Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 102 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
102.1
Ἐξήγησις γλαφυρὰ εἰς τὸν τῷ μεγάλῳ πατρὶ Γρηγορίῳ τῷ θεολόγῳ σχεδιασθέντα λόγον τῇ μεγάλῃ καὶ λαμπρᾷ ἡμέρᾳ τῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἀναστάσεως. Πολλοὶ τῶν καταστησαμένων τὰς θεολογικὰς τέχνας (οὐ γὰρ θεολόγος μόνον ὁ μέγας οὗτος Γρηγόριος, ἀλλὰ καὶ ῥήτωρ εἰ καί τις ἄλλος ἀκρι βέστατός τε καὶ δοκιμώτατος) τὸν «Εἰς τὴν βραδυτῆτα» λόγον καὶ «Εἰς τὸ σεβάσμιον πάσχα» ἐπέγραψαν, ἐξ αὐτοῦ τοῦ προοιμίου εἰς τὴν τοιαύτην ἐνεχθέντες ἐπιγραφήν· «ἀναστάσεως» γάρ φησιν «ἡμέρα» καὶ «εἴ τί μοι μέμφοισθε τῆς βραδυτῆτος». διὰ μὲν γὰρ ἐκεῖνο «Εἰς τὸ πάσχα» ἐπέγραψαν, διὰ δὲ τοῦτο τὴν ἑτέραν προσθήκην τῆς ἐπιγραφῆς πεποιήκασι, καὶ δύο τὰς ὑποθέσεις τῷ τοιούτῳ λόγῳ ἐπέθεντο. εἶτα μερίζουσιν ἐφ' ἑκατέρας τὸν ἅγιον, καὶ τὰς μὲν τῶν ἐννοιῶν ἀποκληροῦσι τῇ ἀναστάσει, τὰς δὲ ἀποδιδόασι τῇ βραδυτῆτι, καὶ τὴν μὲν τῆς πανηγυρικῆς ἰδέας ἐχομένην τίθενται, τὴν δὲ τῆς δικανικῆς, ἀντιστατικῶς τὰς λύσεις ἐφερμηνεύοντες, ὡς παρὰ μέρος ἐν τῷ αὐτῷ λόγῳ τὸν μέγαν τοῦτον ἄνδρα πανηγυρίζειν τε καὶ δικάζεσθαι. αἷς ἐξηγήσεσιν ἐγὼ ἐντυχών, τὸ μέν τί μοι τῶν λεγο μένων ἤρεσε, τῷ δ' οὐκ ἐθέμην, ἑτέραν δὲ αὐτὸς ἐτραπόμην τήν, ὡς οἶμαι, βελτίονα. μία γὰρ ἐνταῦθα ἡ ὑπόθεσις τῷ λόγῳ πέφυκεν ἡ «εἰς τὴν βρα δυτῆτα», περὶ ἧς δι' ὅλου τοῦ λόγου ἐπαγωνίζεται. μεγαλοφυὴς δὲ καὶ τῷ ὄντι οὐρανογνώμων ὁ μέγας οὗτος ὑπάρχων πατὴρ μυστηρικῶς καὶ κεκρυμμένως καὶ τὸ ὅλον τελεστικῶς καὶ ἐμφαντικῶς τὴν ἀπολογίαν προΐσταται, εἰ καὶ ὁ Σικελιώτης διδάσκαλος ὑφαιρεῖται τοῦτον τὴν ἔμ φασιν. Ἐπεὶ γὰρ συμβὰν οὕτω ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ τὴν ὑπὲρ τῆς βραδυτῆτος ἀπολογίαν ἐνεστήσατο, ἑορταστικῶς τε καὶ οἷον πλαγίως πρὸς τοὺς δόξαντας κατηγορεῖν ἀπολελόγηται. ὧν δὴ ὥσπερ ἀπογνόντων τοῦ μεγάλου πατρὸς καὶ διὰ τὴν ἐποχὴν τῆς γλώττης ὡς νεκροῦ τούτου καταψηφιζομένων, «ἀναστάσεως» φησίν «ἡμέρα». ἰδοὺ γάρ, φησίν, ὁ μετὰ τῶν καταβάντων εἰς ᾅδου λελογισμένος ὑμῖν ἐζώωμαι τὴν τήμερον καὶ ἀνέστηκα. «καὶ ἡ ἀρχὴ δεξιά»· ἀρχὴ δὲ οὐχ ἡ τοῦ προοιμίου, ἀλλ' ἡ τοῦ περὶ τῆς βραδυτῆτος ἀπολόγου· δεξιὸν γὰρ τῷ ὄντι τὸ ἀναστάντα τινὰ καὶ οἷον ἐπὶ σταθηροῦ καὶ βεβηκότος φρονήματος πρὸς τοὺς κατηγοροῦν τας ἀπολογεῖσθαι. «καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει»· οὐ γὰρ δεῖ τὸ ἐντεῦθεν κατηφιᾶν ὥσπερ πρὸ τοῦ, ὅτι νενέκρωμαι, ἀλλ' ἐλλάμπεσθαι, ὅτι μέσος ὑμῶν «Ἀαρὼν» ἀνέστηκα, ὃ δὴ καὶ λαμπροτάτη πανήγυρις πέφυκε. «καὶ ἀλλήλους περιπτυξώμεθα». τοῦτο δὲ καὶ μᾶλλον ἐμφαίνει τὴν ἔμφασιν· τί γὰρ ἔδει περιπτύσσεσθαι ἀλλήλους ἀναστάντος Χριστοῦ; ἀλλήλους οὖν περιπτυξώμεθα οἱ τέως διεστηκότες· μισούντων γὰρ ἀδελφῶν τὸ ἀπ' ἀλλήλων διίστασθαι, ἀποκαταστάντων δὲ καὶ τὴν φύσιν ἐπεγνωκότων τὸ περιπτύσσεσθαι. «Εἴπωμεν «ἀδελφοὶ» καὶ τοῖς μισοῦσιν ἡμᾶς, μὴ ὅτι τοῖς δι' ἀγάπην τι πεποιηκόσιν ἢ πεπονθόσι». δεῖ, γάρ φησιν, ἐπὶ τῇ ἐμῇ ἀναστάσει καὶ λαμπρᾷ πανηγύρει σκιρτᾶν καὶ γεγηθέναι ἡμᾶς καὶ προσαγορεύειν ἀδελφικῶς μὴ τοὺς εὔνους μόνον, ἀλλὰ καὶ τοὺς ἀπεχθανομένους ἡμῖν. ἐγὼ γὰρ οὐ τῶν μισούντων, ἀλλὰ καὶ τῶν λίαν εὐνοούντων ὑμῖν, ὅτι μὴ κατὰ μῖσος τὴν ἀφ' ὑμῶν διάστασιν πεποίηκα, ἀλλὰ δι' ἄκραν φιλίαν ταύτην πέπονθα· οὐδὲν γὰρ ἧττον ὑμῶν ἠνιώμην πόρρωθεν ὑμῶν αὐλιζό μενος, ὥστε οὐ πεποίηκα ταύτην, ἀλλὰ μᾶλλον πέπονθα. τὸ δὲ «εἴπωμεν ἀδελφοὶ» ἀμαθῶς πάνυ τινὲς καὶ ἀνοήτως οὕτω συντάττουσιν, «εἴπωμεν τοῖς μισοῦσιν ἡμᾶς τοῦτο αὐτό, ἀδελφοί», τὴν τοῦ εἰπεῖν ἀγνοοῦντες ὁμω νυμίαν. τὸ γὰρ ῥῆμα τοῦτο ποτὲ μὲν ὁμιλίας ἐστὶ σημαντικόν, ποτὲ δὲ φιλικῆς προσφωνήσεως· ἐνταῦθα γοῦν δηλοῖ τὴν προσφώνησιν, ὥστε κλητική ἐστι τὸ «ἀδελφοί» καὶ οὐ κατ' εὐθεῖαν πτῶσιν κείμενον. «Δῶμεν συγγνώμην ἀλλήλοις». ὁρᾶτε ὅπως ἀφῃρέθη τὸ κάλυμμα τοῦ αἰνίγματος καὶ ὥσπερ ἐπὶ τοῦ στάχυος τῶν ἐλύτρων διαρραγέντων ὁ σῖτος ἐφάνη καθαρός; «δῶμεν συγγνώμην ἀλλήλοις». ἐπὶ τίσιν, ὦ θεολόγων ἀκρότης; ἐφ' οἷς ἀνέστη Χριστός; καὶ τί δεῖ συγγνώμης τῷ πράγματι; ἀλλ' ἐφ' οἷς διέστητε ἀπ' ἀλλήλων; καὶ διὰ τί πρὸς τοῦτο τὸν τῆς ἀνα στάσεως λόγον κεκίνηκας, καὶ τὴν μακρὰν περὶ τούτου περιττολογίαν προτέθεικας; ἀλλὰ σὺ μὲν εὖ οἶδ' ὅτι οὐκ ἐπιστραφήσῃ τῶν χαμαιζήλων ἡμῶν, ὅλος ἐπεστραμμένος πρὸς τὴν τριαδικὴν ἔλλαμψιν, ἧς καὶ πρώην ἐξήρτησο· ἐγὼ δέ σοι τῆς τέχνης τίνων θρεπτήρια, ἣν δὴ παρὰ τῶν σῶν λόγων μεμύημαι, τῆς ἀπορίας τὴν λύσιν προτέθεικα, κατ' ἔμφασιν ἐφερ μηνεύσας τὴν ἑορταστικήν σου ἅπασαν σύμφρασιν. «δῶμεν συγγνώμην ἀλλήλοις, ἐγώ τε ὁ τυραννηθεὶς τὴν καλὴν τυραννίδα καὶ ὑμεῖς οἱ καλῶς τυραννήσαντες». ἀμφότεροι γὰρ ὥσπερ πρὸς τὸν λόγον διημαρτάνομεν, ἐγώ τε ἐπὶ μακρὸν σιωπῶν καὶ οἷον ᾄττων πρὸς τοὺς λόγους ὑπὸ τῆς δεούσης ἡνίας ἀνακρουόμενός τε καὶ τυραννούμενος, καὶ ὑμεῖς αὖθις τῆς φίλης σχολῆς ἀφελκύσαντες καὶ πρὸς τοὺς ἐνταῦθα λόγους μετακινήσαν τες. οὕτω γὰρ δεῖ νοεῖν ἀμφοτέρας τὰς τυραννίδας· οἱ δὲ τὴν πρώτην τυραννίδα ἐπὶ τὴν τῶν τυραννησάντων βίαν μετάγοντες οὐχ ἑτέραν τὴν δευτέραν ἐπάγουσιν, ἀλλὰ τὴν αὐτὴν εἰς δύο καταμερίζουσι. καλῶς οὖν καὶ αὐτὸς τετυράννημαι, «φυλακὴν τοῖς χείλεσι θείς», καὶ ὑμεῖς οὕτως τετυραννήκατε· διὰ τοῦτο δῶμεν συγγνώμην ἀλλήλοις. Καὶ ἵνα μὴ περὶ τὰς λεπτὰς ὑποθέσεις τῶν λέξεων ἐμφιλοχωροῦντες μηκύνωμεν τὴν ἐξήγησιν, τῶν μειζόνων ἑξόμεθα. «Χθές» φησίν «ἐσφάζετο ὁ ἀμνός, καὶ ἐχρίοντο αἱ φλιαί, καὶ ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα· σήμερον καθαρῶς ἐφύγομεν Αἴγυπτον» καὶ τὰ ἐφεξῆς, ἃ δὴ ἐν τῇ θεωρίᾳ δηλώσομεν. ταῦτα δὲ καὶ τὸν δοκιμώτατον ὑφαρπάζει νοῦν, ὅτι περὶ τοῦ πάσχα ὁ λόγος καὶ ὅτι λαμπρῶς εἰς ἐξήγησιν ἑαυτὸν ὁ πατὴρ καθῆκε τῆς τυπικῆς τοῦ ἀμνοῦ θυσίας, ὃς δὴ πρὸ ἡμέρας τυθεὶς τῇ ἐφεξῆς εἰς βρῶσιν τοῖς τελοῦσι καὶ τελουμένοις ἐγένετο· ἐμοὶ δὲ μᾶλλον δοκεῖ ὁ μέγας οὗτος ἀνὴρ περὶ τῶν Ὑπερβορέων λέγειν ἢ περὶ τῆς τοιαύτης θυσίας. τί οὖν ἐστι τὸ κεκρυμμένον τῷ γράμματι; ἀπολογία λαμπρά, διότι δὴ μὴ πάλαι, ἀλλὰ νῦν ἑαυτὸν εἰς τὸν λόγον ἐπέδωκε· δεῖ γὰρ τὸν ὡς ἀληθῶς φιλόσοφον ἄνδρα μυηθῆναι καὶ οὕτως μυῆσαι, κα θαρθῆναι καὶ οὕτως καθᾶραι, μεταποιηθῆναι τῷ πνεύματι καὶ οὕτως τὰ τοῦ πνεύματος φθέγγεσθαι, τυθῆναι Χριστῷ καὶ οὕτως σφαγιάσαι πνευ ματικῶς τὸν μυσταγωγούμενον καὶ θῦσαι θεῷ. «χθές» φησίν «ἐσφάττετο ὁ ἀμνός, καὶ ἐχρίοντο αἱ φλιαί», τουτέστιν ἐμαυτὸν ἐσφαγίασα ὅλον καρ ποφορήσας θεῷ, καὶ τῷ θείῳ αἵματι τοῦ ὑπὲρ ἐμοῦ σφαγιασθέντος τὰς τοῦ νοῦ κατέχρισα φλιάς, πρᾶξιν καὶ θεωρίαν φημί. ἐφ' οἷς «ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα»· τῶν γὰρ πρωτοσπόρων μοι ἐννοιῶν τυθεισῶν τῷ θεῷ, ὡς μὴ διὰ τούτων τὸν ἀντικείμενον τῇ ψυχῇ εὑρεῖν πάροδον, ἡ σύμπασα τῆς πονηρίας ζοφερὰ δύναμις ἐπεθρήνησε. «καὶ ἡμᾶς παρῆλθεν ὁ ὀλοθρεύων»· τετειχισμένῳ γάρ μοι ταῖς ἀρεταῖς ἐντυχὼν καὶ μηδεμίαν εὑρηκὼς πάροδον ὁ τῶν ψυχῶν παρέδραμεν ὀλοθρευτής. τοιαῦτα μὲν τὰ πρὸ τοῦ· ἀλλ' οὔπω τὴν χθὲς πάντῃ τὴν Αἰγυπτιακὴν κακίαν πεφεύγαμεν. ὁ γὰρ πρακτικῶς τὰς ἀρετὰς ἐργαζόμενος οὔπω τῆς ὕλης ἀπῆρεν, ἀλλ' ἔτι μένει· προσδόκιμος δὲ τῆς ἀποδημίας ἐστίν, ἐπεὶ καὶ ἐν ταῖς τυπικαῖς ἱστορίαις ἡ Αἴγυπτος ἔτι εἶχε τοὺς τὸν ἀμνὸν σφαγιάσαντας καὶ τὰς φλιὰς χρίσαντας. «Σήμερον δὲ καθαρῶς Αἴγυπτον» πέφευγα, ὅλον ἐμαυτὸν δοὺς τῷ πνεύ ματι καὶ μηδέν τι ἐπισυρόμενος τῆς γενέσεως (τούτου γὰρ ἔμφασις τὸ «καθαρῶς»), «καὶ Φαραὼ τὸν πικρὸν δεσπότην καὶ τοὺς βαρεῖς ἐπιστά τας», τουτέστιν αὐτὴν τὴν ὕλην τοῦ σώματος, ἥτις δεσπότου δίκην ἐπί κειται βαρύνουσα τὴν ψυχήν, καὶ τοὺς ἐκ ταύτης ἀναφυομένους πονηροὺς λογισμούς. «καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώμεθα»· τῆς γὰρ ὕλης τὴν δεσποτείαν εἰληφυίας τῆς ψυχῆς, καὶ τῶν πονηρῶν λογισμῶν οἷα δὴ ἐργοδοτῶν τινων ἐπικειμένων καὶ καταναγκαζόντων τὸν ἄνθρωπον μὴ θεῖα οἰκοδομεῖν ὀχυρώματα, δι' ὧν ὁ νοῦς πρὸς οὐρανὸν ἄνεισι, πηλῷ ἐμφερῆ τὰ δοκοῦντα ὀχυρώματα πέφυκε πλίνθοις εἰργασμένα ὀπταῖς, ἥτις διάρρυτος μὲν πάντῃ πέφυκεν, ἀσθενέσι δὲ συγκεκράτηται λογισμοῖς οἷα δὴ ἀχύροις λεπτοῖς. «καὶ οὐδείς ἐστιν ὁ κωλύσων ἡμᾶς ἑορτάζειν κυ ρίῳ τῷ θεῷ ἡμῶν ἑορτὴν τὴν ἐξόδιον». ἐπειδὴ γὰρ ἐμαυτὸν τέθυκα τῷ θεῷ καὶ πρὸς μυσταγωγίαν γέγονα ἐπιτήδειος, οὐδεὶς ὁ κωλύσων με ἑόρτιον εὐχαριστίαν ἀποδιδόναι τῷ κρείττονι καὶ τοὺς τῆς μυσταγωγίας λόγους δημοσιεῦσαι, οἷς δὴ τοὺς μύστας ὑμᾶς ἀνάξω πρὸς τὸν θεόν. «οὐκ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, μηδὲν ἐπιφερομένους Αἰγυπτιακοῦ καὶ ἀθέου φυράματος». ὁ μὲν γὰρ πρακτικὸς ἔτι καὶ τὸν ἔξω κατακοσμῶν ἄνθρωπον οὐ τὴν ἄζυ μον καθαρότητα προσάγει θεῷ· ἀκμὴν γὰρ ἐπίμικτός ἐστι τῇ κακίᾳ, μὴ διεσπασμένος ἀπὸ τοῦ σώματος. ὁ δὲ πρὸς τὴν θεωρίαν μεταβιβάσας τὸν νοῦν, οὐδέν τι τοῦ σώματος ἐπιστρεφόμενος, καθαρὰν καὶ εἰλικρινῆ καὶ τοῦ ἀθέου φυράματος ἀνεπίμικτον προσάγει θεῷ τὴν διάνοιαν. Ταῦτά μοι ὀλίγα ἐκ πολλῶν ἐσχεδίασται πρὸς ὑμᾶς. ὁ δὲ λόγος, διότι οὕτως ἐσχηματίσθη ὁ ἅγιος, οὗτός ἐστιν· οὐκ ἐβούλετο τὸ τῆς ἀναστάσεως εἶδος ὑψηλολογῆσαι καὶ καθαρῶς εἰπεῖν, ἵνα μὴ κόμπου καὶ ἀλαζονείας γραφῇ· διὰ τοῦτο τῷ τῆς ἱστορίας ὕφει θεολογικῶς τὸν λόγον κατακρύψας, ὁμοῦ τε ὅπερ ἐβούλετο κατώρθωσε καὶ τὰς τῶν ἀντιλεγόντων λαβὰς ἐκπέφευγεν. ὑμεῖς δὲ τοιαῦτα παρ' ἐμοῦ λαβόντες συνθήματα, δύνασθε καὶ τὸν πάντα λόγον κατὰ τὴν μυστηριώδη ταύτην θεωρίαν ἐφοδεῦσαι καὶ θεωρῆσαι.

Intertext edge

Open linked passage

Note