Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
108.1
Περὶ τοῦ κατὰ τὸν σταυρὸν καὶ τὴν ταφὴν τοῦ Χριστοῦ μυστηρίου Ἡ τοῦ λόγου οἰκονομία μυστήριον μέν ἐστιν οὐσιώδους πρὸς τὴν ἡμε τέραν φύσιν ἑνώσεως· εἰ δέ τις αὐτὴν ὑψηλοτέροις κατανοήσειε λογισμοῖς, τήν τε τῶν φαινομένων καὶ νοουμένων κτισμάτων ἐπιστήμην εἴσεται καὶ τοὺς γραφικοὺς τύπους καὶ τὰ αἰνίγματα. δεῖ δὲ διελεῖν τὸν ἀπὸ τῆς ἑνώσεως ἄχρι σταυροῦ καὶ ταφῆς καιρὸν καὶ μετὰ ταῦτα τῆς ἀναστάσεως τὴν ἀπόρρητον δύναμιν. καὶ εἰ μέν τις ἀκριβῶς γνοίη τὸ τοῦ σταυροῦ καὶ τῆς ταφῆς μυστήριον, τὴν ἐπιστήμην τῶν προειρημένων ἐδέξατο· ὁ δὲ τῆς ἀναστάσεως μυηθεὶς τὴν ἀπόρρητον δύναμιν ἔγνω τὸν ἐφ' ᾧ τὰ πάντα προηγουμένως ὁ θεὸς ὑπεστήσατο σκοπόν. Καὶ τοῖς μὲν φαινομένοις ἀφοριστέον τὸν σταυρόν, ὥσπερ ἕξιν τινὰ ἐπέχουσαν τὴν σχέσιν τῶν ἐπ' αὐτοῖς ἐνεργουμένων κατέστησε, τὴν δὲ ταφὴν ἀπομεριστέον τοῖς νοητοῖς ἤτοι τὴν ὁλικὴν ἀκινησίαν τῶν ἐπ' αὐτοῖς κατὰ νοῦν ἐνεργουμένων. τῇ γὰρ σχέσει συναναιρουμένης τῆς περὶ πάντα φυσικῆς ἐνεργείας τε καὶ κινήσεως, κατὰ τὸν σοφώτατον Μάξιμον, γυμνὸς τῶν τοιούτων περιβλημάτων ὁ λόγος ἀνίσταται, ἀφεὶς ἐν τῷ τάφῳ οὐ «τὰ ὀθόνια» μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ κεφαλοδέσμιον· τὰ μὲν γὰρ ὀθόνια τύπος ἐστὶ τῆς τῶν φαινομένων κατανοήσεως, «τὸ» δέ γε «σουδάριον» σύμβολον τῆς τῶν νοητῶν ἐπιστήμης, οἷς ὁ κύριος συγκατελήλυθε πρὸς ἡμᾶς, ἵνα διὰ τῆς κατ' αὐτὸν ἐνεργείας ἀμφοτέρων τὴν γνῶσιν λάβοιμεν. καὶ δεῖ μὲν ἡμᾶς τοῖς φαινομένοις πρότερον ὡς αἰσθητικωτέροις προσιέναι καὶ τούτων τὴν πνευματικωτέραν γνῶσιν λαβεῖν, εἶτα ἱκανῶς τοῖς προ τελείοις τούτοις προγυμνασθέντας τὰς τῶν νοητῶν καταλήψεις ζητεῖν, ἐπειδὰν δὲ καὶ ταῦτα γνοίημεν, ὥσπερ ἐν τάφῳ πάντα καταλιπεῖν καὶ ἀναστῆναι γυμνοὺς παντὸς αἰσθητοῦ καὶ νοητοῦ προκαλύμματος καὶ ἐντὸς τῶν ἀδύτων γενέσθαι καὶ εἰς τὸν θεῖον ἀνιέναι γνόφον, τὴν ἀνείδεον τοῦ θεοῦ γνῶσιν, ὅσον ἡμῖν ἐφικτόν, καὶ τὸν ἐντελῆ «σαββατισμὸν» δέξασθαι. Τὰ γὰρ ἀπὸ τῆς τῶν φαινομένων γνώσεως ἄχρι τῶν νοουμένων ἀτελῆ σάββατα καὶ «σάββατα σαββάτων» καὶ παροικίαι καὶ κατοικίαι καὶ περι τομαὶ τῶν περιττῶν καὶ αὖθις ἕτεραι αὐτῶν τῶν περιτομῶν καὶ πρῶτοι καὶ δεύτεροι θερισμοί. ἀπάθεια γὰρ ἐν αὐτοῖς ψυχῆς λογικῆς κατὰ τὴν πρακτικήν, καὶ αὖθις ἐλευθερία ψυχῆς λογικῆς διὰ τῆς ἐν πνεύματι φυσι κῆς θεωρίας, καὶ ἠρεμία πνευματικὴ καὶ ἀπόθεσις τῆς περὶ γένεσιν ἐμ παθοῦς διαθέσεως καὶ ἀποβολὴ τῆς φυσικῆς περὶ ταύτην κινήσεως, καὶ τῶν κατ' ἀρετὴν καὶ φύσιν τῶν ὄντων πνευματικωτέρων λόγων μετ' ἐπι στήμης ἐπίγνωσις, καὶ ἡ πᾶσιν ἄβατος περὶ τὴν τῶν νοητῶν μυστικὴν θεωρίαν περὶ νοῦν ἀγνώστως συνισταμένη τοῦ θεοῦ κατανόησις.