Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 101 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
101.1
Εἰς τὸ εὐαγγελικὸν ῥητὸν τὸ «γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κύριος ἔρχεται» καὶ τὰ ἑξῆσ «Γρηγορεῖτε» ὡς ἀληθῶς, μᾶλλον δὲ γρηγορήσωμεν, «ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κύριος ἔρχεται». καὶ «ἐὰν εἴπῃ ὁ κακὸς δοῦλος, χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Τοιοῦτον μὲν τὸ εὐαγγελικὸν τουτὶ λόγιον· ἔσται δὲ καὶ ὁ περὶ τούτου λόγος σαφής, εἴ τις ἄχρι τοῦ φαινομένου θέλει ὁρᾶν, καὶ βαθὺς οὐχ ἥκιστα, οἷς ἡ τῶν νοερῶν ὀμμάτων ἀκτὶς διικνεῖται πρὸς τὸ κρυπτόμενον, ἀκτῖνι θείᾳ καταλαμπομένη. καὶ ὁ μὲν σαφὴς οὗτος. ἐγρηγορέναι ὀφείλο μεν τὸν ἅπαντα χρόνον καὶ ἀνεῳγόσι τοῖς ὄμμασι τὴν τοῦ κυρίου παρουσίαν προσδέχεσθαι, φημὶ δὴ τὴν δευτέραν, ἐν ᾗ καθιεῖται ἐπὶ δικαστικοῦ βήματος δικάσων τοῖς ὅσοι πάλαι τεθνήκασι καὶ τοῖς ἐναλλαγεῖσι, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, ἐν τῇ ἀχρόνῳ τῆς παρουσίας στιγμῇ. «πάντες» γάρ φησιν «οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα», οἱ γὰρ τηνι καῦτα βιοῦντες τὸν θάνατον ὡς ἐναλλαγὴν ὑποστήσονται· οὐ γὰρ πεσοῦν ται οὐδὲ φθαρήσονται, καὶ τοῦτό ἐστι τὸ «κρῖναι ζῶντας καὶ νεκροὺς» παρὰ τῷ θείῳ κείμενον δόγματι. «οὐκ» οἴδαμεν γὰρ οὔτε «τὴν ὥραν οὔτε τὴν ἡμέραν» τῆς τοῦ κυρίου παρουσίας, καὶ διὰ ταῦτα γρηγορήσωμεν, ἵνα μὴ ῥαθυμοῦσιν ἡμῖν ἐπιστὰς ὀνειδίσῃ τὸν ὕπνον. καὶ ἐὰν εἴπῃ ὁ κακὸς δοῦλος, ὅτι οὐ νῦν ἐλεύσεται ὁ κύριός μου, ἢ ὅτι, ἐπεὶ χρονίζει, οὐδὲ ἐλεύσεται, καὶ διὰ ταῦτα, ὡς μηδενὸς αὐτὸν δικάσοντος, παίει μὲν τοὺς ὁμοδούλους αὐτοῦ, μετὰ δὲ τῶν μεθυόντων ἑαυτὸν κατατάττει, ἥξει ὁ κύριος αὐτοῦ ἀπροσδοκήτως καὶ ὅλῳ χρώμενος τῷ θυμῷ μέσον διατεμεῖ, καὶ ἀπώσεται μὲν τῆς ἑαυτοῦ δεσποτείας, συναριθμήσει δὲ τοῖς ὑποκρι ταῖς, τοῖς ἐπαγγειλαμένοις μὲν τὴν πρὸς αὐτὸν ὑποταγήν, πράξασι δὲ ὅσα τοῖς ἀνυποτάκτοις τὸ βούλημα ὑποτίθησιν· ἐφ' ᾧ καὶ κλαύσεται καὶ τοὺς ὀδόντας βρύξει, ἀνονήτως μεταμελούμενος. Οὗτος μὲν ὁ σαφὴς τοῦ εὐαγγελικοῦ χρησμοῦ λόγος· ὁ δὲ ὑποβεβλημέ νος καὶ οἷον ἐν τῷ βάθει κείμενος πρῶτον μὲν περὶ τῆς γρηγορήσεως ἀπορεῖ, τίς ἐστιν αὕτη καὶ πῶς ἂν γρηγοροίημεν· ζητεῖ δὲ καὶ περὶ τῆς τοῦ κυρίου παρουσίας, πότερον τὴν διὰ σαρκὸς αὐτοῦ παρουσίαν αἰνίττε ται, ἢ καθ' ἣν ἀναστήσας τοὺς ἀπ' αἰῶνος κεκοιμημένους ἥξει τὴν «τῶν προβάτων ἀπὸ τῶν ἐρίφων» διαίρεσιν ποιησόμενος, ἢ παρουσίαν κυρίου τὸν καθ' ἕκαστον θάνατον ἀκουσόμεθα. οὐ μικρὸν δὲ τὸ περὶ τοῦ δούλου καὶ τῶν ὁμοδούλων ζήτημα, καὶ πῶς τοὺς μὲν παίει ὁ πονηρός, τοῖς δὲ συσσίτια ὥσπερ ἐπαγγελλόμενος συμποσιάζει ὑποβεβρεγμένος τῷ οἴνῳ, καὶ ὅ με μᾶλλον θράττει τῶν ζητημάτων, ἡ «διχοτομία» καὶ «τὸ μέρος» τοῦ διχοτομηθέντος καὶ «οἱ ὑποκριταί». ζητήσωμεν δὲ καὶ τίς «ὁ κλαυθ μὸς» καὶ πῶς εἰκός ἐστι «βρύχειν τοὺς ὀδόντας» τοὺς συναριθμουμένους τοῖς ὑποκριταῖς. Τὰ μὲν οὖν ἀπορήματα ταῦτα. ἐγὼ δέ φημι ὅτι καὶ τῷ θανάτῳ καὶ τῇ συντελείᾳ ὁ περὶ τῆς παρουσίας τοῦ κυρίου λόγος ἁρμόζει· εἰ δὲ προφητι κὸς ἦν, τάχα ἂν καὶ τῇ πρώτῃ τούτου θεοφανείᾳ ἐφηρμοσάμεθα. ἔστι μὲν οὖν διττὴ ἡ ἐγρήγορσις, ὡς καὶ τὸ μὴ ἐγρηγορέναι. σώματος μὲν οὖν ἐμψύχου ἐγρήγορσις ἡ πρὸς τὴν φύσιν ἀντίστασις· γρηγορεῖ γάρ τις σω ματικῶς, μὴ ἐφιεὶς τοῖς τοῦ ὕπνου ὁλκοῖς, ἀλλὰ διεγειρόμενος πρὸς αὐτοὺς καὶ ἀντιμαχόμενος. ψυχῆς δὲ ἐγρήγορσις ἡ πρὸς τὰ κακύνοντα πάθη καὶ τὸ νοερὸν αὐτῆς ὄμμα θολοῦντά τε καὶ καταβαπτίζοντα ἀκμαιοτάτη ἀντιπερίστασις· γρηγορεῖ γὰρ ψυχή, ὁπότε ὁ νοῦς αὐτῆς, τοῦ θείου φωτὸς τὰς ἀκτῖνας δεχόμενος, «τοῖς» σκοτεινοῖς καὶ «ἀναρμόστοις καὶ πλανητοῖς» μὴ συμπεριφέρηται «πάθεσιν». ἐπεὶ οὖν δούλοις ἡμῖν οὖσιν ἐπαγγέλλεται ἥξειν ὁ κύριος, γρηγορήσωμεν μέχρις ἂν ἡμῖν ὀφθείη ἐλθών. Καὶ πρῶτόν γε τὴν διὰ τοῦ θανάτου παρουσίαν τοῦ δεσπόζοντος ἐξετά σωμεν· ἥκειν γὰρ ὁ κύριος δοκεῖ τοῖς ἐντεῦθεν ἀφισταμένοις. πῶς; ὅτι ζῶντες μὲν τῷ σώματι πρὸς ἐκεῖνον διατετειχίσμεθα, διὰ τοῦτο ἐκεῖνος μὲν ἐν τοῖς νοητοῖς προηγουμένως οἰκεῖ, ἡμεῖς δὲ ἐν τῷ ἐσχάτῳ τούτῳ βαθμῷ· ἀπελθούσαις δὲ ταῖς ψυχαῖς ἡμῶν ἀπὸ τοῦ σώματος ἐμφανίζεταί πως, ὅτι τὸ ἐοικὸς τῷ ἐοικότι καταλαμβάνεται. ἐπεὶ οὖν προσδόκιμός ἐστιν ὀφθήσεσθαι ἡμῖν διὰ τοῦ θανάτου ὁ κύριος, γρηγορήσωμεν, ἐπεί, εἰ τῷ τῆς ἀμελείας περιπέσοιμεν νυσταγμῷ, οὐδὲ ἀπελθούσαις ὀφθήσεται (οὐ γὰρ πᾶσα ψυχὴ τοῦ σώματος ἀπελθοῦσα τὸ τοῦ δεσπότου ὀπτάνεται φῶς), ἀλλὰ τῇ ἀχράντῳ καὶ καθαρᾷ καὶ μηδέποτε τοῖς τῶν παθημάτων κατανυσταξάσῃ ἀτμοῖς. εἰ μὲν γὰρ ὁ τοῦ θανάτου χρόνος δῆλος ἡμῖν, καὶ τοῖς μὲν ἀφώριστο τὸ θανεῖν ἡλίου παρανατείλαντος, τοῖς δὲ μεσημ βρίας, τῷ δὲ καταδύσεως, τῷ δὲ μέσων νυκτῶν, ἕκαστος πρὸς τὸν ἀφ ορισθέντα διηγρυπνηκότες καιρόν, ἐγρηγορήσαντες ἂν ἐφάνημεν τῷ δε σπότῃ διὰ τοῦ θανάτου φοιτήσαντι. ἐπεὶ δὲ ὁ μὲν θάνατος ἀφώρισται, τὸν δὲ καιρὸν τῆς ἐξόδου οὐδεὶς ἐπίσταται, δι' ὅλου τοῦ βίου ἀνεῳγόσι τοῖς ὄμμασι τὸν κύριον περιμείνωμεν. κἂν μειράκιον ᾖς, γρηγόρησον· κἂν ἐγγὺς τῆς ἥβης γέγονας κἂν εἰς ἀνδρὸς ἡλικίαν ἐλήλυθας, ἀνύστακτον ἔχε τὸν τῆς ψυχῆς ὀφθαλμόν· ἔτι δὲ μᾶλλον, εἰ πολιά σοι θρὶξ ἐξανθεῖ καὶ πρὸς ἑσπέραν σοι ὁ βίος ὁρᾷ, ἐπεὶ οὐκ οἶδας ποίᾳ ὥρᾳ ὁ κύριος ἔρχεται. Ἔοικε γὰρ ὁ ἀφωρισμένος ἑκάστῳ βίος ἡμερησίῳ διαστήματι, ἐν δώδεκα ὥραις περαινομένῳ. καὶ πρώτη μὲν ὥρα ὁ ἐν τοῖς νηπίοις βίος ἐστί, δεῖ γὰρ κἀν τούτῳ ἐγρηγορέναι ὅσον ὁ λόγος ἀπαιτεῖ· δευτέρα δέ, ὅταν παι δία γινώμεθα· καὶ τρίτη, ὅτε μειράκια· τετάρτη, ὅτε πρώθηβοι· πέμπτη, ὅταν ἡβῶντες τυγχάνωμεν· ἕκτη, ὅτε ἄνδρες γενοίμεθα· ἑβδόμη, ὅταν τὴν τοιαύτην παραλλάξαντες ἡλικίαν τὴν τῆς πολιᾶς ἄνθην βλαστάνωμεν· ὀγδόη, ὅταν μήπω πέπειρος ἡμῖν ὁ βλαστὸς τῆς λευκῆς τριχός, καθ' ἣν δὴ καὶ ὠμογέροντες ὀνομαζόμεθα· ἐνάτη ἡ τοῦ τοιούτου καρποῦ πέπαν σις· καὶ δεκάτη μὲν ἡ τελείωσις τῆς καθ' ἡμᾶς ἡλικίας· ἑνδεκάτη καὶ δωδεκάτη, οἷς πολλάκις ὁ τῆς ζωῆς χρόνος καὶ παρὰ τὴν φύσιν ἤρκεσεν. Εἰ δὲ βούλεσθε, τὸ δωδεκάωρον τῆς ἡμετέρας ζωῆς ἐτῶν δεκάσι κατ αριθμήσωμεν, ἵνα ἑκάστῃ τῶν ὡρῶν χρόνων δεκαετία περαινομένη εἰς ἑκατὸν καὶ εἴκοσιν ἔτη τὴν πᾶσαν ἡμῶν περικλείσῃ ζωήν. «ἔσονται», γάρ φησιν ὁ κύριος μετὰ τὴν ἐκχυθεῖσαν κακίαν, «ἑκατὸν εἴκοσιν ἔτη ἡ ζωὴ αὐτῶν». διὸ δὴ καὶ πολλοὶ καὶ μετὰ τὴν ἀπόφασιν τῷ τόνῳ τῆς φύ σεως μεχρὶ πολλοῦ ἐξαρκέσαντες, τὸν ἀφωρισμένον τοῦ κυρίου οὐχ ὑπερβεβήκασιν ἀριθμόν. ἢ καὶ ἄλλως νόησον «τὴν ὥραν καὶ τὴν ἡμέραν»· οὔτε γὰρ τὴν ἡμέραν ᾗ ἐπιστήσεται ὁ κύριος ἐπιστάμεθα, οὔτε τὴν ὥραν γινώσκομεν. ἔστι δὲ ἡ μὲν ἡμέρα δωδεκαπλασίων τῆς ὥρας, ἡ δὲ ὥρα τὸ δωδεκατημόριον τῆς ἡμέρας. οὐ μόνον οὖν τὴν ὥραν ἀγνοοῦμεν, καθ' ἣν ἂν τὴν ἐσχάτην ἡμῶν ἀναπνοὴν ἀποπνεύσωμεν, ἀλλ' οὐδὲ τὴν ἡμέραν, ἥτις πλατυτέρα τυγχάνουσα τὴν ἀπὸ τοῦ νοσήματος ἄχρι τοῦ θανάτου διάστασίν πως αἰνίττεται. «Καὶ ἐὰν εἴπῃ ὁ κακὸς δοῦλος, χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτόν». πολλοὶ γὰρ τῶν ἀνθρώπων ἐς τοσοῦτον ἀναισθησίας ἐληλάκασιν, ὡς ἐν τῷ γήρᾳ μᾶλλον ἀπογινώσκειν τὸν θάνατον· καὶ δέον τηνικαῦτα πρὸς τὸν θάνατον ἐγρη γορέναι καὶ πάντα προετοιμάζειν οἷς ὁ δεσπότης ἐλθὼν ἐφησθήσεται, οἱ δὲ καὶ μᾶλλον καταφρονοῦσι καὶ τῶν ὁμοδούλων κατάρχειν ἐθέλουσιν. «ἐὰν οὖν εἴπῃ ὁ κακὸς δοῦλος, χρονίζει ὁ κύριός μου ἐλθεῖν». «εἶπε», γάρ φησιν, «ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι θεός»· λέγει δὲ τοῦτο οὐ γλώττῃ χρώμενος, ἀλλ' οἷς πράττει, ἐνασχημονῶν ταῖς πράξεσι καὶ τοῖς ὁμοδούλοις ἐμπαροινῶν. διὰ ταῦτα καὶ «κακὸς δοῦλος» ὠνόμασται, ὅτι μὴ ὑποτέτακται τῷ δεσπότῃ, ἀλλὰ τύραννός ἐστιν ἄντικρυς, ἀπόστασιν ὁμοῦ καὶ ἐπανά στασιν κατὰ τοῦ δεσπότου μεμελετηκώς. «Τύπτει» δὲ ὁ τοιοῦτος «τοὺς συνδούλους αὐτοῦ», τοῦτο μὲν καὶ ἀφειδεῖ χειρὶ κατὰ τῶν ἐλαττόνων χρώμενος, τοῦτο δὲ καὶ τοῖς τοῦ σώματος πά θεσι μαστίζων τὴν ψυχὴν καὶ τὸν νοῦν. ἔστι γὰρ οὐχ ἓν ὁ ἄνθρωπος, ἀλλὰ πολλά, σῶμα καὶ ψυχή, αἴσθησις καὶ φαντασία καὶ δόξα καὶ διάνοια καὶ νοῦς· σύνδουλα δὲ πάντα τῷ πρώτῳ δεσπότῃ καὶ κυρίῳ τῆς κτίσεως. ὁ μὲν οὖν ἀγαθὸς δοῦλος, ψυχὴ γενόμενος ἄντικρυς, εἰκότως ταύτῃ μαστίζει τὸ σῶμα, δικάζων δικαίως τῷ κράματι καὶ ἐπανιστῶν τὸ κρεῖττον τῷ χείρονι· ὁ δὲ πονηρὸς δοῦλος, σὰρξ γεγονώς, τοῖς ἀπὸ τοῦ σώματος πάθεσι παίει τὸν σύνδουλον νοῦν. «ἐσθίει καὶ πίνει μετὰ τῶν μεθυόντων». μεθύοντα δὲ ἐν ἡμῖν εἰσιν ἥ τε αἴσθησις καὶ ἡ φαντασία. ὥσπερ γὰρ ὁ λό γος ἀφῄρηται τοῦ μεθύοντος, οὕτω δὴ καὶ αἱ δυνάμεις αὗται μεθύουσαι ἀτεχνῶς τοὺς λόγους τῶν ὁρωμένων καὶ φανταζομένων οὐκ ἔχουσιν. Ἀλλ' οὕτως ἔχοντι τῷ πονηρῷ δούλῳ ἐπιστήσεταί ποτε καὶ ὁ κύριος καὶ «διχοτομήσει αὐτόν». τοῦτο δέ ἐστι· πολλάκις ὁ τῆς ἡμετέρας ζωῆς κηδεμών, ἐπὰν ἴδῃ ταῖς ἀρεταῖς ἡμᾶς προκόπτοντας, προστίθησιν ἐπὶ τῇ ἡμετέρᾳ ζωῇ· εἰ δ' ἀμελοῦντας ἴδοι, ῥιζόθεν ἐκτέμνει ὡς «καταργοῦντας τὸν τόπον». τοιοῦτον οὖν καὶ τὸν πονηρὸν δοῦλον εὑρηκώς, θάνατον αὐτοῦ καταψηφιεῖται, ὅπερ ἄντικρυς διχοτομία ἐστί· τὸ γὰρ ἰδίᾳ μὲν τὴν ψυχὴν γενέσθαι, ἰδίᾳ δὲ τὸ σῶμα, τί ἄλλο ἢ τοῦ ὅλου τομὴ καὶ διαίρεσις; οὕτω γοῦν τοῦτον διχοτομήσας, «τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει». τὸ μὲν γὰρ σῶμα φθορᾷ παραδώσει, μέχρις ἂν ὁ τῆς ἀναστάσεως ἔλθοι καιρός, θάτερον δὲ τῶν διχοτομημάτων, φημὶ τὴν ψυχήν, συγκαταριθ μήσει (ἀλλὰ πῶς ἂν εἴποιμι;) τοῖς πονηροῖς δαίμοσιν. οὗτοι γάρ εἰσιν ὑποκριταί· φῶτα μὲν γὰρ ὑποκρίνονται, οὗτοι δὲ «σκιαὶ ἀίσσουσιν». «Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». καὶ μὴν γυμνὰς τὰς ψυχὰς τῶν σωμάτων ἔτι ὁ λόγος δείκνυσι. πῶς οὖν κλαύσονται; πῶς δὲ καὶ τοὺς ὀδόντας βρύξουσι; δέον οὖν ταῦτα τὰ πάθη πρὸς τὴν ἀναλο γίαν λαμβάνειν τῶν φύσεων. κλαυθμὸς μὲν γὰρ ἐμψύχου σώματος θρη νώδης οἰμωγή, ψυχῆς δὲ σύντηξις τῶν ἑαυτῆς μερῶν καὶ οἷον γοώδης συμ φώνησις. καὶ βρυγμὸς μὲν ὀδόντων σωματικὸς τῶν τοιούτων μερῶν συντριβέντων ἀλλήλοις καὶ λεοντώδη ἀναπεμπόντων ἠχώ, κάτωθεν μὲν πολλοῦ τοῦ πνεύματος ἀναφερομένου, τῶν δὲ σιαγόνων συγκεκλεισμένων, ὥστε μὴ ἀνεποδίστως διὰ τοῦ στόματος τὸ ἀναπεμφθὲν ὑπεκρέειν πνεῦμα, ἐντὸς δὲ τοῦ ἐν τοῖς ὀδοῦσι κενώματος ἐφ' ἑκάτερα μέρη δι αμειβομένου καὶ τοῖς λεπτοῖς τῶν ὀδόντων ἀραιώμασι βρυχηδὸν δια χεομένου. ἐπὶ δὲ ψυχῆς βρυγμὸς ὀδόντων ἡ ἀνεκφώνητος αὐτῆς ὀδύνη καὶ στενοχώρησις καὶ ἡ ἄνευ λαλιᾶς παρὰ φύσιν συνήχησις καὶ συμβόησις. Οὕτω μὲν οὖν τὴν διχοτομίαν νοήσεις· εἰ δὲ βούλει, καθ' ἕτερον λόγον τὴν τῆς διαιρέσεως ταύτης ὑπολήψῃ δύναμιν. οὐκ ἔστιν ὁπότε, ἕως ἂν μετὰ τοῦ σώματος ἐνδημῶμεν τῷ βίῳ, ἡ τῶν ἀγαθῶν ἔργων ἀφορμὴ ἀφῄρηται ἀφ' ἡμῶν, ἀλλὰ κἂν εἰς αὐτὴν τὴν ἀκρότητα τῆς κακίας ἐλάσω μεν, ὅμως ἔχομεν ὅθεν ἀφορμηθέντες ἐπὶ τὸν κρείττονα βίον μεταμει φθείημεν. ἀποθανοῦσι δὲ τοῦτο οὐ προσέσται τὸ ἀγαθόν· ἀφαιρεῖται γὰρ «τὸ τάλαντον» ἀφ' ἡμῶν, καὶ οὐκ ἔσται ἐν τῷ μέλλοντι βίῳ ὁ ἐργαζόμενος. τοῦτο γοῦν αὐτό φησιν, ὅτι «διχοτομήσει» τὸν δοῦλον, τουτέστιν ἀφαι ρεῖται αὐτοῦ τὰς τῶν ἀρετῶν ἀφορμάς, καὶ τότε τὸ καταλειφθὲν αὐτοῦ μέρος θήσει μετὰ τῶν ὑποκριτῶν, οἳ δὴ τὸ «κατ' εἰκόνα» γεγονέναι «θεοῦ» οὐ διὰ τῶν πράξεων ἐβεβαιώσαντο, ἀλλ' ἢ μόνον ὑπεκρίναντο τὴν μορφήν. Ταῦτα δὲ πάντα, ὁπόσα ὁ λόγος ἐπὶ τοῦ θανάτου διηκριβώσατο, δεῖ καὶ ἐπὶ τῆς συντελείας νοεῖν. καὶ ἐπειδὴ διομολογουμένην μὲν ἔχομεν τὴν μέλλουσαν ἔλευσιν τοῦ δεσπότου, «τὴν δὲ ἡμέραν οὐδὲ ὁ υἱὸς οἶδεν, εἰ μὴ ὁ πατήρ» (τουτέστιν, εἰ μὴ ὁ πατὴρ ἠπίστατο, οὐκ ἂν οὐδὲ ὁ υἱὸς ἐγίνωσκε), χρὴ ἐγρηγορέναι ἀεί, ἵνα μὴ ἐλθὼν ὁ κύριος «κρῖναι ζῶντας καὶ νεκρούς», κατὰ τὸν ἀποδοθέντα λόγον διαιρήσῃ τὸν κακὸν δοῦλον ἀπὸ τοῦ ἀγαθοῦ. τοιοῦτον γὰρ ἐνταῦθα ἡ διχοτομία. πάντων γὰρ ἡμῶν ὡς ἑνὸς σώματος ὁ κύριος κήδεται, διότι φύσις μία καὶ ἰσοτιμία τῆς φύσεως, ἀλλ' ἡμεῖς τοῖς μέρεσιν ἀλλήλων ἠναντιώθημεν. διὰ τοῦτο διχοτομηθήσεται τὸ τῆς ὁλότητος σῶμα, καὶ ὁ πονηρὸς δοῦλος τετάξεται τοῖς ὑποκριταῖς. οὐκ ἔστι γὰρ ἐκφυγεῖν ἡμᾶς τὴν κρίσιν, «ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν». ἀλλὰ «κἂν ἐν τῷ βάθει τῆς θαλάσσης» γενοίμεθα, «ἐκεῖ ἐντελεῖται τῷ δράκοντι» τῷ μεγάλῳ, «καὶ δήξεται» ἡμᾶς κατὰ τὴν τοῦ προφήτου φωνήν. ὁ δράκων δὲ οὗτος πῇ μὲν ἐν βυθοῖς ὑδάτων οἰκεῖ, πῇ δὲ ἐν ποταμοῖς τούτῳ φωλεός· πολλαχοῦ δὲ τῆς γραφῆς καὶ ἐν τοῖς ἀοικήτοις μέρεσι τῆς θαλάττης οἰκεῖ. «αὕτη» γάρ φησιν «ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων, καὶ πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτό». Περὶ δὲ τούτου τοῦ δράκοντος πολλοὶ μὲν καταβέβληνται λόγοι· ἐγὼ δὲ βραχύτατά τινα ὡς ἐνῆν ἐρῶ. ἢ «τὸ μέγα κῆτος» τῆς θαλάσσης ἐστὶν ἢ πονηρὸς δαίμων καὶ «ἀποστάτης». καὶ εἰ μὲν ἁπλῶς δράκοντα τὸ θηρίον νοήσομεν, ὡς ἀκούομεν, οὐδέν τι τῶν λεγομένων ἀλληγορήσομεν, ἀλλὰ καὶ τὴν θάλασσαν καὶ τὰ πλοῖα καὶ τὰ ἑρπετὰ νοήσομεν, ὡς ἀκούομεν. ἔστι δὲ καὶ δράκων τὸ μέγα τῆς θαλάττης κῆτος, ὑπέρογκον ὂν τῷ σώ ματι καὶ μεγάλα δυνάμενον, οὐδεμίαν δὲ τῶν καθ' ἡμᾶς θαλασσῶν παρα πλέον, ἀλλὰ πόρρω τῆς ἡμετέρας οἰκήσεως καὶ τῶν ὀνομαζομένων κόλπων λαχὸν τὴν διοίκησιν, καὶ μηδένα μὲν λωβώμενον, «ἑαυτὸ» δὲ «ἐμπαῖζον», τουτέστι καθ' ἑαυτοῦ τῇ δυνάμει χρώμενον. τοῦτο δὲ ἑρμηνεύσεις οὕτως, δασύνων τὴν ἀντωνυμίαν. εἰ δὲ ἀπὸ τοῦ ἀρσενικοῦ κατέληξεν εἰς τὸ οὐδέτερον ἡ γραφή, μὴ θαυμάσῃς· Ἑλληνικὸν γὰρ τοῦτο τὸ ἔθος καὶ μά λιστα φιλόσοφον, ἐπὶ τὸ γένος ἀνατρέχον ἀπὸ τῶν εἰδῶν ἢ τῶν ἀτόμων. εἰ γὰρ ψιλὸν θείης τὸ πνεῦμα, ἑρμηνεύσεις ὡς ὁ δράκων οὗτος, τὸ ἄπλετον τῆς θαλάσσης φορτίον, τὸ μέγιστον μέρος τοῦ κοσμικοῦ κτίσματος, ὥσπερ ἐμπαίζειν τὸν κόσμον δοκεῖ, ἐπεὶ μήτε πνευμάτων μετακινεῖται σφοδρότησι μήτε ἀστραπῶν ἐκπυρηνισμοῖς βάλλεται μήθ' ὅλως τὴν τῆς θαλάσσης δέδοικε ταραχήν· «ἐμπαίζειν αὐτό», τουτέστι παίγνιον ἡγεῖται τὴν θάλασσαν.

Intertext edge

Open linked passage

Note