Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
110.1
Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν Αὐτίκα ἡ περιτομὴ οὐκ ἔστι τῆς ἐκ θεοῦ κατὰ φύσιν ἀρτιότητος περιαί ρεσις, ἀλλ' ἐκ τῆς τυπικῆς τοῦ περιτεμνομένου μορίου θέσεως διδασκό μεθα ποιεῖσθαι γνωμικῶς τὴν περιτομὴν τῆς κατὰ ψυχὴν ἐμπαθοῦς διαθέσεως. τὸ «σάββατον» τελεία παθῶν ἐστιν ἀπραξία καὶ στάσις τοῦ νοῦ καθολικὴ τῆς περὶ τὰ πεποιημένα κινήσεως. αἱ «νεομηνίαι» τοὺς ἐν τῷ δρόμῳ τῶν κατ' ἀρετὴν καὶ γνῶσιν ἡμερῶν διαφόρους σημαίνουσι φωτι σμούς, οἷς προτροπάδην ἅπαντας ἐνδιαθέοντες τοὺς αἰῶνας τὸν «δεκτὸν ἐνιαυτὸν τοῦ κυρίου» πληροῦμεν «τῷ τῆς χρηστότητος στεφάνῳ» κοσμού μενον· στέφανος δὲ χρηστότητός ἐστι πίστις καθαρά, λίθων τιμίων δίκην ταῖς τῶν δογμάτων ὑψηγορίαις διηνθισμένη καὶ λόγοις πνευματικοῖς καὶ νοήμασι τὸν θεοφιλῆ καθάπερ κεφαλὴν διασφίγγουσα νοῦν. Τῶν δὲ ἑορτῶν ἡ μὲν πρώτη, ἤτοι ἡ τοῦ «πάσχα», πρακτικῆς ἐστι φιλοσοφίας σύμβολον, πρὸς ἀρετὴν ὡς ἀπ' Αἰγύπτου τῆς ἁμαρτίας τοὺς ὑπ' αὐτῆς κρατουμένους διαβιβάζουσα· ἡ δὲ δευτέρα, ἤτοι ἡ «πεντηκοστή», ἡ καλουμένη «τῶν νέων», τύπος ὑπάρχει τῆς ἐν πνεύματι φυσικῆς θεωρίας, τὴν περὶ τῶν ὄντων ἀψευδῆ δόξαν ὡς «ἀπαρχὴν θέρους» τῷ θεῷ προσκο μίζουσα· ἡ δὲ τρίτη, ἡ «τοῦ ἱλασμοῦ», ἥτις ἐν τῷ ἑβδόμῳ μηνὶ τελεῖται τῷ Ἰσραήλ, θεολογίας ἐστὶ μυστήριον, τὴν πάντων τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων γνωστικὴν ἕξιν καὶ τὴν κατ' οἰκονομίαν τοῦ σαρκω θέντος λόγου παντελῆ διὰ τῆς χάριτος ἀναμαρτησίαν καὶ τὴν ἐπ' αὐταῖς ἐν τῷ ἀγαθῷ τελείαν καὶ ἀθάνατον ἀτρεψίαν περιέχουσα, ὡς «σαλπίγγων» καὶ «ἱλασμοῦ» καὶ «σκηνοπηγίας» ποιητική. ἐπὶ πᾶσι δὲ αὐτός ἐστιν ὁ θεὸς ταῦτα πάντα, σάββατον μὲν ὡς τῶν ἐν σαρκὶ τῆς ψυχῆς μόχθων ἀνάπαυσις καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις, πάσχα δὲ ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ κεκρατημένων τῆς ἁμαρτίας, πεντη κοστὴ δὲ ὡς ἀπαρχὴ καὶ τέλος τῶν ὄντων καὶ λόγος ᾧ τὰ πάντα φύσει συνέστηκεν. εἰ γὰρ μετὰ τὴν εἰς ἑαυτὴν ἑβδοματικὴν τῆς ἑβδομάδος περίοδόν ἐστιν ἡ πεντηκοστή, πενταδικὴ δὲ σαφῶς ὑπάρχει δεκὰς αὕτη, προδήλως ἄρα τῶν ὄντων ἡ φύσις, κατὰ τὸν ἑαυτῆς λόγον ὑπάρχουσα πενταδικὴ διὰ τὰς αἰσθήσεις, μετὰ τὴν φυσικὴν τοῦ χρόνου καὶ τῶν αἰώνων διάβασιν ἐν τῷ θεῷ ἔσται, τῷ κατὰ φύσιν ἑνί, μὴ δεχομένη πέρας, ἐν ᾧ παντελῶς οὐκ ἔστι διάστασις. πεντηκοστῆς οὖν ἐστι τὸ μυστήριον ἡ πρὸς τὴν πρόνοιαν ἄμεσος τῶν προνοουμένων ἕνωσις. τῶν δὲ ἐν τῷ ἑβδόμῳ μηνὶ τριῶν ἑορτῶν, τῶν «σαλπίγγων» καὶ τοῦ «ἱλασμοῦ» καὶ τῆς «σκηνοπηγίας», ἡ μὲν σάλπιγξ νόμου καὶ προφητῶν καὶ τῆς ἐξ αὐτῶν κηρυττομένης γνώσεως τύπος ἐστίν, ὁ δὲ ἱλασμὸς σύμβολον τῆς τοῦ θεοῦ πρὸς τὸν ἄνθρωπον διὰ σαρκώσεως καταλλαγῆς, ἡ δὲ σκηνοπηγία προτύπωσίς ἐστι τῆς ἀναστάσεως καὶ τῆς πάντων πρὸς ἀτρεψίαν μετα ποιήσεως. θυσίας δὲ οἶδεν ὁ λόγος τὴν τῶν παθῶν σφαγὴν καὶ τὴν τῶν φυσικῶν δυνάμεων προσαγωγήν, ὧν τοῦ μὲν λόγου τύπος ἐστὶν ὁ κριός, τοῦ δὲ θυμοῦ φέρει σύμβολον ὁ ταῦρος, τῆς δὲ ἐπιθυμίας ἡ αἲξ ὑπάρχει δήλωσις. ἔστι δὲ ἡ σκηνοπηγία σύμβολον καὶ τῆς ἡμῶν κατὰ θεομίμητον ἕξιν περὶ τὸ καλὸν ἀτρεψίας πῆξις καὶ σύστασις. Καὶ ἵνα δή σοι τὸ σύμπαν σῶμα διασχίσω τοῦ γράμματος εἰς πνευματι κὴν ἀνακάλυψιν, ἡ μὲν διαβαθεῖσα τῷ Μωυσῇ θάλασσα ἡ ὑπὸ αἴσθησιν φύσις ἐστί, καταστρωθεῖσα ἢ διαιρεθεῖσα τῇ στερρᾷ τῆς ῥάβδου πληγῇ, φημὶ δὴ τῷ διαιρετικῷ νῷ τῶν ὄντων ἢ ἐξομαλιστικῷ, καὶ βατὴ γενομένη καὶ εὐπαρόδευτος ταῖς Ἰσραηλιτικαῖς δυνάμεσι. τὸ δὲ «ὄρος», εἰς ὃ «ἀνα βέβηκε Μωυσῆς», ἡ τῶν ἀρετῶν ἐστιν ἄνοδος. «ὁ» δὲ «γνόφος», εἰς ὃν «εἰσῆλθεν, οὗ ἦν ὁ θεός», ἡ ἀειδής ἐστι καὶ ἀόρατος τῶν ὑπὲρ φύσιν διατριβή· ἐν ᾧ τὸ ἀρχέτυπον κατὰ μίμησιν ἀποτυποῦται ὁ εἰσεληλυθὼς καὶ κάτεισι τοῦ ὄρους, ἧς μετείληφε δόξης κατὰ πρόσωπον τὴν χάριν ἐπισημαίνων καὶ τοῖς ἄλλοις ἀνθρώποις παραδεικνύς. τὸ δὲ ἄβροχον φύραμα τῶν ἀζύμων ἡ τοῦ ἐν ἡμῖν λόγου δύναμίς ἐστιν, ὀφείλουσα τῆς πρὸς τὰ αἰσθητὰ ἐπιπλοκῆς καθαρὰ φυλάττεσθαι καὶ ἀνέπαφος. Ἡ δὲ μετὰ τὸν Μωσέως θάνατον ἡγεμονία Ἰησοῦ τοῦ Ναυῆ τὸν δι' αὐτοῦ τυπικῶς μηνυόμενον σωτῆρα λόγον τοῦ θεοῦ παρεδήλου, μετὰ τὴν τελευτὴν τοῦ γράμματος τῶν νομικῶν διατάξεων τὴν ἐν τῷ ὕψει τῶν νοημάτων γινομένην τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ ὁρῶντος θεὸν {τὴν} ἡγεμο νίαν παραλαμβάνοντα, καὶ παντὸς μὲν ψυχῆς καὶ σώματος μολυσμοῦ τῷ τομωτάτῳ λόγῳ τῆς εἰς αὐτὸν πίστεως οἷον πετρίναις μαχαίραις περιτέ μνοντα, διὰ δὲ τῆς ῥεούσης τοῦ χρόνου φύσεως διαβιβάζοντα πρὸς τὴν τῶν ἀσωμάτων κατάστασιν τοῖς ὤμοις τῶν ἀρετῶν ἐπαιωρουμένην ἔχοντας τὴν δεκτικὴν τῶν θείων μυστηρίων γνῶσιν. αἱ δὲ ἑπτὰ περίοδοι κατὰ τῆς «Ἱεριχοῦς» πόλεως καὶ τῆς «κιβωτοῦ» καὶ «τῶν σαλπίγγων» καὶ τοῦ «ἀναθέματος» ὁ πληρέστατός ἐστι τῶν ἀρετῶν ἀριθμός, ἐν ἰσαρίθμοις σάλπιγξι σὺν ἀλαλαγμῷ μυστικῷ τὴν δυσάλωτον φύσιν τῶν φαινομένων κατασείσας καὶ νικητὴς τοῦ ὁρωμένου κόσμου γενόμενος. Ἐπεὶ δὲ παρεκέλευσας ἐν τῷ γράμματι ἀλληγορηθῆναί σοι καὶ τὰ κατὰ τὸν Ἠλίαν καὶ δύο τινὰ τῆς περὶ τὸν Ἰωνᾶν προφητείας, ἴσθι ὅτι πᾶσα ψυχὴ «χηρεύουσα» ἀρετῆς καὶ γνώσεως θεοῦ, ἐπειδὰν τὸν διαγνωστικὸν ὑποδέξηται λόγον, εἰς μνήμην τῶν ἑαυτῆς ἁμαρτημάτων ἔρχεται καὶ ἀρε τῶν ἄρτοις τὸν διατρέφοντα τρέφει λόγον καὶ ποτίζει ἀληθείας δόγμασι τὴν πηγὴν τῆς ζωῆς καὶ αὐτῆς δὴ τῆς φύσεως τὴν εἰς αὐτὸν προκρίνουσα θεραπείαν, δι' ἧς «ἥ» τε «ὑδρία» σὰρξ τὴν ἐπὶ ταῖς ἀρεταῖς πρακτικὴν συν τονίαν χορηγήσει καὶ «ὁ καμψάκης» νοῦς τὴν τὸ φῶς συντηροῦσαν τῆς γνώσεως θεωρίαν πηγάσει διηνεκῶς καὶ ὁ ἔμφυτος λογισμὸς τὴν ἐμπαθῆ ζωὴν ἀποθέμενος τῆς θείας ζωῆς γενήσεται μέτοχος. Οἱ δὲ παρὰ τῷ Ἰωνᾷ «πλείους ἢ δώδεκα μυριάδες μὴ γινώσκοντες δεξιὰν αὐτῶν ἢ ἀριστερὰν» τὸ πλῆθός ἐστι τῆς ἐξ ἐθνῶν ἐκκλησίας, πλείους ὄντες ἢ δώδεκα μυριάδες, τουτέστιν ἐπέκεινα τῆς ἑβδοματικῆς τοῦ χρόνου ἀνακυκλήσεως καὶ τῆς πενταδικῆς αἰσθήσεως, ἐξ ὧν ἀριθμῶν ὁ δώδεκα σύγκειται· διὰ γὰρ τὴν ἔννομον ἀρετὴν τῶν ἐν σαρκὶ παθῶν ὡς ἀριστερῶν πεποίηνται λήθην καὶ διὰ τὴν ἄπταιστον γνῶσιν τὴν ἐπὶ τοῖς κατορθώμασιν οἴησιν ὡς δεξιὰν οὐ προσίενται. καὶ ἡ κατ' ἐνέργειαν δὲ ἀληθὴς τῆς τῶν ἀρετῶν αἰτίας ἐπίγνωσις ἄγνοιαν παντελῆ πέφυκε ποιεῖν τῆς ὡς δεξιᾶς καὶ ἀριστερᾶς ἑκατέρωθεν παρακειμένης «τῇ μεσό τητι τῶν ἀρετῶν ὑπερβολῆς καὶ ἐλλείψεως», καὶ ὁ πρὸς τὴν αἰτίαν δὲ τῶν ὄντων ἀσχέτως ἀναταθεὶς νοῦς ἀγνοεῖ καὶ τοὺς τῶν ἀσωμάτων λόγους ὡς δεξιὰν καὶ τοὺς τῶν σωμάτων ὡς ἀριστεράν, ὑπερφυῶς τῷ ὑπὲρ πάντα θεῷ ἑνωθείς.