Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
106.1
Ἐκ τοῦ περὶ τοῦ πνεύματος λόγου εἰς τὸ «Σαδδουκαῖοι μὲν οὐδ' εἶναι» Παρὰ τοῦ πνεύματος ὁ θεολόγος πατὴρ περὶ αὐτοῦ δὴ τούτου τοῦ πνεύ ματος διαλέγεσθαι εἰληφώς, πρὶν ἢ τὸν περὶ τούτου λόγον ἀκριβέστερον πραγματεύσασθαι, ῥητορικώτερον τῆς ὑποθέσεως ἅπτεται, προκατα σκευαῖς τισι καὶ προκαταστάσεσι τὸν λόγον ὑποτυπούμενος καὶ πᾶν αὐτῷ τὸ μέλλον ῥηθήσεσθαι ἐν προκαταρκτικαῖς αἰτίαις προδιοικο [ύ] με νος. «Τὸ πνεῦμα» γάρ φησι «τὸ ἅγιον Σαδδουκαῖοι μὲν οὐκ εἶναι τὸ παράπαν ἐνόμισαν, οὐδὲ γὰρ ἄγγελον οὐδὲ ἀνάστασιν, οὐκ οἶδ' ὅθεν τὰς τοσαύτας περὶ αὐτοῦ μαρτυρίας διαπτύσαντες ἐν τῇ παλαιᾷ εἰρημένας. Ἑλλήνων δὲ οἱ θεολογικώτεροι καὶ μᾶλλον ἡμῖν προσεγγίσαντες ἐφαντάσθησαν μέν, ὡς ἐμοὶ δοκεῖ· περὶ δὲ τὴν κλῆσιν διηνέχθησαν, νοῦν τοῦ παντὸς καὶ τὸν θύραθεν νοῦν καὶ τὰ τοιαῦτα προσαγορεύσαντες. τῶν δὲ καθ' ἡμᾶς φιλοσόφων οἱ μὲν ἐνέργειαν τοῦτο ὑπέλαβον, οἱ δὲ κτίσμα, οἱ δὲ θεόν, οἱ δὲ οὐκ ἔγνωσαν ὁπότερον τούτων, αἰδοῖ τῆς γραφῆς, ὥς φασιν, οὐδέτε ρον σαφῶς δηλωσάσης, καὶ διὰ τοῦτο οὔτε σέβουσιν οὔτε ἀτιμάζουσι, μέσως πως περὶ αὐτοῦ διακείμενοι, μᾶλλον δὲ καὶ λίαν ἀθλίως. καὶ τῶν θεὸν ὑπειληφότων οἱ μὲν ἄχρι διανοίας εἰσὶν εὐσεβεῖς, οἱ δὲ τολμῶσιν εὐσεβεῖν τοῖς χείλεσιν.» Ἃ μὲν οὖν ἡ θεολόγος γλῶσσά φησι ταῦτα. ἀρκτέον δὲ ἡμῖν ἄνωθεν, καὶ πρῶτόν γε περὶ τῶν Σαδδουκαίων τούτων ῥητέον, οἳ δὴ ἀπὸ τοῦ αὐτοῦ μὲν γένους τῷ λοιπῷ κατάγονται Ἰσραὴλ καὶ τοῦ κοινοῦ ὀνόματος τετυχή κασιν, ἰδιαίτερον [δὲ] ἀπό τινος αὐτοῖς προπάτορος χρηματίσαντος Σα δοὺκ καλουμένου Σαδδουκαῖοι κατωνομάσθησαν. εἰς ἑπτὰ γὰρ γένη καὶ ἰσάριθμα τούτοις ὀνόματα διῃρημένου τοῦ παντὸς Ἰσραήλ, τὸ μέν τι τούτων ἀπὸ πατρὸς κατωνόμασται, ὥσπερ Σαδδουκαῖοι, τὸ δὲ παρὰ τὸ ἐξαίρετον τοῦ θρησκεύματος, ὡς οἱ Φαρισσαῖοι καλούμενοι (τὸ γὰρ φαρὲς ὁ Ἑβραῖος καθαρὸν εἶναι βούλεται)· εἰσὶ δὲ οἳ καὶ τοῦτο τὸ γένος γενεαλο γοῦσιν ἀπὸ τοῦ τῆς Θάμαρ υἱοῦ, ἥτις δὴ τὸν Φαρὲς καὶ τὸν Ζαρ [ὰν] γεν νησαμένη, τὸν μὲν εἰς τύπον τῆς Ἰουδαϊκῆς πληθύος, τὸν δὲ εἰς σύμβολον τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ἐν ἀπορρήτοις λ [όγοις] προβάλλεται. τοῖς δὲ τὰ ὀνόματα ἀπὸ τοῦ ἐπιτηδεύματος τίθενται, ὁποῖοι δὴ πεφυκότες τυγχάνου σιν οἱ γραμματ [εῖς]· οὗτοι γάρ εἰσιν οἱ μάλιστα τῶν ἄλλων τῷ τοῦ νόμου προσανέχοντες γράμματι, καὶ διδάσκαλοι τοῖς ἄλλοις καὶ οἷον ἐξηγητ [αὶ] τῶν νενομοθετημένων γινόμενοι. καὶ ἄλλοι ἄλλως καὶ τοῦ ὀνόματος καὶ τῆς θρησκείας τετυχήκασιν. Οἱ μὲν οὖν ἄλλ [οι] βραχέα ἄττα πρὸς ἀλλήλους διαφερόμενοι τοῖς πλείοσιν ἐκοινώνουν τε καὶ ἐσπένδοντο. Σαδδουκ [αῖοι] δὲ οὐ πᾶσαν ἀθε τοῦντες τὴν Μωσέως γραφήν, οὐδὲ ἣν παρεδέχοντο, καθαρῶς περὶ αὐτῆς διελέγοντο, [ἀλ] λὰ καὶ ἀγγέλων ἐπιστασίαις ἠπίστουν καὶ πρὸς τὰς τοῦ ἁγίου πνεύματος θεοφανείας ἔμυον ἀτεχνῶς· τῇ δὲ ἀναστάσει [καὶ] μᾶλλον ἐλοιδοροῦντο, καὶ ὡς ταῖς τῶν πολλῶν γλώσσαις διατεθρυλλημένην ἠθέ τουν. λέγω δὲ περὶ τοῦ πνεύματος οὐχ ὡς τῶν ἄλλων Ἰουδαίων τὴν τοῦ ἁγίου πνεύματος παραδεξαμένων ὑπόστασιν, ἀλλ' ὡς ἐκείνων μὲν πνεῦμά τι παραδεχομένων θεοῦ ἅγιον καὶ ἀφιερωμένον αὐτῷ, τῶν δὲ Σαδδουκαίων μηδὲ τοῦτο καταδεχομένων, καίτοι γέ φασι τοῦ γράμματος ἔχε [σθαι]. ἀλλὰ πῶς, ὦ βέλτιστοι, τοῖς μὲν ἄλλοις περὶ ὧν ὁ νόμος φησὶν οὐ πάντῃ διαπιστεῖτε, τῷ δὲ πνεύματι ὥσπερ ἐξεπίτηδες διαμάχεσθε; Ἀλλὰ ποῦ περὶ τούτου τὸ γράμμα φησίν, ἐρωτᾶτε. πολλαχοῦ μὲν καὶ ἄλλῃ, ἐ [ν] τούτοις δὲ μάλιστα. «πνεῦμα θεοῦ» φησίν «ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος». οὐ γὰρ δὴ τὸν βορρᾶν φησιν ἢ τὸν ζέφυρον· τοῦ [δὲ] παντὸς κατειλημμένου τῷ πλήθει τοῦ ὕδατος οὐδὲν ἦν τὸ φαινόμενον ἄνωθεν· ἀλλ' ἐπειδὴ ἑστὼς ἦν τὸ ῥυτὸν παρὰ τὴν οἰκείαν φύσιν, τούτου τὴν αἰτίαν ὁ συγγραφεὺς ἀποδιδούς, τοῦ πνεύματος τὴν δύναμιν ἐργάσ [ασθαι] τὴν τῶν ὑδάτων πῆξίν φησι. φασὶ δὲ καὶ οἱ μάλιστα τὴν Ἑβραΐδα ἠκριβωκότες διάλεκτον ὅτι ἡ τοῦ «ἐπεφέρετο» δύναμις ἐν τῷ παρ' ἐκείνοις ὀνόματι τὸ «περιθάλπεσθαι καὶ ζωογονεῖσθαι» δηλοῖ· τοῦτο γὰρ καὶ «Σύ [ρος] ἀνήρ», οἶμαι τὸν Ἐφραὶμ εἶναι, Βασιλείῳ τῷ πάνυ ἐμμελέστατα διηρμήνευσεν, ὃς δὴ τὸν λόγον δεξά [μενος] ἀσμενέστατα ταῖς περὶ τούτου τοῦ τόπου προσέθετο ἐξηγήσεσι. καὶ ἀλλαχοῦ δὲ προφήτης ἕτερός φησιν· «ἐκχεῶ ἀ [πὸ] τοῦ πνεύματός μου», περὶ τοῦ πατρὸς λέγων, «ἐπὶ πᾶσαν σάρκα». καὶ αὖθις ἕτερος· «πνεῦμα ἅγιον τὸ ποιῆσάν με, πνοὴ [δὲ] παντοκράτορος ἡ διδάσκουσά με». καὶ ὁ θεοπάτωρ δὲ Δαυίδ «τὸ πνεῦμά σου» φησί «τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐ [μοῦ». ὁ] δ' αὐτὸς καὶ τὸ τρισσὸν ἐν ἄλλοις τῶν ὑποστάσεων δεικνύς, «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ [στόματος αὐ] τοῦ πᾶσα ἡ δύναμις αὐτοῦ». καὶ τί ἂν λέγοιμεν περί τε Βεσελεὴλ καὶ Ζοροβάβελ καὶ τῶν κατ' ἄνδρα εὐ [δοκι] μησάντων, οἳ πνεύματι θείῳ περὶ τάδε ἢ τάδε διεγηγέρθαι μεμαρτύρηνται; τὸ δὲ «ἀποστελεῖς τὸ πνεῦμά [σου καὶ κ] τισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσ ωπον τῆς γῆς» πῶς παρεγράψασθε, ὁμοῦ κατ' αὐτὸ καὶ τὸ πνεῦμα ἠθε τ [ηκότες καὶ] τὴν ἀνάστασιν; Διὰ τοῦτό φησιν ὁ πατὴρ ὅτι «οὐκ ἐνόμισαν τὸ πνεῦμα τὸ ἅγιον, οὐκ οἶδ' ὅπως τὰς τοσαύτας περὶ αὐτ [οῦ μαρ] τυρίας ἐν τῇ παλαιᾷ διαπτύσαν τες», ἀφ' ὧν ἡμεῖς ὀλίγα τινὰ παρεθέμεθα καὶ ὧν τὴν μνήμην [οὐκ] ἐξίτηλον εἴχομεν. παλαιὰν δὲ οἰητέον μὴ μόνον τὴν Μωσαϊκὴν συγγραφήν, ἥτις ἐν πέντε τεύχεσιν ἀ [πη] ρίθμηται, ἀλλὰ καὶ τὴν τοῦ Ναυῆ καὶ τὴν περὶ τῶν Κριτῶν καὶ τὴν τῆς Ῥοὺθ βίβλον καὶ τὰς τέσσαρας τῶν Βασι λειῶν καὶ [τὰς] δύο τῶν Παραλειπομένων καὶ τὰς ἰσαρίθμους τοῦ Ἔσδρα καὶ τὴν τῆς Ἐσθὴρ καὶ τὴν τῆς Ἰουδὴθ καὶ τὴν τοῦ Τω [βί] α καὶ τὰ Μακκαβαϊκά, τὰ τῶν ἑξκαίδεκα προφητῶν καὶ τὰ τοῦ Σολομῶντος ἐν τέσσαρ σιν ὅροις ἀνα [γεγ] ραμμένα· οὐδὲ γὰρ τὴν Σοφίαν ἀποδοκιμαστέον, ἀλλὰ καὶ ταύτην ἐγκριτέον τοῖς γνησίοις τοῦ γράμματος· [ἡ] περὶ τοῦ Ἰὼβ δὲ συγγραφὴ οὐκ ἐλάχιστον μέρος τοῦ γράμματος. προσκείσθω τούτοις καὶ ἡ τοῦ Σιρὰχ βίβλος. περὶ γάρ τοι τῆς Λεπτῆς καλουμένης γενέσεως καὶ τοῦ κατὰ τὸν Ἀδὰμ βίου διαφέρομαι πρὸς τοὺς δεξαμένους· μύθοις γὰρ ἄντικρυς ἔοικε περὶ ὧν ἐκεῖνά φασιν· ὁ δὲ Ὠριγένης καὶ τούτοις ἀποχρῆται ἐν οἷς κατασκευάζειν βούλεται. ἡμῖν δὲ ἔστω εἰς δύο πρὸς τοῖς εἴκοσιν συγκεφαλαιούμενα ταῦτα δὴ τὰ συγγράμματα· ὁπόσα δὴ τοῖς Ἑβραίοις στοιχεῖα, τοσαῦται δὴ καὶ βίβλοι ἀπηρίθμηνται. ὅπως δὲ πολλῶν ὄντων εἴκοσιν καὶ δύο τὰ πάντα καθέστηκεν, ἐν ἑτέρᾳ γραφῇ σαφηνίσομεν. Καὶ περὶ μὲν τούτων ἅλις. ὁ δέ γε πατὴρ τὸν περὶ τῶν Σαδδουκαίων πεπληρωκὼς λόγον τὸν περὶ τῶν Ἑλλήνων γυμνάζει καὶ διαιρεῖ ὅπως καὶ οὗτοι περὶ τοῦ πνεύματος ἐσχήκασιν. «Ἑλλήνων» γάρ φησιν «οἱ θεολογι κώτεροι καὶ μᾶλλον ἡμῖν προσεγγίσαντες ἐφαντάσθησαν μέν, ὡς ἐμοὶ δοκεῖ, περὶ δὲ τὴν κλῆσιν διηνέχθησαν, νοῦν τοῦ παντὸς καὶ τὸν θύραθεν νοῦν καὶ τὰ τοιαῦτα προσαγορεύοντες». ἐγὼ δὲ ὃ περὶ τούτων νενόηκα οὐκ ἐρυθριάσομαι πρὸς ὑμᾶς ἐξαγγεῖλαι· ἔδοξαν γὰρ ἐμοὶ οἱ ἄνδρες μηδόλως περὶ τοῦ θείου οἰηθῆναί τι πνεύματος, ἀλλὰ βουλόμενοι τὰ μερικὰ τῶν καθόλου ἐξαρτᾶν, ὡς τὰς πολλὰς φύσεις τῆς μιᾶς καὶ τὰς πολλὰς ψυχὰς τῆς μιᾶς καὶ τοὺς πολλοὺς νοῦς τοῦ ἑνός, διὰ τοῦτο νοῦν τοῦ παντὸς τοῖς οἰκείοις λόγοις εἰσάγουσι· καὶ «νοῦν» δὲ «θύραθεν» οὐ τὸ πνεῦμα οἴονται, ἀλλὰ τὴν τῶν παρ' ἐκείνοις λεγομένων θεῶν μαντῳδὸν ἐνέργειαν. ἐγὼ μὲν οὖν ἐξ ὧν ὡμίλησα βίβλων Ὀρφικῶν τε καὶ ἀπορρήτων τοῦτο δὴ καὶ εὕρηκα καὶ νενόηκα· ὁ δέ γε πατὴρ οὗτος, ἴσως ἑτέροις καθομιλήσας, οἷς αὐτὸς οὐκ ἐντετύχηκα, τὴν περὶ τοῦ πνεύματος εὕρετο ἔννοιαν. ἵνα δὲ μηδὲ ἐν οἷς ἀνεγνώκαμεν δόξωμεν τοιούτῳ ἀνδρὶ διαφέρεσθαι, πρὸς ὅν γε δὴ συγκρινόμενοι καὶ οἱ πρῶτοι τῶν Ἑλλήνων σοφοὶ κάνθαροι τυγχάνουσι πρὸς ἐλέφαντα, συμβῶμεν αὐτῷ καὶ δώσομεν οὕτως ἔχειν ὡς οἴεται. Ἑλλήνων δέ φησι θεολογικωτέρους τοὺς περὶ Πυθαγόραν καὶ Σωκράτην καὶ Πλάτωνα· οὓς δὴ καὶ Πρόκλος ὁ σοφὸς τῆς Ἀπολλωνιακῆς ἀξιώσας σειρᾶς, τὸν μὲν κεκρυμμένον φησὶν ἥλιον, τὸν Πυθαγόραν, τὸν δὲ ἐμφανῆ, τὸν δὲ μέσως πως ἔχοντα, τὸν Πλάτωνα· οἱ γὰρ περὶ Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν φυσικοὶ μᾶλλον ἢ θεολόγοι. Ἀριστοτέλης ἐξῃρήσθω τοῦ λόγου· οὗτος γὰρ ἀνθρωπικώτερον τὰ πολλὰ τῶν θεολογικῶν δογμάτων ἥπτετο καί, ἵνα τἀληθὲς ἐρῶ περὶ τοῦ ἀνδρός, πολὺ τοῦ Πρωτέως ἐμοὶ πέφυκε ποικιλώτερος· μεταβάλλεται γὰρ θᾶττον ἢ λόγος, καὶ ὁ νῦν ὡς πῦρ ἐξημμένος ὡς θάλασσα χεῖται, καὶ οὔτε θεολογοῦντος γνοίης ὅ φησιν οὔτε φυσιολογοῦντος ὅ τι βούλεται. ὅτι δὲ Πυθαγόρας καὶ Πλάτων καὶ Σωκράτης περὶ τοῦ πνεύματος νενομίκασι, «χρῷ» φησί «δῆλος» ὁ Φερε κύδης. ἀλλὰ Πυθαγόραν μὲν ἀσύμβολον οὐκ ἂν εὕροις ποτέ, διὰ τοῦτο δυσερμήνευτός ἐστι περὶ ὧν τίθεται· «μελανούρων» γάρ φησιν «ἀπέχου», καὶ «πρὸς ἥλιον τετραμμένος ὑγρὸν μὴ ἔκχει περίττωμα», «ζυγὸν μὴ ὑπέρ βαινε, μηδὲ κάθησο ἐπὶ χοίνικος» καὶ «κυάμους μὴ ἔσθιε». ὁ δέ γε Πλάτων βούλεται μὲν ἐνιαχοῦ τὰ Πυθαγόρου τιμᾶν, ἔστι δ' οὗ καὶ αὐτὰ τὰ πράγ ματα καθαρῶς δηλοῖ· τὸν γοῦν τοῦ παντὸς νοῦν αὐτός ἐστιν ὁ πρῶτος εἰσηγησάμενος, τὰς ἰδέας στήσας πρῶτα ἐξάλματα τοῦ θεοῦ. ὁ δέ γε Σωκράτης περὶ τοῦ θύραθεν νοῦ βραχέα μὲν διαλέγεται, πλεῖστα δὲ οἷς ποιεῖ δείκνυσιν· ὁμιλεῖν γὰρ αὐτῷ φησι τὸ δαιμόνιον, ὃ δὴ πολλάκις αὐτῷ φαινόμενον ἀπέτρεπε τοῦδε ἢ ἐπὶ τόδε προέτρεπεν. αὐτὸ γὰρ τοῦτο οὗτος ἐν τῷ τῆς ἐπιστήμης λόγῳ φησί, καὶ ὅτε δὲ ἀπῄει εἰς τὸ συμπόσιον τοῦ Ἀγάθωνος, λουσάμενος, ὡς ὁ Πλάτων φησί, «καὶ τὰς βλαύτας ὑποδησά μενος», ἔστη κατὰ μέσην τὴν ὁδὸν ἀθρόον αὐτῷ τοῦ δαιμονίου ὡμιληκότος. καὶ Πλωτῖνος δὲ ὁ φιλόσοφος τοῦτον δὴ τὸν θύραθεν ὑπεδέχετο νοῦν. ἀλλὰ καὶ Ἰάμβλιχος τῷ θείῳ τούτῳ νῷ ἐς τὰ πολλὰ χρώμενος συνεγρά ψατο. ὁ δὲ θεολόγος Ἑρμῆς ἐν τοῖς πρὸς Ἀσκληπιὸν λόγοις οὕτω πώς φησι (οὐ γὰρ δὴ τῶν λόγων αὐτῶν μέμνημαι), ὅτι ὁ νοῦς οὐ πᾶσιν ἀνθρώποις ἐνοικίζεται, ἀλλ' οἵ γε προσαρώσαντες ἑαυτοὺς δεκτικὰς τὰς οἰκείας ψυχὰς ἐκείνου κατεσκευάκασι, καὶ ὅτι τούτοις ἐπὶ κρατῆρος ὁ θεὸς τὸν νοῦν ἔχων ἐμβάλλει, δέχου, λέγων, τὸ ἐρασμιώτατον χρῆμα, ἡ κεκαθαρ μένη ψυχή. ὁρᾷς ὅπως ἡμῖν συμβεβήκασιν ἡ κρείττων τῶν Ἑλλήνων μοῖρα περὶ τοῦ ὀνόματος διενεχθέντες; ὃ γὰρ ἡμεῖς πνεῦμα ἅγιον ὀνομάζομεν, ἐκεῖνοι νοῦν ὅλον καὶ θύραθεν νοῦν κικλήσκουσι. Καὶ οἱ μὲν Ἕλληνες οὕτως. τῶν δὲ δοξάντων τῆς ἡμετέρας εἶναι αὐλῆς οἱ μὲν περὶ Εὐνόμιον καὶ Ἀέτιον ἐνέργειαν τὸ πνεῦμα ᾠήθησαν, οἱ δὲ περὶ Ἄρειον κτίσμα, τὸ δ' ὅσ [ον] ἐξαίρετον μέρος τῆς ἐκκλησίας πεπαρρη σιασμένως θεὸν ὠνομάκασιν. Οἱ δὲ ἐπιπολαίως ταῖς γραφαῖς ὁμιλήσαν [τες], ἐπεὶ μηδέτερον τελέως κατανενοήκασι, περὶ οὐδετέρου ἐδόξασαν, μέσως μέν, ὡς ἔδοξαν, ἔχοντες τῶν τε ἠ [τι] μακότων τὸ πνεῦμα καὶ τῶν τετιμηκότων, μήτε ἀτιμάσαντες μήτε τιμήσαντες, πάνυ δὲ ἀθλίως, ὅτι πρὸς [τὸν] ἥλιον μυωπάσαντες, ἐξὸν φρυκτωρίας ἐμπίπλασθαι, τῶν αὐγῶν ἐστερήθησαν. πάλιν δὲ τ [ῶν] ὑπειληφότων τὸ πνεῦμα θεὸν οἱ μὲν ὥσπερ διανοίᾳ τοῦτο ἐγνώκασιν, οὕτω καὶ γλώττῃ ὑμνήκασιν, ὧν αὐτός εἰμί τε καὶ εἴην, ταὐτὸ τοῦτο καὶ περὶ ὑμῶν πάντων εὐχόμενος· οἱ δὲ μέχρι διανοίας, ὡς [ἔδο] ξαν, εὐσεβήσαντες πρὸς τὴν διὰ τῆς γλώτ της εὐσέβειαν ἀπενάρκησαν, ἐκ μέρους νοσοῦντε [ς καὶ] ἐκ μέρους ὑγιαίνον τες, «ἡμίξηροί» τινες ὄντες ἀτεχνῶς ἢ «ἡμίτομοι»· πρὸς οὓς τάδε ἂν ἁρ μόσοι τὰ ἐλεγεῖα, ὅτι, ὦ λῷστοι, «ἀμφότερον ἀδικεῖτε, Πλουτέα καὶ Φαέθοντα, τὸν μὲν ἔτ' εἰσορόωντες, τοῦ δ' ἀπολειπόμενοι».