Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
109.1
Περὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, τοῦ ἱλαστηρίου καὶ τῶν λοιπῶν. Ἡ «κιβωτὸς τοῦ μαρτυρίου ἐκ ξύλων ἀσήπτων» ἐγεγόνει τῷ Μωυσῇ, ὑπήλειφε δὲ ταύτην «χρυσὸς καθαρὸς ἔξωθεν». ἄνωθεν δὲ ἐπ' αὐτῇ τὸ «ἱλαστήριον» ἐπετέθειτο, ἐφ' οὗ «δύο χερουβὶμ χρυσᾶ τορευτὰ» κατάντικρυ ἀλλήλων πεποίηντο. ἦν δὲ ἡ κιβωτὸς οἷόν τι ταμιεῖον ἄσυλον ὧν ἐμαρτύ ρατο πρὸς Μωυσῆν ὁ θεός. Καὶ ἡ «τράπεζα ἐκ χρυσίου καθαροῦ» κατεσκεύαστο, «οἱ δὲ ἀναφορεῖς αὐτῆς ἐκ ξύλων ἀσήπτων, χρυσίῳ» διηλειμμένων «καθαρῷ», «τὰ» δὲ «τρύ βλια αὐτῆς καὶ αἱ θυΐσκαι καὶ τὰ σπονδεῖα καὶ οἱ κύαθοι», πάντα «χρυσᾶ». Ἥ τε «λυχνία τορευτὴ χρυσῆ» καὶ «ὁ καυλὸς αὐτῆς» χρυσοῦς «καὶ οἱ καλαμίσκοι» αὐτῆς «καὶ οἱ κρατῆρες καὶ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα καὶ οἱ ἐκτετυπωμένοι καρυΐσκοι καὶ ὁ ἐπαρυστὴρ καὶ τὰ αὐτῆς» σύμπαντα «ἐξ ἑνὸς χρυσίου καθαροῦ». «Ἡ δὲ σκηνὴ δέκα» ἦσαν «αὐλαί», ἑκάστη τὸ «μῆκος» αὐτῆς «εἴκοσι καὶ ὀκτὼ πήχεων, καὶ τὸ εὖρος τεσσάρων»· ἦν δὲ ξύμπασα «ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου» συνυφασμένη. ὑπήρειδόν τε τὴν σκηνὴν «στῦλοι ἐκ ξύλων ἀσήπτων» τὸ πλῆθος «εἴκοσιν», ἔξωθεν ὑπηλειμμένοι χρυσῷ. τὸ δὲ «καταπέτασμα» τῆς σκηνῆς πεποίητο «ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου», καὶ ἦν «ἐπιτεθειμένον ἐπὶ τοὺς στύλους». Καὶ «ἡ κιβωτὸς ἔνδον» ἐτέθειτο «τοῦ καταπετάσματος», καὶ ἦν «τὸ καταπέτασμα διορίζον ἀνὰ μέσον τοῦ ἁγίου καὶ ἀνὰ μέσον τοῦ ἁγίου τῶν ἁγίων, κατεκάλυπτε» δὲ καὶ «τὴν κιβωτὸν τοῦ μαρτυρίου» ὥστε μὴ φαίνε σθαι. «ἡ δὲ τράπεζα ἔξωθεν» ἵδρυτο «τοῦ καταπετάσματος πρὸς βορρᾶν, ἡ δὲ λυχνία ἀπέναντι αὐτῆς πρὸς νότον». τὸ δὲ «θυσιαστήριον» ἦν «τετράγω νον ξύλινον, πέντε πήχεων τὸ μῆκος καὶ πέντε πήχεων τὸ εὖρος καὶ τριῶν πήχεων τὸ ὕψος»· ἔξωθεν δὲ «χαλκῷ ἐκεκάλυπτο», ὥσπερ δὴ καὶ ἡ περι βεβλημένη αὐτῷ «στεφάνη» καὶ αἱ «φιάλαι» καὶ τὸ «πυρεῖον» καὶ αἱ «κρεά γραι» καὶ ἡ «δικτυωτὴ ἐσχάρα» καὶ οἱ «ἀναφορεῖς». ἡ δὲ «αὐλὴ τῆς σκηνῆς βύσσινός» τε ἦν, καὶ «πρὸς νότον» ἐξήπλωτο «ἑκατὸν πήχεων τὸ μῆκος, τὸ δὲ εὖρος τὸ κατὰ θάλασσαν πήχεων πεντήκοντα καὶ τὸ ὕψος πήχεων δεκαπέντε· τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ' ἑκατόν, καὶ τὸ εὖρος πεν τήκοντα ἐπὶ πεντήκοντα, καὶ τὸ ὕψος πέντε πήχεων ἐκ βύσσου κεκλω σμένης». Τῆς δὲ ἱερατικῆς στολῆς «τὸ περιστήθιον καὶ ἡ ἐπωμὶς καὶ ὁ ποδήρης χιτὼν κοσυμβωτός», ἡ δὲ «ἐπωμὶς ἐκ βύσσου κεκλωσμένης» ἐξυφασμένη καὶ «τὸ ὕφασμα τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας»· καὶ «δύο λίθοι ἐπὶ τὸν ὦμον τῆς ἐπωμίδος σμαράγδινοι, ἐγγεγλυμμένοι τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ». τὸ δὲ «λογεῖον τῶν κρίσεων ἔργον» ἦν «ποικιλτὸν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου τετράγωνον διπλοῦν, σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος, στίχοις» τέσσαρσι «λίθων» καταπεποικιλμένον διαφανῶν, «σαρδίων» καὶ «τοπαζίων» καὶ «σμαράγδων» καὶ «ἀνθράκων» καὶ «σαπφείρων» καὶ «βηρυλλίων» καὶ «ὀνύχων»· καὶ ἦν συγκείμενον ἀεὶ τῇ ἐπωμίδι τὸ λογεῖον, οἷον ἐπιστήθιον ἱερατικόν, ἐν δὲ «τῷ λογείῳ τῆς κρίσεως ἡ δήλωσις ἦν ἐπιτεθειμένη καὶ ἡ ἀλήθεια». ὁ δὲ «ὑποδύτης ποδήρης» ἦν «ὑακίνθινος ὅλος» καὶ περὶ τὴν πέζαν «ῥοΐσκοι» αὐτοῦ ἐξεκρέμαντο «πορφυροῖ καὶ ὑακίνθινοι καὶ κόκκινοι», καὶ ἀναμὶξ «χρυσοῖ κώδωνες». Τὸ δὲ «χρυσοῦν πέταλον», ὃ ἦν «ἁγίασμα κυ ρίῳ», «ἐπὶ τῆς μίτρας» ἐνήρμοστο· ἡ δὲ μίτρα στεφάνη τις ἦν οἷον τὸ τοῦ ἱερέως περιδέουσα «μέτωπον». ἡ δὲ «κίδαρις βυσσίνη», καὶ ἡ «ζώνη ἔργον ποικιλτόν». καὶ ἦν τὸ μὲν λογεῖον συνημμένον πρὸς τὴν ἐπωμίδα, τὸ δὲ πέταλον ἐνηρμοσμένον τῇ μίτρᾳ, ἡ δὲ μίτρα ἐπιτεθειμένη ἐπὶ τὴν τοῦ ἱερέως κεφαλήν. Ἐπεποίητο δὲ καὶ τὸ «θυσιαστήριον» τοῦ «θυμιάματος ἐκ ξύλων» ὁμοίως «ἀσήπτων, τετράγωνον, κατακεχρυσωμένον χρυσίῳ καθαρῷ, κέρασι» διειλημμένον «χρυσοῖς». καὶ «ἐθυμιᾶτο ἐπ' αὐτοῦ θυμίαμα σύν θετον, λεπτόν, θυμίαμα ἐνδελεχισμοῦ». ὁ μέντοι γε «λουτὴρ χαλκοῦς» ἐγεγόνει, καὶ ἡ «βάσις αὐτῷ χαλκῆ», κείμενος «ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου». ἦν δὲ τὸ «χρῖσμα ἄνθος σμύρνης ἐκλεκτῆς» καὶ «εὐῶδες κινάμωμον» καὶ «κάλαμος εὔοσμος» καὶ «ἶρις» καὶ «ἔλαιον μύρον μυρεψικόν», «ἐξ οὗ ἡ σκηνὴ» καὶ τὰ περὶ αὐτὴν πάντα «ἐχρίετο», «τοῦ θυμιάματος καὶ τὸ θυσιαστή ριον τῆς ὁλοκαυτώσεως». τὸ δέ γε «θυμίαμα μῖγμα» ἦν «στακτῆς» καὶ «ὄνυχος» καὶ «ἡδυόσμου, χαλβάνης καὶ λιβάνου διαφανοῦς»· καὶ ἦν ἐκ τούτων «συγκεκομμένον λεπτὸν καὶ τεθειμένον ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου». «Καὶ ἔδωκε Μωυσῇ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ» ὁ θεὸς «ἐν τῷ ὄρει τῷ Σινᾷ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας δακτύλῳ θεοῦ». Προστάσσει δὲ θεὸς καὶ τὴν θυσίαν ποιεῖν κατὰ τὴν ἀναλογίαν τῆς εὐπορίας, μόσχον ἢ ἀρνίον ἢ αἶγα, τοῖς δὲ καὶ «δύο τρυγόνας ἢ δύο νεοσ σοὺς περιστερῶν», τοῖς δὲ ἔτι πενεστάτοις «σεμίδαλιν» ὀλίγην «ἐλαίῳ» ἀναμεμιγμένην. προσεφέροντο δὲ καὶ ὑπὲρ «ἁμαρτίας» καὶ «πλημμελείας», ἤτοι παρανομίας ἐκ περιστάσεως, καὶ «ἀγνοίας» ἱερουργίαι. καὶ τῶν θυ μάτων τὰ μὲν ὁλοτελῆ κατεκαίετο, τῶν δὲ σμικρά τινα μόρια, ὁ ἐπίπλους, «οἱ νεφροί, τὸ» ἐπικείμενον «στέαρ καὶ ὁ λοβὸς τοῦ ἥπατος». ἡ δὲ ὑπὲρ ἁμαρτίας θυσία δίχα «ἐλαίου» καὶ «λιβανωτοῦ» προσεφέρετο. καὶ τὰ μὲν «ὁλοκαυτούμενα ἄρσενα» ἦν, τὰ δὲ «περὶ ἁμαρτίας θήλεα»· ὡλοκαυτοῦντο δὲ καί τινα τῶν πτηνῶν, ὁ δὲ «πρόλοβος» τῶν πτηνῶν «καὶ τὰ πτῖλα» ἔξω τῆς παρεμβολῆς ἀπετίθετο. Καὶ τὰ «ἀπὸ τηγάνου δὲ λάγανα θυσίαν» ὁ νόμος καλεῖ, τοὺς πένητας ψυχαγωγῶν τῷ ὀνόματι. καὶ τὸν μὲν προσφέροντα ζῷον «ἄνθρωπον» ἡ γραφὴ ὀνομάζει, «ψυχὴν» δὲ καλεῖ τὸν «σεμίδαλιν» προσκομίζοντα. ἀπαγο ρεύει δὲ «μέλι» προσφέρεσθαι τῷ βωμῷ καὶ «ζυμίτας ἄρτους». τὸν δὲ «ἀρχιερέα» νόμον τινὰ παραβεβηκότα «μόσχον ἄμωμον» ἱερεύειν κελεύει· τὸν δὲ «ἄρχοντα» ἁμαρτήσαντα ἔριφον ἐνιαύσιον προσενεγκεῖν· ἄλλον δέ τινα τῶν τοῦ πλήθους ἁμαρτόντα χίμαρον θύειν προστάττει, εἰ δὲ πένης εἴη, «δύο τρυγόνας ἢ δύο νεοττοὺς περιστερῶν»· εἰ δὲ πενέστατος, «σεμί δαλιν» δίχα «ἐλαίου» καὶ «λιβανωτοῦ». αἵματι δὲ καὶ ἐλαίῳ τήν τε ἀκοὴν τοῦ ἱερέως καὶ τὴν δεξιὰν χεῖρα καὶ τὸν πόδα κατέχριε. Καὶ τὸν μὲν ὅλον λεπρὸν γεγονότα καθαρὸν ὀνομάζει, τὸν δὲ ἐκ μέρους ἀκάθαρτον. τηνικαῦτα δὲ ἐν τοῖς ἱματίοις λέπρα ἐγίγνετο. Εἰσῄει δὲ ὁ ἀρχιερεὺς εἰς «τὰ ἅγια τῶν ἁγίων» κατὰ τὴν «δεκάτην τοῦ ἑβδόμου μηνός», ἐν «τῇ τοῦ ἱλασμοῦ ἡμέρᾳ». Τὰ δὲ πρωτότοκα τῶν θρεμμάτων μετὰ τὴν ὀγδόην ἡμέραν προσφέρε σθαι διηγόρευε. «Ἄλευρον» δὲ «κρίθινον» ὑπὲρ τῆς ὑποπτευομένης μοιχευθῆναι προσ εφέρετο.