Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
105.1
Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος». Ἑλλήνων μὲν οἱ φιλοσοφώτατοι περὶ τὴν παρ' ἐκείνων θρυλλουμένην μοναρχίαν πολλὰ δὴ καὶ πολλάκις πραγματευσάμενοι οὐ μόνον πρὸς ἀλλήλους ἠναντιώθησαν, ἀλλὰ καὶ σφίσιν αὐτοῖς οἱ καθ' ἕνα ἀσυμφώνους λόγους ἀποδεδώκασιν. ὁ δέ γε θεῖος οὗτος πατὴρ καὶ θεολόγος τῷ ὄντι τὴν τριαδικὴν πολλάκις θεότητα ἀνυμνῶν καὶ θεωρῶν ἥτις ἐστί, κατά γε δύναμιν ὅμοιος ἑαυτῷ ἐν πᾶσι τοῖς λόγοις ἐστίν, ἁπανταχοῦ τὰς μὲν ὑποστάσεις διαιρῶν, συνάπτων δὲ τὴν οὐσίαν. διαιρεῖ δὲ σαφέστατα ταῖς περὶ ἕκαστον πρόσωπον ἰδιότησιν. ἵνα γὰρ μὴ διὰ τὴν οὐσίαν μίαν οὖσαν τὰς ὑποστάσεις συγχέωμεν, ὅπερ δὴ πέπονθεν ἢ πεποίηκεν ὁ Λίβυς Σα βέλλιος, τῷ ἀγεννήτῳ καὶ τῷ γεννητῷ καὶ τῷ ἐκπορευτῷ ἀπ' ἀλλήλων τὰ πρόσωπα διιστᾷ, τὸ μὲν τῷ πατρὶ διδούς, τὸ δὲ τῷ υἱῷ, τὸ δὲ τῷ πνεύ ματι. ἵνα δὲ μὴ ταῖς τῶν προσώπων ἰδιότησι καὶ τὴν θεότητα κατατέμνω μεν, ἧς δὴ δόξης Ἄρειος ἔχεται, ταὐτότητα τούτοις οὐσίας καὶ ἀρχῆς ἀποδίδωσιν. Ἵνα δὲ ἐν κεφαλαίοις τὴν πίστιν ἡμῶν εἰδείητε, ἴστε ὡς μοναρχία μὲν τὸ σεβόμενον παρ' ἡμῖν, οὐχ ὑποστάσει συναιρουμένη μιᾷ, ἀλλὰ προσώποις διαιρουμένη τρισί. καὶ τὸ μὲν ἓν θεότης λέγεται καὶ οὐσία καὶ φύσις καὶ ἀρχὴ καὶ μορφή, τὰ δὲ τρία πρόσωπα καὶ ὑποστάσεις καὶ χαρακτῆρες καὶ ἄτομα· αἱ γὰρ ἰδιότητες παρὰ τὰς ὑποστάσεις, ἀλλ' οὐχ ὑποστάσεις εἰσίν. ἡ δὲ τριαδικὴ αὕτη ἀρχὴ ὡς ἓν μὲν θεωρουμένη ἄναρχος καὶ ἀίδιος καὶ τὸ ξύμπαν αἰώνιος, ὡς δὲ κατὰ πρόσωπα διαιρουμένη, τὸ μὲν αὐτῆς ἄναρχον, τὸ δὲ καὶ ἄναρχον καὶ οὐκ ἄναρχον. εἰ μὲν γὰρ πρὸς τὸ πρῶτον αἴτιον ἀνάγοις, οὐκ ἄναρχον (ἐκεῖθεν γάρ, ἀλλ' οὐ μετ' ἐκεῖνον)· εἰ δὲ πρὸς τὰ τῇδε συγκρίνεις, χρόνους φημὶ καὶ αἰῶνας καὶ πᾶσαν τὴν νοερὰν ἰδιότητα, ἄναρχα καὶ ἀγέννητα. τῶν τριῶν τοίνυν ὑποστάσεων τούτων ἡ μὲν τὸ ὅλον ἄναρχον καλεῖται πατήρ, τῶν δὲ λοιπῶν δύο ἡ μὲν υἱός, ἡ δὲ πνεῦμα, ἄμφω ἀπὸ τοῦ πατρὸς ὑφεστηκότα, ἀλλ' οὐ κατὰ τὸν ὅμοιον τρόπον· ὁ μὲν γὰρ υἱὸς ἐγεννήθη, τὸ δὲ πνεῦμα ἐξεπορεύθη, μᾶλλον δὲ ὁ μὲν γεννᾶται, τὸ δὲ ἐκπορεύεται. οὐ γὰρ ὥσπερ ἀπὸ τοῦ πατρὸς ὁ υἱὸς προεληλύθει γεννητῶς, οὕτω δὴ τὸ πνεῦμα ἀπὸ τοῦ υἱοῦ ἐκπορεύεται, ἵνα τὸ μὲν πρῶτον θῶμεν, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον. ἄπαγε ταύτης τῆς βλασφημίας καὶ πολυθεΐας Ἑλληνικῆς, παρ' οἷς ὁ Οὐρανὸς καὶ Κρόνος καὶ Ζεὺς πατέρες καὶ υἱοὶ καὶ υἱωνοί· εἷς γὰρ παρ' ἡμῖν ἀμφοῖν τοῖν προσώποιν σύνδεσμος ὁ πατήρ, πρὸς ὃν ἀνάγεται ἢ ἔχεται τὰ ἐξ αὐτοῦ. Τοιαύτη μέν, ὡς ἐν ἐπιτομῇ ἐρεῖν, ἡ ἡμετέρα θεολογία, ἣν δὴ διεξ οδεύων πλατύτερον ὁ μέγας οὗτος πατὴρ καὶ διδάσκαλος «πατήρ» φησίν «ὁ πατήρ» καὶ τὰ ἑξῆς. καὶ πρῶτόν γε τοῦτο ἀπορητέον, τίς ἡ τῶν ὀνο μάτων ἐπαναδίπλωσις· οὐ γὰρ ἀκαίρως οἶμαι πολυλογεῖν τὸν σοφὸν τοῦτον ἄνδρα τὸν πᾶν τὸ ἐν τούτοις τοῖς λόγοις ἀτιμάζοντα περιττὸν καὶ περίερ γον. «πατήρ» γάρ φησιν «ὁ πατήρ» καὶ «υἱὸς ὁ υἱός» καὶ «πνεῦμα ἅγιον ἀληθῶς τὸ πνεῦμα τὸ ἅγιον». ἆρα γὰρ οὐχ οὕτως ἦν εἰπεῖν, ὡς ὁ μὲν πατὴρ τόδε, ὁ δὲ υἱὸς οὕτως, καὶ τὸ πνεῦμα ἐκείνως; πρὸς δὲ τούτοις καὶ τοῦτο θεωρητέον, πῶς ἐν τῇ παλιλλογίᾳ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐδέν τι προσ τέθεικε («πατήρ» γάρ φησιν «ὁ πατήρ» καὶ «υἱὸς ὁ υἱός», ταὐτὰ λέγων ἐν ἀμφοτέροις), τὸ δὲ πνεῦμα παλιλλογῶν οὐχ οὕτως εἴρηκεν, ὅτι πνεῦμα τὸ πνεῦμα, ἀλλὰ προστέθεικε τὸ «ἅγιον» καὶ τὸ «ἀληθῶς». οὐ γὰρ μάτην τοῦτο πεποίηκεν, οὐδ' ὥσπερ οἱ ποιηταὶ ἀκαίρως τοῖς ὀνόμασι χρῆται, ἵνα συνάψῃ τὸ κεχηνὸς τοῦ ῥυθμοῦ, οὐδ' ὥσπερ οἱ ῥήτορες, ἵνα περιβολὴν διὰ τῆς ταὐτότητος τῶν ὀνομάτων ποιήσηται. Ἔπειτα καὶ περὶ τῶν ἄλλων προσαπορεῖν δεῖ· ἀλλ' ἵνα μὴ πάντῃ καταδεσμήσαντες ὑμᾶς τοῖς ἀπὸ τῶν λόγων ἅμμασιν οὐδὲν ἧττον καὶ καταναγκάζωμεν ἐν ταῖς λύσεσι, πρῶτόν γε λυτέον ἃ ἠπορήκαμεν. «πατήρ» φησίν «ὁ πατήρ». ἐπειδὴ γάρ τινες ἄλλως ᾤοντο περικεῖσθαι τὸ τοῦ πατρὸς ὄνομα τῷ πρώτῳ αἰτίῳ καὶ κατὰ μόνην τὴν δημιουργίαν νοού μενον, οὐ μέντοι γε κατὰ τὴν πρὸς τὸν υἱὸν σχέσιν προηγουμένως, ὥσπερ δήπου φαμὲν καὶ λόγων πατέρας τινὰς καὶ ἐπιστημῶν καὶ παιδεύσεων, ὥς που δὴ καὶ Πλάτων φησί, «ὁ μὲν πατὴρ τοῦδε τοῦ παντός». ἐπειδὴ τοιγαρ οῦν οὕτως συγκεχυμένως τὸ τοῦ πατρὸς ὄνομα [... 12...], οὗτος ὁ μέγας ἀνὴρ ἐπὶ τοῦ υἱοῦ ἰδιοτρόπως ἀφορίζων, «πατήρ» φησίν «ὁ πατήρ», τουτέστιν ὁ παρὰ πάντων πατὴρ ὀνομαζό [μενος] κυρίως ἂν πατὴρ λέγοιτο, οὐχ ὡς τὴν κτίσιν παραγαγών, ἀλλ' ὡς υἱὸν γεγεννηκώς· ὥς που δὴ καὶ υἱὸς ἂν κυρίως λέγο [ιτο], οὐχ ὡς ἀπ' ἐκείνου ἁπλῶς παρηγμένος, ὥσπερ δὴ τὸ ξύμπαν γέννημά φαμεν τοῦ πατρός, ἀλλ' ὡς υἱεῖ πρέποι γεννωμένῳ παρὰ πατρός. κατὰ ταὐτὸν δὴ καὶ πνεῦμα τὸ πνεῦμα. ἀλλ' ἐπειδὴ πολυ ώνυμον δοκεῖ τὸ τοῦ πνεύματος ὄνομα, ν [ῦν] μὲν κατὰ ψυχῆς φερόμενον, νῦν δὲ κατὰ τοῦ ἀέρος καὶ αὖθις καθ' ἑτέρου τινός, ὧν οὐδέν ἐστιν ἅγιον, διὰ ταῦτα ἐνταῦθα τρανῶς τὴν προσθήκην πεποίηται («πνεῦμα» γάρ φησιν «ἅγιον»), καὶ πρὸς τῇ πρώτῃ προσθήκῃ καὶ ἑτέραν τέθεικε, τὸ «ἀληθῶς». ἐπειδὴ γὰρ καὶ ἕτερα πολλὰ ἅγια κέκληται, ὡς «ἅγιον κρέας» τὸ καὶ ἐς θυσίαν ἀφωρισμένον θεῷ καὶ «ἀνάθημα ἅγιον» καὶ Ἰσραὴλ ἅγιος, ὧν οὐδέν ἐστιν ἀληθῶς ἅγιον, ἀλλὰ κατὰ μετοχήν, διὰ τοῦτο προστέθεικε τὸ «ἀληθῶς», ἵνα δείξῃ τὴν καθαρὰν τοῦ πνεύματος ἁγιότητα. ἐπεὶ τοίνυν τὰς ῥηθείσας ἀπορίας λελύκαμεν, ἴδωμεν καὶ τἆλλα. «Πατήρ» φησίν «ὁ πατὴρ καὶ ἄναρχος· οὐ γὰρ ἔκ τινος». διττὴ γὰρ ἡ τοῦ ἀνάρχου σημασία, ἡ μὲν ἐπὶ τοῦ ἀτέκτου φερομένη, ἡ δὲ ἐπὶ τοῦ ἀγεννή του. ἀγέννητον δέ ἐστι καὶ κατὰ τοὺς ἔξω φιλοσόφους καὶ καθ' ἡμᾶς τὸ μὴ ἔχον πρεσβυτέραν ὑπόστασιν τῆς ἰδίας ὑπάρξεως· οὕτω γὰρ ὁ φιλό σοφος Σιμπλίκιος τὴν Περὶ οὐρανοῦ πραγματείαν ἐξηγούμενος τοῦ Ἀριστοτέλους ὡρίσατο τὸ ἀγέννητον. οὐδὲν οὖν τῶν ὄντων ἀγέννητον, εἰ μὴ παρ' ἐκείνοις τὸ ὂν καὶ παρ' Ἰουδαίοις θεὸς καὶ παρ' ἡμῖν κοινῶς μὲν ἡ τριαδικὴ ὑπόστασις, ἰδίως δὲ ὁ πατήρ. τῶν γὰρ ἄλλων τὰ μὲν ἐξ ἀλλήλων γεννᾶται, τὰ δὲ ἐκ τοῦ πρώτου αἰτίου· οὕτω γοῦν Ἕλληνες ψυχὴν μὲν ἀπὸ νοῦ γεννῶσι, νοῦν δὲ ἀπὸ τοῦ ὄντος, τὸ δὲ ὂν ἀπὸ τοῦ ἑνός. Τὸ γοῦν παρ' ἐκείνοις {ἓν} λεγόμενον, ὃ τέως οὐκ ἔτυχε διακρίσεως, τὸ «πᾶν τὸ γεννῶν χεῖρον τῇ ἑαυτοῦ οὐσίᾳ γεννᾷ», ἐντεῦθεν ἔχει τὴν σύστα σιν. γεννῶν γὰρ τὸ ἓν τὸ ὄν, καὶ τὸ ὂν τὸν νοῦν, καὶ ὁ νοῦς τὴν ψυχήν, χείρονα ἑαυτῶν γεγεννήκασι. καὶ ὁ φιλοσοφώτατος δὲ Πρόκλος κατὰ διαίρεσιν οὕτως τοῦτο συνιστᾷ· ἤ, γάρ φησιν, ὅμοια γεννήσει τὰ γεννῶντα ἑαυτοῖς ἢ χείρονα ἢ κρείττονα. ἀλλ' εἰ μὲν ὅμοια, ἔσται πάντα ταὐτά, καὶ διαφορὰ ἐν τοῖς οὖσιν οὐδεμία, ὅπερ ἄτοπον. εἰ δὲ κρείττονα, «ἄνω ποτα μῶν αἱ πηγαί»· τοῦτο γὰρ καὶ τῶν Ἐπικουρείων ἀτόμων πολὺ καταγελα στότερον· ἔσται γὰρ ἀπὸ τοῦ ἀτελοῦς ἡ πρόοδος εἰς τὸ τέλειον, καὶ τὰ μὲν ἄνω χείρονα, τὰ δὲ κάτω κρείττονα. λείπεται οὖν χεῖρον ἑαυτοῦ γεν νᾶν τὸ γεννῶν. ἀλλ' ἐπὶ τῆς θείας γεννήσεως φλυάρημα τοῦτο τὸ φιλοσό φημα· οὐ γὰρ χείρονα ἑαυτοῦ γεγέννηκεν ὁ πατὴρ τὸν υἱόν, ἀλλ' ἴσον. εἰ δέ τις θελήσει διαιτῆσαι φιλοσόφως τῷ λόγῳ, εἴποι ἂν ὡς ἐπ' ἐκείνων τῶν γεννώντων καὶ γεννωμένων χώραν ἔχει τὸ θεολογικὸν ἐκεῖνο ῥητὸν τῶν Ἑλλήνων, ἐφ' ὧν τὸ γεννῶν πρεσβύτερον τῷ χρόνῳ τοῦ γεννωμένου ἐστί, τῷ δὲ παρ' ἡμῖν πατρὶ καὶ υἱῷ οὐδεὶς μεσιτεύει αἰών, πολλοῦ γε δεῖ χρόνος, διὰ τοῦτο οὐ χεῖρον τὸ γέννημα τοῦ πατρός. Πλὴν ὅπως ἂν ἔχοι ταῦτα, ὁ μὲν πατὴρ ἀναίτιος, αὐτὸς ὢν τὸ πρῶτον αἴτιον· ὁ δὲ υἱὸς ἐκ τοῦ πατρός, διὰ τοῦτο οὐκ ἄναρχος, ἐπεὶ μηδ' ἀναίτιος, ἀλλὰ καὶ ἄναρχος, ὅτι καὶ χρόνου καὶ αἰῶνος πρεσβύτερος, μᾶλλον δὲ μηδὲ συγκριτικῶς τοῦτον πρὸς ταῦτα λέγοιμεν, ἀλλ' ἀσχέτως καὶ ἀπολύ τως. ὣς δὲ καὶ τὸ πνεῦμα οὐκ ἄναρχον· πρόεισι γὰρ καὶ τοῦτο ἐκ τοῦ πατρός, ἀλλ' οὐχ ᾗ πατρός, ἀλλ' ᾗ αἰτίου· κοινὸν γὰρ ἀμφοῖν τούτοιν τοῖν προσώποιν, υἱῷ καὶ πνεύματι, τὸ ἐκ τοῦ πατρὸς προϊέναι· διάφορον δὲ τὸ τὸν μὲν υἱὸν «υἱικῶς» προελθεῖν, τὸ δὲ πνεῦμα «ἐκπορευτῶς». Ὅρα τὸν μέγαν τοῦτον ἄνδρα ὅσην περὶ τὰ θεῖα φαίνεται ποιούμενος τὴν εὐλάβειαν. οὐ γὰρ βούλεται ἐν ταῖς θεολογίαις τὰς εὐαγγελικὰς παραλλάτ τειν φωνάς· διὰ τοῦτο, ἐπειδὴ «υἱικῶς» εἶπε καὶ «ἐκπορευτῶς», τῶν θείων λογίων «υἱὸν» καὶ «γέννησιν» καὶ «πνεῦμα» καὶ «ἐκπόρευσιν» λεγόντων, καθάπτεται ὡς παρηνομηκότος αὑτοῦ καὶ παρονομάσαντος, «υἱικῶς» μὲν ἀπὸ τοῦ «υἱοῦ», «ἐκπορευτῶς» δὲ ἀπὸ τῆς «ἐκπορεύσεως», ὅπερ δὴ καὶ ἐπισημαίνων ἔφη· «εἰ δεῖ τι καινοτομ [εῖν] περὶ τὰ ὀνόματα σαφηνείας ἕνεκεν»· οὐ γὰρ προηγουμένως, φησίν, ὀνοματοθετῶ νῦν οὐδὲ τοῦτο βουλόμενος ποιεῖν χρῶμαι ταῖς παρονομασίαις, ἀλλ' ἵν' ὑμῖν διασαφήσω διὰ τῶν ὀνομάτων τούτων τὴν τῶν πραγμάτων δύναμιν. δεῖ γοῦν καὶ ὑμᾶς εὐλαβῶς τῶν θείων ἅπτεσθαι καὶ μὴ καταχρᾶσθαι τοῖς ὀνόμασιν, ὥς που δὴ ποιῶν καὶ Εὐνόμιος φ [αί] νεται, τὸν μὲν πατέρα ἀνωτάτω καὶ πρώτην ὀνομάζων οὐσίαν, τὸν δὲ υἱὸν δευτέραν καὶ μετ' ἐκείνην, τὸ δὲ πνεῦμα τρίτην καὶ μηδεμιᾷ τούτων συντεταγμένην· ὧν δὴ καλῶς ὁ τῆς Νύσσης κατατρέχει φωστήρ, περὶ ὧν ἐν ἄλλοις καιροῖς δηλώσομεν. Ἦν μὲν οὖν καὶ πλείονα ὧν εἰρήκαμεν περὶ τῶν προτεθέντων εἰπεῖν, ἀλλ' ἁρμόζειν δεῖ, φησί, τὸ ὑπόδημα τῷ ποδί. διὰ τοῦτο τὰ εἰρημένα ταῖς διανοίαις ὑμῶν συμμετρήσαντες, τὰ λοιπὰ τῇ ἐφεξῆς θεωρήσομεν.