Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 100 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
100.1
Εἰς τὸ «ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα». Ἔδει μέν, ὦ φίλτατοι παῖδες, μὴ πολυπραγμονεῖν τὴν τοῦ μεγάλου πατρὸς λύσιν, ἣν ἐποιήσατο περὶ τῆς προσαγωγῆς τοῦ αἵματος, ὃ δὴ ὑπὲρ ἡμῶν ὁ καθ' ἡμᾶς γενόμενος θεὸς ἔχεε, μηδ' ἑτέρας ἀξιοῦν λύσεως, ἀποχρώσης τῆς πρώτης πρὸς πάσης ἀντιλογίας ἄλυτον ἔνστασιν. ἐπεὶ δὲ ἐνίους ὑμῶν ὁρῶ περὶ τοῦτο τὸ ζήτημα στρεφομένους καὶ τὴν μὲν ἀπο ρίαν ἄγαν ἀποδεχομένους ὡς γενναίαν, τὴν δὲ λύσιν καὶ μάλιστα δυσχε ραίνοντας, ὅτι μὴ οὕτως ἀπήντησεν ὡς ἠπόρησε, τήν τε διαφορὰν ζητοῦν τας τοῦ πράγματος καὶ τοῦ δόγματος, διὰ ταῦτα ἐμαυτὸν εἰς τὴν τοιαύτην καθῆκα ἐξέτασιν, ἅμα μὲν ἀναχωννύων καὶ τὸν τοῦ μεγάλου πατρὸς νοῦν, ὃν τῇ λέξει κατακρυψάμενος φαίνεται, ὁμοῦ δὲ καὶ τὸ δόγμα πρὸς τὸ πρᾶγμα παρεξετάζων καὶ διδοὺς ὑμῖν ὅπως δεῖ νοεῖν τὴν τούτων δια φοράν. Πρᾶγμα τοίνυν ἐστὶ μόνως ὃ δὴ πραττόμενον οὐδεμίαν ἀντιλογίαν τοῖς ὁρῶσι δίδωσι. τὸ γοῦν τὸν βοῦν τὴν αὔλακα τέμνειν καὶ τὸν δελφῖνα τῶν ὑδάτων διολισθαίνειν καὶ τὸν ἀετὸν πέτεσθαι, ὁπότε ταῦτα γίνηται, πράγματά εἰσιν ἀδογμάτιστα· οὐ γὰρ τοῖς μὲν νήχεσθαι δοκεῖ ὁ δελφίν, τοῖς δὲ οὔ· καὶ τὸν ἀετὸν δ' ἐπίσης πάντες ὁρῶμεν τῷ ἀέρι περιποτώμε νον, ὁπότε δὴ πέταται. ὃ δὲ πράττεται μέν, δόξαις δ' ἑτερογνώμοσι ταῖς τῶν ὁρώντων ἢ νοούντων καταμερίζεται, τοῦτο μετὰ τοῦ πράττεσθαι καὶ δογματίζεται· τὸ γὰρ δόγμα ἀπὸ τοῦ δοξάζειν παρῆκται, ὃ δὴ πάλιν ἀπὸ τῆς δόξης μετωνόμασται, δόξα δέ ἐστι πράγματος ἀμφιβόλου μετὰ πολυπραγμοσύνην ἀπόφασις, ὥς που φαμὲν τὴν ψυχὴν τὸν Πλάτωνα δοξάζειν ἀθάνατον· ἀφ' οὗ δὴ καὶ δόγμα Πλατωνικὸν τὸ ἀθάνατον εἶναι τὴν ψυχήν. ἐπεὶ γὰρ οἱ περὶ Σιμμίαν καὶ Κέβητα ἄλλως περὶ ταύτης ἐδόξαζον, ἁρμονίαν τινὰ θέμενοι καὶ τοῖς σώμασιν ἀπολιμπάνοντες, οὗτος δὲ τὸν τῆς ἁρμονίας λόγον ἐξήλεγξε, κἀντεῦθεν εὕρατο τὴν τῆς ψυχῆς ἀθανασίαν, διὰ τοῦτο τὸ μετὰ μυρίαν πολυπραγμοσύνην αὐτῷ εὑρεθὲν καὶ ἀποφανθὲν δόγμα ὠνόμασται ἀπὸ τοῦ δοξάζειν οὕτως ἔχειν ὥσπερ ἀποδεικτικῶς συνελογίσατο. Ἀλλὰ τὸ μὲν δόγμα πάντως καὶ πρᾶγμα ὑποκείμενον ἔχει, πρὸς ὃ ἡ τοῦ δοξάζοντος δόξα προσφέρεται, οὐ πᾶν δὲ πρᾶγμα καὶ τὸν λόγον τοῦ δόγματος ἐπιδέχεται· τῶν γὰρ πραγμάτων ὅσα πρόδηλα καθεστήκει καὶ ἐμφανῆ ἀδογμάτιστα πέφυκε. διὰ τοῦτο δὴ καὶ τὰ περὶ τὴν θεολο γίαν ἀπόρρητα καὶ τὰ περὶ τὴν οἰκονομίαν μυστήρια δόγματα προσηγό ρευται· τῶν γὰρ ἄλλων ἢ πολυαρχίαν ἢ μοναρχίαν πρεσβευόντων προσωπι κήν, ἡμεῖς ἑκάτερα πεφευγότες, καὶ τὸ μόναρχον ἐν τῇ τῆς φύσεως ὁμοτι μίᾳ συστησάμενοι, τὴν ἐν τρισὶ προσώποις ἐδογματίσαμεν ἐξουσίαν καὶ δύναμιν. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῆς οἰκονομίας· Νεστορίου γὰρ καὶ Εὐτυχοῦς, τοῦ μὲν τὴν σάρκα φαντάσαντος, τοῦ δὲ τὴν θεότητα, ἡμεῖς οὐδεμίαν κατὰ φαντασίαν τῶν συνεληλυθυιῶν φύσεων εἰσδεξάμενοι, τὸν κύριον ἡμῶν ἐδογματίσαμεν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον. Ἐπεὶ οὖν τοιαύτη τις ἡ διαφορὰ τοῦ δόγματος καὶ τοῦ πράγματος, ἀμ φότερα δὲ ἐπὶ τοῦ χεθέντος αἵματος συνελήλυθε, περὶ ὧν ἀπορήσας ἐπελύσατο ὁ μακάριος, διὰ ταῦτά φησιν· «ἔξεστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα». πρᾶγμα μὲν γάρ ἐστιν ὅτι ἀληθῶς ὑπὲρ ἡμῶν ἐξέχεε τὸ ἴδιον αἷμα ὁ τὴν ἡμετέραν φύσιν ἑαυτῷ προσλαβών, καὶ δι' ἡμᾶς ἐπὶ τοῦ ξύλου παγεὶς καὶ τὰς παλάμας διατρηθεὶς ῥανίδα ἀπεστάλαξεν αἵματος, καὶ οὐδεὶς περὶ τούτου ἀμφιβόλως ἔχει τοῖς λογισμοῖς. οἵ τε γὰρ τότε τὸν σταυρὸν ἑωρακότες καὶ τὴν ἐνταῦθα τοῦ κυρίου ἀνάρτησιν πρὸς οὐδεμίαν διαφορὰν δόξης ἠνέχθησαν, οἵ θ' ὕστερον τὴν τοῦ πράγματος ἱστορίαν ἀκηκοότες ἰσοτίμως τὸν περὶ τοῦ σταυροῦ λόγον ἐδέξαντο. καὶ οὕτω μὲν τὸν πραγματικὸν τύπον ἔσχεν ὁ λόγος· πρόσεστι δὲ τούτῳ ὁ δογματικός, ὅτι, τοῦ αἵματος χεθέντος, ἄλλοι ἄλλως περὶ τῆς προσαγωγῆς τούτου ἐδόξασαν· εἰ δὲ καὶ μὴ ἔφθασαν ἴσως εἰς τὴν περὶ τούτου ἐξήγησιν ἑαυτοὺς καθεικέναι, ἀλλ' εἰκός ἐστιν ἀμφισβητῆσαι «τίνι» προσηνέχθη «καὶ περὶ τίνος» ἡ χύσις τοῦ αἵματος τοῦ κυριακοῦ σώματος. τὸ μὲν γὰρ πρᾶγμα ἄλλως ἔχει· ὃ δὲ εἰκὸς δοξάσαι τὸν θεωρητικὸν ἄνθρωπον οὐ πρὸς τὸ πρᾶγμα ἔχει τὴν ἀφομοίωσιν. Καὶ πρῶτόν γε θεωρητέον τὸ πρᾶγμα. πλασθεὶς παρὰ θεοῦ ὁ ἄνθρωπος κατ' ἀρχὰς νεύειν πρὸς ἐκεῖνον ἐπετράπη καὶ ἐπεστράφθαι πρὸς τὸν πλάσαντα, ὥσπερ δὴ στρατιώτην πρὸς στρατηγόν. Πολεμίου γὰρ ὑποκει μένου τοῦ πονηροῦ δαίμονος καὶ δὴ καὶ τοῖς τοῦ παραδείσου τείχεσι πλησιάσαντος καὶ τὸ τῆς Ἐδὲμ χωρίον πολιορκεῖν μέλλοντος, ὁ τῆς ἡμε τέρας παρατάξεως στρατηγός, θείοις ὅπλοις κατακαλύψας τὸν ἄνθρωπον καὶ σιδηροῦν ὅλον ποιήσας καὶ ἄτρωτον, ἐντὸς τῶν περιβόλων μένειν προσέταξεν, ἵν' ὁμοῦ καὶ τοῖς θείοις ὅπλοις καταφραττόμενος καὶ τοῖς ἀπορθήτοις τοῦ παραδείσου τείχεσι περιτειχιζόμενος ἀπρόσμαχός τε ᾖ καὶ ἀπρόσιτος τῷ ἐχθρῷ. ἀλλ' οὗτος, ὥσπερ δὴ οἱ προδοσίαν κατὰ τῆς ἑαυτῶν μελετῶντες πόλεως, πρῶτα μὲν πυλίδα τινὰ τῷ τείχει λεληθότως ἀνέῳξε καὶ πάροδον ἐκεῖθεν ἐφ' ἑαυτὸν δέδωκε τῷ ἐχθρῷ· ἔπειτα ἐπεισ ελθόντι τῷ πολεμίῳ τῆς φύσεως ἑαυτὸν ἐνεχείρισεν ἄγειν τε ὅπῃ βού λοιτο καὶ ἔχειν ὅπως ἐθέλοι. ὃς δὴ καὶ τὸν ἀντίμαχον στρατιώτην παραλα βὼν ἢ μᾶλλον εἰπεῖν συλλαβών, πάσῃ τῇ τῆς φύσεως κακίᾳ ἐπ' ἐκεῖνον ἐχρήσατο. πρῶτα μὲν γὰρ τῶν ὅπλων αὐτὸν ἀπεγύμνωσεν· ἔπειτα εἴς τι κοῖλον χωρίον ἀπαγαγών, ὅπερ δὴ τῶν παθημάτων ἐστὶν ἡ κοιλάς, τὼ χεῖρέ τε δήσας καὶ τὼ πόδε, εἰπεῖν δὲ καὶ τὸν νοῦν, ὡς μήτε πρακτικῶς ἐνεργεῖν μήτε θεωρητικῶς δύνασθαι, ἄπρακτον καὶ ἀνενέργητον πρὸς πᾶσαν πεποίηκεν ἀρετήν. ἐπεὶ δὲ τὴν τῆς ψυχῆς τούτου ἐνέργειαν ἐδέ σμησεν ἀσφαλῶς, ὥστε καὶ λελυμένον μὴ δύνασθαί τι ποιεῖν τῶν πρὸς ἀρετὴν ἡκόντων, καὶ «χοίρους βόσκειν» ἐπέτρεψεν, ὥσπερ δὴ ἐν τοῖς εὐαγγελίοις ἠκούσατε. Ἡ μὲν οὖν τοῦ στρατιώτου ἀπαγωγὴ καὶ αἰχμαλωσία τοιαύτη· τί δὲ ἐπὶ τούτοις ὁ πλάστης ὁμοῦ καὶ στρατηγὸς κύριος; οὐ παράταξιν ἐξέπεμ ψεν ἐπὶ τὸν πολέμιον οὐδέ τινα τὸν ὑπὲρ τοῦ αἰχμαλώτου ἀγωνιούμενον, ἀλλ' αὐτὸς δὴ ὁ τῶν οὐρανίων δυνάμεων παραγωγεὺς καὶ πρωτοστράτη γος, πάσας τὰς ἀνωτάτω τάξεις καταλιπών, ἐπ' αὐτὸν τὸν τόπον ἀφίκετο, οὗ δὴ ἐγκρατὴς ὁ πολέμιος ἦν καὶ ἐφ' οὗ καταδεσμήσας εἶχε τὸν ἄνθρω πον, ἑαυτὸν ἀντὶ τοῦ αἰχμαλωτευθέντος ὥσπερ δὴ ζωάγρια προσαγαγὼν τῷ αἰχμαλωτίσαντι. διὸ δὴ καὶ σταυρῷ ἀνηρτήθη καὶ τὴν πλευρὰν διετρήθη καὶ τὴν ψυχὴν ἀφῆκε, καὶ νεκρὸς διὰ τὸν νεκρωθέντα γενόμενος, ὁμοῦ τε οὗτος «πρωτότοκος ἐκ νεκρῶν» ἐγένετο κἀκεῖνον ἑαυτῷ συνανέστησεν. Ἡ μὲν οὖν τοῦ πράγματος αὕτη ὑπόθεσις· ζητεῖ δὲ ἐντεῦθεν ὁ μέγας οὗτος πατὴρ ὑψηλῶς καὶ δογματικῶς τίνι τὸ κενωθὲν προσηνέχθη αἷμα. ἡ μέντοι τοῦ πράγματος ἱστορία ἀπαιτεῖ τῷ αἰχμαλωτεύσαντι· ὑφ' οὗ γὰρ «κατέχεταί» τις, ἐκείνῳ προσάγεται τὸ ζωάγριον. ὁ δὲ πνευ ματικὸς λόγος οὐ προσίεται τὴν πρὸς ἐκεῖνον προσαγωγὴν τοῦ ἐκχυθέντος αἵματος· «ὕβρις» γὰρ τοῦτο ἄντικρυς τοῦ μεγάλου θεοῦ καὶ θύματος, καὶ κατακαυχήσεται ἡμῶν ὁ πονηρός, εἰ τὸν ἄνθρωπον ὃν ᾐχμαλώτευσεν αἰχμαλωτευθείς, τὸν θεὸν ἀντ' ἐκείνου πρὸς αἰχμαλωσίαν εἴληφεν, ἤ, εἰ μὴ τοῦτο, ἀλλά γε τὸ αἷμα αὐτοῦ, ὃ δὴ «πολλῶν ἀντάξιον ἄλλων». ἀλλ' ἐπεὶ ὁ ἀκριβὴς τῆς θεωρίας λόγος τὴν πρὸς τὸν πονηρὸν τοῦ αἵματος προσαγωγὴν οὐ προσίεται, τίνι δὴ καὶ προσήνεκται; λείπεται γὰρ ἢ μη δενὶ ἢ τῷ πατρί. ἀλλ' εἰ μηδενί, πῶς «ἀντίλυτρον» τοῦτο ἡμῶν λέγεται; «εἰ δὲ τῷ πατρί, πρῶτον μὲν» καὶ παρὰ τὸν πραγματικὸν λόγον ἐστίν· «οὐ γὰρ ὑπ' ἐκείνου» φησίν «ἐκρατούμεθα· δεύτερον δὲ τίς ὁ λόγος, μο νογενοῦς αἷμα τέρπειν πατέρα, ὃς οὐδὲ τὸν Ἰσαὰκ ἐδέξατο παρὰ τοῦ πατρὸς προσφερόμενον;» εἰ δὲ καὶ τὸ πρῶτον ἄτοπον καὶ ὕβρις ἄντικρυς καὶ τὸ δεύτερον ἄλογον καὶ τὸ τρίτον ἀνάξιον τῆς εὐμενοῦς καὶ ἵλεω τοῦ πατρὸς φύσεως, ἄλλος δὲ ἄλλο δοξάζει, καὶ οὐδέπω δόγμα κεκράτηκεν ὑπερβεβη κὸς τὰς ἄλλας δόξας καὶ νικῆσαν διὰ τὴν ὑπεροχὴν τοῦ κρείττονος, ἐξετάζει καὶ δογματικῶς τὸν λόγον ὁ μέγας οὗτος πατήρ. Καὶ τὴν μὲν πρώτην δόξαν, ἥτις οἴεται τῷ πονηρῷ τὸ αἷμα προσηνέχθαι τοῦ ἀνθρώπου ἀντίλυτρον, ὡς ὑβριστικὴν ἀποδοκιμάζει, περὶ δὲ τῆς δευτέρας, ὡς ἀλόγου τινός, οὐδὲ λόγον ποιούμενος φαίνεται. τῆς δὲ τρίτης τὸ μέν τι προσίεται, τὸ δὲ ἀποπέμπεται. τὸ μὲν γὰρ ἀφεθῆναι τῷ πατρὶ τὴν ψυχήν («πάτερ», γάρ φησιν, «εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου») κἀκείνῳ προσενεχθῆναι τὸ αἷμα προσίεται ὡς εὐσεβές τε καὶ εὔλογον. τὸ δ' ἐπιτέρπεσθαι τὸν πατέρα ἐπὶ τῇ ἐκχύσει τοῦ υἱικοῦ αἵματος, ἢ αἰτῆσαι τούτῳ τὴν τούτου προσαγωγήν, καὶ δεηθῆναι τούτου ὡσανεὶ τοῦ υἱοῦ ἀνελθεῖν ἐπὶ τὸν σταυρὸν καὶ τὰς χεῖρας διαπερονηθῆναι, εἶθ' ὕστε ρον τῇ λόγχῃ τὴν πλευρὰν κεντηθῆναι, ὡς ἀσεβὲς καὶ ἀνόσιον ἀποπέμ πεται. Εἰ δὲ μήτε ἐδεήθη πρὸς ταῦτα ὁ πατὴρ τοῦ υἱοῦ μήτε ἠξίωσε μήτε μήτε, ὅπερ ἀτοπώτερον, ἐβιάσατο, πῶς ὁ υἱὸς ἐπὶ τὸν σταυρὸν ἀνελήλυθεν; ἆρα μὴ βουλομένου τοῦ πατρός; ἢ ἔλαθε τὴν ἐξ οὐρανοῦ κάθοδον; ἀλλ' οὐδὲ ταῦτα, φησί· ταὐτότης γὰρ ἐν ἀμφοτέροις γνώμης τε καὶ κινήσεως. ἀλλ' οἰκονομία τις τὸ ὅλον ἀπόρρητος ἦν καὶ βούλησις ἄρρητος, ἧς αὐτάγγελος ἐγένετο ὁ υἱός· ὅτι δὲ «οἰκονομία» ἦν «ἁγιασθῆναι τῷ ἀν θρωπίνῳ τοῦ θεοῦ τὸν ἄνθρωπον». ἀνθρώπινον δὲ τοῦ θεοῦ ἢ τὸ κυριακὸν εἴποις σῶμα, ὃ δὴ ἀπαρχή τίς ἐστι τοῦ ὅλου ἀνθρωπίνου φυράματος, ᾧ δὴ ὥσπερ τινὶ ζύμῃ ἀνακραθέντες, τῆς τε θείας μετασχόντες ποιότητος, ὁμοφυεῖς ἐκείνῳ γεγονότες καθηγιάσθημεν. ἢ ἀνθρώπινον νοήσεις θεοῦ τὸ τοπικῶς ὁμοῦ καὶ χρονικῶς πρὸς τὴν ἡμετέραν ἀνεληλυθέναι φύσιν καὶ διὰ τῶν αὐτῶν ἡμῖν ἰδιωμάτων τὸν ὅλον οἰκειώσασθαι ἄνθρωπον. «διὰ» γὰρ «τὴν οἰκονομίαν» φησί «καὶ τὸ χρῆναι ἁγιασθῆναι τοῦ θεοῦ τὸν ἄνθρωπον, ἵνα αὐτὸς ἐξέληται τοῦ τυράννου, βίᾳ κρατήσας». τοῦτο δὲ βαθύτερόν τινα λόγον καὶ ἀπορρητότερον ἔχει. ἀλλὰ τοῖς λεγο μένοις προσέχετε· ἐνταῦθα γὰρ ὁ πατὴρ τῷ μεγάλῳ πατρὶ καὶ θεῷ τὸ κατὰ τοῦ ἐχθροῦ νῖκος δίδωσιν· «ἵνα» γὰρ «αὐτός» φησίν «ἡμᾶς ἐξέληται τοῦ τυράννου, βίᾳ κρατήσας». ἀλλὰ πῶς, ὦ θεολόγων ἀκρότης; ὁ γὰρ πρὸς τὸν ἐχθρὸν τὴν μάχην ἀναδεξάμενος ὁ υἱός ἐστιν, ἀλλ' οὐχ ὁ πατήρ. πῶς οὖν τῷ πατρὶ δίδως τὸ τοῦ τυράννου ἡμᾶς ἐξελέσθαι καὶ βίᾳ κρατῆ σαι; ναί, φησίν, ὅτι ἀδιαίρετος ἡ τῶν προσώπων θεότης καὶ μία ἐν τοῖς τρισίν. ἐπεὶ οὖν τῷ τῆς θεότητος κράτει ὁ υἱὸς νενίκηκε τὸν ἐχθρόν, ἡ αὐτὴ δὲ καὶ τοῦ πατρὸς ἦν, ἐκεῖνός ἐστιν ὁ τὸν πολέμιον τροπωσάμενος καὶ ἡμᾶς ἐκεῖθεν ῥυσάμενος. Ἀλλὰ τοῦτο μέν, γενναιότατε πάτερ, εἴποι τις ἂν πρὸς αὐτόν, τὸ ἄπορον λέλυκας. εἰ δὲ ἐν ἀμφοῖν ἡ αὐτὴ θεότης, πῶς μὴ μᾶλλον τῷ υἱῷ δίδως τὴν νίκην τῷ τὴν μάχην ἀναδεξαμένῳ; ὅτι, φησί, καὶ τὸν υἱὸν πάντα ὁρῶ τῶν οἰκείων κατορθωμάτων παραχωροῦντα τῷ πατρί. «πάτερ», γάρ φησι, «δόξασόν σου τὸν υἱόν», καὶ ἀλλαχοῦ· «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ ἐν ἄλλοις· «εἰ μὲν δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, εἰ δὲ μή, γενηθήτω τὸ θέλημά σου»· καὶ ὅτε δὲ τὸν τε τραήμερον ἀνιστᾶν ἔμελλε Λάζαρον, τῆς ἐπὶ τούτῳ δόξης τῷ πατρὶ παρεχώρησεν. εἰ οὖν τὰς ἐπὶ μέρους νίκας τῷ γεννήτορι παρεᾷ, πῶς οὐχὶ καὶ τῆς τελευταίας καὶ πάντα περιειληφυίας τὰ τρόπαια ἐκείνῳ συμπαρα χωρήσει; «ἵνα» γὰρ «αὐτός» φησί «ἡμᾶς ἐξέληται τοῦ τυράννου, βίᾳ κρα τήσας, καὶ πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ τοῦ υἱοῦ μεσιτεύσαντος καὶ πρὸς τιμὴν τοῦ πατρὸς τοῦτο οἰκονομήσαντος, ᾧ τὰ πάντα παραχωρῶν φαίνε ται». ἴσως μὲν οὖν ἔχει τι βαθύτερον ἡ ἐπίλυσις τοῦ πατρός, ἀλλ' ἡμεῖς ἣν κατελάβομεν διηρμηνεύκαμεν πρὸς ὑμᾶς.

Intertext edge

Open linked passage

Note