Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 107 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
107.1
Εἰς τὸ Σολομώντειον ῥητὸν τὸ «ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται καὶ κυκλοῖ πρὸς βορρᾶν», καὶ εἰς τὸ θεολογικὸν ῥητὸν τὸ «ὁ μὲν ἡμέτερος λόγος, ὥσπερ ἵππου καὶ βοὸς καὶ ἀνθρώπου καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος, εἷς λόγος ἐστίν» Οὐ δύο μοι γλῶσσαι, ἵνα κατὰ ταὐτὸν τοῖς ἐρωτήσασιν ὑμῖν χαρίσωμαι· μερίζων δὲ ἣν ἔχω μίαν πρώταις καὶ δευτέραις ἐννοίαις, οὐκ οἶδα τίνι χαριοῦμαι ὑμῶν ἢ τίνα λυπήσας ἀπέλθω· οἷς γὰρ τὴν τοῦ πρώτου πεῦσιν συνεξετάσω, ὁ λοιπὸς ἀνιαθήσεται ἐν τοῖς δευτέροις ταχθείς. ἀλλ' ὁρᾶτε ὅ τι ποιήσω, καὶ ὑμῖν αἵρεσιν τῆς τάξεως δίδωμι· ὃ μὲν γὰρ ἂν ἕλωμαι τῶν ἠρωτημένων πρότερον πολυπραγμονῆσαι, οὐ βασάνῳ παραδώσω πολλῇ, τῷ δὲ δευτέρῳ ὅλον ἐμαυτὸν παραδώσω, ἵν' ὁ μὲν προτεταγμένος χαίρων ἐπὶ τῇ τάξει ἀνιῷτο ἐπὶ τῇ ἐλλείψει, ὁ δὲ δεύτερος ἀλγῶν ἐπὶ τῷ βαθμῷ εὐφραίνοιτο ἐπὶ τῷ τοῦ λόγου ὀρθῷ. ἐπεὶ οὖν τῷ ἐλλείποντι τὸ ἀντισηκοῦν ἀποδεδώκαμεν καὶ τῷ πλεονάζοντι ὅσον εἰκὸς ἐπεχαλάσαμεν, προκείσθω μὲν τὸ Σολομώντειον, ἐπαγέσθω δὲ τὸ τοῦ μεγάλου ῥητόν. «Ἀνατέλλων» φησίν «ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορ ρᾶν». εἰρηκὼς γὰρ ἄνω τὴν κατὰ μῆκος τοῦ ἡλίου κίνησιν, καὶ ὅπως ἀπὸ τοῦ ὡροσκοποῦντος σημείου ἀρχόμενος καὶ ἐς τὸν δυτικὸν διανύων ὁρί ζοντα καὶ μηδαμοῦ στηρίζων, ἐκεῖθεν αὖθις ὁμαλαῖς ταῖς κινήσεσι πρὸς τὴν ἀνατολὴν καταντᾷ, ἐνταῦθα περὶ τῆς κατὰ πλάτος αὐτοῦ κινήσεως διαλέγεται, ἥτις δὴ καὶ μόνη κίνησίς ἐστιν ἡλιακή. ἡ γὰρ πρώτη, περὶ ἧς πολλὰ διελέχθημεν, φορά τίς ἐστι τοῦ ἡλίου, ἀλλ' οὐχὶ κίνησις· φέρεται γάρ πως ἐν ἐκείνῃ ὑπὸ τῆς ἀπλανοῦς ὁ τοῦ ἡλίου κύκλος καὶ τὸ ἡμερήσιον ταύτῃ συνδιανύει διάστημα· ἣν δὲ ποιεῖται κίνησιν, ἐν μησὶν ὅλοις πε ριοδεύει δώδεκα, ἕκαστον τῶν ζῳδίων διερχόμενος· δώδεκα δὲ ταῦτα, ὡς μεμαθήκαμεν, κατὰ κύκλον ἀλλήλοις συντεθειμένα. Ὁ δὲ ζῳδιακὸς οὗτος κύκλος τοῖς μέν ἐστιν ὀρθὸς τῶν κλιμάτων, τοῖς δὲ πλάγιος, ἡμῖν δὲ τοῖς βορείοις λοξός, τέμνων διχῇ τὸν ἰσημερινόν. τῶν μὲν γὰρ τροπικῶν ἑκατέρων καθ' ἓν σημεῖον ἅπτεται, τὸν δὲ ἰσημερινὸν τέμνει κατὰ διάμετρον, ἔαρος μὲν κατὰ τὸν κριόν, μετοπώρου δὲ κατὰ τὸν ζυγόν· ἕβδομον γὰρ ἑκάτερον ἀφ' ἑκατέρου ζῴδιον. τῶν δὲ λοιπῶν πλανήτων, τῶν μὲν ὑπερκειμένων τοῦ ζῳοφόρου κύκλου, τῶν δὲ τεταγμέ νων κατωτέρω, καὶ πάντων ὡς εἰπεῖν τὰ τούτου παρελαυνόντων ὅρια καὶ μὴ περιοριζομένων τῷ ἐκείνου πλάτει, μόνος ὁ ἥλιος κάτω μὲν τούτων τυγχάνων, ἀγχοῦ δὲ τεταγμένος, οὐδὲ πρὸς βραχὺ παρεγκλίνει τοῦ πλά τους· δεκασταδιαῖον δὲ τοῦτο τιθέασιν οἱ τὰς παρόδους ἀκριβωσάμενοι καὶ τὰ πλάτη τῶν κύκλων καταλαβόντες. Ἀλλ' ἐπειδὰν πρὸς θάτερον τῶν περάτων ἐξαπλώσῃ τὴν κίνησιν, αὖθις ἐκεῖθεν κατὰ σημεῖον ἡμῖν ἀνθυποστρέφει. ἀπωτέρω οὖν ἡμῶν γινόμενος μετὰ τὴν πέμπτην καὶ ἡμίσειαν τοῦ καρκίνου μοῖραν πρὸς νότον κάτεισιν· αὖθις δὲ ἐν τῷ ζυγῷ ταπεινούμενος καὶ γιγνόμενος νοτιώτατος, ἐκεῖθεν πρὸς ἡμᾶς ἄνεισι. κατὰ γοῦν τὰς διπλᾶς αὐτοῦ κινήσεις, ὧν τὴν ἑτέραν ὁ λόγος φορὰν ὠνόμασε, τῇ μὲν ὑπόγειος γίνεται, τῇ δὲ λοξὸς καὶ παρεγκεκλιμένος. οἱ γοῦν τῷ ἡλίῳ τὸ μὲν διδόντες, τὸ δ' ἄλλο μὴ ἐπιμαρτυροῦντες ἀμαθέστατόν μοι διαταττόμενοι φαίνονται· οἱ δ' ἀμφότερα κατὰ τοὺς οἰκείους λόγους προσιέμενοι τῆς ἀκριβείας οὐ διημαρτήκασιν. οὐ γὰρ ἐπειδὴ κατὰ τὴν οἰκείαν λόξωσιν τόν τε βορρᾶν ἄνεισι καὶ πρὸς νότον κάτεισιν, ἤδη που τῆς ὑπογείου πορείας ἐστέρηται, οὐδ' ἐπειδὴ ὑπόγειος γίνεται, παρὰ τοῦτο τὸ τοῦ ζῳοφόρου πλάτος οὐ περιοδεύει, ἀλλ' ἑκάστην κινούμενος τῶν κινήσεων, ἐν ᾧ ταύτην κινεῖται, οὐδὲ τῆς ἑτέρας ἐστέρηται, ἀλλὰ διὰ μὲν τὴν τοῦ παντὸς συμπεριφορὰν μεσημβρινὸς ἐφ' ἡμέρας γίνε ται καὶ ὑπόγειος, διὰ δὲ τὴν οἰκείαν λόξωσιν βόρειός τε καὶ νότιος. τοῦτο γοῦν αὐτὸ καὶ ὁ Σολομῶν ὑπαινιττόμενος φαίνεται· «κυκλῶν» γάρ φησιν «αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον, καὶ κυκλοῖ πρὸς βορρᾶν». τὸ γὰρ ἐπίρ ρημα τοῦ «ἐκεῖ» τοῦτό μοι ἐμφαίνειν δοκεῖ, ὅτι καὶ τὴν κατὰ μῆκος κινού μενος κίνησιν, ἣν ἀνωτέρω ὁ λόγος ἐδήλωσεν, οὐδὲ τὸ πρὸς νότον κατιέναι καὶ αὖθις ἐκεῖθεν πρὸς βορρᾶν ἀνιέναι ἐστέρηται, ἀλλὰ κἀκεῖσε πορεύεται κἀνταῦθα κεκίνηται. Καὶ «ὁ τῆς δικαιοσύνης» δὲ «ἥλιος» οὐδὲν ἧττον ἁπανταχοῦ τῆς ἡμετέρας φύσεως γίνεται, νῦν μὲν εἰς τὸν καθ' ἡμᾶς βορρᾶν ἀνιών, νῦν δὲ πρὸς νότον μετακλινόμενος. ἀλλὰ βόρειον μὲν ἡμῖν μέρος πρὸς ὕψος ἠρμένον καὶ πολλαῖς μοίραις τῆς γῆς μετεωριζόμενον ὁ κοσμῶν νοῦς τὴν ψυχήν· νότιον δὲ ἡ μετέχουσα τοῦ νοῦ ψυχή, ὑποβεβηκυῖα μὲν ἐκεῖνον καὶ κάτω ποι τεταγμένη, οὐδ' αὐτὴ δὲ ἀμοιροῦσα τοῦ θείου φωτός. ἢ βορρᾶς μὲν ἡμῖν τὸ σύμπαν νοητόν, ὅσον τε ἐν νῷ καὶ ὅσον ἐν τῇ ψυχῇ, νότος δὲ τὸ συμπεριειλημμένον τῇ ὕλῃ σῶμα, μᾶλλον δὲ τὸ ταύτην συμπεριλαβόν. ἔμελλε γὰρ ἡ καθ' ἡμᾶς ὕλη ὅσον ἐπὶ τῇ οἰκείᾳ φύσει ἀμέτοχος εἶναι καλοῦ, ἀλλ' ὁ πορευόμενος πρὸς νότον καὶ κυκλῶν πρὸς βορρᾶν οὐδὲ ταύτην ἀποστερεῖ τῶν οἰκείων μαρμαρυγῶν, οὐ μόνον οἷς ἐπιτηδείαν ἐργάζεται πρὸς εἴδους καταδοχήν, οὐδ' ὅτι ὁμοῦ τε ὑπέστησε καὶ πρὸς τὴν κοσμο ποιίαν ἐχρήσατο, ἀλλ' ὅτι καὶ τὰ πολλὰ τῶν πρακτικῶν ἀρετῶν διὰ ταύ της κατορθοῦσθαι εἴωθεν, εἴπερ αἱ μὲν δέονται σώματος, τὸ δὲ ὕλης οὐκ ἄτερ. Εἶτα πῶς οὐκ ἐσκότωνται οἱ μὴ τὸν τοῦ πατρὸς λόγον κυρίως θεὸν ὀνομάζοντες, δι' οὗ καὶ τὸ θεοῦσθαι τοῖς θεουμένοις ἐστίν, ἀλλὰ τὴν μὲν γέννησιν ἀπαρνούμενοι, ἵνα μὴ πάθος εἰσαγάγωσι, τὴν δὲ κτίσιν αὐτοὶ ἀναπλάττοντες, ἵν' ὁμόδουλον ἡμῖν τὸν δημιουργὸν ποιήσωσιν; εἰσὶ δὲ οἳ προσίενται μὲν τὴν γέννησιν, ὥσπερ δὴ καὶ τὴν ἀγεννησίαν, οὐσίας δὲ ταύτας ἀντιδιῃρημένας φασίν, ὥσπερ τὸ σῶμα καὶ τὸ ἀσώματον, καὶ θεὸν μὲν ἑκατέραν τῶν οὐσιῶν λέγουσιν, ἀκυρίαν δὲ καὶ ὁμωνυμίαν προσ άπτουσι τοῖς μόνοις κυρίοις καὶ ὑπὲρ πᾶσαν λογικὴν μέθοδον. Πρὸς οὓς ὁ μέγας πατὴρ ἀπαντῶν «ὁ μὲν οὖν ἡμέτερος» φησί «λόγος ὥσπερ ἵππου καὶ βοὸς καὶ ἀνθρώπου καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος εἷς λόγος ἐστί· καὶ ὃ μὲν ἂν μετέχῃ τοῦ λόγου, τοῦτο καὶ κυρίως λέγεσθαι, ὃ δ' ἂν μὴ μετέχῃ, τοῦτο μὴ λέγεσθαι ἢ μὴ κυρίως λέγεσθαι. οὕτω δὴ καὶ θεοῦ μίαν οὐσίαν εἶναι καὶ φύσιν καὶ κλῆσιν, κἂν ἐπινοίαις τισὶ διαιρουμέ ναις συνδιαιρεῖται καὶ τὰ ὀνόματα· καὶ ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν, ὃ δ' ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι, εἴπερ μὴ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια. οἱ δέ, ὥσπερ δεδοικότες μὴ πάντα κινεῖν κατὰ τῆς ἀληθείας, θεὸν μὲν εἶναι τὸν υἱὸν ὁμολογοῦσιν, ὅταν βιασθῶσι τῷ λόγῳ καὶ ταῖς μαρτυρίαις, ὁμώνυμον δὲ καὶ μόνης κοινωνοῦντα τῆς κλήσεως.» Ἡ μὲν οὖν θεολογικὴ περίοδος αὕτη, κατὰ κύκλον μὲν περιοδευθεῖσα, πολλαῖς δὲ καταμερισθεῖσα ἐννοίαις, καὶ οἷά τινι ἁπλώσει καὶ περιπτύξει χειρός, τῇ ἐμπεριβόλῳ φράσει καὶ τῷ ἀπῃωρημένῳ τῆς εὐκρινείας καὶ τῷ τῶν συνδέσμων οἷον εἰπεῖν χάσματι ἔνδον ἑαυτῆς πάντα συγκατακλεί σασα. νοῦς δὲ τῆς περιόδου ταύτης τοιοῦτος. οὐκ ἀποδέχεται ὁ πατὴρ τοὺς ὁμολογοῦντας μὲν θεὸν τὸν υἱόν, ἑτεροούσιον δὲ τῷ πατρί, καὶ ἐπι πλήττει σφοδρῶς, τοῦτο μὲν ὡς ἀμαθέσι, τοῦτο δὲ ὡς κακεντρεχέσι τοῖς καθ' ἡμῶν ὑποδείγμασι. φησὶ γὰρ ὡς ἔστι τις καὶ παρ' ἡμῖν οὐσία εἶδος ὀνομαζομένη, ἀνθρώπειον δὲ τοῦτο ἢ ἵππειον ἢ βόειον, ἢ ἄλλο τι τοιουτό τροπον ὑπὲρ ταῦτα ἢ παρὰ ταῦτα· ὑφ' ἕκαστον δὲ τῶν εἰδῶν ἄτομα πολλὰ διηρίθμηνται, ἄνθρωποι, ἵπποι, βόες, κατὰ τὰ παραδείγματα τῶν εἰδῶν, ὁρισμὸς δὲ πᾶσι τοῖς ὑπὸ τὸ εἶδος ἀτόμοις εἷς. Ὅσα μὲν οὖν τοῦ κοινοῦ μετέχει ὁρισμοῦ, ταῦτα καὶ κυρίως λέγεται· ὅσα δὲ ὀνομάζεται μὲν ὡς καὶ τὰ λοιπὰ ἄτομα, ἄμοιρα δὲ τοῦ λόγου ἐστί, ταῦτα οὐ κυρίως εἰσίν· ὃ δὲ μὴ κύριον, τοῦτο ἄκυρον. τὸ δὲ ἄκυρον βούλο μαι μὲν εἰπεῖν κατὰ τὸν Νυσσαέα Γρηγόριον καὶ ἀνύπαρκτον, ἵνα δὲ μὴ περιττὸς δόξω, τῷ γε κυρίῳ πάντως ἀνόμοιον. Σωκράτης μὲν καὶ Πλάτων καὶ Ἀριστοτέλης, καὶ ἁπαξαπλῶς τὰ ὑπὸ τὸ εἶδος ἄτομα, κυρίως ἄνθρωποι, ὅτι τοῦ κατὰ εἶδος λόγου κοινῶς καὶ ἀμερίστως συμμετεσχή κασιν, ἕκαστον γὰρ τούτων ζῷόν τε τυγχάνει καὶ λογικὸν καὶ θνητὸν καὶ ἐπιστήμης καὶ νοῦ δεκτικόν· τὸ δὲ παρὰ τοῦ ἀνδριαντοποιοῦ εἰκονισμένον πρός τινα τῶν ἀνθρώπων ὁμοίωμα ἢ τὸ παρὰ τοῦ ζωγράφου χρωματι σθὲν ἄνθρωπον μὲν ἄν τις ὀνομάσειεν, ὅτι τῷ σχήματι τὸ εἶδος μεμίμη ται, οὐ κυρίως δέ, ἀλλ' ὁμωνύμως. διὰ τί; ὅτι μὴ τοῦ ὁρισμοῦ μετέσχηκε τοῦ κατὰ τὸ εἶδος· οὐ γάρ ἐστι τὸ ἀνδρείκελον ζῷον λογικὸν θνητόν. Ὥσπερ οὖν ἡμῖν τοῖς κατὰ μέρος ἀνθρώποις καὶ αὖθις τοῖς κατὰ μέρος ἀγγέλοις μία τις εἰδικὴ οὐσία συμπέφυκεν, οὕτω δὴ καὶ ἐπὶ τῶν τριῶν ὑποστάσεων, πατρός φημι καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μία τις οὐσία καὶ φύσις ἐστὶ θεότητος καὶ κλῆσις. καὶ ὅπερ ἐπὶ τῶν πραγμάτων καὶ τῆς ἀληθείας ὁ Ἀριστοτέλης φησίν, ὅτι ἀντιστρέφει τὸ ὂν πρὸς τὴν ἀλήθειαν (εἴτε γὰρ κάθηται Σωκράτης, ἀληθεύει ὁ φάσκων καθῆσθαι Σωκράτην, εἴτε ἐκεῖνος ἀληθεύει, ὁ Σωκράτης κάθηται), τοῦτο καὶ ἐν ταῦθά φησιν ὁ πατήρ, ὅτι «ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν, ὃ δ' ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι», τουτέστιν ἡ μὲν κυριολογία τοῦ ὀνόματος τὴν ἀλήθειαν εἰσάγει τοῦ πράγματος, τὸ δὲ κατὰ φύσιν ὄν, τοῦτο τοῦ ὀνόματος τὴν ἀλήθειαν δείκνυσιν, «εἴπερ» φησί «μὴ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια». οὐ γὰρ περὶ τὰ ὀνόματα πραγματευόμεθα, ἀλλ' ἀπὸ τῶν ὀνομάτων περὶ τὰ πράγματα, οὐδὲ πᾶσαν τὴν θεὸς φωνὴν ἐπὶ τῆς πρώτης τάττομεν φύσεως· οὐκ ἂν γὰρ φθάνοιμεν καὶ ἱερέας θεοποιοῦντες καὶ «ἄρχοντας τοῦ λαοῦ» καὶ τοὺς διαβεβηκότας ἐν θεωρίαις καὶ τοὺς «ἀπὸ γῆς ἀναβαίνοντας» κατὰ τὴν τῆς ἐγγαστριμύθου φωνήν. ἀλλὰ δεῖ σκοπεῖν τὸ λεγόμενον, καὶ εἰ μὲν κατὰ φύσιν ᾖ πρὸς τὴν πρώτην οὐσίαν, τοῦτο καὶ κυρίως λέγειν θεόν· εἰ δὲ μή, κατατάττειν μετὰ τῆς κτίσεως. ἡμῖν γὰρ μία θεότης τὸ σεβόμενον, ἣν δὴ καὶ οὐσίαν καὶ φύσιν καὶ μορφὴν οἱ θεῖοι πατέρες κατωνόμασαν, ἄτμητον, ἀμέριστον, ἀδιάστατον, κἂν ἐπινοίαις τισὶ διαιρουμέναις συνδιαιρῆται καὶ τὰ ὀνόματα. Ἀλλὰ τὸ μὲν περὶ τῆς ἐπινοίας εἰς ἕτερον ἀναβεβλήσθω καιρόν· πολυ σήμαντον γὰρ τοῦτο τὸ ὄνομα καὶ πολυμερές, ὡς καὶ Βασιλείῳ τῷ πάνυ δοκεῖ. τὸ δ' οὖν λεγόμενον ἐνταῦθα, ὅτι μὴ δεῖ διὰ τὴν τῶν προσώπων διαίρεσιν κατατέμνειν καὶ τὴν οὐσίαν, μηδ' ἐπειδὴ τὸ μὲν ἀγέννητόν φαμεν, τὸ δὲ γεννητόν, τὸ δὲ ἐκπορευτόν, διαιροῦντες αὐτοῖς τὰς διαφόρους ἐπι νοίας καὶ ταῖς ἐπινοίαις συνδιαιροῦντες καὶ τὰ ὀνόματα, διὰ τοῦτο καὶ τὴν οὐσίαν ἀφ' ἑαυτῆς διιστᾶν καὶ κατακερματίζειν τὸ μὲν αὐτῆς τῷ ἀγεννήτῳ, τὸ δὲ τῷ γεννητῷ, τὸ δὲ τῷ ἐκπορευτῷ. ἐπεὶ καὶ παρ' ἡμῖν (ἀλλά μοι μέχρι τινὸς σῷζε τὸ παράδειγμα) οὐκ ἐπειδὴ Γρηγόριος καὶ Βασίλειος Κύριλλός τε καὶ Ἀθανάσιος τῷ ἀριθμῷ ἀπ' ἀλλήλων διῄρηνται, ἤδη καὶ ὁ τοῦ εἴδους αὐτοῖς κατετμήθη λόγος· μένει γὰρ ἀμέριστος τῶν ἀτόμων μεμερισμένων. Ἡμεῖς μὲν οὕτως. ἐκεῖνοι δέ, φησί, «θεὸν μὲν ὁμολογοῦσι τὸν υἱόν, ὅταν βιασθῶσι τῷ» ἀποδεικτικῷ «λόγῳ καὶ ταῖς» γραφικαῖς «μαρτυρίαις», μέχρι δὲ τῆς φωνῆς εὐσεβοῦντες καὶ ὥσπερ καταχαριζόμενοι τὸ ὄνομα τῷ υἱῷ ὁμώνυμον τοῦτόν φασι, καὶ τοῦ μὲν ὀνόματος συγκοινωνεῖν τῷ πατρί, μὴ μέντοι γε δὲ καὶ τῆς οὐσίας. Καὶ οἶδα μὲν ὡς οὐ κατὰ τὴν ἐπαγγελίαν ὁ δεύτερος λόγος διηκριβώθη, ἔχει γὰρ ἄφατόν τινα καὶ κεκρυμμένην τὴν δύναμιν· εἰ δέ τις πρὸς τὴν ἡμετέραν ἕξιν τοῦτον παρεξετάσειε, κἂν εἰπεῖν ἔχοι ὡς ἄριστα διῃτήθη.

Intertext edge

Open linked passage

Note