Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
104.1
Ἐκ τοῦ εἰς τὸν μέγαν Ἀθανάσιον, εἰς τὸ «ᾧτινι μὲν οὖν ἐξεγένετο» Τῆς θείας ὁ πατὴρ μακαριότητος ἀξιοῖ τοὺς «διὰ λόγου καὶ θεωρίας διασχόντας τὴν ὕλην καὶ» ὑπὲρ «τὸ σαρκικὸν» γενομένους «εἴτε νέφος εἴτε προκάλυμμα» καὶ τοῦτον τὸν τρόπον «θεῷ» πλησιάσαντας, ἐν βραχεῖ λόγῳ τῆς θείας ἀνόδου τὸ πᾶν συγκεφαλαιωσάμενος. ἀλλ' ὅτι μὲν «μα κάριοι» οἱ οὕτω τῷ πρώτῳ «συγκραθέντες φωτὶ» καὶ αὐτοὶ ἴσμεν τε καὶ πεπείσμεθα. ἐπαποροῦμεν δὲ τί ποτέ ἐστι τὸ «διασχεῖν» μὲν «τὴν ὕλην» καὶ «τοῦ σαρκικοῦ νέφους» ὑψηλοτέρους γενέσθαι, πῶς δὲ λόγῳ καὶ θεωρίᾳ τῷ ἀθεωρήτῳ καὶ ὑπὲρ λόγον δεῖ προσβαλεῖν, τίς δὲ ἡ ὕλη παρὰ τὸ σαρκικὸν νέφος, καὶ τίνι λόγῳ ὁ μέγας οὗτος πατὴρ ἐπαμφοτερίζει περὶ τούτου ταῖς ἐννοίαις ἐπαπορῶν «εἴτε νέφος» χρὴ τὴν σάρκα καλεῖν «εἴτε προκάλυμμα», καὶ τίς ἡ διαφορὰ νέφους καὶ προκαλύμματος. Περὶ τούτων γὰρ τῶν ἀποριῶν καὶ πρότερον παρὰ πολλῶν ἀξιωθεὶς ἐπιλύσασθαι, εἰς τόδε καιροῦ τὸν λόγον ἀνεβαλόμην, ὑμῖν πρώτοις ἀπο δοῦναι βουλόμενος τὴν ἐπίλυσιν. λυτέον δὲ ἡμῖν τῶν ἀπορουμένων πρῶ τον τὸ περὶ τοῦ «λόγου» καὶ τῆς «θεωρίας», ὅπως ποτὲ διὰ τούτων ἡμῖν ἡ πρὸς τὸ θεῖον ἄνοδος γίνηται· τῶν γὰρ πλησιαζόντων θεῷ οἱ μὲν μετ' ἐπιστήμης τὴν πρὸς ἐκεῖνον πλουτοῦσιν ἐγγύτητα, οἱ δ' ἁπλῶς οὕτως ἀσκητικαῖς ἀγωγαῖς καὶ μεθόδοις πρὸς ἐκεῖνον ποιοῦνται τὴν ἄνοδον, οἱ δὲ καὶ φύσεως πλεονεξίᾳ ἐξ αὐτῆς εὐθὺς τῆς γεννήσεως παρθενεύειν λαχόντες διὰ τῆς φυσικῆς καθαρότητος πεπλησιάκασι τῷ θεῷ. μακάριος μὲν οὖν ὁ ὅπως ποτὲ ἐγγίσας τῷ πάσης ὑπερκειμένῳ τῆς φύσεως, μα καριώτερος δὲ τοῦ διὰ τὴν φύσιν ὁ διὰ τὴν ἄσκησιν, καὶ τούτων ἔτι εὐδαιμονέστερος «ὁ λόγῳ καὶ θεωρίᾳ» τῷ θείῳ λόγῳ καὶ τῷ εἴδει πλη σιάσας τοῦ ἀειδοῦς. Ἐπεὶ δὲ ὁ περὶ τούτου λόγος δυσείκαστος ἡμῖν καὶ δυσερμήνευτος πέφυκε, παραδείγματί τινι τῶν σωματικῶν τὸ κεκρυμμένον τούτου ἀνα πτυξόμεθα. ἔστω γάρ τινα τῶν τὴν γραφικὴν ἐπιστήμην μετιόντων μελε τᾶν, ὅπως ἂν τὸ ἐν τῷ παραδείγματι κάλλος τῷ ἐν τῷ μορφουμένῳ παρ' αὐτοῦ μεταμορφώσειεν ὁμοιώματι. τὸν μὲν οὖν λόγον τῆς γραφικῆς ἐπιστήμης οὗτος παραλαβὼν τῇ ψυχῇ, οὐκ ἀξιόχρεων ἥγηται πρὸς τὴν μίμησιν, εἰ· μὴ καὶ πρὸς τὸ παράδειγμα βλέψειε· τῷ δὲ παραδείγματι ἐνατενίζων, εἰ μὴ καὶ τῷ τῆς γραφικῆς λόγῳ χρήσαιτο, ἐξ ἀνάγκης διαμαρτήσαιτο τοῦ σκοποῦ· λόγῳ δὲ καὶ θεωρίᾳ εἰκονογραφῶν τὸ ὁμοίωμα, τοῦ ἐν τῷ παραδείγματι κάλλους οὐκ ἀποτεύξεται. ἐπεὶ οὖν ζωγράφοι τυγχάνομεν τῶν ἐν τῇ ψυχῇ ἀρετῶν, δεῖ ἡμᾶς καὶ λόγον ἔχειν τῆς ἐπιστήμης καὶ πρὸς τὸ παράδειγμα βλέπειν καὶ κατὰ τὴν ἐκείνου ἰδέαν ἀφομοιοῦν ἑαυτούς. ὁ μὲν οὖν πίναξ ἡ ἡμετέρα πέφυκε ψυχή· χρώ ματα δὲ αἱ ἀρεταί· ἡ δὲ τῶν χρωμάτων κρᾶσις ἡ τῆς γραφικῆς ἐπιστή μης δύναμις· τὸ δὲ παράδειγμα ὁ θεός· ἡ δὲ πρὸς τοῦτο ὅρασις τὸ ἀεὶ πρὸς τὸν θεὸν νεύοντας, οὕτως τὰς ἑαυτῶν καταχρῴζειν ψυχάς· ἡ δὲ τῆς εἰκόνος πρὸς τὸ πρῶτον κάλλος ἐμφέρεια τὸ τῆς ἐπιστήμης τυγχάνει κεφάλαιον. Ἐκεῖνος τοίνυν μακάριος ὁ μετ' ἐπιστήμης τὰς ἀρετὰς μετιὼν καὶ πρὸς τὸ θεῖον ἀποβλέπων εἶδος ὡς πρὸς παράδειγμα καὶ οὕτως ἐμφερῆ πρὸς ἐκείνην τὴν ἰδέαν τὴν ἑαυτοῦ ψυχὴν ἐργαζόμενος. παράδειγμα γὰρ ἑαυτὸν ὁ θεὸς τῷ κόσμῳ παντὶ ἐδωρήσατο, τοῦτο μὲν καὶ ἐν τῷ πρώτῳ κάλλει ἑστώς, τοῦτο δὲ καὶ τῇ μιᾷ τῶν ὑποστάσεων σαρκωθείσῃ χειραγωγήσας ἡμᾶς πρὸς τὴν μίμησιν (τοῦ σαρκωθέντος γὰρ υἱοῦ ἡ φωνή) πρὸς αὐτὸν ἀφορᾶν τοὺς μαθητευομένους ἐκείνῳ καὶ τὴν αὐτοῦ πολιτείαν ζηλοῦν. Ὁ μὲν οὖν «λόγος», ὥσπερ εἰρήκαμεν, τὴν τῆς ἀρετῆς ἐπιστήμην αἰνίττεται, ἡ δὲ «θεωρία» τὸ εἶδος τοῦ παραδείγματος. δι' ἀμφοῖν οὖν μακάριος ὁ ἐγγίζων θεῷ, εἰ δὲ θατέρου στερίσκοιτο, χωλὴν ὄντως καὶ κολοβὴν ἀποδώσει τὴν ἀρετὴν τῷ ἀρτίῳ θεῷ. ἐντεῦθεν γὰρ καὶ «διασχεῖν τὴν ὕλην» δυνήσεται· τῇ γὰρ ἐπιστημονικῇ τῶν ἀρετῶν ἐργασίᾳ καὶ τῇ ἀτενίσει τῇ πρὸς τὸ πρῶτον παράδειγμα διαποικιλλομένη ἡ ψυχὴ καὶ μορφουμένη ὁμοῦ τε τῆς ἀειδοῦς ὕλης πόρρω γίνεται καὶ πρὸς θεὸν ἄν εισιν, ἐσχηματισμένη ὡς ἐφικτὸν πρὸς τὸ ἀσχημάτιστον ἐκείνου κάλλος καὶ τὸ ἀνείδεον εἶδος καὶ ἀμόρφωτον. τὸ δὲ ἐπαγαγεῖν τὸν μέγαν τοῦτον πατέρα μετὰ τὸ «διασχεῖν τὴν ὕλην» τὸ «καὶ ὑπεράνω τοῦ σωματικοῦ νέφους ἡμᾶς γενέσθαι» τοῦτό μοι αἰνίττεσθαι δοκεῖ, ὡς ἡ μὲν ὕλη ἀρχή τίς ἐστι τοῦ σώματος καὶ οἷον ὑποβάθρα αὐτῷ καὶ κρηπίς, τὸ δὲ σῶμα τὸ ἐντεῦθεν μετὰ τοῦ εἴδους μορφωθέν. ἡ μὲν οὖν ὕλη εὐμισητότατον πέφυκεν· ἄμορφος γὰρ πάντῃ οὖσα καὶ ἀνείδεος ὡς αἶσχος ταῖς ἀνθρω πίναις μισεῖται ψυχαῖς· τὸ δὲ σῶμα εἰδοποιηθὲν κάλλους τε φαντασίαν παρέχει καὶ συμμετρίαν ἀρίστην, καὶ διὰ τοῦτο περιέπεται παρ' ἡμῶν καὶ ἀσπάζεται. ἀλλ' ὁ πρὸς θεὸν ἀνιὼν διὰ τῆς τῶν ἀρετῶν ἐπιστήμης καὶ τῆς πρὸς ἐκεῖνον ἐνατενίσεως οὐ τὴν ὕλην μόνον ἀποδιοπομπεῖται, ἀλλὰ καὶ αὐτὸ δὴ τὸ μεμορφωμένον σῶμα διὰ τὴν τοῦ πρώτου κάλλους ἰδέαν ἄμορφον ἡγεῖται καὶ ἀδιατύπωτον. Οὐκ ἀλόγως δὲ ἐπαμφοτερίζει «εἴτε» χρὴ «νέφος» λέγειν τὴν σάρκα «εἴτε προκάλυμμα»· ἀμφότερα γὰρ τῷ ἀκριβεῖ λόγῳ ἐπιμαρτύρεται. ἀλλὰ πρότερον εἴπωμεν, τί τὸ νέφος δηλοῖ καὶ τί τὸ προκάλυμμα, ἵν' ἐντεῦθεν γνοίημεν ὅπως τοῖς μὲν νέφος ἡ σάρξ, τοῖς δὲ προκάλυμμα πέφυκε. τὸ μὲν οὖν «προκάλυμμα», ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, τὸ προκείμενόν τινος πέφυκε καὶ καλύπτον ἐκεῖνο, ὥστε μὴ φανερὰν τὴν οὐσίαν ἐκείνου τοῖς ὁρῶσι καθίστασθαι, ὥσπερ ὁ βυθὸς τοῦ ὑποκειμένου τούτῳ ὀστράκου προκάλυμμα καὶ τοῦ σώματος ὁ χιτών, καὶ ἁπλῶς πᾶν ὅσον πρόκειται τοῦ ὑποκειμένου τυγχάνει προκάλυμμα. τὸ δὲ «νέφος», ἔστι μὲν καὶ τοῦτο οἷον προκάλυμμα τοῦ ἡλίου προβεβλημένον καὶ οὐκ ἐῶν τὴν ἐκείνου διικνεῖσθαι αὐγήν· τοσοῦτον δὲ διαφέρει τοῦ προκαλύμματος, ὅτι τὸ μὲν τάχιστα διαλύεται, τὸ δὲ προκάλυμμα τῷ στερεμνίῳ τῆς φύσεως μονιμω τέραν ἔχει τὴν σύστασιν. καὶ ἡ σὰρξ τοιγαροῦν τοῖς μὲν νέφους ἐπέχει λόγον, τοῖς δὲ προκαλύμματος· ὅσοι μὲν γὰρ τῇ τοῦ ζήλου θερμότητι καὶ τῷ τῆς πίστεως ζέοντι ἀντείχοντο τῶν ἀρετῶν καὶ τὴν πρὸς θεὸν ὠδίνησαν ἄνοδον, τούτοις οἷόν τι νέφος ἡ σὰρξ διαλύεται, ἧττον ταῖς ψυχικαῖς ἐνεργείαις παρεμποδίζουσα· ὅσοι δὲ ἀμβλύτερον ἢ ῥαθυμότερον τῆς ἀρετῆς ἥψαντο, τούτοις ἡ σὰρξ προκάλυμμα πέφυκεν, ἐπικειμένη ἀεὶ τῇ ψυχῇ καὶ μὴ ἐῶσα ταύτην πρὸς τὸν θεὸν ποιεῖσθαι τὴν ἄνοδον. ὥσπερ γὰρ δι' ὁμιχλώδους ἀέρος δύο ἀφεθέντων βελῶν, ὃ μὲν ἀφείθη ῥωμαλεώτερον οὐδ' ὁπωστιοῦν τῇ ὁμίχλῃ ἐνίσχεται, ὃ δὲ ἀσθενῶν χειρῶν διωλίσθησε τῷ παχεῖ ἀέρι διὰ μέσου ἀνακρουόμενον ἵσταται (καὶ τούτου μαρτύριον ὁ Ἀντιόχου πρὸς Ῥωμαίους πόλεμος), οὕτω δὴ καὶ ψυχῶν ἀναγομένων πρὸς τὸν θεὸν ἡ μὲν ὀξυτάταις πρὸς ἐκεῖνον χρωμένη ταῖς ὁρμαῖς ἀκατά σχετός ἐστι τῇ παχυμερείᾳ τοῦ σώματος, ἡ δὲ ῥαθύμως τῶν συνδέσμων τούτων διολισθαίνουσα ἐνίσχεται τούτῳ καὶ πρὸς τὸν δρόμον παρεμπο δίζεται. καὶ τῇ μὲν πρώτῃ νέφος ἐστὶν ἡ σάρξ, τῷ αὐγοειδεῖ τῆς ψυχῆς διαλυόμενον τάχιστα· τῇ δὲ δευτέρᾳ προκάλυμμα, σῶμα παχὺ καὶ γεῶδες, ἀντιβαῖνον αὐτῇ πρὸς τὸν δρόμον καὶ ἀντικείμενον.