς ἐσφιγμένας· μέση τις ἄλλη τῶν ἐναντιωτάτων. Τριττός τίς ἐστί πως κόπος τῶν σωμάτων· ὁ μὲν περιττῶν ἔκγονος καὶ δριμέων, ἄλλος δὲ νεύρων καὶ μυῶν σφοδρὰ τάσις, καὶ φλεγμονώδης ὁ τρίτος κεκλημένος ὡς φλέγμα καὶ πύρωσιν ἡμῖν εἰσάγων. Ἡ σωμάτων στένωσις ἡ θρυλλουμένη ἔμφραξις ἢ πύκνωσίς ἐστι τῶν πόρων. Ἄριστος ἀὴρ λεπτός, εὔπνους τὴν φύσιν. Ἄνοσμον ὕδωρ, τοῦτ' ἄριστον τὴν φύσιν, ἄποιον, εὔχρουν, συντόμως διαρρέον. Λουτρῶν τὸ θερμὸν ἀσφαλέστατον φρόνει, λῦον, μαλάσσον, ὕπνον ἡδὺν εἰσάγον, παραίτιον μάλιστα τῆς εὐσαρκίας, τοὺς ἐγκρατῶς βιοῦντας ὠφελοῦν πλέον. Οὗτος χαρακτὴρ ἀκριβοῦς εὐκρασίας· σύμμετρός ἐστιν εὐμέλεια σωμάτων, φύσις μέσως ἔχουσα τῶν ἐναντίων, τῶν ποιοτήτων ἠπιωτέρα κρᾶσις, πρὸς τὰς ἐνεργείας τε τὰς τοῦ συνθέτου εὖ πως ἔχουσα τῇ καλῇ συμμετρίᾳ. ἐναντία τούτων δὲ δύσκρατος φύσις. Μικρὰ κεφαλὴ δεσμὸς ἐστενωμένος, σφίγγων τὸν ἐγκέφαλον, εἰπεῖν δέ, πνίγων. ἡ δὲ πλέον πλασθεῖσα τῆς συμμετρίας, εἰ μὲν πέλει γέννημα ῥώμης ἐμφύτου, ἐπαινετὴ πέφυκεν εὖ πεπλασμένη· εἰ δ' ἐστὶν ὕλης, τῆς περιττῆς οὐσίας, δύσχρηστον αὐτὴν ταῖς ἐνεργείαις νόει. ἡ δ' αὖ μέσως ἔχουσα χρηστὴ τὴν φύσιν. Εὔκρατον ἐγκέφαλον ὧδε θηράσαις· σύμμετρός ἐστι ταῖς ἐνεργείαις ὅλαις, πλάττει τὸ σῶμα παγκάλως καὶ ποικίλως· ἐν τῷ βρέφει δείκνυσιν ἄνθην τῆς κόμης χροιὰν πυρρὰν ἔχουσαν ἠλαττωμένην, τοῖς παισὶν ὑπόξανθον, εἶτα τοῖς μέσοις τὸ ξανθὸν ἐκφύουσαν ἠκριβωμένον. Σημεῖα ταῦτα γαστρὸς ἐξηραμμένης· ταχεῖα δίψα σύντομον πλήρωμά τε, ἐδεσμάτων ὄρεξις ἐξηραμμένων. τῆς δ' αὖ διύγρου ταῦτα συντόμῳ λόγῳ· τὸ μήτε διψῆν μήτε τὴν πόσιν στέγειν. θερμῆς δὲ ταῦτα· πέψις ἀκριβεστέρα, ὄρεξις ἥττων, δίψα τοῦ ποτοῦ πλέον. ψυχρᾶς δὲ ταῦτα· πέψις ἀσθενεστέρα, ὄρεξις εὐαίσθητος, ἡδονὴ ψύχους. Τοῦ πνεύμονος δὲ ταῦτα σημεῖα φρόνει· πνεύμων ἄριστος εὐφυῶς ἀναπνέων, τὴν ἕξιν ἀπέριττος, εὖ ὕλης ἔχων, εἰλικρινοῦς μάλιστα φωνῆς ἐργάτης. Τῆς καρδίας δὲ τὰς κράσεις οὕτω μάθοις. ἀναπνοῆς ὄγκωσις ἢ σφυγμοῦ τάχος, εὐτολμία δέ, πρὸς τὰ δεινὰ θρασύτης, δασύς τε θώραξ, στέρνα λάσια πλέον γνωριστικὰ πέφυκε θερμῆς καρδίας· σφυγμοὶ δὲ μικροὶ καὶ φόβοι καὶ δειλίαι, στέρνων ψίλωσις, τὴν ψυχρὰν δηλοῦσί σοι· ξηρὰν δὲ γνωρίσειεν ἡ σκληρὰ φύσις, σφυγμὸς μὲν οὐχ ἕτοιμος, ἄγριος δέ γε· ὑγρὰν δὲ γνωρίζουσιν ἦθος ὀργίλον, σφυγμοὶ μαλακοί, συμπαθεστέρα φύσις. Θερμὸν μὲν ἧπαρ γνωριοῦσιν αἱ φλέβες τὴν εὐρύτητα δαψιλῆ κεκτημέναι, ξανθὴ χολὴ τὰ πρῶτα, τῆς δ' ἀκμῆς μέσης μέλαινα, θερμότης τε πολλὴ σωμάτων· ψυχρὸν δέ σοι δείκνυσι φλέγματος φύσις φλεβῶν τε πολλὴ στεγνότης ἐν τῷ βάθει, τριχῶν ψίλωσις, ψυχρὸν αἷμα τὸ πλέον· ξηροῦ δέ εἰσι σύμβολα σκληραὶ φλέβες· ὑγροῦ δὲ τούτων μαλακωτέρα φύσις. Ὄρχεις δὲ θερμοὺς δείκνυσι προθυμία πυκνῆς ὀχείας καὶ τριχῶν ἡ δασύτης, μήτηρ δέ ἐστιν ἥδε πως τῶν ἀρρένων· ψυχρὰ δὲ κρᾶσις δεικνύει τἀναντία· καὶ τῆς μὲν ὑγρᾶς κράσεως γνώρισμά τι τῶν σπερμάτων τὸ πλῆθος ὑγρότης θ' ἅμα· ξηρὰ δὲ κρᾶσις ἡττόνως τούτων ἔχει. Αὕτη πέφυκε λαχάνων ἡ ποιότης. Ὑγρὰν ψυχράν τε τὴν θριδακίνην νόει, γεννῶσαν ἡδὺν ὕπνον, εὔτροφον φύσει, αὔξουσαν αἷμα καὶ τρέφουσαν ἡδέως. ἔχει δὲ ταύτας καὶ φύσις τῶν ἰντύβων τὰς ποιότητας, ἀλλ' ὅμως τεθραυσμένας. Ἡ μαλάχη ψύχει μέν, ἀλλ' ἐλαττόνως, ὑγρὰν δὲ ποιεῖ τὸ πλέον τὴν γαστέρα, ὑπακτική τε τῆς περιττῆς γαστέρος. Ῥύπτει τὸ τεῦτλον, ἐκκενοῖ τὴν γαστέρα, δάκνει στόμαχον, ἧπαρ εὐρύνει πλέον. Κράμβη δίσεφθος δεσμός ἐστι γαστέρος, ἡ δ' αὖ μόνεφθος ἁλσὶν ἐμμεμιγμένη ὑπακτικὴ πέφυκε τῶν ἐγκειμένων. Ἡ δ' ἀτράφαξις, προστίθει καὶ τὸ βλίτον, ὑγρὰ μὲν ἄμφω καὶ λύοντα γαστέρα, ἀλλ' ἄτροφον τὸ σῶμα δεικνύοντά πως. Ἀτρακτυλίς, σκόλυμος, ἠκανθωμένα τρόφιμα καὶ σύμμετρα γαστρὸς τῇ κράσει· ἡ κινάρα δὲ δυσστόμαχος τυγχάνει. Οὐρητικὰ σέλινα, σμύρνιον, σίον. Κάρδαμον ἠδ' ὤκιμον, ἀλλὰ καὶ νάπυ, ἅπαντα θερμὰ τυγχάνει καὶ δριμέα, δύσπεπτα, δυσστόμαχα, πλειστόχυμά τε. Ἡ δ' ἀκαλύφη, καὶ κνίδη καλουμένη, λεπτή τίς ἐστιν, ἐκκενοῖ τὴν γαστέρα. Τὸ δ' αὖ γε γιγγίδιον ἐμφύτως στῦφον ἄριστον, εὐστόμαχον εἰς ἀποτρόφους, εὔσιτον, εὐόρεκτον, οὐ σάρκας τρέφον. Ἐκφρακτικὴ κάππαρις, ἡδίστη πλέον, ὄξει μιγεῖσα φλεγμάτων ἀναιρέτις. Ὅρα δὲ καινὴν φύσεως ποικιλίαν· βλίτοι, μαλάχαι, τεῦτλα καὶ θριδακίναι ὑγρὰ μέν εἰσι τοῦ φυτοῦ τὴν οὐσίαν, ξηρὸς δὲ τούτοις ἀσπάραγος τυγχάνει· ἡ δ' αὖ ῥαφανὶς γογγύλη τε καὶ νάπυ, τὸ κάρδαμον, πύρεθρον, ἡ κράμβη πλέον, τὸ μὲν φυτὸν φέρουσιν ἐξηραμμένον, ἔχουσι δ' ἀσπάραγον ὑγρὸν τὴν φύσιν. Ἡ γογγύλη δέ, βουνιὰς κεκλημένη, τρόφιμος, εἰ δίσεφθος· εἰ δὲ πολλάκις γεύσαιο ταύτης, δυσστομαχήσεις πλέον. Ὀρεκτικὴ πέφυκεν ἡ βολβοῦ φύσις, τὴν γαστέρα ῥύπτουσα καὶ τονοῦσά πως, τρόφιμος, εἰς ἔρωτας εὐφυεστέρα, γεννητική τε πνευμάτων καὶ σπερμάτων. Πράσα τε καὶ σκόροδα τὰ κρόμμυά τε πάντα δριμύττει καὶ τέμνει καὶ λεπτύνει. Ἄποιον ὕδνον καὶ καταψῦχον πλέον· οἱ δ' αὖ μύκητες φλεγματώδεις τὴν φύσιν· οἱ δ' ἀμανῖται τοῦτό πως ἐλαττόνως. Τῶν ὀσπρίων δ' αὖ τὴν φακῆν ἀποτρέπου· μελάγχολος πέφυκε, δεσμὸς γαστέρος. Κοῦφοι κύαμοι καὶ φυσώδεις τὴν φύσιν. Ὁ δ' ἐρέβινθος ῥυπτικός τε τυγχάνει καὶ σπέρμα γεννᾷ καὶ λίθους διαθρύπτει. Τὰ θέρμια δύσπεπτα. τῆλις ἡ πόα θερμὴ πέφυκε, προτρέπει τὴν γαστέρα. Ὁ δ' αὖ φάσουλος καὶ τρόφιμος τυγχάνει κενωτικός τε τῶν περιττῶν ἐκτόπως. Ἡ κολόκυνθα καὶ λύει τὴν γαστέρα ψῦξίν τε γεννᾷ καὶ καθυγραίνει πλέον. Πέπων κακοστόμαχος, ἡττόνως τρέφων. Ὁ σικυὸς δύσπεπτος, ὑγρὸς τὴν φύσιν. Σῦκον, σταφυλαὶ καὶ τρέφουσιν ἠρέμα ἧττόν τε δυσστόμαχα πλειστόχυμά τε· τῆς δὲ σταφυλῆς εὐχυμώτερον σῦκον, νεφροὺς καθαίρει καὶ κενοῖ τὴν γαστέρα. αἱ δ' ἰσχάδες σύμπαντα πρὸς τοὐναντίον, ὠμοὺς χυμοὺς τίκτουσι, πληροῦσι φύσης. τῶν δὲ σταφυλῶν ἡ σταφίς σοι βελτίων. Τὰ συκάμινα ψυχροποιὰ μετρίως, τίκτουσι δ' ὑγρότητα πολλὴν ἐν βάθει. Ἡ δ' αὖ γε διπλῆ τῆς κεράσου ποιότης διπλοῦς ὁμοίως τοὺς χυμοὺς παρεισάγει· ἡ γὰρ γλυκεῖα τῆς ὀπώρας ποιότης βλάπτει στόμαχον, ἐκκενοῖ δὲ γαστέρα, ἡ δὲ στύφουσα τῷ στύφειν τὴν γαστέρα φθείρει στόμαχον· οὐχ ὕπεισιν οὐδ' ὅλως. Ὁ κωνικὸς στρόβιλος εὔχυμος φύσει. Μῆλον γλυκάζον καὶ τρόφιμον τυγχάνει καὶ θερμόν ἐστι μᾶλλον ἐξωπτημένον. Κυδώνιον δὲ ῥωστικὸν μὲν τυγχάνει, ἐφεκτικὸν δέ ἐστι τῆς γαστρὸς πλέον. Ῥοιὰ ψύχει. μέσπιλα τὸ πλέον στύφει. Φοῖνιξ τονοῖ στόμαχον ἐστεγνωμένος, ἐφεκτικὸς δέ ἐστι γαστρὸς ἐκτόπως. Τῶν δ' αὖ γ' ἐλαιῶν τάσδε τὰς γνώσεις ἔχε· ἡ δρυπετὴς ἄπεπτος, ἄλγος γαστέρος, ἁλμάς, κολυμβὰς εὐόρεκτος τὴν φύσιν. Τῶν δ' αὖ καρύων τὰς διαιρέσεις μάθε. Τὰ λεπτὰ πλείω τὴν τροφὴν δίδωσί σοι, μείζω δ' ἔλαττον, τοῖς μικροῖς ἀντιστρόφως. Ἀμύγδαλον δὲ τμητικώτατον πάνυ. Τὸ πιστάκιον ἧπαρ ἐκτρέφει φύσει. Τὰ σηρικὰ δύσπεπτα δυσστόμαχά τε. Δαμασκηνὰ κινοῦσι γαστέρος φύσιν. Δύσπεπτός ἐστι τῶν κεράσων ἡ φύσις. Τὸ κίτριον δύσπεπτον, ἡ σὰρξ δὲ τρέφει. Τρόφιμος ὁ βάλανος εὐσάρκῳ φύσει, δεῖται δεινῶς γαστέρος πυριπνόου. τὸ κάστανόν θ' ὅμοιον, ἀλλ' ἐλαττόνως. Πτηνῶν δὲ σάρκας καὶ τετραπόδων ὅρα. Πτηνῶν ὁ πέρδιξ εὐστόμαχος τυγχάνει, εὕπεπτος, ἡδὺς καὶ τρόφιμος ἐκτόπως. οἱ δ' ἀτταγῆνες καὶ περιστεραὶ νέαι εὔπεπτα πάντα καὶ πλέον σαρκοτρόφα. κίχλα δὲ καὶ κόττυφος ἠδὲ πυργίτης τὰ πάνθ' ὅμοια τοῖς προηριθμημένοις, σκληρὰν δ' ἔχει τὴν σάρκα τῶν ἄλλων πλέον. Νήττης τε, φάττης ἡ φύσις καὶ τρυγόνος σκληρά τε καὶ δύσπεπτος, ἰνώδης πλέον. Ὁ χήν, ὁ ταώς, τῶν γεράνων ἡ φύσις δύσπεπτα· πλὴν τρόφιμα δείκνυνται φύσει. Ἅπαν τρόφιμόν ἐστιν ὕειον κρέας, γλίσχρον δὲ καὶ δύσπεπτον, ἡδὺ δ' ἐκτόπως. Κακοστόμαχον τὸ πρόβατον τυγχάνει, μᾶλλον δὲ δυσστόμαχον αἴγειον κρέας· τὸ δὲ τράγειον θερμοκοιλίοις δίδου. Μελάγχολον βοῦς καὶ λαγὼς καὶ δορκάδες. Ἅπας τυρὸς δύσπεπτος, ἐκτρέφων λίθους· ὁ πρόσφατος δέ, συμμέτρως ἁλῶν ἔχων, μαλακός, ἡδὺς καὶ τρόφιμος τυγχάνει. Ἰχθὺς ἅπας πέφυκεν ὑγρὸς καὶ ψύχων, ὁ δ' αὖ πετραῖος εὐχυμώτερος φύσει· πέτραι πελαγῶν κρείττονες πρὸς ἰχθύας, καὶ τῶν πελαγῶν οἱ ποταμοὶ χειρόνως τοὺς ἰχθύας τρέφουσι τοὺς ποταμίους· ἰχθὺς δὲ λίμναις ἐμμόνως τεθραμμένος ἄπεπτος, ὑγρός, δυσστόμαχος τὴν φύσιν. Ὀστρακόδερμα πάντα συμπεπεμμένα γεννῶσι πικρὸν χυμὸν ἐν τοῖς ἐντέροις, βλάπτει δ' ἔλαττον ἡ φύσις τῶν ὀστρέων. χῆμαι δὲ καὶ σωλῆνες ἠδὲ πορφύραι, κῆρυξ δὲ καὶ σπόνδυλος ἠδὲ κοχλίας καὶ δηκτικὸς πάγουρος, ἀστακὸς πλέον, καρίδες ἢ κάραβος ἢ καὶ καρκίνοι δύσπεπτα πάντα, δυσστόμαχα τὴν φύσιν. Ἀνόστεως δὲ τευθὶς ἠδὲ σηπία ἁλυκὸν ἐκτρέφουσι χυμὸν ἐν βάθει· ὅμοια τούτοις καὶ λίβατος καὶ βάτος· ἡ δὲ τρυγὼν εὔπεπτον ἔσχε τὴν φύσιν. Φώκη δὲ καὶ φάλαινα καὶ θύννη πλέον δελφίς τε καὶ ζύγαινα γαστέρα θλίβει, ἀσυμμέτρως ἔχοντα σαρκικοῦ πάχους. Οἴνων δὲ τήνδε τὴν διαίρεσιν νόει. Ἐρυθρὸς οἶνος χυμὸν οὐ καλὸν τρέφει· ὁ δὲ γλυκὺς τρόφιμος, ἀλλ' ὅμως βλάβη τῆς γαστρός ἐστιν, ἐκλύων ταύτην φύσει. δυσανάδοτος, εὐστόμαχος ὁ στύφων. οἶνος δ' ἄριστος κιρρός ἐστι τὴν χρόαν. Ὕπνου τὸ χρῆμα χρῆμα τῇ φύσει μέγα· πέττει τὰ σῖτα, ζωπυροῖ τὴν γαστέρα, κόπους, ὀδύνας καὶ πόνους ἀμαλθύνει, ὀρθοῖ λογισμὸν πολλάκις τετραμμένον. Βιβλίον δεύτερον προγνωστικόν Νοσημάτων σημεῖα ταῦτ' ὀλεθρίων· ὄψις νεκρώδης, ὄμμα κοῖλον δακρύον, σφυγμῶν μικρὰ κίνησις ἀντωθουμένη, κλίσις καταρρέουσα τῆς κλίνης κάτω, ὀξεῖα ῥίς, ἄνισος ὄψις ὀμμάτων, φεύγειν τὰ λαμπρά, ψηλαφᾶν τοῖς δακτύλοις. Εὐσφυξία δὲ καὶ φρενῶν ἑτοιμότης τἀναντία τε τῶν διηγορευμένων σωτηρίας σημεῖα τῆς τοῦ κειμένου. Νοσήματος κίνησις, ἀρρώστου φύσις, σφυγμῶν τε γνῶσις ἥ τε τῶν οὔρων κρίσις νοσήματός σοι γνωριοῦσι τὸν χρόνον καὶ τὴν λύσιν μάλιστα τούτων καὶ κρίσιν. Τῶν ἡμερῶν πέφυκεν ἐν νόσῳ κρίσις· ἀλλ' αἱ μὲν εἰσάγουσιν ἀκριβῆ λύσιν, αἱ δὲ πλέον φέρουσιν εἰς τἀναντία· ἡ τρισκαιδεκάτη δὲ τούτων ἐν μέσῳ. πρώτη δ' ἀρίστη τῶν ἁπασῶν ἑβδόμη, καὶ δὴ μετ' αὐτὴν αὖθις ἡ δισεβδόμη. τίθει μετ' αὐτὰς ἐννάτην καὶ δεκάτην καὶ δισδεκάτην, καὶ μετ' αὐτὰς πλησίον πέμπτην ἀρίθμει, ἑβδόμην πρὸς δεκάτην, αὖθις τετάρτην καὶ τρίτην κατωτέρω ὀκτωκαιδεκάτην τε τούτων πλησίον· ἕκτην τ' ἐν ἀρχαῖς, ὀγδόην καὶ δεκάτην δωδεκάτην τε καὶ πρὸς ἓξ τὴν δεκάτην καὶ τὴν δεκάτην ἡμέραν πρὸς ἐννέα κακὰς γίνωσκε, παντελῶς ὀλεθρίας. Τῆς κρίσεως πρόγνωσις αὕτη τυγχάνει· τῆς εἰσβολῆς πρόληψις ἡ πρὸ τῆς τρίτης, διὰ τρίτης κίνησις ἀκριβεστάτη, ἡ τῶν περιττῶν πέψις, οὔρων, πτυσμάτων. Τούτων μὲν οὖν μέλλουσαν εὑρήσεις κρίσιν· αὖθις δὲ τούτοις τήν γε νῦν τελουμένην, εἰ δυσφοροῦντα τὸν νοσοῦντα προσβλέποις, ἀλγοῦντα τὸν τράχηλον ἢ τετραμμένον, αἱμορροοῦντα καὶ στροφούμενον κάτω, καὶ ῥὶς δ' ἐρυθρὰ καὶ κένωσις δακρύων καὶ μαρμαρυγῆς ἀθρόα φαντασία, σημεῖα πάντα κρίσεως τελουμένης. Σφυγμῶν γένη γίνωσκε τῶν πρώτων δέκα· ταχύν, βραδύν, σύμμετρον ὡς πρὸς τὸν χρόνον, οὗτος ἀριθμός ἐστι τῶν κινουμένων. ταχὺς μὲν οὖν πέφυκεν ὃς βραχεῖ χρόνῳ διάστασιν δίεισι πλείω τοῦ χρόνου· βραδὺς δέ ἐστιν ὃς μακρῷ χρόνῳ τρέχων ἐλάττονας δίεισι τὰς διαστάσεις· ὁ σύμμετρος δ' ἕστηκεν εἰς ἄμφω μέσος. Τὸ δεύτερον δὲ τῶν σφυγμῶν γένος τόδε· τρεῖς εἰσι πᾶσαι τῷ λόγῳ διαστάσεις, μῆκος πλάτος βάθος τε, σωμάτων λόγοι. ὡς κοῖλον οὖν τι σῶμα τὴν ἀρτηρίαν αἱ τρεῖς ἔχουσι τοῦ λόγου διαστάσεις. σκόπει γὰρ αὐτὸς ἐμφρόνως τοῖς δακτύλοις τὸ μῆκος αὐτὸ καὶ βάθος καὶ τὸ πλάτος· εἰ δὲ πλέον τὸ μῆκός ἐστι τοῦ μέτρου, μακρὸν κάλει κίνημα τοῦ σφυγμοῦ τόδε, εἰ δ' αὖ γε πλεῖον φωράσειας τὸ πλάτος, πλατὺν διδάσκου σφυγμὸν ἀκριβεῖ λόγῳ, εἰ δὲ πρὸς ὕψος ἅλλεται σφύζον πλέον, ὑψηλὸν εἰπὲ τὸν κινούμενον φύσει. τἀναντία δὲ τῶν περάτων τυγχάνει τἀναντία πέρατα τῶν ἐναντίων, μικρός, στενός, ταπεινός, ὡς πρὸς τὰ τρία. Τρίτον γένος πέφυκε τῶν σφυγμῶν πάλιν, ὅπερ πέφυκε τοῦ τόνου ζυγοστάτης, κλῆσις δὲ τούτου σφοδρότης, ἀμυδρότης, καί τις μεταξὺ τῶν τόνων συμμετρία. σφοδρὸς μὲν οὖν πέφυκεν ὁ πλήττων βίᾳ τοὺς τῶν ἰατρῶν δακτύλους συνημμένους· ὁ δ' αὖ γε πλήττων τὴν ἁφὴν παρειμένως ἀμυδρός ἐστι προσφυῶς κεκλημένος· σύμμετρος, ὃς πέφυκε τοῖν δυοῖν μέσος. Τὸ δεικνύον δὲ σύστασιν τῆς οὐσίας τοῦ σώματος κάλλιστα τῆς ἀρτηρίας ἢ μαλακὸν πέφυκεν ἢ τούτων μέσον. εἰ σκληρόν ἐστι, σκληρὸς ὁ σφυγμὸς πέλει, εἰ μαλακόν, μαλακὸς ὠνομασμένος, εἰ σύμμετρον, σύμμετρος· οὐκ ἄλλως δ' ἔχει. Γένος δὲ πέμπτον τῇ παρεκχύσει νόει τοῦ σώματος, βέλτιστε, τῆς ἀρτηρίας. ἡ κοιλότης γὰρ ἢ μένει πληρεστάτη, ἣν ἔγχυλον λέγουσι καὶ σεσαγμένην, ἢ τῶν ἰατρῶν τοὺς κρίνοντας δακτύλους κενεμβατοῦντας ταῖς ἁφαῖς δείκνυσί πως. ἀλλ' εἰ μέν ἐστιν ἔγχυλος, πλήρη κάλει, εἰ δ' ἐστὶν ὥσπερ πομφόλυξ, κενὴν λέγε, τὴν δ' ἐν μέσῳ σύμμετρον, οὕτω γὰρ δέον. Τὸν δ' αὖ γε δεικνύοντα τὴν τῆς καρδίας ἔνθερμον οὐσίωσιν ἕκτον μοι κάλει· ἢ γὰρ ψυχρὸς πέφυκεν ἢ θερμὸς πλέον ἢ ποιοτήτων συμμέτρως δυοῖν ἔχων. Ὁ πυκνὸς ἠδ' ἀραιὸς ἕβδομον γένος· κινουμένης γὰρ ὧδε τῆς ἀρτηρίας διπλῆν κίνησιν ἐξ ἐναντιωτάτων διττὰς ἀνάγκη τὰς στάσεις πεφυκέναι· διασταλεῖσα καὶ γὰρ ἴσχει πως στάσιν καὶ συσταλεῖσα δευτέραν ἡσυχίαν. ἀλλ' εἰ μὲν ἐμμείνειεν ἐν βραχεῖ χρόνῳ, σφυγμὸν κατειργάσατο πυκνὸν ἐκτόπως· εἰ δ' ἠρεμήσει τὸ πλέον τοῦ συμμέτρου, ἀραιός ἐστιν ὁ σφυγμὸς κεκλημένος· τὴν πυκνότητα τὴν ἀραιότητά τε μέσος διιστᾷ σύμμετρος κεκλημένος. Ὁ ῥυθμὸς αὖθις ἄλλο δείκνυσι γένος. ἔστι δὲ ῥυθμὸς πρὸς χρόνον χρόνου κρίσις· χρόνος δὲ διττός ἐστι, τῶν κινουμένων τῶν ἡσυχαζόντων δὲ τούτων τὴν κρίσιν ῥυθμὸν κατωνόμασαν εὔρυθμοι λόγοι. ὁ συγκρίνων δὲ τὰς στάσεις ἀρτηρίας πρὸς τὰς κινήσεις, ἢ στάσεις πρὸς τὰς στάσεις, ἢ τὰς κινήσεις πρὸς κινήσεις ἐμμέτρως γένος πέφυκε ῥυθμικὸν κεκλημένον. τοῦ δ' αὖ γε ῥυθμοῦ τὴν διαίρεσιν λάβε· τέμνουσι καὶ γὰρ τοῦτον ἀκριβεῖς λόγοι πρὸς μὲν τὸ κρεῖττον εἶδος εἰς εὐρυθμίαν, πρὸς δ' αὖ τὸ χεῖρον αὖθις εἰς ἀρυθμίαν. εὔρυθμον οὖν ἄρυθμον ὄγδοον γένος. Ἔννατον ἄλλο δυσκολώτερον γένος, εἰς τοὺς ὁμαλοὺς εἴς τε τοὺς ἀνωμάλους σφυγμοὺς πεπονθὸς τὴν τομὴν ἐκ τῆς τέχνης. ἄμφω δ' ἀνεύροις ἀκριβώσας τὴν τέχνην μιᾷ κινήσει καὶ πολλαῖς ἀρτηρίαις. ὁμαλὸς οὖν πέφυκεν ἐν πολλοῖς τόνος, ὃς τὰς κινήσεις τοῦ τόνου καὶ τοῦ τάχους ἁπλῶς τε πάντων τῶν γενῶν ἐν τῷ μέρει ἴσας φυλάττει μηδαμοῦ τετραμμένας· ἀνώμαλος δέ ἐστιν ἐξ ἐναντίου ὁ μὴ φυλάττων τάξιν ἐν κινουμένοις, οὗπερ γένους πέφυκεν ἐκλελειμμένος, εἶτ' αὖθις ἄλλος, ὃν παρεμπίπτοντά πως οἱ τῆς τέχνης λέγουσι προσφυεῖ λόγῳ. ὁ μὲν γάρ ἐστι προσδοκωμένου τόνου ἔλλειψις ἀπρόοπτος ὡς πρὸς τὴν φύσιν· ὁ δ' ἄλλος ἐστίν, εἰ παρεμπέσοι μέσος ἀπροσδόκητος καὶ πρὸ τῆς ἡσυχίας. εἰ δ' αἱ κινήσεις ὥσπερ ἐκ τῶν κλιμάκων πᾶσαι καταρρέουσιν εἰς τοὐναντίον, τοῦτον μυουρίζοντα τὸν σφυγμὸν κάλει. αὕτη μέν ἐστι τῶν ἀνωμάλων φύσις, σφυγμῶν πολλῶν σύστημα τυγχάνουσά πως· ἄλλη δέ τις πέφυκε ποικιλωτέρα, σφυγμὸν τὸν αὐτὸν δεικνύουσα ποικίλως, τέμνει γὰρ οὕτως τὴν διάστασιν λόγος. θοῦ σφυγμὸν ὁρμήσαντα συντομωτέρως, ἔπειθ' ὑφέντα τοῦ τόνου καὶ τοῦ τάχους καὶ συσταλέντα πρὸς τὸ τέρμα τοῦ δρόμου ἢ καὶ διαλλάξαντα πρὸς τοὐναντίον. αὖθις δέ μοι ποίκιλλε ταῦτα τῷ λόγῳ. ἡ γὰρ κίνησις ἡ παρεξηλλαγμένη ἄτμητός ἐστιν ἢ πάλιν τετμημένη· καὶ τὴν τετμημένην δὲ τῷ λόγῳ τέμνε, ἢ γὰρ πάλιν πρόεισιν ἢ τετραμμένη παλινδρομεῖ πως ὥσπερ ἀντωθουμένη. ἀλλ' εἰ μὲν ὡς ἄτμητος ἴσχει τὸν δρόμον τῆς ὠκύτητος καὶ βραδυτῆτος μέσως, ἀνισοταχής ἐστιν ὠνομασμένη· εἰ δ' ἠρεμοίη καὶ πάλιν διατρέχει ἐκ βραδυτῆτος εἰς ταχυτῆτα πλέον, ἡ κλῆσις αὐτῷ δορκαδίζων τυγχάνει· παλινδρομῶν δὲ δίκροτος πέφυκέ πως. σφυγμῶν δὲ κλῆσίς ἐστι ποικιλωτέρα, ἡ κυματώδης, ἡ κατὰ σκώληκά τε, μύρμηκος ἄλλη κλῆσιν ἠμφιεσμένη, παλμῶδες ἄλλο μυριόκλονον γένος, ὁ δὲ κλονώδης αὖθις, ἄλλος ἐμπρίων· ὧν δύσκολός τις ἡ φύσις καὶ ποικίλη καὶ πρὸς τὰ μέτρα δυσκολωτέρα πλέον. Δέκατον ἄλλο καὶ τελευταῖον γένος, ἀνωμάλου γέννημα τοῦ λελεγμένου, οὗ τὸν μὲν εἴποις τὸν σφυγμὸν τεταγμένον, τὸν ἄλλον αὖ ἄτακτον ἀκριβεῖ λόγῳ. ὁ μὲν γὰρ ἴσος πανταχοῦ τεταγμένος, ὁ παντελῶς δ' ἄνισος ἠριθμημένος ἄτακτός ἐστι προσφυῶς κεκλημένος. ἀνωμάλῳ δ' ἄτακτος οὐ ταὐτὸν πέλει· ὁ γὰρ φυλάττων τάξιν εἰς ἀνωμάλους τεταγμένος πέφυκεν ἀντεστραμμένος. καὶ τῶν μὲν ἄλλων ὠνομασμένων ἄνω μέσος τίς ἐστι σύμμετρος κεκλημένος· τῶν ὁμαλῶν δὲ τῶν τε μὴν ἀνωμάλων καὶ τῶν ἀτάκτων τῶν τε μὴν τεταγμένων σφυγμός τις οὐ πέφυκεν οὐδ' ὅλως μέσος. Ὀττεύεταί τις πρὸς τὸ μέλλον τῆς νόσου οὐ σφυγμικοῖς κρούμασιν, ἀλλὰ καὶ κόπροις καὶ ποιότησι πτυσμάτων πολυχρόοις, οὔρων τε σημείωσις ἀρκεῖ πολλάκις δεῖξαι τὸ μέλλον ὡς ὁ Πύθιος τρίπους. ἡ μὲν γὰρ ὑπόπυρρος ἐν χρόᾳ κόπρος τὴν σύστασιν δεικνῦσα μαλακωτάτην καὶ μὴ λίαν δύσοσμος καὶ σεσημμένη σημεῖόν ἐστιν ἀσθενούσης γαστέρος, τῆς κρείττονος δ' αὖ ἕξεως γνώρισμά τι. πυρρὰν δὲ δεινῶς ἐκκενωθεῖσαν κόπρον νόσου χολώδους σύμβολον σαφῶς ἔχε· χλωρὰ δὲ κόπρος τὴν ἰώδη δεικνύει, ἡ δ' αὖ μέλαινα τὴν μέλαιναν εἰκότως· ψῦξιν πελιδνὴ καὶ νέκρωσιν τοῦ βάθους· ἡ λιπαρὰ σύντηξιν, ἡ γλίσχρος πλέον. Ἐντεῦθεν οὔρων ἄρξομαι γνωρισμάτων. Ἄριστον οὖρον σύμμετρον τῇ συστάσει, λευκὴν ὁμαλὴν τὴν ὑπόστασιν φέρον, συνημμένην μάλιστα, μὴ κεκομμένην, τὸ χρῶμα πυρρόν, ὑπόπυρρον ἐξ ἴσου, ξανθοῦ τε λάμπον ἀκριβῶς στιλβηδόνι. τῶν χρωμάτων δὲ τυγχανόντων ποικίλων πρῶτον τὸ λευκόν, εἶθ' ὕπωχρον τυγχάνει, μέσον δὲ τούτων χρωμάτων πολὺ πλάτος. τὸ πρῶτον, ὃ γράφουσιν εἰκότως γάλα, μορφὴν ἔχον γάλακτος ἠκριβωμένως· τὸ δεύτερον δὲ γλαυκόν ἐστι τὴν φύσιν· τὸ χαροπὸν δ' ἔπειτα τοῦ γλαυκοῦ κάτω, μαλλοῖς καμήλων προσφυῶς εἰκασμένον ἢ προσφυές πως τοῖς ὀνυχίταις λίθοις· ἔπειθ' ὕπωχρον ὡς δεδεγμένον, τὴν ὠμόβραστον εἰκονίζον χυμένην, βαφέν τε μᾶλλον ὠχρόν ἐστι τὴν χρόαν· τὸ δ' ὑπόπυρρον Κελτικοῖς χρυσοῖς ἴσον· τὸ δ' αὖ γε πυρρὸν ἀκριβῶς βεβαμμένον, εὔρυζον ὄντως εἰκονίζον χρυσίον· κνίκῳ μὲν ὑπόξανθον ἐμφερὲς πέλει· τὸ ξανθὸν αὖθις εἰκονισμένον κρόκῳ· τὸ δ' ὑπέρυθρον φοινικοῦν πέφυκέ πως, ἐξ ἰχωρώδους αἵματος βεβαμμένον· τὸ δ' αὖ ἐρυθρὸν αἵματος φαίνει χρόαν· τὸ δ' οἰνόχρουν τε πορφυρίζον αἵματι· τὸ κυανοῦν δ' ἔοικε τῷ σεσημμένῳ· μίξις τὸ φαιὸν χρωμάτων ἐναντίων· τὸ χλωρὸν ὥσπερ ἡ ποάζουσα χλόη· τὸ δ' αὖ πελιδνὸν ὡς μόλυβδος τυγχάνει· ἐφ' οἷσπερ ἐστὶ τοῦ μέλανος ἡ χρόα. Τοῦ σώματος δὲ τριπλεκοῦς πεφυκότος ἐκ πνευμάτων ὑγρῶν τε καὶ στερεμνίων, πάλιν τριφυὴς τῶν στεγανῶν οὐσία, ἐκ πιμελῶν σαρκῶν τε καὶ τῶν ὀστέων, ἀφ' ὧν ἑκάστων ἡ σμύχουσα θερμότης οὖρον συνιστᾷ σύντομον καὶ ποικίλον, ἐκ πιμελῆς γὰρ ἐν βάθει τετηγμένης ὅμοιον εἰς ἔλαιον οὖρον ἐκτρέχει. αἱ ποικίλαι δὲ συστάσεις τε καὶ χρόαι καὶ ποικίλας ἔχουσι κλήσεις εἰκότως· τὸ πρῶτόν ἐστι προσφυῶς ἐλαιόχρουν, ἐλαιοφανὲς δεύτερον κεκλημένον, τὸ τρίτον εἰς ἔλαιον ἠκριβωμένον. εἰ χρῶμα δ' εἰσδέξαιτο συγκεκαυμένον, σπασμὸν προδηλοῖ καὶ τελευτὴν αὐτίκα· εἰ δ' ἐκ νεφρῶν πρόεισιν, ἀθρόον τρέχει. τὸ δ' αὖ πέταλον καὶ πίτυρον καὶ κρίμνον ὑποστάσεις λέγουσι τῶν στερεμνίων. τὸ μὲν γάρ ἐστιν ὡς λεπὶς δεδειγμένον, τὸ δ' ἁδρόν ἐστιν, οὐσίας παχυτέρας, τὸ δ' αὖ γε κρίμνον ὡς τὸ σῶμα τοῦ σίτου ἐν τῷ μύλωνι συντριβέντος τῇ μύλῃ· σύντηξίς ἐστι τοῦτο τῶν στερεμνίων. σκόπει δ' ὅμως τὸ χρῶμα τοῦδε τοῦ κρίμνου· λευκὸν γὰρ ὂν πέφυκεν ἐκ τῶν ὀστέων, εἰ δ' αὖ ἐρυθρόν, αἵματος διερρύη. Οὔρων δὲ τὴν κάκοσμον ὄσφρησιν νόει. Οὖρον κάκοσμον καὶ δακνῶδες ἐν νόσοις σεσημμένην δείκνυσιν· αὖθις δὲ λευκὸν ἐκρυὲν τετραμμένοις ἔλυσε τούτοις τὴν σκοτισθεῖσαν φρένα. ἐν πυρετοῖς δὲ προδραμὸν τοῖς ὀξέσι μέλαν, δυσῶδες, θάνατον προμηνύει, εἰ μὴ προῆλθε κύστεως κακουμένης. αἱ δ' ὀροβώδεις χυμάτων ὑποστάσεις ἐκ σαρκικῆς ῥέουσι πάντως οὐσίας. οὔρου δὲ τριττῆς τυγχανούσης οὐσίας (τὸ μὲν γάρ ἐστι χρῶμα, δεύτερον χύμα, ὑπόστασις δὲ καὶ τελευταῖον τρίτον), ἢ μᾶλλον εἰπεῖν, τοῦ παρεγκεκραμένου, τριττὴ πέφυκε κλῆσις, ἁρμόττουσά πως πρὸς τὴν θέσιν κάλλιστα καὶ τὸ χωρίον. ὑπόστασις γὰρ ἡ κάτω τεθειμένη, τὸ δ' αὖ μεταξὺ χύματος περιπλέον καλοῦσιν αἰώρημα προσφυεῖ λόγῳ, τὸ τὴν ἄνω χώραν δὲ προσφυῶς ἔχον νέφος καλοῦσιν, οἱ δὲ πολλοὶ νεφέλην. οὔρου δὲ τριττῆς τυγχανούσης οὐσίας οὐ πάντα πᾶσι μίγνυται φύρδην ἅμα. λεπτὸν γὰρ οὖρον τὴν φύσιν καὶ λευκόχρουν ἄπεπτον οὐ δέξαιτο μίξιν εἰκότως τοῦ νεφοειδοῦς σώματος τῆς οὐσίας· πῶς γὰρ συνέλθοι πέψις εἰς ἀπεψίαν; κἂν πυρρόν ἐστι κἂν ὠχρὸν κἂν ξανθόχρουν, μένει δὲ λεπτόν, οὐ κραθείη τῷ νέφει. Κείσθω δὲ ταῦτα μέχρι μοι τοῦ μετρίου· πολλὴ γάρ ἐστι μίξεων ποικιλία, ἐμοὶ δὲ γνώμη καὶ σκοπὸς τῶν ἐμμέτρων μὴ πάντα πάντως συλλαβεῖν τὰ τῆς τέχνης, μικρὰν τεκεῖν ὄρεξιν ἀνδράσι φίλοις, γραμματικοῖς, ῥήτορσι καὶ φιλοσόφοις, τῆς τῶν ἰατρῶν ἀκριβεστάτης τέχνης, ὅπως ποθοῦντες τὰς χάριτας τοῦ μέτρου σὺν τῷ μέτρῳ λάβωσι καὶ τὰ τῆς τέχνης. ἀρκοῦντες οὖν δὴ ταῦτα τῶν οὔρων ὅροι. Τῶν πυρετῶν δὲ γνῶσιν ἐντεῦθεν λάβε. Ὅρος πέφυκε πυρετοῦ τῆς οὐσίας παρατραπεῖσα θερμότης τῶν σωμάτων ἐκ καρδίας ῥέουσα ταῖς ἀρτηρίαις καὶ πρὸς τὸ πᾶν χυθεῖσα σώματος πέρας καὶ τὰς ἐνεργοὺς δυνάμεις τε καὶ φύσεις σαφῶς καταβλάπτουσα τῇ δεινῇ ζέσει. ἡ θερμότης δὲ ποιότης δεδειγμένη τὸ μᾶλλον εἰσδέξαιτο καὶ τοὐναντίον. ὡς οὐσίας δὲ {τοῦ} πυρετοῦ διαιρέσεις διδοῦμεν ἀκριβῶς δύο· διαφορὰς μάλιστα ταύτας ῥητέον. ἄλλη μέν ἐστιν οὐσιώδης τῷ λόγῳ, ἐπουσιώδης ἀκριβῶς ἡ δευτέρα. τοῦ σώματος δὲ τριπλεκοῦς πεφυκότος, ἐκ πνευμάτων ὑγρῶν τε καὶ στερεμνίων, ὁ μέν τίς ἐστι πυρετὸς τῶν πνευμάτων, ὑγρῶν τις ἄλλος, ἄλλ. πρῶτον δὲ πάντων σκεπτέον τῷ τεχνίτῃ τὴν τῆς ὕλης ὕπαρξιν, ἥτις τυγχάνει· ψυχρά τίς ἐστι καὶ παχεῖα τὴν φύσιν ἢ ποιότητας τὰς ἐναντίας ἔχει; ἔπειτα τοῦτο δευτέρως τηρητέον· ἄσηπτός ἐστιν ἢ πάλιν σεσημμένη; εἶτ' αὖθις ἄλλο μᾶλλον ἀκριβωτέον· ἐκτὸς πέφυκε τῶν φλεβῶν ἢ φλεψὶ χρῷτο μᾶλλον οἰκητηρίοις; οὐ πάντα καὶ γὰρ πάντα δρῶσι τῇ φύσει, ἔχει δ' ἕκαστον τὸν κατάλληλον λόγον. Τὸ προσφιλὲς γὰρ αἷμα καὶ τηροῦν φύσιν, ἄσηπτον, ὄν, πλεῖστον δέ, καὶ φλεβῶν ἔσω, πληθωρικὸν δράσειε σώματος φύσιν ἢ πυρετῶν ἄτμητον ἐν ζέσει γένος· εἰ τυγχάνει δὲ τῇ φύσει σεσημμένον, ὕλης σαπείσης πυρετούς σοι δεικνύει· εἰ δ' εἰς ἓν ἐκρεύσειε σώματος μέρος, σαπὲν μὲν ἐργάσαιτο τὰς ἀποστάσεις, ἅς φασιν ἀπόστημα τεχνικοὶ λόγοι, εἰ δ' οὐ σαπῇ, βλάστημα φοινικοῦν φύσει. Τὸν αὐτὸν ἕξει καὶ χολὴ τούτοις τρόπον· εἰ μὲν γὰρ εἰς ἅπασαν οὐσίαν δράμοι εἰλικρινής, ἄσηπτος, ἴκτερον δράσει, σαπεῖσα δ' ἐργάσαιτο καύσων' ἐν βάθει· ἐκτὸς δὲ τυγχάνουσα τῶν φλεβῶν πάλιν τριταῖον ἐργάσαιτο τὸν κεκομμένον· εἰ δ' ἐγχυθείη σώματος πρὸς ἓν μέρος, ἕρπητα μὲν πλάσειεν οὐ σεσημμένη, σεσημμένη δ' ἕρπητα βιβρώσκοντά πως. Χυμὸς δ' ὁ δεινὸς καὶ μελάγχρους τὴν φύσιν, εἰ πᾶν συνέξει, σῆψιν οὐ δεδεγμένος μέλανα ποιήσειεν ἴκτερον φύσει, σεσημμένος δὲ τὴν τεταρταίαν ζέσιν, ἄτμητον ἐντός, εἰ δὲ μή, τετμημένην· εἰ δ' αὖ ἐπεισφρήσειεν εἰς ἓν χωρίον, σκίρρον μὲν ἐργάσαιτο μὴ σεσημμένος, σεσημμένου δὲ πολλὰ τεχθῇ θηρία, γάγγραινα, φαγέδαινα, πολλοὶ καρκίνοι. Τοῦ φλέγματος δὲ πολλαπλοῦ πεφυκότος (τὸ μὲν γὰρ ὡς ὕαλος αὐτὸς τυγχάνει, τὸ δ' ἁλυκὸν πέφυκεν, ὀξῶδες τρίτον, τὸ δὲ γλυκείας ποιότητός ἐστί πως), ὅπερ πέφυκεν ὡς ὕαλος τὴν φύσιν, τρόμων ἀνεκθέρμαντον ἐκφύσει φύσιν· τὸ δ' αὐτό σοι δράσειεν ὀξῶδες γένος· τὸ δ' ἁλυκόν τι πυρετοὺς καθ' ἡμέραν, ἀμφημερινοὺς προσφυῶς κεκλημένους· τὸ δὲ γλυκὺ προσηνές ἐστι τῇ φύσει. Γνωρισμάτων δὲ πυρετῶν ἐφημέρων ἡ γνῶσις αὕτη· πέψις οὔρων αὐτίκα, τὸ θερμὸν ἡδύ, τοῦ νοσοῦντος ἡ φύσις οὐ δυσφόρως φέρουσα τὴν ἀρρωστίαν, ἀρτηριῶν κίνησις οὐ τονουμένη. θυμοὶ δὲ τούτων αἴτιοι καὶ φροντίδες ἀγρυπνία τε καὶ κόπος καὶ ξηρότης, ἔγκαυσις ἢ σύντασις ἠδ' ἀσιτία. Τῆς σήψεως δὲ πυρετοὺς τοὺς ἐκγόνους ἐξεικονίζει θερμότης καὶ ξηρότης, δεινή, δριμεῖα, καὶ καπνώδης ἐσχάτως, μικροῦ κατεσθίουσα καὶ τοὺς δακτύλους· οὔρων ἔπειτα συμφυὴς ἀπεψία. Τῶν δὲ τριταίων κήρυκές σοι μυρίοι· ῥῖγος κλονῶδες, δίψος ἀκριβῶς φλέγον, ζέσις πυρίπνους, εἶτά πως ἡττωμένη, ἱδρὼς ἕτοιμος, εἰ ποτῷ χρήσαιό μοι, γαστρὸς τάραξις καὶ χολῆς ἀποβλύσεις, ὡρῶν δυοκαίδεκα τῇ ζέσει χρόνος. Σημεῖα δ' ἄλλα τοῦ τεταρταίου τρόμου· ψῦξις τὸ πρῶτον ἀσθενής τε θερμότης, οὖρόν τε λεπτόν, ὑδατῶδες, λευκόχρουν, σφυγμοί τ' ἀραιοὶ καὶ μέγιστοι πολλάκις. Ὁ δ' αὖ βαρύνων τὴν φύσιν καθ' ἡμέραν ἀμφημερινός ἐστιν ἠκριβωμένος· οὗ πρῶτόν ἐστιν ἀκριβὲς γνώρισμά τι ψῦξις δυσεκθέρμαντος, οὐ πολλὴ ζέσις, αὖθις κένωσις φλέγματος παχυτάτου, χροιά τις ὠχρόλευκος, οὔρων λεπτότης ἐρυθρότης τε πολλάκις καὶ παχύτης. Ὁ δ' ἠπίαλος συνθέτως κεκλημένος ἀμφημερινῷ σύγγονός πως τυγχάνει, ἐξ ὑαλώδους φλέγματος τετεγμένος, οὗ μὴ σαπέντος, ἐνσπαρέντος δ' εἰς ἅπαν, ῥίγους ἀνεκθέρμαντον ἀνθήσει φύσιν· ἐξ ἡμισείας δ' εἰ σαπῇ, τῇ διπλόῃ καὶ διπλόην ἔφυσεν ἀρρωστημάτων· ᾧ μὲν γὰρ οὐ σέσηπεν ἐμβάλλει ῥῖγος, ᾧ δ' ἐτράπη δράσειε θερμότητά πως. οἱ μὴ τετμημένοι δὲ τοῖς τετμημένοις ὁμοιοτήτων τυγχάνουσι πλειόνων, μία γὰρ αὐτοῖς φύσεως ἀνισότης, τὸ μὴ τελευτᾶν εἰς ἀθέρμαντον τέλος. Καύσου δὲ συμπτώματα ταῦτα τυγχάνει· δῆξις στομάχου, δίψα συντεταμένη, μέλαινα γλῶσσα, προσφυὴς ἀγρυπνία, παρεκτροπή τε τοῦ φρονοῦντος πολλάκις. Τῶν ἑκτικῶν δὲ τοὺς φθάσαντας ἐν τέλει εἰς τὸν μαρασμὸν ὧδε θηράσαιό μοι, πολλαὶ γὰρ αὐτοὺς δεικνύουσιν εἰκόνες· τὰ πρῶτα ξηραὶ ξηρὸν μέτωπον καὶ μύσις τῶν βλεφάρων σφυγμοί τε πυκνοὶ δέρματός τε ξηρότης καὶ ζωτικοῦ στέρησις ἄνθους σωμάτων. Ἀμφημερινὸς δ' εἰ τριταίῳ συνδράμοι, ἄτμητος, ὡς ἔοικε, τῷ τετμημένῳ, ἡμιτριταίου συμπλάσειεν οὐσίαν. οὗτος δὲ διπλοῦς ἐστιν, ἢ κατὰ κρᾶσιν ἢ τοῖς πέρασι τῶν δυοῖν μεμιγμένος. ἀλλ' εἰ μὲν ἴσοι συνδράμωσιν οἱ δύο, φρίκην ἀπειργάσαντο τὴν καλουμένην, μέσως ἔχουσαν ψύξεώς τε καὶ κλόνου· τοῦ δραστικωτέρου δὲ τῶν συγκειμένων ἴδοις ἐναργεῖς καὶ πλέον τὰς δυνάμεις. Πάθη δὲ λοιμοῦ δεινά πως καὶ ποικίλα· παρεκτροπαὶ νοῦ καὶ χολῆς ἀποβλύσεις, τῶν ὑποχονδρίων τάσεις τε καὶ πόνοι, ψῦξις, ἱδρῶτες, καὶ διάρροια πλέον, οὖρον χολῶδες, θώρακος σφοδρὰ ζέσις, δίψα δριμεῖα, γλῶσσα συμπεφρυγμένη. Τῆς συγκοπῆς δ' αὖ αἴτια ταῦτα φρόνει· ἀγρυπνίαν, κένωσιν, ἄλγημα τρῦχον. Σύντηξίς ἐστι τῆς καθ' ἡμᾶς οὐσίας φθορὰ πρόδηλος γαστρόθεν κενουμένη. Ὀρέξεως ἔκπτωσις ἐκ διττοῦ τρόπου· χυμῶν πονηρῶν κράσεώς τε δυσκράτου. Ὁ βούλιμος δὲ παντελὴς ἀσιτία. ἡ δ' αὖ κυνώδης τῆς ὀρέξεως τάσις ἐκ φλέγματος μέν ἐστιν ὀξώδους φύσει, τοῦ δ' ἐσθίειν πέφυκε πῦρ ἀπληστίας. Ἡ ναυτία πέφυκε γαστέρος κλύδων, χυμῶν πονηρῶν ὧδε συμπεπλεγμένων. Τὸν λυγμὸν ἢ κένωσις αὔξει γαστέρος ἢ μᾶλλον ἡ πλήρωσις ἀντεστραμμένως. Τοῦ λειποθυμεῖν καὶ κένωσις αἰτία καὶ πῦρ φλογίζον ἐμφύλως τὴν καρδίαν, ἄλγος κεφαλῆς, φλεγμονὴ τῶν ἐγκάτων, παρατροπή τε τῶν φρενῶν τεταμένη. Ἐκ ξηρότητος τὴν φαλάκρωσιν φρόνει· ταὐτοῦ γένους τίθει δέ, πλὴν τῶν σχημάτων, ἀλωπεκίτας, ὀφεωνύμους τύπους. Ἡ πιτυρώδης τῆς κεφαλῆς οὐσία χολῆς δριμείας, αἵματος μελαγχόλου, καὶ φλεγμάτων αὖ ἁλμυρῶν γέννημά τι. Ἀχὼρ κεφαλῆς δέρματος γλίσχρον πάθος τιτρῶν τὸ δέρμα, τοῖς μελιττῶν κηρίοις ἐοικὸς εἰς τύπωσιν ἀκριβεστάτην· γεννᾷ δὲ τοῦτο φλέγμα νιτρῶδες μόνον. Ὅταν ἴδῃς βλάστημα πυρρόν, στρογγύλον, ἑλκῶδες, ὑπόσκληρον, ἀλγῦνον φύσιν, σῦκον τὸ βλαστὸν ὡς φερώνυμον κάλει. Ἄλγος κεφαλῆς δύσφορον σύμπτωμά τι, γεννᾷ δὲ τοῦτο δύσκρατός τις ποιότης χυμῶν τε πλῆθος, καὶ δυοῖν συζυγία, ἔγκαυσις αὖθις, ψῦξις, ἀλλὰ καὶ μέθη, ἡ θερμότης, μᾶλλον δὲ πληγὴ καιρία· ἡ ξηρότης δ' ἔλαττον ἀλγύνει κάρην, ἀνώδυνον δὲ τὴν ὑγρὰν γίνωσκέ μοι. τῶν αἰτίων δὲ τὰς ἀδήλους οὐσίας καὶ δέρμα δηλοῖ καὶ βολὴ τῶν ὀμμάτων. Πάθος κεφαλῆς τὴν κεφαλαίαν νόει, τὴν ἡμικρανίαν τε τοιοῦτον φρόνει· παραίτιοι γὰρ ἐμμόνων ἀλγημάτων, ἡ μὲν τὸ πᾶν πλήττουσα δεινῶς κρανίον, ἡ δ' ἐκ μέρους τύπτουσα πληγαῖς καιρίαις. αὔξει δὲ τούτων τῶν παθῶν τὴν οὐσίαν οἶνος πολὺς κραυγή τε καὶ σφοδρὸς ψόφος καὶ λαμπρότητες φωτοειδεῖς πολλάκις. ἀλλ' οἷς μὲν ἔνδον τῆς κεφαλῆς ἡ πάθη, ἀλγοῦσι τούτοις αἱ βάσεις τῶν δηγμάτων· οἷς δ' ἐκτός ἐστι τοῦ πάθους ἡ σφοδρότης, τούτοις δυσαλθὲς γίνεται τὸ κρανίον. Ἡ δὲ φρενῖτις φλεγμονὴ κεκρυμμένη μήνιγγας ἐκκαίουσα τοὺς πεπλεγμένους ἢ καὶ τὸν ἐγκέφαλον ἀρρήτῳ πάθει. γεννᾷ δὲ ταύτην αἷμα πλεῖστον πολλάκις χολή τε δίχρους, ἡ μέλαινα τὸ πλέον, μετατραπείσης ὧδε τῆς ξανθοχρόου. καὶ τῶν φρενῶν δὲ τῷ πάθει βεβλημένων πέπονθεν ἐγκέφαλος ὡσαύτως ἄνω· ἐκ τῶν ἄνω γὰρ τῆς κάρας ἀκροστέγων νεύρων κάτεισιν εἰς φρένας συζυγία, δι' ὧν κεκοινώνηκε τοῦ σφοδροῦ πάθους ἡ τῆς κεφαλῆς συμπαθής πως οὐσία. δηλοῖ δὲ ταύτην συμφυὴς ἀγρυπνία λήθη τε πάντων, ὄμμα πλῆθον αἱμάτων, γλῶσσα τραχεῖα καὶ βοὴ πεφυρμένη καὶ ψηλάφησις δακτύλων ἄνευ λόγου, ἀναπνοῆς κίνησις ἠραιωμένη σφυγμοί τ' ἀμυδροὶ καὶ μικροί, σκληροὶ πλέον. Τὴν ἐρυσιπέλατον ἔμφυτον φλόγα οὐδ' ἐγκέφαλος ἐκδιδάσκει πολλάκις· καὶ γνωρίσαις ἄδηλον οἷς ὁρᾷς πάθος ἄλγει κεφαλῆς, λαμπροτήτων ἐμφάσει, ὑγρῷ προσώπῳ καὶ ψυχρῷ δεδειγμένον. Λογιστικοῦ πάθημα λήθαργον φρόνει ἐκ φλέγματος γέννησιν, οὐσίαν ἔχον. ληθαργικὰ δὲ ταῦτα σημεῖα φρόνει· ὕπνον πολὺν χάσμην τε, πνεύματος τάσιν, τὴν τῶν περιττῶν ἐκκένωσιν ποικίλην, σφυγμοὺς κλονώδεις καὶ τρόμους τῶν σωμάτων. Ἡ κατοχὴ πάθος τι δεινὸν τῇ φύσει, πλήρωσις οὖσα τῶν φρενῶν τοῦ χωρίου, νέκρωσις αὐτόχρημα τοῦ πεπονθότος· κεῖται γὰρ οὗτος ὕπτιος τεταμένος ἔχων τε τὸ βλέφαρον ἠνεῳγμένον, μὴ σκαρδαμύττον, ὥσπερ ἐκπεπληγμένον, σφύζον ἀμυδρῶς, ἀσθενῶς, παρειμένως. ἔστι δὲ τοῖς πάσχουσι διπλοῦς τις λόγος· ἢ φλέγματος γὰρ ἰσχύσαντος τὸ πλέον ἢ τῆς χολῆς πέπονθε τούτοις ἡ φύσις. διαιρέσεις δ' ἴσχουσι πρὸς τὴν φρενῖτιν καὶ τὸν βαρὺν λήθαργον· εἰ γὰρ καὶ μέσως ἔχουσιν ἄμφω, πλὴν διαιροῦνται πάλιν. ἄλλοι δέ φασι μὴ διπλῆν τὴν οὐσίαν, ἁπλῆν δ' ὑπάρχειν τοῦ λελεγμένου πάθους· ξηρὰ γὰρ ὕλη τὰς ὀπισθίους πύλας, ἃς κοιλίας λέγουσι τεχνικοὶ λόγοι, φράττουσα πυκνῶς τῆς ὑπερθύρου κάρας τὴν κατοχὴν ἤνεγκεν οὐ ψευδωνύμως. ὁ γὰρ πεπονθὼς καὶ κατασχεθεὶς ἄφνω, ὡς ἦν κρατηθεὶς σχήματός τε καὶ τύπου, μένει κατ' αὐτό, μὴ λυθέντος τοῦ πάθους. Τάφος δὲ μνήμης δύσκρατός τις ὑγρότης, μωρώσεως δὲ καὶ κάρου ἡ ψυχρότης, τῶν ἐγκεφάλου κοιλιῶν πεφραγμένων. Ἡ δὲ σκότωσις καὶ δίνη καλουμένη στροφή τίς ἐστι τῆς κεφαλῆς πνευμάτων καὶ κοιλιῶν σύντριμμα τῶν ἐμπροσθίων. Τὴν ἐπιληψίαν δὲ τοιαύτην μάθε. τοῦ σώματος πέφυκεν ἀθρόον κλόνος, σπασμός, πάθους σύμπτωμα δεινὸν ἐκτόπως, τὰς κρείττονας βλάπτουσα πάσας δυνάμεις. διττὴν δὲ τούτου τοῦ πάθους τὴν οὐσίαν ἰατρικοὶ λέγουσιν ἔντεχνοι λόγοι· ἢ φλέγμα δεινὸν ἢ χολὴν μελαντέραν τὸν ἐγκέφαλον, τὰς ἐν αὐτῷ κοιλίας πιλοῦσαν ἢ φράττουσαν ἐμφύτῳ βάρει. θώραξ τε πάσχων, πολλάκις καὶ κοιλία, καὶ χεὶρ κακῶς ἔχουσα, καὶ μήτρα πλέον, κύτος τε γαστρός, χεῖρες αὖθις καὶ πόδες, καὶ δάκτυλός τις ἢ μέρος τῶν δακτύλων τὸ δεινὸν εἰργάσαντο τοῦ κακοῦ πάθους, ψυχρὰς ἀναβλύσαντος αὔρας ἐκ βάθους καὶ τὴν κάραν πλήξαντος ἰώδει βέλει. γνώσῃ δὲ τοῦτο καὶ προγνώσῃ πανσόφως δυσθυμίαν ἄγνωστον εἴς τινα βλέπων ψυχῆς τε δεινὴν ἀπροαιρέτως τάσιν, ὠχρὸν πρόσωπον, γλῶτταν ἡνίας ἄνευ, ὕπνον ταράκτην, συμφορὰς ὀνειράτων. κἂν μὴ πρὸς αὐτὰ φαρμάκοις χρήσαιό μοι, ἴδοις ἂν αὐτὴν τὴν σκότωσιν αὐτίκα. Μελάγχολον δὲ καὶ μανιῶδες πάθος παρατροπὴ πέφυκε πυρετοῦ δίχα· ἢ τῆς κεφαλῆς συμπαθῶς κλονουμένης ἢ συμπαθούσης τοῖς πεπονθόσι τόποις, ἢ τοῦ στομάχου τῷ πάθει βεβλημένου τῶν ὑποχονδρίων τε συμπεπονθότων, ἀνερρύη κάτωθεν αὖρα πικρίας τὸν ἐγκέφαλον συνθολοῦσα ποικίλως. σημεῖα τούτῳ δειλία, δυσθυμία, γέλως ἄτακτος, εἶτα πένθος ἀθρόον, ἀπεψία, κίνησις ὀξυρεγμίας, προγνώσεως οἴησις, ἔμφοβος τρόμος, πάθη πολυστένακτα, μισανθρωπία, ἐνθουσιασμός, συμφορῶν ἀναπλάσεις. Δεινὸν πάθος πέφυκεν ὁ πνιγαλίων, ὃν ἐφιάλτην ὠνόμασαν οἱ πάλαι, ἐφάλλεται γὰρ ἐξ ἀπέπτου γαστέρος εἰς τὴν κεφαλὴν οἷα καπνώδης φύσις. νυκτὸς δὲ μᾶλλον γίνεταί πως ἡ πάθη. καὶ συμπεσόντος ἐξαπίνης τοῦ πάθους ναρκῶν ὁ πάσχων δείκνυται νάρκην ξένην· νοῶν γὰρ ὡς πέπονθεν, οὐ σθένει λέγειν, ἀλλ' οἴεται μὲν καὶ κινεῖσθαι καὶ λέγειν, μένει δὲ ναρκῶν τῇ κλίνῃ βεβλημένος· δοκεῖ δὲ καὶ βάσταγμα δύσφορον φέρειν, φαντάζεται δὲ τοῦτο πολλάκις βλέπειν, ὁρᾷ δὲ μηδὲν ὧν δοκεῖ σάφ' εἰδέναι. κἂν μή τις ἰάσαιτο τοῦτον φαρμάκῳ, δεινῇ πεσεῖται συμφορᾷ νοσημάτων. Μελάγχολόν τι πρᾶγμα λυκανθρωπία· ἔστι γὰρ αὐτόχρημα μισανθρωπία, καὶ γνωριεῖς ἄνθρωπον εἰσπεπτωκότα ὁρῶν περιτρέχοντα νυκτὸς τοὺς τάφους, ὠχρόν, κατηφῆ, ξηρόν, ἠμελημένον. Τὴν ἀποπληξίαν δὲ χείρονα φρόνει παθῶν ἁπάντων, ὡς νεκροῦσαν αὐτίκα. ἔμφραξις αὕτη καὶ πίλησις ἀθρόα τῶν ἐγκεφάλου κοιλιῶν τῶν μειζόνων, ὧν ἐμφραγεισῶν πᾶσα σώματος φύσις αἰσθήσεως ἄμοιρός ἐστιν αὐτίκα· μέρους δ' ἐν αὐτῷ τὴν πάθην δεδεγμένου ἐξ ἡμισείας τοῖς παθοῦσιν ἡ βλάβη· τοῦ δ' αὖ γε νώτου τὸ βλάβος πεπονθότος τὰ τοῦ προσώπου συμβλαβήσεται κάτω, ὁ δ' ἐγκέφαλος τὴν κάκωσιν οὐ πάθοι. Μυῶν ῥαχιτῶν συνταθέντων ἀθρόον τετανικὸν πάθημα τὴν τάσιν λέγει· ψυχροῦ χυμοῦ γέννημα δ' ἐστὶν ἡ πάθη. ἀλλ' εἰ μὲν εἰς τοὔμπροσθέν ἐστιν ἡ τάσις, ἐμπρόσθιον λέγουσι τὴν βλάβην τόνον, ὀπίσθιον δ' αὖ, εἴπερ ἦν ὀπισθία· ἰσόρροπος γὰρ εἴπερ ἐστὶν ἡ βλάβη, ἀσύνθετος τέτανός ἐστιν ἡ νόσος. Τρόμον κατεργάσαιτο καὶ ψυχρὰ πόσις καὶ γῆρας αὐτὸ καὶ ψυχρὰ δυσκρασία χυμός τε γλίσχρος καὶ φόβος καὶ ψυχρότης. Ἡ μὲν τάραξις ὑγρότης τῶν ὀμμάτων καὶ θερμότης σύμμικτος ἔκ τινος πάθους ἔξωθεν εἰσρέοντος εἰς τὴν οὐσίαν· ὀφθαλμία γὰρ ἡ τάραξις τυγχάνει. Χήμων δέ ἐστι τῶν βλεφάρων ἡ τάσις, ὡς μὴ καλύπτειν τοὺς κύκλους τῶν ὀμμάτων. Τὸ τῶν φλεβῶν δὲ ῥῆγμα τοῦ προσκειμένου πέφυκεν ὑπόσφαγμα, πληγῶν ὂν τόκος. Τὸ δ' ἐμφύσημα τῆς βλεφάρων οὐσίας ὄγκωσίς ἐστιν. ἡ δὲ ψωροφθαλμία κνησμός τις ἡδὺς ἐκ νίτρων καὶ φλεγμάτων. Ἡ σκληροφθαλμία δὲ δυσκινησία ὑγρασίας ἄνευθεν αὐτῶν ὀμμάτων· ἡ ξηροφθαλμία δὲ κνησμώδης πόνος. Τὸ δ' ἐκτρόπιον ὄγκος ἐστὶ σαρκίου ἐπηρεάζον τοῦ βλεφάρου τὴν φύσιν. Τὸ δὲ τράχωμα τοῦ βλεφάρου τραχύτης· σύκωσις ἡ σύντασις αὐτοῦ τοῦ πάθους· τύφλωσις ἡ μάλιστα τοῦ κακοῦ τάσις. Χαλάζιον δέ ἐστιν ὑγροῦ τις τάσις ἐν τῷ βλεφάρῳ συμπαγέντος ἀθρόον. ἡ δὲ κριθὴ πρόμηκες ἐν ταρσῷ πάθος. Τὸ τῶν τριχῶν ψίλωμα τῶν βλεφαρίδων μίλφωσιν ὠνόμασαν ἔντεχνοι λόγοι. Ἐγκανθίς ἐστι κανθὸς ἐξωγκωμένος· ῥυὰς δέ γ' ἡ μείωσις αὐτῶν τυγχάνει. Πρόπτωσις ἐξόγκωσις ἔκ τινος πάθους τοῦ ῥαγοειδοῦς ὑμένος κεκλημένου· πλὴν τὴν μικρὰν μὲν μυοκέφαλον λέγε, τὴν δ' αὖ γε μείζω σταφύλωμά μοι κάλει· ἔπειτα μῆλον· ἧλός ἐστιν ἐσχάτη, ἧλον δὲ καὶ λεύκωμα ταὐτόν μοι φρόνει. Ἡ δὲ πτέρυξ πέφυκε νευρῶδες πάθος, ὄγκωσις αὐτοῦ τοῦ γε προσπεφυκότος. Τὸ καρκίνωμα τοῦ κέρως δεινὴ νόσος. Ἡ δ' ἀνθράκωσις τῆς βλεφαρίδος πάθος. Ἡ μυδρίασις ὑγρότητος ἐκγόνη, αὐτῆς κόρης πάθημα πεπλατυσμένης, ὥσπερ πέφυκεν ἡ φθίσις στενουμένης. Ὁ νυκτάλωψ σκότωμα δύντος ἡλίου. Γλαύκωμα δεινὸν ἠδ' ἀνίατον πάθος, ὑγρά τις ἀλλοίωσις ἐν τῷ κρυστάλῳ μετάστασίς τε πρὸς τὸ γλαῦκον τῆς χρόας. Τὸ δ' ὑπόχυμα τοῦ κέρως καὶ κρυστάλου ὑγρὰ μεταξὺ σύστασις κεχυμένη. Μικρὰν ζόφωσιν τὴν ἀμαύρωσιν φρόνει· τὴν ἀμβλυωπίαν δὲ σύγχυσιν θέας. Ὁ δὲ στραβισμὸς τῶν κινούντων σωμάτων σπασμός τίς ἐστι καὶ μυῶν λοξὴ τάσις, ἣ σπέρματος πέφυκεν ἔμφυτον πάθος· εἰ δ' ἐκ χολώδους οὐσίας ἀναρρόπου τὰς συστάσεις εἴληφεν, ἰάσαιό πως. Παρωτίς ἐστι τῶν παρ' ὠσὶν ἀδένων ὄγκωσις, ἢ σύρροια χυμῶν πλειόνων, ὕλης ῥυείσης ἐκ κεφαλῆς ἀθρόας. Μόγκωσίς ἐστιν ἐμφραγέντων ἀθρόον τῶν ἰσθμοειδῶν ὀστέων ἐκ φλεγμάτων. Φάρυγξ πεπονθὼς τοὺς ἐσωτέρους μύας ποιεῖ συνάγχην, εἰ δὲ τοὺς ἔξω γνάθου, παρασυνάγχην προσφυῶς κεκλημένην. λάρυγξ τε πάσχων τοὺς ἐσωτέρους μύας ποιεῖ κυνάγχην προσφυῶς κεκλημένην· παρακυνάγχην, ὥσπερ ἠλαττωμένην. Βὴξ καὶ κόρυζα καὶ κατάρρους, τὰ τρία, ὕλης μιᾶς γέννημα δυσφορωτάτης· γεννᾷ γὰρ αὐτὰ τῆς κεφαλῆς ὑγρότης. ἀλλ' εἰ μὲν εἰς μυκτῆρας ἡ ῥύσις φθάσοι, κόρυζαν ἐργάσαιτο τοῦ μέρους πάθος· εἰ δ' ἄχρι τοῦ φάρυγγος αὕτη προδράμοι, ποιεῖ κατάρρουν· εἰ δὲ συρρεύσει κάτω, τὴν βῆχα γεννᾷ τὴν κακήν, τὴν βυθίαν. τίκτει δὲ ταύτην καὶ ψυχρὰ δυσκρασία, θερμή τις αὖθις, πυρετοῦ πεφυκότος. Πνεύμων τε πάσχων καὶ φθίσις καὶ πλευρῖτις. Ἀσθματικός τις, εἰ πυκνῶς ἀναπνέει· εἰ δ' ὀρθὸς ἑστώς, ὀρθόπνους ἐκ τοῦ πάθους. ὕλη δὲ τούτων τῶν δυοῖν παθημάτων ὕλη παχεῖα, γλίσχρος, ἰξώδης φύσει, τοῦ πνεύματος φράττουσα δεινῶς τοὺς πόρους. Πάθος τι δεινὸν ἡ περιπνευμονία, τῆς σπογγοειδοῦς φλεγμονή τις οὐσίας, ἢ τῶν κατάρρων ἔγγονος δεδειγμένη ἢ πρῶτον ἐκφανεῖσα συμφύτῳ πάθει. δύσπνοιά σοι κάτοπτρον ἔσται τοῦ πάθους στήθους τε ῥεγμὸς καὶ γνάθων ἐρυθρότης, τῶν ὀμμάτων ὄγκωσις, ἔμπυρος ζέσις, ἡ τῶν χιτώνων λιπαρὰ θεωρία· φλεβὸς ῥαγείσης αἵματος βλύζει φύσις, καὶ συσσαπείσης ἧττον αἷμα συρρέει, βεβρωμένης δ' ἔλαττον, ἀλλ' οὐδ' ἀθρόον, πλεῖστον δὲ πλῆθος τῆς ἀναστομωμένης, ἣ μηδὲν ἀλγύνουσα λύσει τὸ πλέον αἱμορροΐδας καὶ στάσεις καθαρσίων. ἀλλ' οὐδὲ ῥῆξις συμφορῶν παραιτία· μόνην δὲ δεινὴν τὴν ἀνάβασιν νόει. ἀλλ' εἰ μὲν ἐκ φάρυγγος αἷμ' ἀπορρέοι, τῶν τοῦ στομάχου χωρίων ἀναρρέει, σὺν βηχὶ δ' ἐκβλύσειεν ὧν τις ἐκπνέει. ἀλλ' εἰ μὲν ἀφρῷ προσφερής πως τυγχάνει νόθου τε λευκοῦ χρωματίζει τὸ χρῶμα ἀνωδύνως τ' ἄνεισι θλίψεως ἄνευ, ἐκ πνεύμονος ῥεῖ καὶ κτενεῖ πεπονθότας· εἰ δ' ὡς ὑποχρέμπτοιτό τις τὴν οὐσίαν, ἐκ τῆς τραχείας ἔσθ' ὁ ῥοῦς ἀρτηρίας· εἰ δ' αὖ μελάγχρους αἱμόπτυστος ἡ χύσις, ἐκ θώρακος πρόεισι θρομβωδεστέρα. Ἡ δ' ἐμπύησις θωράκων ἡλκωμένων ἐξ αἵματος πέφυκε, πλὴν ἀναρρόπου. Τὸ σπογγοειδὲς δ' εἰ βλύσειε πνευμόνων, φθίσις τὸ συμβάν, μὴ μύοντος τοῦ πάθους. Ἡ πλευρῖτις δὲ φλεγμονή τε καὶ ζέσις τῆς ζωννυούσης ὑμενώδους οὐσίας πλευρὰς ἁπάσας ζέματος λεπτοῦ τάσει, ᾗ συμβέβηκε βήξ τε καὶ σύμπνοιά πως καὶ κλειδὸς ἄχρι συντεταμένος πόνος. διακρινεῖς δὲ τὴν ἀληθῆ πλευρῖτιν τῆς ἡπατώδους φλεγμονῆς διττῷ πάθει· ἡ μὲν γὰρ ἴσχει νυγματώδη τὸν πόνον, καὶ βῆχα διττήν, πῇ μὲν ἄπτυστον μόνως, δεικνῦσαν ὡς ἄπτυστός ἐστιν ἡ νόσος, πῇ δὲ πτύελον μετρίως πεπεμμένον καὶ σφυγμὸν ἴσχει σκληρὸν ἐμπρίοντά τε· ἡ δὲ δριμεῖα φλεγμονὴ τῶν ἡπάτων οὐ νυγματώδη τὸν πόνον σοι δεικνύει, οὐ σφυγμὸν ἐμπρίοντα τῆς ἀρτηρίας, ξηρὰν δὲ βῆχα καὶ πρόσωπον λευκόχρουν. εἰ δ' ἐκτὸς οἰδήσειαν οἱ μύες μόνοι, κἂν πλευρῖτις πέφυκεν, ἀλλ' ὁμωνύμως, ὡς μήτε βήττειν μήτε μὴν πτύειν ὅλως· τῇ χειρὶ δ' εἰ ψαύσαιο τοῦ πεπονθότος, ἀλγύνουσι κάμνοντες αὐτίκα πλέον. Εἰ καρδία δὲ πρωτοτύπως σοι πάθοι, ἢ φλεγμονὴν ἔσωθεν ἢ δυσκρασίαν, ἢ καὶ ῥαγείη τὴν ἐπίπνουν κοιλίαν, θάνατον ὀξὺν τῷ παθόντι προσφέρει. εἰ δ' αὖ γε συμπάθειαν ἕξει δευτέρως, εἴτε πρὸς ἧπαρ εἴτε γαστέρος στόμα εἴτε πρὸς ἐγκέφαλον ἢ πρὸς κοιλίαν, συγκοπτικὸν δράσειε τοῖς ζῴοις πάθος καὶ λειποθυμήσουσιν οἱ πεπονθότες δεινῶς τ' ἐφιδρώσουσι συγκεκομμένως, παλμοί τε τούτοις συμπεσοῦνται καρδίας. Ἡ τοῦ στομάχου πολλάκις δυσκρασία πολλὴ ῥυεῖσα τὴν ὄρεξιν ἐκλύει. ἀλλ' εἰ μέν ἐστι δύσκρατός τις θερμότης, διψῆν ἀνάγκη, βορβορύττειν πολλάκις, τὰ ψυχρὰ πέττειν, καὶ στερέμνια πλέον· ψυχρὰν δὲ τεκμήραιο τοῖς ἐναντίοις. ἡ δ' ἐκ χυμῶν ὄρεξις ἐκβεβλημένη δηλοῖ τὸν ὠθήσαντα χυμὸν αὐτίκα, εἰ λεπτός ἐστι καὶ δακνώδης τὴν φύσιν, εἰ γλίσχρος ἐστὶν οἷα κολλώδης φύσει. ἀλλ' εἰ μὲν ἕξει τοὺς χυμοὺς ἡ κοιλία, ἐμοῦσι τούτους οἱ νοσοῦντες αὐτίκα· εἰ δ' ἐν χιτῶσίν εἰσιν ἐμπεπλασμένοι ἢ καὶ ποθέντες ταῖς ἐκείνων οὐσίαις, κἂν ναυτιῶσιν, οὐκ ἐμοῦσι τὸ πλέον. Ἐμπνευμάτωσίς ἐστι γαστρὸς μὲν πάθος, ἀτμὸς μὲν χυμῶν, εἴτ' ἀπέπτων σιτίων· γεννᾷ δὲ τούτους θερμότητος χαυνότης. Ἡ χολερὰ δ' αὖ ἐκτάραξις γαστέρος ἄνω κάτω κενοῦσα τὴν φθορὰν μόλις, ἐκ τῶν ἀπέπτων σιτίων τελουμένη· γεννᾷ δὲ ταύτην καὶ χυμῶν μοχθηρία. Τὴν λειεντερίαν δὲ διπλῆν μοι νόει· ἢ γίνεται γὰρ ἐντέρων ἡλκωμένων ἕλκωσιν ἁπλῆν, μὴ λίαν βαθυτάτην, ἢ καὶ λυθείσης τῆς καθεκτικῆς θύρας λειεντερικὴ συμβέβηκέ πως νόσος· καὶ γὰρ πέφυκεν ἐκκένωσις βρωμάτων ἄπεπτος, ὑγρά, μηδαμῶς πεπεμμένη. τὸ δεύτερον δὲ τούτου τοῦ πάθους πάθος καὶ κοιλιακὸν ὠνόμασαν οἱ πάλαι. ἀμφοῖν δέ πως πέφυκε λεπτή τις κρίσις· ἀπεψία γάρ, εἴ γε συντεταμένη, τῶν ἐντέρων πάθη τις, οὐ τῆς κοιλίας. Τενεσμός ἐστι τοῦ κενοῦν προθυμία, βραχεῖαν ἐξάγουσα χυμῶν οὐσίαν. οἴδημα καὶ γὰρ φλεγμονῶδες ἐν τέλει κεντεῖ πρὸς ἐκκένωσιν, ἀπατᾷ δέ γε. Δυσεντερία δ' ἕλκος ἐστὶν ἐντέρων ἐκ συμπαθείας ἢ πάθους πρωτοσπόρου. ἀποκρίσεις δὲ δεικνύουσι τὴν βλάβην πρῶτον χολώδεις, εἶτα καὶ ποικιλίαι ἰχωροειδεῖς, αἱματώδεις τὴν φύσιν τῆς ἑτέρας χολῆς τε τῆς μελαγχρόου. ἀλλ' εἰ μὲν ἐκκρίνοιτο κοπρία μόνον, πάθος πέφυκεν ἐντέρων τῶν παχέων· εἰ δ' ἡ κόπρος πέφυκεν ἐξηλκωμένη, τῶν ἐντέρων δείκνυσι τῶν λεπτῶν βλάβην. Νόσος κολικὴ δυσφορώτατον πάθος. κόλον δέ ἐστιν ἔντερον κοῖλον μέγα, τῆς δεξιᾶς μὲν ἐκφυέν πως λαγόνος, τὴν δ' αὖ γε λαιὰν συμπεριπλέκον κύκλῳ, πλείστων ὀδυνῶν αἴτιον πεπονθόσιν. ἔχει δὲ πολλὰς τοῦ πάθους τὰς αἰτίας. χυμὸς γὰρ ἴσως δυσδιαίρετος φύσει. ἐν τοῖς χιτῶσι τοῦ κόλου ῥεύσας μέσον στρόφοις ἐνοχλεῖ καὶ πόνοις καὶ ναυτίαις φράττει τε πάσας τῆς κόπρου τὰς ἐξόδους· ποιεῖ δὲ τοῦτο συμφυὴς ἀπεψία ἐκ ποικίλων μάλιστα τῶν ἐδεσμάτων. καὶ πνεύματος δὲ πολλάκις πολλὴ ῥύσις τὴν τοῦ πάθους ἔπλασαν οὐσίαν μόνην, ζέσις τε πολλὴ φλεγμονῆς ἐγχωρίου δεινῶς θορυβεῖ τοῦ κόλου τὴν οὐσίαν. οὓς ἡ κένωσις τῶν περιττῶν πολλάκις ἔβλαψεν, ὠδύνησεν ἐμπύρῳ βέλει. Ὁ δ' εἰλεὸς σύμπτωμα δεινὸν τῇ φύσει. ὁ γὰρ κρατηθεὶς τῷ βροτοκτόνῳ πάθει ἐκ τοῦ φάρυγγος τὴν κόπρον παραπτύει. τούτῳ τε πολλαὶ προσβολαὶ τῶν αἰτίων, καὶ φλεγμονὴ γὰρ βρωμάτων τ' ἀπεψίαι, κύλισις τῶν ἐντέρων, τὸ δεινὸν εἰργάσαντο τῆς νόσου πάθος. Νεφρῶν πάθη κάκιστα, κύστεως πλέον, ἃ κοινά πως πέφυκεν ἄλγη τοῦ κόλου· ἀπεψίαι στρόφοι τε, κλεῖθρα γαστέρος, καὶ τρυπανώδεις τοῦ πεπονθότος πόνοι. διαίρεσις δὲ τῆσδε τῆς κοινωνίας αὕτη πέφυκεν ἐμφρόνως νοουμένη. τοῖς γὰρ κακῶς ἔχουσιν ἐν πάθει κόλου ἡ δεξιὰ πέπονθε λαγόνος φύσις, ἡ πικρία δὲ τῆς ὀδύνης τοῦ πάθους ἄνω κάτωθεν μέχρις ἥπατος τρέχει καὶ κλείεται κάτωθι πᾶς κόπρου πόρος, τὸ δ' οὖρον αὐτοῖς φλεγματῶδες εἰς ἄκρον. τοῖς δ' αὖ γε κύστιν καὶ νεφρὸν πεπονθόσι, τούτοις παρεμπέπηγεν ὁ σφοδρὸς πόνος, ναρκᾷ τε μηρὸς τοῦ κατ' εὐθεῖαν πόρου, λίθος τε τούτοις πλάττεται ποικιλόχρους· καὶ παιδίοις μὲν κύστις ἐξάγει λίθους, πλάττουσι δ' αὐτοὺς οἱ νεφροὶ τοῖς ἀνδράσι. νεφριτικῶν δὲ ταῦτα σημεῖα φρόνει· ἄπεπτον οὖρον, ἀλλὰ μὴν καὶ λευκόχρουν, τρίψεις ἔχον κάτωθι πολλῶν ψαμμίων, ἔπειξις εἰς οὔρησιν, αἰδοίων τάσεις· ὕλη δέ ἐστι τοῖς πεπλασμένοις λίθοις χυμὸς γεώδης ἐκ παχείας οὐσίας τῇ θερμότητι τῶν νεφρῶν πεφυρμένη. τὴν φλεγμονὴν δὲ τῶν πεπονθότων πόρων πύρωσις, ἄλγος ἀκριβώσει καὶ τάσις παρατροπὴ νοῦ, πῦρ καταφλέγον φύσιν, χολῆς κένωσις, οὖρον οὐκ ἐπιρρέον. Τὸ δ' ἧπαρ ὕλη ποικίλων νοσημάτων· ἁλίσκεται γὰρ φλεγμοναῖς, σκίρροις πλέον, ἐμφράξεσι μάλιστα ταῖς βροτοκτόνοις, ἐξασθενοῦν τε πρὸς τὸ πέττειν σιτία ἐργάζεται πάνδεινα τῇ φύσει πάθη. τὰς τέσσαρας γὰρ δυνάμεις κεκτημένον, εἰ μὲν κενοῖ δίυγρον οὐσίαν κάτω, τὴν ἑλκτικὴν πέπονθε δύναμιν μόνην· εἰ δ' ὡς κρεώδεις ἐξάγει τὰς οὐσίας, πρὸς τὴν μεταπλάττουσαν ἠσθένηκέ πως. ἔπειτα φλεγμήναντος ἥπατος φύσει τῷ δεξιῷ πέπηγεν ἐν βάθει πόνος δεινόν τε καῦμα τὴν φύσιν καταφλέγει, καὶ δίψα καὶ βήξ, ἀλλὰ καὶ δύσπνοία τις δεινῶς σπαράττει τὴν πεπονθυῖαν φύσιν. ἀλλ' εἰ μὲν εἴη τοῖς σιμοῖς τετρωμένον, καὶ λειποθυμήσουσιν οἱ πεπονθότες, ἕξουσι δ' αὖθις ὑδρικὰς παρεγχύσεις· εἰ δ' αὖ τὰ κυρτὰ φλεγμονῆς ἔχει τάσις, τοῖς δακτύλοις γνοίη τις ὄγκον αὐτίκα. Ὑδρωπικῶν δ' αὖ εἰσβολὴν παθημάτων καχεξίαν λέγουσι τεχνικοὶ λόγοι. ὁ δ' ὕδερος τί; ψῦξίς ἐστιν ἡπάτων, σκίρρωσιν οἷα καὶ ζέσιν πεπονθότων, ἢ συμπαθούντων τοῖς πεπονθόσι τόποις ὕδρωψ παρεβλάστησε δυσχερὴς νόσος, τὰς αἱματώδεις οὐκ ἔχουσα συστάσεις. ἀθροίζεται δ' ἐντεῦθεν ὑγρὸν πνεῦμά τε, μέσον πεφυκὸς ὑμένος τεταμένου καὶ τῶν ἑλικτῶν χορδοειδῶν ἐντέρων. κἂν μὲν τὸ πνεῦμα τῶν ὑγρῶν εἴη πλέον, ὕδρωψ ἐπλάσθη τῷ ψοφεῖν τυμπανίας· εἰ δ' ἐστὶ πλέον ὑγρότητος οὐσία, ὕδρωψ ἐτέχθη προσφυῶς πως ἀσκίτης· εἰ δ' ἐκχυθείη πρὸς τὸ πᾶν τῆς οὐσίας ῥοῦς αἱματώδης, φλεγματώδης τὴν χρόαν, ὕδρωψ ὁ λευκόφλεγμός ἐστι τῇ φύσει. Χυμοὺς δ' ὑφέλκων τοῖς πόροις μελαντάτους ἐξ ἥπατος σπλὴν τῇ καταλλήλῳ θέσει, ἐξασθενήσας ἢ φραγεὶς τὰς εἰσόδους, τοὺς ἰκτέρους δράσειε τοὺς μελαγχρόους. ἀλλ' εἰ μὲν οὐ πέφυκε τῷ σπλάγχνῳ βάρος, τὴν ἑλκτικὴν δύναμιν πέπονθε μόνην· εἰ δ' ἄλγος ἴσχει, τυγχάνει πεφραγμένος, ἐφ' ᾧ πέφυκε φλεγμονή τε καὶ ζέσις, οὖρον δυσῶδες, καὶ κάκοσμον τὸ στόμα, καὶ τῶν σκελῶν ἕλκωσις οὐκ ἰωμένη· εἰ δ' ἴκτερος γένηται παύων τὴν νόσον, μετάστασιν δείκνυσιν ἔξω τῆς ὕλης. Τὸ δ' αὖ περιτόναιον εἰ ῥαγῇ βίᾳ, ὄλισθον εἰργάσατο δεινὸν ἐντέροις. Ἀκούσιος κένωσις ἡ τῶν σπερμάτων ἡ τῆς γονῆς πέφυκεν ἔκλυτος ῥύσις, πάθος μυσαρόν, γονόρροια τοὐπίκλην, τὸν καυλὸν οὐ τείνουσα τὸν φυτοσπόρον, ἐξασθενοῦντος τοῦ καθεκτικοῦ τόνου τὸ σπέρμα τηρεῖν, ὥστε μὴ καταρρέειν. Ἡ δ' αὖ σατυρίασις αἰδοίου πάθη καὶ παλμὸς ὀξὺς καὶ φλογίζουσα ζέσις, δεινῶς ζεσάντων τῶν σποροτρόφων πόρων. Τὸν πριαπισμὸν Πριάπου φερωνύμως αὔξησιν εἰς μέγιστον αἰδοίων νόει, ὁρμὴν ἀναφρόδιτον, ἔντασιν μόνον. γεννᾷ δὲ τοῦτον φλέγμα μετρίως ζέσαν καὶ πνεῦμα τῆξαν καὶ κινῆσαν τὴν φύσιν. Γυναιξί τις πέφυκεν ἔμμηνος ῥύσις, ἧς αἴτιον πρώτιστον ἄμβλωσις τόκου ἢ σώματος δύσκρατος ἴσως οὐσία, πάθημα μήτρας, ὑστέρας καλουμένης, ἢ ψῦξις ἢ κάκωσις ἢ πληγῆς βάρος· ἡ δ' αὖ ὑπερκάθαρσις ἀθρόα ῥύσις· ῥοῦς δ' αὖ γυναικῶν πνευματισμὸς ὑστέρας. Τὴν ἐμπαθῆ δὲ φλεγμονὴν τῆς ὑστέρας καὶ πνεῦμα τίκτει καὶ κατάψυξις πάλιν, καὶ μᾶλλον ἐξάμβλωσις ἢ πληγῆς βάρος. σημεῖα τούτου πυρετὸς τεταμένος, ἄλγος τραχήλου, καὶ τένοντος τὸ πλέον, σφυγμοί τε μικροὶ καὶ μύσις τῆς ὑστέρας. Συνίσταται δ' ἕλκωσις ἐν μήτρᾳ πάλιν, ἢ δυστοκούσης ἢ δι' ἐμβρυουλκίαν. ἀλλ' εἰ μὲν ᾖ πρόχειρος ἕλκωσις τάχα, δίοπτρον αὐτὴν εἰκονίσει σοι μόνον· εἰ δ' ἐν βάθει πέφυκεν ἕλκους ἡ φύσις, γνοίης τὸ ποιὸν ἔκ γε τῶν κενουμένων. Καὶ καρκίνου πέφυκεν ἐν μήτρᾳ πάθος, ὁ μὲν μεθ' ἕλκους καὶ δριμείας οὐσίας, ὁ δὲ στεγνός τις, οὐδαμῶς ἡλκωμένος. τὸν χωρὶς ἕλκους ἱστορήσει σοι τάδε· σκληρός τις ὄγκος τῆς παθούσης ὑστέρας, χροιὰ τρυγώδης καὶ πελιδνὴ πολλάκις, βουβῶνος ἄλγος, ὀσφύος ἢ γαστέρος. τὸν δ' αὖ μεθ' ἕλκους δεικνύει καὶ σκληρότης· ἡ σκληρότης δὲ τῆς πονούσης ὑστέρας ἢ πολλάκις σύμπαντος αὐτοῦ τοῦ κύτους. ἐφεκτικὸν πέφυκεν ἐμμήνων τόδε μαστούς τέ πως δείκνυσιν ἐξωγκωμένους· πρὸς ὕδερόν τε τοῦτο λήγει πολλάκις. Ἐκ ψύξεως δὲ μυσάσης τῆς ὑστέρας ἐμπνευμάτωσις εὐθέως περιρρέει, ἢ πρὸς τὰ κοῖλα τοῦ λελεγμένου κύτους ἢ πρὸς τὸ σῶμα τῆς παθούσης ὑστέρας. Πνὶξ δ' ὑστέρας ὕψωσίς ἐστιν ὑστέρας, τὰ καίρια θλίβουσα σώματος μέρη, μήνιγγας αὐτάς, καρδίαν, καρωτίδας. τούτου κάτοπτρον ὠχρότης καὶ νωθρότης σκελῶν συνολκὴ καὶ γνάθων ἐρυθρότης δεσμοί τε γλώττης καὶ σκέλη παρειμένα, αἰσθήσεως νέκρωσις, ἄστατοι φρένες. Ἐναντίον πρόπτωσίς ἐστιν ὑστέρας, τῶν φυσικῶν γὰρ χωρίων ὑπορρέει· ἢ γὰρ ῥαγέντων τῶν κρατούντων ὑμένων, ἢ συμπεσούσης τῆς γυναικὸς ὑψόθεν, ἢ καὶ λυθέντος πρὸς τὸ γῆρας τοῦ τόνου, ταῖς ὑστέραις πρόπτωσις ἐμπέπτωκέ πως. Ἡ δ' ἰσχιὰς πέφυκεν ἰσχίων πάθος· χυμοῦ γὰρ αὐτῶν τῇ διαρθρώσει μέσον ψυχροῦ παγέντος καὶ θλίβοντος τὴν φύσιν πάθος συνέστη κλήσεως ἰσχιάδος. Τὴν δ' αὖ ποδάγραν καὶ νόσον τὴν ἀρθρῖτιν ἡ θρεπτικὴ δύναμις ἠτονημένη ἐκ τῆς ἀπλήστου πλησμονῆς τῶν σιτίων παχύν τε σωρεύουσα χυμὸν ἐν βάθει γεννᾷ, προφαίνει, τοῖς ἰατροῖς δεικνύει. ὁ συλλεγεὶς γὰρ χυμὸς ἐξ ἀσιτίας πολὺς πρὸς αὐτὰς τὰς διαρθρώσεις ῥέων τείνει τὰ νεῦρα, τῇ τάσει δ' ἀλγηδόνας πολλὰς δίδωσι τοῖς πεπονθόσι τόποις. ἀλλ' εἰ μὲν εἰσρεύσειε τοῖς ποσὶ μόνοις, ποδαγρικὴ πέφυκε πάντως ἡ νόσος· εἰ δ' αὖ τὸ σύμπαν σῶμα συγκατακλύσει, πρόδηλός ἐστιν τοῦτο πᾶσιν ἀρθρῖτις. Πώρους δὲ ποιεῖ τῇ διαρθρώσει ῥεῦσις χυμοῦ γεώδους φαρμάκων τε ξηρότης. Χείμεθλα δ' εἰσὶ τὰ πρὸς ὥραν τοῦ ψύχους ἕλκη διαρρέοντα δακτύλων μέσον. Ὁ δὲ πτέρυξ ὄνυξιν ἐμπέφυκέ πως· τὴν πλαγίαν γὰρ σάρκα μετρίως τρέφει. Ἡ κλῆσις τοὐλέφαντος εἰκὼν τυγχάνει τῆς θηριώδους τοῦ νοσήματος θέας. γεννᾷ δὲ ταύτην καὶ χολὴ κεκαυμένη ἰλύς τε καὶ τρὺξ αἵματος σεσηπότος· ἀλλ' ἡ μέν ἐστιν οὐδ' ἐπιχειρητέα, ἡ δ' ἐστὶν ἥττων, ἐνδιδοῦσα φαρμάκοις. Ψώρα δὲ καὶ λέπρωσις ἔγκοναι δύο ὕλης μελάγχρου, καὶ διαλλάττουσί πως. ἡ μὲν λέπρα τάχιστα τὴν δορὰν ξέει δύνει τε μέχρι τοῦ βάθους τῶν σωμάτων καὶ σχηματίζει κυκλικῶς τὸ χωρίον, ἀφ' οὗ λεπίδες ἐκρέουσιν αὐτίκα· ψῶραι δ' ἐπεξύσαντο τὴν δορὰν μόνον ἐν σχηματισμοῖς ποικίλοις τῶν τραυμάτων. Ἰχὼρ δὲ λεπτὸς σὺν χυμοῖς παχυτέροις λειχῆνα γεννᾷ, ῥίζα δ' οὗτος τῆς λέπρας. Λευκὴ δέ ἐστι δέρματος πεπονθότος μετάστασίς τις πρὸς τὸ λευκὸν τῆς χρόας· γεννᾷ δὲ ταύτην φλέγματος γλίσχρου φύσις. λευκὴ δὲ πρωτόριζος ἀλφὸς τυγχάνει τρέπων τὸ σῶμα μέχρι τῶν ὁρωμένων. Πρόδηλός ἐστι κλῆσις ἐξανθημάτων· χυμῶν γὰρ ἄνθη τυγχάνουσι ποικίλων. Ἡ νυκτὶς ἕλκος νυκτὸς ἀλγῦνον πλέον, φλυκταινοειδές, ὑπέρυθρον τὴν χρόαν. Δορᾶς φρόνει βλάστημα τὴν μυρμηκίαν, μικρόν, τυλῶδες, οἷα μύρμηξ ἐσθίον, βάσιν πλατεῖαν τῇ φύσει κεκτημένην· τὴν δὲ στενὴν ἔχουσαν, ἀκροχορδόνην. Τὸ γάγγλιον δὲ συστροφὴ νεύρου πέλει. Ἡ φλεγμονὴ δ' ὄγκωσις ἐμπύρῳ ζέσει φλέγουσα κοινῶς τοὺς πεπονθότας τόπους. καὶ πᾶς μὲν ὄγκος φλεγμονὴ πεφλεγμένος· ἡ κυρίως δὲ φλεγμονὴ κεκλημένη ἐξ αἵματος πέφυκεν εἴς τινας τόπους χρηστοῦ ῥυέντος τῷ πάχει τε συμμέτρου. Γάγγραινα δ' ἐστὶ φλεγμονή τις πυρφόρος νεκροῦσα δεινῶς τοὺς πεπονθότας τόπους. Ὁ δὲ σφάκελλος φλεγμονὴ μὲν τυγχάνει· καύσας δὲ πᾶσαν τοῦ τόπου τὴν οὐσίαν αἰσθήσεως ἀφῆκεν ἐστερημένον. σφάκελλος αὖθις ὀστέον σεσημμένον. Ἕρπης χολῆς βλάστημα τῆς ξανθοχρόου. Ἐρυσίπελας ἐκ χολῆς ξανθῆς πλέον ἐξ αἵματός τε συμμιγέντος βλαστάνει, μεταστρέφων τὴν κλῆσιν ὡς πρὸς τὴν ὕλην. Βουβὼν δὲ καὶ φύγεθλον, ἀλλὰ καὶ φῦμα πάθη πέφυκεν ἀδένων καλουμένων. πλὴν ἀλλὰ βουβὼν φλεγμονὴ τῶν ἀδένων, φῦμα πρὸς ἐκπύησιν ἠρεθισμένον, φύγεθλον ἡ ζέσασα φλεγμονὴ πλέον τεκοῦσά τ' ὄγκον ἐρυσιπελατόχρουν. Ὄγκος δοθιὴν ἐκ χυμῶν παχυτέρων ἐν σαρξὶ τὴν σύμπηξιν εὐθέων ἔχων. Φλυκταινοειδὲς ἡ τερέβινθος φῦμα. Ἄνθραξ διφυοῦς αἵματος γέννημά τι εἰς τὴν μέλαιναν ἐκτραπέντος οὐσίαν, ἔχοντος ἕλκος ἐσχαρῶδες τὴν φύσιν. Ὁ θηριώδης καρκίνος τῶν σωμάτων ἁπανταχῇ πέφυκε ῥιζοῦσθαι φύσει, μᾶλλον δὲ τιτθοῖς τῶν γυναικῶν βλαστάνει. χολὴ δὲ τοῦτον ἡ μελάντερος τρέφει· πληροῖ δὲ κύκλῳ τὰς προκειμένας φλέβας, ἃς ἄν τις εἰκάσειε θηρίου πόδας. Τὸ δ' ἐμφύσημα πνεῦμα λεπτὸν τυγχάνει ἢ πρὸς τὸ σῶμα τῆς δορᾶς ἠθροισμένον ἢ πρὸς τὰ κοῖλα τῆς κάτωθι κοιλίας. Ὁ σκίρρος ἐστὶν ὄγκος ἐσκληρωμένος αἰσθήσεως ἄμοιρος, οἷά τις τύλος· οὐκ ἀκριβῆ δὲ τὸν δυσαίσθητον λέγε. χυμῶν δὲ τοῦτον ἡ περίγλισχρος φύσις αὔξει πρὸς ὄγκον καὶ τυλώσασα τρέφει. Χοιρὰς δ' ἀδὴν πέφυκεν ἐσκιρρωμένη. Τὸ κηρίον δ' ὄγκωσις ἐντετρημένη, ὡς οἷα σίμβλον βλύζον ἔγχυμον μέλι, κατὰ τράχηλον τὸ πλέον καὶ μασχάλας. Ὁ κόλπος ἕλκος οὐδαμῶς συνημμένος. Κόλπος τυλώδης ἡ καλουμένη σύριγξ. Τοὺς δ' αὖ διὰ σφήνωσιν ἀρθρώδεις πόνους οἱ τεχνικοὶ λέγουσι ἀγκύλας λόγοι. Τρία γένη πέφυκεν ἑλμίνθων μόνα· ἡ μὲν γάρ ἐστι στρογγύλη κεκλημένη, ἡ δ' ἀσκαρὶς πέφυκε, τὸ τρίτον γένος· ὕλη δὲ πασῶν φλεγματώδης οὐσία. Τοὺς λυσσοδήκτους ὧδε φωράσειέ τις· φεύγουσιν ὕδωρ καὶ δάκνουσιν ὡς κύνες, ὡς ὑλακὴν πέμπουσιν ἐξεστηκότες, ἱδροῦσι δεινῶς, σπασμὸν ἴσχουσι ξένον, ἐρυθρὸς αὐτοῖς πᾶς ὁ χρὼς τῶν σωμάτων. Ὑποσπαθισμὸς εἶδός ἐστιν ὀργάνου χειρουργικοῦ, τέμνοντος ὁρμὰς ῥευμάτων. Ὑποσκυφισμὸς σχῆμα τῆς χειρουργίας. Τῶν ὑμένων σκλήρωσις ἔκ τινος τρόπου, οἳ γλῶσσαν ἀμπέχουσι χιτῶνος δίκην, δεινὸν πέφυκεν ἀγκυλόγλωσσον πάθος. Ἡ δ' ἀντιὰς τί; φλεγμονὴ παρισθμίων καὶ ξηρότης μάλιστα καὶ δυσχρηστία. Ὁ γαργαρεὼν πλῆκτρον οἷα τυγχάνει φωνῆς ἐνάρθρου· ῥεῦμα δ' ἐνδεδεγμένος, εἰ μὲν πρόμηκες σχῆμα τῇ τάσει λάβοι, κίων καλεῖται τεχνικωτέροις λόγοις· εἰ στρογγύλος δὲ καὶ παχὺς γένοιτό πως, κλῆσιν σταφυλῆς καὶ θέαν προσλαμβάνει. Χειρουργία τις ἡ λαρυγγοτομία. Τὸ στεάτωμα σκληρόν ἐστι σαρκίον· τὸ δ' ἀθέρωμα λεπτὸν οἷ' ἄχνη σίτου· ἡ μελικηρὶς ὡς χλιάζον σῶμά τι. Ὄγκος δὲ χαῦνος ἀνεύρυσμα τυγχάνει, γεννᾷ δὲ τοῦτον αἱματόπνους οὐσία. Ἡ βραγχοκήλη τοῦ τραχήλου τυγχάνει ὄγκωσις, ὡς ἔπαρμα τοῦ βρόγχου τάχα. Ἐξόμφαλόν τί ἐστιν ὀμφαλοῦ πάθος, ἢ συρραγέντος τοῦ παθόντος ὑμένος καὶ συμπεσόντος εἰς τὸν ὀμφαλοῦ τόπον ἢ συνδραμούσης ὑγρότητος ἐνθάδε ἢ συρρυείσης αἱματώδους οὐσίας· καὶ πλεῖστ' ἂν εἴποις αἴτια πρὸς τὸν λόγον. Πόσθη τὸ δέρμα τῆς βαλάνου τυγχάνει. Ὑποσπαδισμὸς σχῆμά πως χειρουργίας. Φίμωσίς ἐστιν ἡ μὲν ὡς βύουσά πως ἄνωθεν τὴν βάλανον ἐνσάρκῳ σκέπῃ, ἡ δ' ὡς ὑποτρέχουσα καὶ γυμνοῦσά πως. Ὁ θύμος εἶδος φύματος τῆς βαλάνου· λυμαίνεται δὲ ταῦτα καὶ πόσθην ἴσως. Καθετηρισμὸς κύστεως χειρουργία. Ἡ σαρκοκήλη ῥευματισμὸς διδύμου. Ἡ κιρροκήλη κιρσός ἐστι σωμάτων τῶν ἐκτρεφόντων τὴν διδύμων οὐσίαν. Ἑρμαφροδίτων ἀγχίθυρος ἡ φύσις.

Intertext edge

Open linked passage

Note