Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 103 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
103.1
Ἐξήγησις εἰς τὸν θεολογικὸν δεύτερον λόγον, οὗ ἡ ἀρχὴ «ἐπὶ τῆς φυλακῆς μου στήσομαι». Οἱ τῷ μεγάλῳ θεολόγῳ τὴν περὶ τοῦ πάσχα ὀπτασίαν ὡς ἀληθῆ χαρι ζόμενοι κόλακές μοι δοκοῦσιν εἶναι τοῦ θείου τοῦδε πατρός, καὶ εἰδέναι μὲν ὡς οὐδὲν τοιοῦτον τεθέαται ὁ μακάριος, καταχαρίζεσθαι δὲ αὐτῷ ὡς οὐ πεπλασμένην τὴν τοιαύτην ἐμφάνειαν. ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν προσμαρτυρήσαιμι τῷ ἀνδρί, τὰ δὲ πολλῷ τούτου κρείττονά τε καὶ ὑψηλότερα· οὐδὲ γὰρ δι' ἐμφάσεων καί, ὅ φησιν αὐτός, χαρακτήρων πεπλανημένων τὰ θεῖα ἐθεᾶτο μυστήρια, οὐδὲ ἀγγέλῳ τοιῶσδε ἢ τοιῶσδε πεπλασμένῳ καὶ πρὸς τριχώδη πτεροφυΐαν διατετυπωμένῳ προσομιλῶν ἐκεῖθεν ἐλάμβανε τῶν ἀπορρήτων τὴν μύησιν, ἀλλ' ἀπαστράπτοντι καὶ αὐγοειδεῖ νῷ ἄνευ τινῶν παραπετασμάτων γυμνῶν αὐτῶν ἐπεβάτευσε τῶν ἀρρήτων, αὐτόπτης τῶν ἀθεάτων γενόμενος. ὃ δὲ τὸ τῆς αὐτοψίας δύναται ὄνομα, Πρόκλῳ τῷ πάνυ μαθήσεσθε ἐντυγχάνοντες. ὅθεν οἱ καταχαριζόμενοι τῷ ἁγίῳ τὴν θεοειδῆ ταύτην ὀπτασίαν καὶ κρείττονα ἐλαττοῦν μοι δοκοῦσι τὸν ἄνδρα τῇ θεωρίᾳ καὶ ἐνδείκνυσθαι ὡς ἔτι ὁ νοῦς αὐτῷ σαρκὶ συνδεδεμένος καὶ αἵματι σωματικοῖς ὡμίλει θεάμασι. Τί ποτ' οὖν ἐστιν ὅ φησι, καὶ τίς ὁ λόγος τῆς πλάσεως; διὰ τί δὲ τῶν μειζόνων ἠξιωμένος πρὸς τὰ ἐλάττονα ταῦτα κατέπιπτεν; ἐνεξουσιάζει τοῖς λόγοις, καὶ τὴν ῥητορικὴν τέχνην ἐκμελετήσας ὡς ἄριστα εἴς τε τὸ ἄκρον τῆς φιλοσοφίας ἀναχθεὶς καὶ διὰ ταῦτα μηδένα ἔχων τὸν ἐλέγχειν δυνάμενον, διὰ μὲν τῆς τέχνης τὰ τῆς προσωποποιίας ἡμῖν ἀνακαλύπτει μυστήρια, διὰ δὲ τῆς φιλοσοφίας ἑαυτῷ τὰ κεκρυμμένα προσμαρτυρεῖ. καὶ ἐπεὶ οὐδὲν ἧττον σεμνότερος Ἀμβακούμ, ὅσον ὁ μὲν τῶν ἐσομένων ἐμυήθη τὴν πρόγνωσιν, ὁ δὲ αὐτὴν τῶν προμηνυθέντων τὴν ἔκβασιν ἐθεάσατο, μείζονος ἢ κατὰ προφήτην ἑαυτὸν ἀξιοῖ χάριτος, καὶ στῆναί φησιν «ἐπὶ τῆς» ἰδίας «φυλακῆς», κατὰ τὴν προφητικὴν ὁμοιότητα, καὶ ἰδεῖν κρείττω καὶ ὑψηλότερα ὧν ἐκεῖνος τεθέαται. Ὁ μὲν γὰρ προφήτης αὐτὰ τὰ μέλλοντα μυστήρια προτυπούμενος ἐν συμβόλοις ταῦτα καὶ αἰνίγμασιν ἐθεάσατο, ἐπὶ τῆς ἑαυτοῦ στὰς φυλακῆς· φυλακὴ δέ ἐστι τὸ μέτρον τῆς ἑκάστου ψυχῆς, καθ' ὃ δὴ ἀνάλογον τὰς θείας τις ὀπτασίας δέχεται· εἰ μὴ γὰρ κατὰ τὸ μέτρον τῆς νοερᾶς διακρί σεως τοῖς θείοις ἐπιβάλλει τις, ἀλλ' ἐπὶ τὸ μεῖζον ἐπεκταθείη τῇ θεωρίᾳ, πεπλάνηται καὶ σκότος τοῦ φωτὸς ἀνταλλάττεται. ἐπεὶ τοιγαροῦν ὁ θεῖος ἐκεῖνος προφήτης, ἐπὶ τοῦ μέτρου τῆς οἰκείας στὰς γνώσεως ὥσπερ τινὸς φυλακῆς περιτετειχισμένης καὶ θριγκίοις ἀρρήκτοις περιβεβλημένης, τῶν ἀπορρήτων εἶδε τὴν μύησιν, οὐκ ἠνέσχετο ὁ πολὺς οὗτος τὰ θεῖα πατήρ, τῶν εἰκόνων ἐκείνων τὰ ἀποτελέσματα θεασάμενος, μὴ κρείττονα ἑαυτῷ ἀναπλάσαι τὴν ὀπτασίαν καὶ σεμνότερα τῶν προφητικῶν φθέγξασθαι. τῷ τε γὰρ ἀξιώματι τοῦ λόγου καὶ τῇ τῆς ψυχῆς καθαρότητι καὶ τῇ περὶ τὰ θεῖα ἀκλινεῖ πίστει καὶ ἀψευδεῖ ἀνεξέλεγκτον εἶχε τῶν εἰρημένων τὴν δήλωσιν, ἐπὶ τῆς οἰκείας καὶ οὗτος φυλακῆς στάς, «τῆς δεδομένης» αὐτῷ «παρὰ τοῦ πνεύματος ἐξουσίας καὶ θεωρίας». ἐξουσίας μέν, ὅτι πᾶσα ψυχὴ ἀναχθεῖσα πρὸς τὴν θείαν ἁπλότητα, αὐτοῖς ἀμέσως προσομιλοῦσα τοῖς θείοις θεάμασιν, ἐνεξουσιάζει τοῖς θείοις ὁράμασι, καὶ πρὸς τὴν τῶν ἀκουόντων ἀναλογίαν συγκαταβαίνουσα τυποῖ τε τὰ ἀτύπωτα καὶ πλάττει τὰ ἄπλαστα· θεωρίας δέ, ὅτι μὴ τὸ βούλημα μέτρον τῶν ὀπτασιῶν κεκλήρωται, ἀλλὰ τὴν γνωστικὴν δύναμιν καὶ τὸ μέτρον αὐτῆς τῆς καθάρσεως. Ἐζήλου δὲ καὶ τὴν προφητικὴν χάριν ὁ μέγας οὗτος ἀνήρ, καὶ ἐπειδὴ τὰ παρὰ τοῦ προφήτου εἰρημένα καινὴν ἔχει καὶ τὴν ἐξαγγελίαν τῆς λέ ξεως καὶ τῆς διανοίας τὴν δύναμιν, παράδοξον δὲ καὶ τὴν πίστιν καὶ αὐτό ματον πρὸς τὴν συγκατάθεσιν (οὐ γὰρ λογικῶς ἐφοδεύει ὁ τῶν ἀπορρήτων μύστης, οὐδὲ συλλογιστικῶς ἢ ἀποδεικτικῶς ποιεῖται τὴν ὑφήγησιν, ἀλλὰ τελεστικῶς καὶ μετὰ κρείττονος ἀναγωγῆς καὶ θειοτέρας ἐξαγγελίας), διὰ ταῦτα καὶ ὁ μέγας οὗτος ἀνήρ, βουλόμενος τὸν περὶ τῆς ἀναστάσεως λόγον μήτε λογικαῖς ὑποβαλεῖν ἀποδείξεσι μήτε τεχνικαῖς πίστεσι μήθ' ὅλως μεθόδοις ἐπιστημονικαῖς, ἀλλὰ θεοειδέστερον αὐτὰ ἐξαγγεῖλαι, ὡς ἂν μή τις ἀντιλέγειν ἔχοι ὡς λογικῶς εἰρημένοις, ἐπὶ τὴν θείαν ταύτην τῆς προφητείας ἐκφαντορίαν τὸν οἰκεῖον λόγον ἀνήγαγε, καὶ κατὰ ζῆλον προφητικὸν πλασάμενος τὴν ὑφήγησιν, τήν τε ὑποτρέχουσαν ταῖς λογι καῖς πραγματείαις ὑπόνοιαν ἐκπέφευγε καὶ τὰ θεῖα θείως ἐξήγγειλεν, ἑρμηνεύσας σεμνῶς τὰ σεμνά. εἰ δὲ οὕτως ἀτυπώτως τὰ θεῖα θεώμενος ἐν τύποις ἡμῖν καὶ συμβόλοις ἐξήγγειλε, θαυμάζειν οὐ χρή· πρὸς γὰρ τὴν δύναμιν τῆς ἡμετέρας ὑποδοχῆς τὴν τοιαύτην ὑφήγησιν ἐτεκτήνατο. Ἡ μὲν οὖν αἰτία τῆς πλάσεως αὕτη. οἱ λόγοι δὲ τῶν κατὰ μέρος ὀπτα σιῶν οἵδε· «ἔστην» φησί «καὶ ἀπεσκόπευσα». τὸ μὲν οὖν «ἔστην» τῆς κατὰ ψυχὴν σταθηρότητος σύμβολον καὶ τῆς ἀκλινοῦς καὶ ἀμετακινήτου πρὸς τὰ χείρονα στάσεως, τὸ δ' «ἀπεσκόπευσα» τῆς ἀκριβοῦς θεωρίας καὶ καταλ λήλου τῆς γνώσεως πρὸς τὰ γνωστὰ φορᾶς δηλωτικόν. καὶ γὰρ καὶ οἱ σωματικοῖς ὀφθαλμοῖς βουλόμενοί τι τῶν μακρόθεν ἰδεῖν πρῶτον μὲν ἀκλινῶς τὼ πόδε κατὰ γῆς ἐρείδουσιν, ἔπειτα τῶν ὀφθαλμῶν τὴν χεῖρα ὑπερκοιλάναντες καὶ τὰς ἀκτῖνας τῶν ὀμμάτων ἰθυτενῶς πρὸς τὸ ὁρώμε νον ἀπευθύναντες, ἀκριβῶς ὁρῶσιν ὅπερ ἰδεῖν σπεύδουσιν. ἀναλόγως οὖν τῇ τοιαύτῃ στάσει καὶ ἀποσκοπεύσει καὶ ὁ μακάριος τῷ νοῒ στὰς ἀραρότως καὶ ἀκλινῶς, εἶτα οἷον ἀπολεπτύνας καὶ τὴν τούτου ἀκτῖνα ὥσπερ τόξου βέλος πρὸς τὸν σκοπὸν ἀφείς, εἶδεν ἅπερ αὐτὸς κατιὼν ἐρεῖ· «ἀπεσκό πευσα», γάρ φησι, καὶ εἶδον. δεῖ γάρ τινα πρῶτον μὲν στῆναι ἐν τῇ ἀκλινεῖ στάσει τῆς ψυχῆς, εἶτα τεῖναι τὸν νοῦν πρὸς τὸ ἄναντες, εἶθ' οὕτως ἰδεῖν· οὐ γὰρ ὁ ὁπωσοῦν στὰς καὶ ἀποσκοπεύσας πάντως καὶ εἶδεν, ἀλλ' ὁ τὴν ψυχὴν μὲν πρῶτα σταθηρὰν ἐργασάμενος καὶ τὴν πρὸς τὰ χείρω ῥοπὴν ἀμετάκλιτον, εἶθ' οὕτως κατὰ σκοπὸν βαλὼν τὸν νοῦν καὶ ἁρμόσας τὸν ἐν τῇ ψυχῇ νοῦν τῷ πρώτῳ καὶ ἁπλουστάτῳ νοΐ. ὥσπερ γὰρ ὁ κεκυφὼς ἐπὶ γῆν οὐκ εὐθὺς εἰς οὐρανὸν ἀνανεύει, ἀλλὰ δεῖται πρῶτον ἀπὸ γῆς ἀνανεῦσαι καὶ κατ' ἴσον τοῖς ὤμοις ποιεῖν τὴν κεφαλήν, εἶθ' οὕτως πρὸς τὸ ἄναντες ποιεῖν τὸ πρόσωπον, οὕτως ὁ ἀπὸ τῆς ὕλης ἀνανεύων πρῶτα μὲν τὴν μέσην διεξάγει ζωήν, ἣν δὴ ψυχικὴν ὁ λόγος οἶδε καλεῖν, ἔπειτα τὴν ὑψηλοτέραν, ἣν δὴ πνευματικὴν ἀποφαίνεται. τὸ μὲν οὖν «στῆναι» τὴν ψυχικὴν πολιτείαν κατηγορεῖ, τὸ δ' «ἀποσκοπεῦσαι» τὴν τελεωτέραν καὶ τῷ ὄντι πνευματικήν· δεῖ γοῦν τινα πρῶτον στῆναι καὶ οὕτως ἀποσκο πεῦσαι. «Καὶ ἰδού» φησίν «ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ». οὐ γὰρ μετὰ τὴν στάσιν, φησί, καὶ μετὰ τὴν ἀποσκόπευσιν κενόν μοι ἐγένετο τὸ τῆς ψυχῆς ἔκταμα, ἀλλ' ἐπειδὴ ψυχικῶς ἔστην καὶ πνευματικῶς ἀπεσκόπευσα, οὐδέν τι τῷ νῷ κενοδρόμημα γέγονεν, ἀλλ' ὁμοῦ τε εἶδον «καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ». «ἀνὴρ» μέν, ὅτι οὐδέν τι τῶν θείων θῆλυ καὶ μαλακόν, οὐδ' ἀγεννές τε καὶ ἄνανδρον, μηδ' ἐκλελυμένον καὶ ἄτονον. «ἐπιβεβηκὼς» δέ, ὅτι μηδὲν ἐν ἐκείνοις σεσυρμένον τε καὶ πεζόν. «ἐπὶ» δὲ «τῶν νεφελῶν», ὅτι πᾶσα γονιμότης περὶ τὰ κρείττονα καὶ θείων ὑδάτων ἐπιρροή· τὰ γὰρ τῇδε αὐχμοῦ ἔμπλεα καὶ ξηρότητος, ἐκεῖ δὲ σταγόνες ψεκάζουσαι καὶ νεφέλαι ἀποθλίβουσαι «ὑετὸν πρώιμόν τε καὶ ὄψιμον». ἡ δὲ «τοῦ οὐρανοῦ» προσθήκη τοῦτό μοι δηλοῦν φαίνεται, ὅτι μηδὲ εἶχεν ἡ ὀπτασία περιπέζιόν τι καὶ πρόσγειον· ἐπειδὴ γὰρ αἱ νεφέλαι τὰς τῶν ὑψηλοτάτων ὀρῶν οὐχ ὑπερβάλλουσι κορυ φάς, καὶ μάρτυς ἐν τοῖς Μετεώροις Ἀριστοτέλης ἱστορῶν ἀκρωρείας ἐνίων ὀρῶν, αἳ μὴ ὑετοῖς καταβρέχονται μήτε χαλάζαις κατακροτοῦνται, οἷον δὴ καὶ τὸν Ὄλυμπον Ὅμηρος ὑπαινίττεται, διὰ ταῦτα ὁ μακάριος οὗτος προστέθεικεν εἰρηκὼς «ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ». νεφέλαι δὲ οὐρανοῦ τυγχάνουσι νοητῶς θεῖαι δυνάμεις καὶ ὑψηλαὶ καὶ μετέωροι, ἐφ' ὧν ἕτεραι δυνάμεις ἐποχούμεναι τάδε ἢ τάδε τοῖς ἀξίοις τοῦ θεάματος ἀπαγγέλλουσιν. Ἀλλ' ἐπειδὴ πολὺ πέλαγος ὁρῶ τῆς θεωρίας ὑπανοιγόμενον, ὡς μήτε τὴν ἐμὴν γλῶτταν πρὸς τὴν κατὰ μέρος ἀναγωγὴν ἐν βραχεῖ ἐξαρκεῖν μήτε τὴν ὑμετέραν χεῖρα πρὸς τὴν τῶν ὑπηγορευμένων γραφήν, ἐνταῦθα στῆσαι τὸν λόγον βέλτιον. ἴσως γὰρ ὑμεῖς προσθείητε τὰ λοιπά, ὥσπερ ἐπὶ κύκλου ἐμοῦ τὸ κέντρον δεδωκότος καὶ τὸ διάστημα· θᾶττον γὰρ ὑμεῖς τὴν τῆς γραμμῆς περιάγοιτε περιφέρειαν.

Intertext edge

Open linked passage

Note