Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Εἰς τὸ «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ» Σολομῶν μὲν ὁ σοφώτατος τὸ «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα α [ὐτοῦ»....................] εἰπὼν ἀπηλλάγη. οἱ δὲ τουτὶ τὸ χωρίον ἐξηγησάμενοι εἰς διαφόρους ἐννοίας [.................... ἀσυμ] φώνους καὶ μαχομένας ἀλλήλους τὰς ἐξηγήσεις δεδώκασι· περὶ ὧν νῦν οὐ σχολὴ λ [έγειν..................... α] ὐτοῖς ἐγένετο ἐννοιῶν τὸ παροιμιῶδες καὶ κεκρυμμένον τοῦ λόγου καὶ κατὰ τὴν διάνοιαν [.........................] βάθος τὸ βούλημα τῆς γραφῆς ἀνιχνεύοντες, δυσὶ ταύταις ἐστοιχήσαμεν ἐξηγήσε [σιν, ἃς] ἐν μέρει νῦν ἀποδώσομεν. Ἐπεὶ γὰρ περὶ τῆς σοφίας ὁ λόγος τῷ Σολομῶντι, ἢ τὴν ἐπιστημονικὴν σύνεσιν ταύτην οἰητέον καθ' ἣν «ἐν σοφίᾳ τὰ πάντα» ἐδημιούργησεν ὁ θεὸς καὶ «ἐν συνέσει ἐτάνυσεν οὐρανούς», ἢ τὴν πρώτην καὶ μόνην σοφίαν, τοῦ πατρὸς τὸν ἐνυπόστατον λόγον, τὸν «ἀκήρατον νοῦν», τὴν «πηγὴν τῆς ζωῆς» καὶ τῆς ἀθανασίας. ἀλλ' εἰ μέν τις κατὰ τὴν δευτέραν ἔννοιαν ἀκριβολογοίη τὴν παροιμίαν, «πολλὰς» μὲν εὕρῃ τὰς «ἀντιλαβ [ὰς καὶ» τὰς] «ὑποψίας», γενναίων δὲ οὐκ ἀπορήσει λύσεων ὅ γε διαβατικώτα τος νοῦς, περὶ ὧν καὶ [...............] λέξομεν· εἰ δὲ σοφίαν τὴν τοῦ θεοῦ ἐπιστήμην οἰήσεται, ἥτις καθ' ἕνα δὴ καὶ τὸν α [ὐ] τ [ὸν...............] φύσει τοῦ ἐπιστήμονος ἕστηκεν, οὔτε πράγματα ἕξει πρὸς τὴν ἐξήγησιν, οὔτε τις αὐτῷ λίθος ἔσται «προσκόμματος ἢ πέτρα σκανδάλου». ἐπειδὴ γὰρ οὐδὲν τῶν ὄντων ἀγέννητον ἄνευ τῆς θεαρχικῆς καὶ τρισυποστάτου τριάδος, μετὰ τῶν ἄλλων καὶ ἡ σοφία πρὸ τῆς τῶν κατὰ μέρος δημιουργίας κτίζεται τῷ θεῷ, ἥτις δὴ ὥσπερ ἐν δράματι τὰ καθ' ἑαυτὴν ὑποκρινομένη, μᾶλλον δὲ αὐτοπρόσωπος μικρόν τι τῆς σκηνῆς προϊοῦσα, «κύριος» φησίν «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ»· πρὸ γὰρ τῆς τῶν πάντων δημιουργίας, τῶν τε ἐν νοήσει καὶ αἰσθήσει φημὶ καὶ αὐτῶν δὴ τῶν αἰώνων, ἡ σοφία ὥσπερ τις θεμέλιος τοῖς ὅλοις προκαταβάλλεται τῷ θεῷ. Διὰ σοφίας τοίνυν τὰ μὲν νοητὰ πρῶτα, τὰ δὲ αἰσθητὰ δεύτερα πεποίη κεν ὁ θεός, ὅτι τὰ μὲν σύνθετα, τὰ δὲ ἁπλᾶ· δευτέρα δὲ ἡ σύνθεσις τῆς ἁπλότητος. διὰ τοῦτο γοῦν τὰ ἁπλούστερα τῶν συνθετωτέρων προῆλθε. πολὺ δὲ βάθος κἀν ταῖς ἁπλότησι κἀν ταῖς συνθέσεσιν· ὅθεν οὔτε τὰ ἁπλᾶ πάντα ὁμότιμα οὔτε τὰ σύνθετα, ἀλλ' ὅσα ἐγγίζει θεῷ τῶν ἁπλῶν, ἐκεῖνα τῶν ἀπωτέρω οὐσιωδέστερα καὶ κρείττονα· ὅσα δ' αὖθις τῶν αἰσθητῶν πλησιάζει τοῖς νοητοῖς, ἐκεῖνα τῶν κατωτέρω λεπτομερέστατά τε καὶ καθαρώτερα, ὥσπερ δὴ οὐρανὸς μὲν τοῦ ὑπὸ σελήνην πυρός, ἐκεῖνο δὲ τοῦ μετ' αὐτὸ ἀέρος καὶ ἀὴρ ὕδατος καὶ τὸ ὕδωρ τῆς γῆς· αὕτη γὰρ τῶν ἄλλων στοιχείων παχυτέρα καὶ δυσμετάβλητος καὶ μᾶλλον ἀναπεπλησμένη τῆς ὕλης. ἐρῶ δὲ ὑμῖν καὶ λόγον τῶν κεκρυμμένων, ὃν Ἕλλην ἀνὴρ σοφὸς τὴν θεολογίαν ἐν ἀπορρήτοις ἐξέφηνεν, Ἑρμῆν φημι τὸν οὕτω παρ' Ἕλλησι Τρισμέγιστον κατονομαζόμενον. οὗτος γὰρ ἔν τινι τῶν αὐτοῦ λόγων, ὃν ἐπέγραψεν Ἀκήρατον Νοῦν, μετὰ θεὸν τοὺς αἰῶνάς φησιν, εἶτα τὸν νοῦν, μεθ' ὃν δὴ τὴν ψυχήν, καὶ αὖθις οὐρανόν, μεθ' οὗ φύσιν καὶ χρόνον καὶ γένεσιν. τίθησι δὲ ὑπεξῃρημένα τινὰ ἑκάστῳ τούτων, τῷ μὲν θεῷ τὸ ἀγαθόν, τῷ δ' αἰῶνι τὸ ταὐτόν, τῷ δὲ νῷ τὴν νοερὰν κίνησιν, τῇ δὲ ψυχῇ τὴν ζωήν, τῷ δὲ οὐρανῷ τὴν ἀποκατάστασιν καὶ ἀνταποκατάστασιν, τῷ δὲ χρόνῳ τὴν κίνησιν καὶ μεταβολήν, τῇ δὲ φύσει τὸ εὐμετάβλητόν τε καὶ ῥευστόν, τῇ δὲ γενέσει τὴν ζωὴν καὶ τὸν θάνατον· τὰ μὲν ταὐτὰ συμφιλοσοφῶν τοῖς Ὀρφικοῖς καὶ [τοῖς Χαλδαϊ κ] οῖς, τὰ δὲ οἴκοθεν ἐπεμβάλλων. Ὡς καλῶς γοῦν ἡ σοφία τὸ «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ [εἰς ἔργα αὐτοῦ]». ἐμὲ δὲ θορυβεῖ λίαν καὶ ἡ δοκοῦσα ταὐτότης τῶν ἐννοιῶν, καὶ ζητῶ τίνες μὲν αἱ ὁδοὶ τοῦ θεοῦ, τί [να δὲ αὖ] τὰ ἔργα ὧν ἡ σοφία προκαθηγήσατο. πλὴν οὐκ ἐκεῖνο φήσαιμι τὸ Πλατωνικόν, ὅτι πρὸ τῆς τῶν ἔργων τελειότητος ἰδέαι τινὲς τῆς τῶν κατὰ μέρος ὑποστάσεως ὑπέστησαν τῷ θεῷ· οὐ γὰρ δὴ μεσιτεύειν τινὰ χρόνον δώσομεν ταῖς ἐννοίαις τοῦ θεοῦ καὶ ταῖς τῶν ὄντων τελειότησιν· ᾧ δὴ τὸ βούλημα μόνον ἔργον ἐστὶ συντετμημένον τε καὶ συντετελεσμένον. ἔργα μὲν τοῦ θεοῦ αὐτὰ δὴ τὰ δημιουργήματα, οἷς δεῖ προνοίας εἰς σύστασιν· σοφὸν δὲ οὐ μόνον τὸ κατὰ λόγον τεκταίνεσθαί τι, ἀλλὰ καὶ τὸ προνοεῖσθαι καὶ τῶν δεδημιουργημένων· ὅπερ δὴ ὁδόν φησιν ὁ προφήτης· ἀρχηγόν, φησὶν ἡ σοφία, ἐμὲ τὴν σοφίαν «τῶν εἰς τὰ ἔργα αὐτοῦ ὁδῶν», ἤτοι προνοητικῶν λόγων, ἐδημιούργησεν ὁ θεός. «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με». αἰὼν δέ ἐστιν, εἴ τις κυριολεκτεῖν βού [λεται,............] τυπον, ὑπέρκοσμός τις κατάστασις, ταῖς νοεραῖς δυνάμεσι τὴν φύσιν κατάλληλος, ἑστὼς [............] ι, ἀεὶ ὢν καὶ διὰ τοῦτο αἰὼν κατωνομασμένος. καὶ τούτου γοῦν τοῦ θαυμαστοῦ χρήματος τ [ὴν ἀρχὴν] τῆς γενέσεως ἡ σοφία εἴληχεν. ἐπεὶ δὲ ὁ αἰὼν τοῖς πολλοῖς ἀγνώριστος τέως ἦν, ἐπὶ τὰ σαφέστερα [........] α, «ἐν ἀρχῇ» φησί «πρὸ τοῦ τὴν γῆν ποιῆσαι», ὁποτέραν βούλει, εἴτε τὴν τῶν πραέων, ἥτις δὴ καὶ τοὺς οὐρανοὺς [ὑπερβέβ] ηκεν, εἴ [τε τα] ύτην, ἣν οἰκοῦμεν οἱ ἄνθρωποι. ἡ γὰρ παρὰ τῷ Ὠριγένει μυθολογουμένη, ἥτις εὐθύς, ὥς φησιν, υ῾̣ [πὸ τὴν ἀ] πλανῆ πέφυκε, μετὰ τῶν μύθων κείσθω. «καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι». ἔστι δὲ ἄβυσσος πλῆθος ὑδάτων, ὥστε τὸν ὀφθαλμὸν δύνειν κατὰ τῆς ὑποκειμένης αὐτῷ γῆς μὴ δύνασθαι. νοήσεις δὲ ἀβύσσους ἢ τὰ πλήθη τῶν θαλαττίων ὑδάτων ἢ τὰς τῶν ποταμῶν ἀρχὰς καὶ πηγὰς ἢ τὰ ὑπὲρ τὸ στερέωμα ὕδατα ἢ κοινῶς ὕδατα· διὰ γὰρ τοῦτο καὶ πληθυντικῶς ἐσημάνθη. «πρὸ τοῦ ὄρη ἑδρασθῆναι». τοῦτο δὲ τὸ ῥητόν, ὥσπερ δὴ καὶ τὸ μετ' αὐτό, δοκεῖ μὲν ἐκ περιττοῦ κεῖσθαι, καὶ τὰ ὄρη γὰρ καὶ οἱ βουνοὶ μέρος γῆς. ἔχει δέ τινα καὶ ἰδίαν ἔννοιαν ἡ περὶ τῶν ὀρῶν ἕδρασις καὶ τῶν βουνῶν γέννησις· οἶμαι γὰρ μὴ ἀνωμάλως εὐθὺς γενέ [σθαι τὴν] γῆν εἰς γηλόφους ἀνισταμένην καὶ καθειμένην εἰς γήπεδα, ἀλλὰ λείαν τινὰ καὶ ἴσην. ἐπεὶ δὲ ἔδει ὑποδοχῶν [καὶ] οἱονεὶ δεξαμενῶν τοῖς ὕδασιν, ἃ δὴ μετὰ τὴν τοῦ στερεώματος ποίησιν ἔμελλεν ἔν τισι καταχωρηθῆναι κοιλότησιν, ὡς καὶ τῷ μεγάλῳ Βασιλείῳ δοκεῖ, διὰ ταῦτα ῥήγνυται μὲν τὸ βάθος τῆς γῆς, χωρεῖ δὲ παρὰ τὰς κοιλάδας τὸ ὕδωρ, καὶ τὸ μὲν ὅσον ἐβαθύνθη πεδιὰς ὠνομάσθη, τὸ δ' ὅσον τὴν ῥαγεῖσαν περιέστη γῆν ὄρη τε καὶ βουνοί· ἃ δὴ κατὰ μὲν τὸ ὑπερανεστη κέναι τῆς γῆς τὴν κοινωνίαν, καθ' ὅσον δὲ τὸ μὲν ἐψίλωται, τὸ δὲ σύμφυτόν ἐστι καὶ κατάδενδρον, ἐκεῖνο μὲν βουνός, τὸ δὲ ὄρος κατωνομάσθη· ὧν ἡ σοφία προγεγενῆσθαί φησιν. Οὕτως μὲν οὖν ἄν τις ἐφερμηνεύσειεν ἃ περὶ αὐτῆς ἡ σοφία φησίν, εἴ τις σοφίαν τὴν ἐπιστήμην ἐνταῦθα βούλοιτο καλεῖν τοῦ θεοῦ· εἰ δὲ σοφίαν νοήσομεν αὐτὸν δὴ «τὸν τοῦ πατρὸς ὅρον καὶ λόγον», τὸν υἱόν φημι τοῦ θεοῦ, ὃς δὴ μετὰ τῶν ἄλλων καὶ ταύτῃ χαίρει τῇ προσηγορίᾳ καλούμενος, εὐθὺς ἡμῖν ἀπαντήσεται ἡ τοῦ ἐκτίσθαι φωνή, καὶ μετὰ συνηγόρων τοιούτων καθ' ἡμῶν λυττήσει ὁ Ἄρειος. «κύριος» γάρ φησιν ὁ υἱὸς τοῦ θεοῦ, ἡ ὄντως σοφία, «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ». εἰ δὲ ἔκτισεν, ἔκτισται, καὶ εἰ ἔκτισται, «ἦν ὅτε οὐκ ἦν». Πρὸς τοῦτον οὖν τὸν λόγον τρία ἂν εἴποιμι ταῦτα· ὧν πρῶτον ὅτι τὸ εἶδος τῆς παροιμιακῆς ἐννοίας πολλὰ τῆς ἀκριβοῦς ὑπερβαίνει θεολογίας διὰ τὸ μὴ καθαρῶς, ἀλλ' ἐμφαντικῶς πλαγιάζειν τοῖς ἀκροαταῖς τὰ νοήματα· τοιοῦτόν ἐστι καὶ τὸ «ἀφορίζειν τὸν θρόνον αὐτοῦ ἐπ' ἀνέμων» καὶ «τὸ καθ' ἡμέραν εὐφραίνεσθαι αὐτὸν ἐν προσώπῳ αὐτοῦ». ποῖον γὰρ θεοῦ θρόνον ἐπ' ἀνέμων ἀφοριζόμενος, ἢ ποῖον τὸ τοῦ πατρὸς πρόσωπον ἐφ' ᾧ «καθ' ἡμέραν ἡ σοφία εὐφραίνοιτο»; ὥσπερ οὖν κατὰ παροιμιακὸν εἶδος ταῦτα προσιέμεθα, οὕτως δεῖ καὶ τὴν κτίσιν μὴ πικρῶς ἐξετάζειν, ἀλλὰ παραλαμβάνειν ἀντὶ τῆς γεννήσεως. Δεύτερον δὲ ἐκεῖνο ἂν εἴποιμι, ὅτι οἱ μεταμείβοντες πρὸς τὸν Ἑλληνισμὸν τὴν Ἑβραΐδα διάλεκτον, ἐκεῖνοι γεγόνασιν αἴτιοι τῆς τοιαύτης φωνῆς· ὁ γὰρ Ἑβραῖος, εἴ γε βούλοιτο τὴν ἑαυτοῦ λέξιν Ἑλληνικώτερον ἐπει [.....] εῖν, «ἐκτίσατο» ἂν εἴπῃ ἢ «ἔκτισεν»· οὕτως γὰρ οἱ μεταγενέστεροι τὴν λέξιν μετωνομάκασι· «κύριος γὰρ [ἐκτί] σατό με ἀρχὴν ὁδῶν αὐτοῦ»· ὥσπερ δὴ ἔχει καὶ τὸ «ἐκτισάμην ἄνθρωπον διὰ τοῦ θεοῦ». οὐκ ἐμέλησε [δὲ τοῖς] πρώην τῆς ἀκριβείας, ὅτι μηδὲ ᾠήθησαν τοιοῦτόν τι τοὺς πολλοὺς ὑπολήψεσθαι· ὅθεν ἡ περὶ τὴν [λέξιν πο] λυπραγμοσύνη τὴν τοῦ ἐξελληνισμοῦ εὗρεν ἀκρίβειαν. Τρίτην δὲ καὶ τελευταίαν [..........] ταύτην ἂν εἴποιμεν, ὡς δύο τρόπων ἐνταῦθα τῆς περὶ τὴν σοφίαν παραγωγῆς εὐ [........... κτ] ίσεως καὶ γεννήσεως. «κύριος», γάρ φησιν, «ἔκτισέ με», καὶ αὖθις μετ' οὐ πολλά, «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». τῇ μὲν κτίσει τὸ διὰ τί ἔκτισται πρόσκειται· «ἔκτισε γάρ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ»· ἡ δὲ γέννησις ἀπρόσθετός ἐστι καὶ ἀναίτιος. τί οὖν ἐστι τὸ ἐντεῦθεν καταλαμβανόμενον; ὡς ὁ υἱὸς τοῦ θεοῦ γεννᾶται παρὰ τοῦ πατρὸς ὑπὲρ αἰτίαν καὶ λόγον, κτίζεται δὲ ἐπ' ἐσχάτων τῶν αἰώνων, «τὴν τοῦ δούλου μορφὴν» ὑποδὺς διὰ τὴν ἐμὴν σωτηρίαν. τῷ μὲν οὖν «κύριος ἔκτισέ με» τὴν δευτέραν προσαρμόσεις γέννησιν· τῷ δὲ «πρὸ πάντων βουνῶν γεννᾷ με» τὴν πρώτην τε καὶ ἀναίτιον. τέθεικε δὲ τὴν δευτέραν ἐν πρώτοις ὁ Σολομῶν, ὅτι μὴ ἱστορικὸς ὁ λόγος, ἀλλὰ προφητικός. «κύριος» οὖν φησιν ἡ μετὰ τοῦ προσλήμματος σοφία «ἔκτισέ με» διὰ τὴν τῆς σαρκὸς πρόσληψιν· «ἀρχὴν» δὲ «τῶν ὁδῶν αὐτοῦ» ἤτοι τῶν περὶ τὸν ἄνθρωπον οἰκονομιῶν· «εἰς ἔργα αὐτοῦ», τουτέστιν εἰς τὰ δημιουργήματα, καὶ μάλιστα τὰ λογικὰ καὶ θνητά, δι' ἃ δὴ καὶ τῶν κρειττόνων οἰκονομιῶν προκατήρξατο, καὶ ἐμὲ τούτων ἀρχὴν τέθεικεν. Ἀλλὰ πῶς τὰ μετὰ ταῦτα σώσομεν; «πρὸ γὰρ τοῦ αἰῶνος» φησίν «ἐθεμε λίωσέ με», οὐ δήπου δὲ πρὸ τοῦ αἰῶνος τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον. ἢ ὅτι, ἐπειδὴ διπλῆ τις ἦν ἡ σοφία, ὅτε ταῦτα ἐφθέγγετο, θεὸς γὰρ καὶ ἄνθρωπος, ἵνα μὴ διὰ τὸ «ἔκτισε» καὶ αὐτὴν δὴ τὴν ὑπόστασιν, ἥτις ἦν ὁ θεὸς αὐτός, ὑπολήψῃ θνητήν, διὰ τοῦτο τὸν λόγον ἐπανορθού μενος, «πρὸ τοῦ αἰῶνος» φησίν «ἐθεμελίωσέ με»· ὃν γὰρ σύ, φησίν, ὁρᾷς ἄνθρωπον ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκότα, ἐγὼ πρὸ τοῦ αἰῶνος γεγεν νημένος ἦν τῷ πατρί. ἢ οὖν διὰ ταῦτα ἐπαναλαβὼν εἴρηκεν, ἢ τἆλλα δὴ ἀλληγορώτερον αὐτὸς ἄκουσον. «πρὸ τοῦ αἰῶνος» φησίν «ἐθεμελίωσέ με»· αἰῶνα γὰρ ἐνταῦθα τὴν βασιλείαν νόησον τοῦ θεοῦ, πρὸς ἣν διὰ τῆς τοῦ υἱοῦ σαρκώσεως ἀνερχόμεθα· οὐ γὰρ πρὸς τὸν παράδεισον ὃν ἀπωλέσαμεν ἐπαναστρέφομεν, οὐδὲ πρὸς τὴν προτέραν ζωήν, ἀλλὰ πρὸς ἀμείνονα καὶ θειοτέραν κατάστασιν. «ἐγώ» γάρ φησιν «ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν». ἀρχὴ δὲ τῆς τοιαύτης διαγωγῆς ἐγένετο σαρκωθεὶς ὁ υἱός. Ἀλλὰ καὶ «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». πάλιν γὰρ ἐνταῦθα γῆν, ἣν «πατοῦσι πόδες πραέων», νοήσεις «τὴν ἄνω Ἱερουσαλήμ», ἥτις δὴ ἀρχηγὸν ἔσχε τῆς οἰκείας δημιουργίας τὸν σαρκωθέντα θεοῦ [λόγον]. «καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι»· ἦν μὲν γὰρ ἀεὶ φιλανθρωπίας ἄβυσσος ὁ πατήρ, μᾶλλον δὲ γέγονεν ὅτε δὴ ὁ υἱὸς «ἱλαστήριον» ὑπὲρ ἡμῶν πρὸς τὸν πατέρα γέγονε· «δι' αὐτοῦ» γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν». «Καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων». ὕδατα δὲ ἐνταῦθα τροπικῶς νοήσεις πάντα τὸν ἐν σκιαῖς νόμον ἐν εἰκόνι προτυποῦντα τὰ μέλλοντα, ὃς εἶχε μὲν τὰς ποτίμους πηγὰς κεκρυμμένας ἐν ἑαυτῷ, ἀφῆκε δὲ ταύτας σαρκωθέντος τοῦ λόγου· μετὰ γὰρ τὴν οἰκονομίαν τὰς ἐκβάσεις ἐγνώκαμεν τῶν ἐμφάσεων. Ἀλλὰ καὶ «πρὸ τοῦ ὄρη ἑδρασθῆναι»· ὀρῶν δὲ ἕδρα ἡ ἀκριβὴς τῶν νοημάτων περὶ τὴν θεολογίαν κατάστασις, ὧν πάντων ἡ σοφία τὸ καθ' ἡμᾶς προσλαβοῦσα αἰτία καὶ ἀρχὴ γέγονεν. Οὕτω μὲν οὖν αὐτὸς τὸ χωρίον ἐπεξηγοῦμαι, ὁ δὲ μελῳδὸς ἐκεῖνος Κοσμᾶς εὐθὺς τὴν παροιμίαν κατατεμών, τὸ μὲν «εἰς ἔργα αὐτοῦ» τῷ τῆς οἰκονομίας μυστηρίῳ προσῆψε, τὸ δὲ «ἀρχὴν ὁδῶν αὐτοῦ» τῇ πρώτῃ καὶ θείᾳ γεννήσει· εἴτε δὲ ἐκεῖνος καλῶς εἴρηκεν εἴτε αὐτὸς ἐγὼ κάλλιον, ὑμεῖς ἂν αὐτοὶ γνοίητε.